ΚΕΦ. Ε.
καὶ τὸ ἐπιεικεῖς εἶναι, καὶ ὅσα τοιαῦτα· τὸν δὲ μοιχὸν καὶ πόρνον καὶ πλεονέκτην μετ’ ἐπιταγῆς ἀπάγειν, καὶ τὸν ἄλλα τοιαῦτα πράττοντα.
ἀλλ’ ἀμάχους εἶναι.
πρὸς πάντας ἀνθρώπους. ἦμεν γὰρ ποτὲ καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοὶ, μισοῦντες ἀλλήλους.
καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν
Θεοῦ, πῶς οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ἀλλὰ κατὰ τὸν αὐτοῦ ἔλεον ἔσωσεν ἡμᾶς, διὰ λουτροῦ παλιγγενεσίας, καὶ ἀνακαινώσεως Πνεύματος Ἁγίου.
καθαρθῆναι, ἀλλ’ ἀναγεννήσεως δεηθῆναι· τοῦτο γάρ ἐστι “παλιγ- “γενεσίας·” οὐκ ἐπεσκεύασεν, ἀλλ’ ἄνωθεν κατεσκεύασεν, ἄνωθεν ἐποίησε κοινούς· πῶς ; διὰ τοῦ Πνεύματος· καὶ πάλιν δείκνυσιν εἰπὼν, “ οὗ ἐξέχεεν ἐφ’ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χρι- “στοῦ τοῦ Σωτῆρος ἠμῶν·” πολλοῦ ἔδει ἡμῖν Πνεύματος· “ ἵνα
“ δικαιωθέντες,” φησὶ, “ τῇ ἐκείνου χάριτι, ” πάλιν χάριτι, οὐκ ὀφειλῇ, “ κληρονόμοι γενώμεθα κατ’ ἐλπίδα ζωῆς αἰωνίου.” ἅμα καὶ προτροπὴ εἰς ταπεινοφροσύνην ἐστὶν, καὶ ἐλπὶς ὑπὲρ τῶν μελλόντων· εἰ γὰρ οὕτως ἀπεγνωσμένως ὡς ἄνωθεν γεννηθῆναι, ὡς χάριτι σωθῆναι, πολλῷ μᾶλλον ἐν τῷ μέλλοντι τοῦτο ἐργάσεται. τί ἐστι
κατ’ ἐλπίδα; τουτέστι καθὼς ἠλπίσαμεν, οὕτως ἀπολαύσομεν, ἣ ὅτι ἤδη κληρονόμοι ἐστέ· “ πιστὸς ὁ λόγος.” ἐπειδὴ περὶ μελλόντων διελέχθη, ἐπήγαγε τὸ ἀξιόπιστον· ἀληθῆ ταῦτά ἐστι, φησὶ, καὶ δῆλον ἐκ τῶν φθασάντων· ὁ γὰρ τοσαύτης ἡμᾶς ἀνομίας ἀπαλλάξας, καὶ τοσούτων κακῶν, εὔδηλον ὅτι καὶ τῶν μελλόντων ἡμῖν
μεταδώσει ἐπιμείνασι τῇ χάριτι· βεβαιῶν τὰ περὶ τοῦ Θεοῦ εἰς ἡμᾶς ἐσόμενα ἀγαθὰ, δι’ ὧν ἔφθασεν ἀπαριθμήσασθαι, καὶ τὴν πρὸς ἡμᾶς αὐτοῦ κηδεμονίαν δηλῶν, ἐπήγαγε,
πεπιστευκότες Θεῶ.
μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας
νομικὰς περιίστασο, εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
μὴν ἃν ὁτιοῦν γένηται προῃρημένος μεταθέσθαι τὴν γνώμην, τίνος ἕνεκεν εἰκῆ κάμνεις κατὰ πετρῶν σπείρων ; δέον πονεῖν εἰς τοὺς σοὺς, περὶ ἐλεημοσύνης αὐτοῖς διαλεγόμενος καὶ τῆς ἄλλης ἀρετῆς.
Catena In Epistulam Ad Titum (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.