ΚΕΦ. Δ.
εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, μὴ νοσφιζομένους, ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθὴν, ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν·
ἀνθρώποις, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν εὐσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως
καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ
μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον,
ζηλωτὴν καλῶν ἔργων
οὖσαν ὑπεύθυνον, μὴ δίκην δοῦναι, ἀλλὰ συγγνώμης τυχεῖν καὶ μυρίων ἀγαθῶν· καὶ τοῦτο δὲ χάριτος, τὸ ἀπαλλάξαι τῶν βιωτικῶν, τὸ πρὸς τὸν οὐρανὸν ἀγαγεῖν. δύο δὲ δείκνυσιν ἐνταῦθα ἐπιφανείας· καὶ γάρ εἰσι δύο, ἡ μὲν προτέρα χάριτος, ἡ δὲ δευτέρα ἀνταποδόσεως καὶ τοῦ δικαίου. “ Ἵνα ἀρνησάμενοι, τὴν
“ ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας,” μεθ᾿ ὅσης σπουδῆς τὰ εἴδωλα ἀπεστράφησαν, μετὰ τοσαύτης, καὶ τὴν κακίαν αὐτὴν, “ καὶ τὰς κοσμικὰς ἐπιθυμίας,” φησὶ, καὶ γὰρ καὶ ταῦτα εἴδωλα· κοσμικαὶ δὲ ἐπιθυμίαι, πάντα ὅσα ἂν μὴ διαβαίνῃ μεθ᾿ ἡμῶν πρὸς τὸν οὐρανὸν, ἀλλὰ τῷ παρόντι κόσμῳ συγκαταλύεται. “ σωφρόνως
“ καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι.” σωφροσυνή οὐ τοῦτο μόνον ἐστὶ τὸ πορνείας ἀπέχεσθαι, ἀλλὰ καὶ τὸ τῶν λοιπῶν παθῶν ἐκτὸς εἶναι. τίς δὲ ἡ ἐλπίς, καὶ τί τὸ ἔπαθλον τῶν πόνων; προσδεχόμενοι,” φησὶ, “ τὴν μακαρίαν ἐλπίδα καὶ ἐπι- “ φάνειαν·” ὄντως γὰρ οὐδὲν ἐκείνης μακαριώτερον. “ τοῦ μεγάλου
“ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.” ποῦ εἰσιν οἱ τοῦ Πατρὸς τὸς Υἱὸν ἐλάττονα λέγοντες; τὸ μέγας ἐπὶ Θεοῦ ὅταν λέγῃ, οὐ πρός τι μέγαν φησὶ, ἀλλ᾿ ἀπολύτως μέγαν, μεθ᾿ ὃν οὐκ ἂν εἴη μέγας, ἀλλ᾿ ἀσυγκρίτως μέγας.
ἰόντας τὴν ἀρετήν· τὸ μὲν αὖν βεβαρημένους τοῖς κακοῖς καὶ ἀνίατα νοσοῦντας ἀπαλλάξαι τῆς ἐκείνους φιλανθρωπίας ἦν, τὰ δὲ μετὰ ταῦτα καὶ ἡμῶν καὶ ἐκείνου.
Catena In Epistulam Ad Titum (E Cod. Paris. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.