ΚΕΦ. ΙΑ.
ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ· ἆρα δὲ οὖν ἐστιν μὴ ἔχειν μὲν ἄνδρα, μὴ ε7ναι δὲ χήραν· ὥσπερ γὰρ τὴν παρθένον οὐ τοῦτο ποιεῖ παρθένον τὸ μὴ ὡμιληκέναι γάμῳ, ἀλλὰ πολλῶν καὶ ἑτέρων δεῖ τοῦ ἀμέμπτου, τοῦ εὐπροσέδρου, οὕτω καὶ ἐπὶ τῆς χήρας πολλῆς δέονται τῆς τιμῆς· εἰκότως· ἐπονείδιστον γὰρ δοκεῖ εἶναι τὸ
πρᾶγμα καὶ δυσαγώνιστον παρὰ τοῖς πολλοῖς· οὐ διὰ τοῦτο δὲ
μόνον, ἀλλ’ ἐπειδὴ καὶ ἄξιόν ἐστιν.
ἔκγονα, οὐχ αἱ χῆραι, σκοπὸς γὰρ αὐτῷ διδάξαι ὅτι ἐκεῖναι μόναι τῆς ἐκκλησιαστικῆς ἐπιμελείας ἀξιοῦσθαι ὀφείλουσιν, αἷς οὐδεὶς κηδεμονίας ἑτέρωθεν ὑπολέλειπται τρόπος. ἐὰν τοίνυν, φησὶν, ᾖ χήρα τέκνα ἔχουσα ἢ ἔκγονα, διδασκέσθωσαν οἱ ἀπ’ ἐκείνης τεχθέντες ἐπιμελεῖσθαι τῆς μητρὸς, ἤτοι τῆς μάμμης· “ μανθανέ-
“ τωσαν τοίνυν τὸν ἴδιον οἶκον εὐσεβεῖν” ἀντὶ τοῦ εἰπεῖν.
ἀλλ’ εἴ τις τέκνα μὴ ἔχῃ, τουτέστιν ἡ μεμονωμένη οὖσα· εἶτα παραμυθεῖται αὐτὴν ὡς οὐκ ἔχουσαν τέκνα, εἰπὼν, ὅτι τοῦτο μάλιστά ἐστι χήραν εἶναι, ὅταν μὴ τῆς παρὰ τοῦ ἀνδρὸς παραμυθίας, ἀλλὰ καὶ τῆς παρὰ τῶν τέκνων ἀπεστερημένη οὔσα τύχῃ· ἔχει γὰρ τὸν Θεὸν ἀντὶ πάντων. “ ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν.”
ἐπειδὴ γὰρ πολλαὶ τὴν χηρείαν αἱροῦνται, οὐχ ἵνα τοῦ βίου τὰς ἀφορμὰς περικόψωσιν, ἀλλ’ ἵνα μᾶλλον ἑαυτὰς ἐξάψωσιν, ἵνα μετὰ πλείονος αὐθεντείας ἅπαντα πράττωσι, καὶ κοσμικαῖς μᾶλλον ἐκδοῖεν ἑαυτὰς ἐπιθυμίαις τοῦτο, φησὶν, οἱ γὰρ ζῶντες τὰ τῆς ζωῆς ἐνεργοῦσι τῆς μελλούσης, περὶ ἧς ἡμᾶς ἠσχολῆσθαι
προσήκει τὸν ἅπαντα χρόνον, ἐπεὶ εἰ μὴ τοῦτο προσῄει, τῶν τεθνεώτων οὐδὲν χεῖρον ἔσονται.
περὶ τοὺς ἄλλους φιλόστοργος; “καὶ ἔστι,” φησὶν, “ἀπίστου “χείρων,” ὅτι ἐκεῖνος εἰ καὶ μὴ τοὺς ἀλλοτρίους, τοὺς γοῦν ἐγγὺς οὐ περιορᾷ· πῶς δὲ τὴν πίστιν ἤρνηται; “Θεὸν,” φησὶν, “ὁμο- “λογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται·” τι δὲ ἐπέταξεν ὁ πιστευθεὶς Θεός; τοὺς οἰκείους τοῦ σπέρματος μὴ περιορᾷν· ἄρα
οὐ τοῦτο πίστεως ὁμολογία μόνον τὸ πιστεύειν, ἀλλὰ καὶ τὸ ἔργα ἐπιδείκνυσθαι ἄξια.
