ΚΕΦ. Ζ.
χεῖρας, ἁμαρτωλοὶ, καὶ ἁγνίσατε καρδίας δίψυχοι. ταλαιπωρήσατε καὶ πενθήσατε· ὁ γέλως ὑμῶν εἰς πένθος μεταστραφήτω, καὶ ἡ χαρὰ εἰς κατήφειαν.
δικαίων χορὸν· λέγε γὰρ σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαι- 1 ωθῇς· εἰ δὲ μετὰ τὸ ἁμαρτάνειν ἀναισχυντεῖ, οὐχ οὕτως ἐπὶ τῷ πεσεῖν ἐστὶν ἐλεεινὸς ὡς ἐπὶ τῷ κεῖσθαι πεσών. εἰ δὲ τὸ μὴ μετανοεῖν ἐφ’ ἁμαρτήμασι χαλεπὸν, τὸ καὶ πεφυσῆσθαι ἐπὶ τοῖς ἁμαρτήμασι ποίας κολάσεως ἐστιν ἄξιον; εἰ γὰρ ὁ ἐπὶ τοῖς κατορθώμασιν ἐπαιρόμενος ἀκάθαρτός ἐστιν, ὁ ἐπὶ ἁμαρτήμασι
τοῦτο πάσχων ποίας τεύξεται συγγνώμης;
ὑπὸ ἀνθρώπων μισούντων τὰς ἀρετὰς πολεμηθῶμεν, ἔχομεν τὸν Θεὸν ἐξαιρούμενον· μόνον ἵνα τοῦ νόμου αὐτοῦ μὴ ἐπιλαθώμεθα, μηδὲ ἀποκάκωμεν ἐν ταῖς θλίψεσι· φησὶ γὰρ ὁ Δαβὶδ, “ ἰδὲ “ τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ “ ἐπελαθόμην.”
ποιητὴς τοῦ νόμου, ἀλλὰ κριτής· εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτὴς, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ
τις εἰ, ὃς κρίνεις ’τον ἕτερον;
τινας, ὥσπερ εἰς λήθην ἐρχόμενοι τῶν ἰδίων ἀρρωστημάτων, φιλοψοφίας ὑπόθεσιν ποιοῦνται τὸ χρῆμα καὶ καταλαλιᾶς ὑπόθεσιν· καταψηφίζονται γὰρ αὐτῶν· οὐκ εἰδότες, ὅτι τὰ ἶσα νοσοῦντες τοῖς παρ’ αὐτῶν διαβεβλημένοις, ἑαυτῶν κατακρίνουσιν. οὕτω που καὶ ὁ σοφώτατος γράφει Παῦλος “ ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον,
“ σεαυτὸν κατακρίνεις. τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.”
Catena In Epistulam Jacobi (Catena Andreae). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.