ΚΕΦ. ς.
παραιτοῦ, εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ αμαρτανει, ων αυτοκατακριτος.
“νοιαν,” ἐνταῦθα δὲ ἐκτρέπεσθαι εἰσηγεῖται ; ἐκεῖ μὲν περὶ τῶν ἐλπίδα ἐχόντων διορθώσεως φησὶ, καὶ περὶ τῶν ἀντιδιατιθεμένων ἁπλῶς· ὅταν δὲ δῆλος ᾖ πᾶσι καὶ φανερὸς, τίνος ἕνεκεν πυκτεύεις ἔκει ; αὐτοκατάκριτος δέ ἐστιν, ὅτι οὐκ ἔχει εἰπεῖν, ὅτι οὐδείς με ἐνουθέτησεν. ὅταν οὖν μετὰ τὴν παραίνεσιν ὁ αὐτὸς μείνῃ, αὐτοκατάκριτος γίνεται.
ῥυθμίζω ὅτι γὰρ οὐχ ὥστε περιάγειν αὐτὸν καὶ πανταχοῦ ἔχειν ἀκολουθοῦντα καλεῖ, ἄκουσον· “ ἐκεὶ,” φησὶ, “ κέκρικα παραχει- “μάσαι,” ἡ δὲ Νικόπολις τῆς Θρᾴκης ἐστί.
νομικὸν δὲ ἐνταῦθα φησὶ, τὸν τῶν Ἰουδαϊκῶν νόμων ἔμπειρον. “ ἵνα “ μηδὲν αὐτοῖς λείπῃ, ” τουτέστιν, ἐν πάση ἀφθονίᾳ αὐτοὺς κατάστησον.
ἀσπάζονταί σε οἱ μετ’ ἐμοῦ πάντες· ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει.
πάντα ποιῶσι, φησὶν, αὐτὸν δὲ προηγουμένως ἐπὶ τῷ ἐκείνων κέρδει μηδέποτε τοῦτο ποιεῖν· εἰ μὲν γὰρ ἑτέροις λυμαίνοιντο, δεῖ ἑστάναι καὶ μάχεσθαι, ἐπεὶ περιίστατο· εἰ δὲ ὁρᾷς ἑτέρους διαφερομένους, μὴ σίγα, ἀλλ’ ἐπιστόμιζε, τῶν μελλόντων ἀπόλλυσθαι κηδόμενος. τι ἐστιν ” ἵνα φροντίζωσι καλῶν ἔργων προΐστα “ σθαι;”
ἀντὶ τοῦ ἵνα μὴ περιμένωσι τοὺς δεομένους ἐλθεῖν πρὸς αὐτούς· ἀλλ’ αὐτοὶ περιεργάζωνται τοὺς δεομένους τῆς αὐτῶν βοηθείας.
Catena In Epistulam Ad Titum (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.