ΚΕΦ. Θ.
Μακροθυμήσατε οὖν ἀδελφοὶ, ἕως τῆς παρουσίας τοῦ Κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν
τῆς γῆς, μακροθυμῶν ἐπ’ αὐτῷ, ἕως λάβῃ ὑετὸν πρώιμον καὶ ὄψιμον.
ἀλλὰ καιρὸν αὐτοῖς ἐπιστροφῆς παρέχων.
καὶ πρὸς ἀλλήλους ἀγαπῆν, ὡς καὶ δέεσθαι ὑπὲρ ἀλλήλων· καὶ ἡ ἀπόδειξις τῆς ἰσχύος τῆς προσευχῆς ὁ Ἠλίας εἰς μέσον φέρεται· καὶ τελευταῖον, ὅσος ὁ τῶν ἁμαρτωλοὺς ἐπιστρεφόντων ὁ μισθός.
ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε.
οἱ μεγάλα φυσῶντες τοὺς μαστιζομένους ὑπ’ αὐτῶν, τοὺς καταφρονουμένους, τοὺς καταγελωμένους τούτους ἐγγὺς ὄντας Θεοῦ, τότε θρηνήσουσι καὶ ὀλολύξουσιν, ὅταν τοὺς οἰκτροὺς καὶ ταλαιπώρους καὶ μυρία παθόντας δεινὰ καὶ πιστεύσαντας, εἰς τοσαύτην ἄγῃ λαμπρότητα.
ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς
1 προφήτας, οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι Κυρίου. ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν Ἰὼβ
ἠκούσατε.
ὀδυνώμενος, καὶ ἔλεγεν “ ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο.” μὴ γάρ τις λεγέτω, ὅτι οὐκ ἐλύπει αὐτὸν τὰ γινόμενα, οὐδὲ ἀθυμία περιέβαλε. μὴ δὲ τὸ μέγα ἐγκώμιον ἀφαιρείσθω τοῦ δικαίου ὅταν δὲ τοιαῦτα ἠ’, οὐ διὰ τὸν φόβον οὐδὲ διὰ δεσποτείαν μόνον, ἀλλὰ δι’ αὐτὴν τῶν πραγμάτων τὴν φύσιν· πόσος ὁ ἔπαινος ;
εἰπέ μοι γὰρ, πότε μακαρίζεις τὸν Ἰώβ; ὅτε εἶχε τὰς τοσαύτας καμήλους, καὶ τὰ ποίμνια, καὶ τὰ βουκόλια; ἣ ὅτε ἐκείνην τὴν φωνὴν ἀφῆκεν, “ ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλατο; ” καὶ γὰρ καὶ ὁ διάβολος διὰ τοῦτο ἡμᾶς ζημιοῖ· οὐχ ἵνα τὰ χρήματα ἡμῶν ἀφέληται, οἶδε γὰρ ὅτι οὐδέν ἐστιν, ἀλλ’ ἵνα διὰ τούτων ἀναγκάσῃ
εἰπεῖν τι βλάσφημον.
πέσητε.
τοῦτο τολμᾷς προβαλέσθαι, οὐδὲ εἰπεῖν, ἀλλ’ ἑκὼν καὶ ἄκων καταδέχῃ τὰ γεγραμμένα· ἄλλως δὲ οὐδὲ ἀνάγκην ὑποστήσῃ ποτέ· ὁ γὰρ τῶν ἔμπροσθεν μακαρισμῶν ἀκούσας, καὶ τοιοῦτον ἑαυτὸν παρασκευάσας, οἷον ἐπέταξεν ὁ Χριστὸς, οὐδεμίαν παρ’ οὐδενὸς ὑποστήσεται τοιαύτην ἀνάγκην· αἰδέσιμος ὢν παρὰ πᾶσι καὶ
σεμνὸς. τι ἐστι τὸ πέριττον του ’ναι, καὶ του οὐ ; ο ὅρκος οὐκ ἐπὶ τὸ ἐπιορκεῖν· ἐκεῖνο γὰρ οὐδεὶς δεῖται μαθεῖν, ὅτι ἐκ τοῦ πονηροῦ ἐστι καὶ περιττὸν, ἀλλ’ ἐναντίον τὸ δὲ περιττὸν καὶ τὸ πλέον ὁ ὅρκος ἐστίν.
εἰδώλων ὀμνύωσιν· ὀμεῖσθε γάρ, φησι, τὸν Θεὸν τὸν ἀληθινόν.
Catena In Epistulam Jacobi (Catena Andreae). Catenae (Novum Testamentum). ed. J. A. Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.