ΚΕΦ. Ι.
πρὸς ἐκεῖνον διαλέγου· ὁμοίως καὶ οἱ λοιποί· “ νεωτέρους ὡς ἀδελ- “ φοὺς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ “ ἁΤείᾳ.” αὐτὴ τοῦ πράγματος ἡ φύσις, φορτικόν τι ἐστὶ τὸ ἐλέγχεσθαι λέγω, καὶ μάλιστα ὅταν καὶ εἰς γέροντα γένηται καὶ παρὰ νέου. παραμυθεῖται οὑν αὐτὸ τῷ τρόπῳ καὶ τῇ προσηνείᾳ·
διὰ τί δὲ καὶ ἐπὶ τῶν νεωτέρων ; τὸ θρασὺ πάλιν διὰ τὴν ἡλικίαν αἰνιττόμενος. “ νεωτέρας,” φησὶν, “ ὡς ἀδελφὰς,” καὶ προσέθηκεν “ ἐν πάσῃ ἁγνείᾳ,” μή μοι τὴν τῆς μίξεως, φησὶν, εἴπῃς ἁμαρτίαν, ἀλλὰ μηδὲ ὑποψίαν δῷς, μηδὲ πρόφασιν τοῖς διαβάλλειν βουλομένοις.
Catena In Epistulam I Ad Timotheum (E Cod. Paris. Coislin. 204). >Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.