ΚΕΦ. Θ.
οἷόν τι λέγω, τὸ μὴ εἶναι πονηρὸν ἐπιτάττειν χρὴ καὶ ἀπαγορεύειν μετὰ πλείονος αὐθεντείας· τὸ μὴ Ἰουδαΐζειν, ἐπιταγῆς δεῖται· ἃν μέντοι λέγῃ, ὅτι δεῖ τὰ ὑπάρχοντα κοινοῦν, ὅτι δεῖ παρθενεύειν, ἃν περὶ πίστεως διαλέγηται, ἐνταῦθα διδασκαλίας χρεία. διὰ τοῦτο ἀμφότερα τίθησιν ὁ Παῦλος, “ παράγγελλε καὶ δίδασκε,” φησὶν,
ὅταν γὰρ εἰδότες αὐτὰ πονηρὰ ὄντα πράττωσι, παραγγελίας δεῖ μόνης· ὅταν δὲ μὴ εἰδότες, διδασκαλίας. “ μηδείς σου τῆς νεότητος “ καταφρονείτω,” φησιν· εὐκαταφρόνητον γάρ πὼς πρᾶγμα ἡ νεότης· δεῖ δὲ ἀκαταφρόνητον εἶναι τὸν διδάσκαλον· ποῦ οὖν τὸ ἐπιεικὲς, φησὶ, ποῦ τὸ πρᾷον, ἐὰν μὴ καταφρονῆται; ἐν μὲν τοῖς
πρὸς ἑαυτὸν καταφρονείσθω, ἐν δὲ τοῖς πρὸς ἑτέρους μηκέτι· τοῦτο γὰρ οὐκ ἔστιν ἐπιείκεια, ἀλλὰ ψυχρότης, ἵνα μὴ τὸ κοινὸν λυμαίνηται. ἣ τοῦτό φησιν ἣ ἐκεῖνο, μηδεὶς διὰ τὴν νεότητα καταφρονήσῃ σου· ἕως γὰρ ἃν ἀντίρροπον ἐπιδεικνύῃ βίον, οὐκέτι διὰ τὴν ἡλικίαν σου καταφρονήσει.
γὰρ διδάσκαλον τοιοῦτον εἶναι χρή· ἐν λόγῳ, ὡς καὶ φθέγγεσθαι μετ’ εὐκολίας, ἐν ἀναστροφῇ τῇ τῆς ἐκκλησία,; ἐν ἀγάπῃ, ἐν πίστει τῇ ὀρθῇ, ἐν ἕψα, ἐν σωφροσύνῃ.
δὲ καὶ ἐν ταῖς πρὸς τὸν καθ’ ἕνα διαλέξεσι.
τοῦτο δὲ καὶ νῦν ἔθος ἐν ταῖς τῶν ἐπισκόπων γίνεσθαι προβολαῖς, τὸ μὴ ὑφ’ ἑνὸς, ἀλλ’ ὑπὸ πλειόνων τὰς τοιαύτας ἐν τῇ ἐκκλησίᾳ χειροτονίας πληροῦσθαι.
βουλόμενος, ὅτι μάλιστα πάντων ἐν τούτοις σπουδάζειν τὸν διδάσκαλον χρή.
σου.
Catena In Epistulam I Ad Timotheum (E Cod. Paris. Coislin. 204). >Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.