ἑνὸς ἀνδρὸς γυνὴ, ἐν ἔργοις καλοῖς μαρτυρου- μένη.
τότε καταλεγέσθω.
παρεφυλάξατο, ἀλλὰ τῇ ἀρετῇ τὴν δοκιμασίαν χαρακτηρίζειν. ἀλλ’ ἐπειδὴ κατελέγοντο χῆραι διὰ τὸ τῆς ἐκκλησιαστικῆς ἐπιμελείας ἀξιοῦσθαι, οὐκ ἀρετῆς ἐπιθυμίᾳ τὴν χηρείαν μετιοῦσαι, ἀλλ’ ὥστε ἀμερίμνως τὰς σωματικὰς ἐκ τῆς ἐκκλησίας πορίζεσθαι χρείας· ἐκ δὲ τούτου πλεῖστα ὡς εἰκὸς ἐπετελεῖτο κακά·
διὰ τοῦτο ἡλικίᾳ καὶ ἀρετῇ ὡρίσατο τὴν εἰς τὸν κατάλογον τῶν χηρῶν συντελεῖν ὀφείλουσαν· “γεγονυῖα ἑνὸς ἀνδρὸς γυνή·” ἀντὶ τοῦ μὴ δεύτερον ἀγαγομένη, ἀλλ’ ἐκείνῳ μόνῳ προσκαρτερήσασα, καὶ σωφρόνως βιώσασα, εἴτε ἕνα τοῦτον εἶχεν, εἴτε καὶ δεύτερον ἠγάγετο.
ἔστι δαπάνης, “εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολ.ούθτͅσεν,” οἶον τὴν σωματικὴν λέγει ἐνταῦθα ὑπηρεσίαν εἰσφέρειν· πρὸς γὰρ θεραπείαν μάλιστα ἐπιτηδείως ἔχουσιν αἱ γυναῖκες, κλίνην στρῶσαι, ἀναπαῦσαι. ποίους δὲ ἁγίους φησί; τοὺς ἀγνῶτας· ἔστι γὰρ καὶ ἁγίους εἶναι, καὶ πολλῆς ἀπολαύειν αὐτοὺς θεραπείας.
ἁπλῶς εἵλοντο, οὐ κρίνασαι· ἄρα καὶ ἡ χήρα τῷ Χριστῷ ἁρμόζεται ἐν τῇ χηρείᾳ.
δύνανται τὴν διάνοιαν, μακρὰν χαίρειν εἰποῦσαι τῇ οἰκείᾳ ἐπαυγενίᾳ μελετῶσι γάμον, καὶ τὰ λεχθέντα ἐφεξῆς διαπράττονται, ἀμερίμνως τὰ τῆς χρείας ποριζόμεναι.
“ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσι·” πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία· οὐ τούτῳ οὖν, φησὶ, τῷ κρίματι μόνον εἰσὶν ὑπεύθυνοι, ἀλλὰ καὶ ἑτέρων ἁμαρτημάτων.
“λοῦσαι τὰ μὴ δέοντα,” οὐδὲν οὕτως ἀνάρμοστον γυναικὶ, ὡς τὰ ἑτέρων περιεργάζεσθαι μάλιστα· ἀναισχυντίας γὰρ καὶ ἰταμότητος τεκμήριον τοῦτο μέγιστον· “βούλομαι οὑν ἐπειδὰν καὶ αὐταὶ βούλονται, “νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, τουτέστιν οἰκουρεῖν· πολλῷ γὰρ τοῦ ποιεῖν ἐκεῖνα τοῦτο βέλτιον.
Χάριν [μηδὲ λαβήν τινα,] ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ Σατανᾶ.
μηδὲ ἀργὰς ἢ περιέργους, ἣ λαλούσας τὰ μὴ δέοντα, μὴ βουλόμενος τὸν διάβολον ἀφορμὴν λαμβάνειν.
Catena In Epistulam I Ad Timotheum (E Cod. Paris. Coislin. 204). >Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.