ΚΕΦ. Η.
αὐτοῖς δυναστείαν ὅπλον ποιοῦνται τῆς καθ’ ἑτέρων πλεονεξίας· ἕτεροι δὲ αὐτὰ ἐκ μοχθηρῶν εὑρημάτων παχύνουσι βαλάντια, καὶ τόκοις ἐπὶ τόκους ἀνοσίως συλλέγοντες, πῦρ καὶ κόλασιν ταῖς ἑαυτῶν καταχέουσι κεφαλαῖς.
ζωὴ ὑμῶν ; ἀτμὶς γὰρ ἔσται ἡ πρὸς ὀλίγον φαινομένη.
ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν ὁ Κύριος θελήσῃ, καὶ ζήσωμεν,
καὶ ποιήσωμεν τοῦτο ἢ ἐκεῖνο· νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
εἰδότι οὖν καλὸν ποιεῖν, καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ
ἐστιν.
ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· φησὶ γὰρ ἐν ταῖς Παροιμίαις· “ μὴ καυχῶ τὰ εἰς αὔριον, οὐ γὰρ γινώσκεις τι τέξεται ἡ ἐπιοῦσα·” οὐ γὰρ ἐφ’ ἡμῖν ἐστι τὸ ἐλθεῖν εἰς τὴν αὔριον, καθάπερ οὐδὲ τῷ μισθωτῷ r πρὸς ἡμέραν μισθωθέντι μίαν, ἐξουσία τίς ἐστι ἀφ’ ἑαυτοῦ καὶ τῇ ἑξῆς ἐργάσασθαι, πλὴν εἰ μὴ ὁ μισθωσάμενος
ἐπιτρέψειεν.
ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. ὁ πλοῦτος ὑμῶν
σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν· ὁ
χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται.
καὶ τί τὸ κέρδος; θάνατος· καὶ τί τὸ τέλος; τέφρα καὶ κόνις σοροὶ καὶ σκώληκες.
ὄνον τινας κριοὺς καὶ ταύρους ἁδρούς τε καὶ πίονας καταστρώσασα· οἶς ἃν εἰκότως λέγοιτο πρὸς ἡμῶν· “ ἄγε νῦν οἱ πλούσιοι κλαύ- “ σατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχο- “ μέναις·” προσεποίσομεν δὲ τούτοις τὸ “ ἐτρυφήσατε, ἐσπατα- “ λήσατε ἐπὶ τῆς γῆς, ἐθρέψατε τὰς καρδίας ὑμῶν, ὡς ἐν ἡμέρᾳ
“ σφαγῆς·’’ τοιοῦτοι γὰρ γεγόνασιν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, καταβοσκόμενοι μὲν τρόπον τινὰ τόπον πίονα καὶ εὐρύχωρον, τὰς ἐκ τῶν λαῶν δωροφορίας· καταπιανθέντες δὲ ὥσπερ ταῖς παρὰ πάντων τιμαῖς· ὡς κριοὶ καὶ ταῦροι πεπτώκασι τῇ τοῦ Κυρίου μαχαίρᾳ περιπεσόντες οἱ δείλαιοι.
ἐσχάταις ἡμέραις. ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ ἀπεστερημένος ἀφ’ ὑμῶν, κράζει· καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου
Σαβαὼθ εἰσεληλύθασιν.
τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς· κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· καὶ οὐκ ἀντιτάσσεται ὑμῖν.
διατί οὖν εἰς μετάληψιν ἔκτισται; ὅτι καὶ ἄρτον ἔκτισε, καὶ κεκώλυται ἡ ἀμετρία· ὅτι καὶ οἶνον ἔκτισε, καὶ κεκώλυται ἡ ἀμετρία· οὐχ ὡς ἀκάθαρτον τοίνυν τὴν τροφὴν παραιτεῖσθαι κελεύει, ἀλλ’ ὡς ἐκλύουσαν διὰ τῆς ἀμετρίας τὴν ψυχήν· πᾶν γὰρ κτίσμα Θεοῦ καλόν φησι, καὶ οὐδὲν ἀπόβλητόν μετὰ
εὐχαριστίας λαμβανόμενον.
Catena In Epistulam Jacobi (Catena Andreae). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.