ΚΕΦ. ΙΒ.
καὶ ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ.
περὶ τὰ μικρὰ σχολάζοντες, τῶν μεγάλων ἀποστερῶσιν ἑαυτοὺς, καὶ τῶν πνευματικῶν. τι δάι ἐστι “διπλῆς τιμῆς;” ἣ τῆς πρὸς τὰς χήρας ἢ τῆς πρὸς τοὺς διακόνους. ἢ ἁπλῶς πολλῆς, φησί· μὴ τοίνυν τοῦτο μόνον σκοπῶμεν, ὅτι διπλῆς τιμῆς αὐτοὺς ἠξίωσεν, ἀλλ’ ὅτι προσέθηκε τοὺς καλῶς προεστῶτας· καλῶς δὲ προΐστανται
τᾶι οἱ τιθέντες τὴν ἑαυτῶν ψυχὴν ὑπὲρ τῶν προβάτων, καὶ πάντα ποιοῦντες πρὸς κηδεμονίαν του ποιμνίου συντείνοντα.
μαρτύρων; οὐχὶ μετὰ ἀκριβείας δεῖ πάντοτε τὰς κρίσεις ποιεῖσθαι; οὐδὲ ἐπὶ ἄλλου, φησὶ, μάλιστα δὲ ἐπὶ πρεσβυτέρου· πρεσβύτερον γὰρ ἐνταῦθα φησὶν, οὐ τὸ ἀξίωμα ἀλλὰ τὴν ἡλικίαν· ἐπειδήπερ εὐκολώτερον ἁμαρτάνουσιν οἱ νέοι τῶν πρεσβυτέρων,
οἱ λοιποὶ φόβον ἔχωσι.
ὁδὸν ἐστὶ δοῦναι τοῖς ἄλλοις τοῦ ταῦτα ποιεῖν.
ὅτε περὶ κρίσεως ἔλεγεν, ἐπήγαγε ταῦτα καὶ φρικτῶς παραγγέλλει. ἀλλὰ τὸν μὲν Πατέρα καὶ Υἱὸν καλῶς παραλαμβάνει, τοὺς μέντοι ἐκλεκτοὺς Ἀγγέλους, τίνος ἕνεκεν; ἀπὸ πολλῆς ἐπιεικείας, ἐπεὶ καὶ Μωϋσῆς οὕτω φησὶ, “διαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν “καὶ τὴν γῆν,” διὰ τὴν πολλὴν ἐπιείκειαν τοῦ δεσπότου· “μηδὲν ποίων κάτα πρόσκλισιν, τουτεστιν, ἴνα κοινὸς ᾖς καὶ ἴσος τοῖς δικαζομένοις, ἵνα σὲ μηδεὶς προκαταλάβῃ· τίνες δέ εἰσιν οἱ ἐκλεκτοί; ἄρα ὡς ὄντων τινῶν τοιούτων, οὕτω μεγάλη ἐστιν ἡ μαρτυρία, ὡς ἃν εἰ ἔλεγε, μάρτυρα καλῶ τὸν Θεὸν καὶ τὸν
αὐτοῦ, καὶ τοὺς δούλους αὐτοῦ ὅτι παραγγελίᾳ σοι παραγγέλλω.
Catena In Epistulam I Ad Timotheum (E Cod. Paris. Coislin. 204). >Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.