ΠΕΤΡΟΥ ΕΠΙΣΤΟΛΗ Α. ΥΠΟΘΕΣΙΣ.
πρῶτον μὲν ἐξηγεῖται καὶ ἀποδείκνυσιν ὅτι ἡ εἰς τὸν Χριστὸν πίστις ὑπὸ τῶν προφητῶν κατηγέλη, καὶ δι’ αὐτῶν ἐμηνύθη ἡ διὰ τοῦ αἵματος αὐτοῦ λύτρωσις· καὶ ὅτι αὐτοῖς καὶ τοῖς ἔθνεσιν εὐηγγελίσθη τὰ πάντα, “ εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. εἶτα συμβουλεύσας ἀξίως τοῦ καλέσαντος ἀναστρέφεσθαι, προτρέπει
καὶ βασιλέας τιμᾶν, γυναιξὶ τε καὶ ἀνδράσιν ὁμοφροσύνην παραγγέλλει· καὶ εἰς τὰ ἤθη παραινέσας ὀλίγα, σημαίνει ὅτι καὶ εἰς ᾅδην γέγονε παρὰ τοῦ Κυρίου τὸ κήρυγμα τῆς σωτηρίας καὶ ἀναστάσεως· ἵνα καὶ οἱ προαποθανόντες ἀναστῶσι, καὶ κριθῶσι μὲν ἐν τῷ σώματι, τῇ δὲ χάριτι τῆς ἀναστάσεως διαμένωσι·
καὶ ὅτι τὸ τέλος πάντων λοιπὸν ἤγγισε, καὶ ὀφείλουσιν ἅπαντες ἕτοιμοι γίνεσθαι, ὡς λόγον ἀποδιδόντες τῷ κριτῇ. καὶ οὕτω τελειοῖ τὴν Ἐπιστολήν.
Catena in epistulam Petri i (catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.