ΚΕΦ. Η.
τοῦτο ποιήσας, τότε ἐπάγει τὸν ἔλεγχον καὶ φησὶν, “ μὴ οὖν τις “ ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει.” ὅρα πῶς αὐτὰ καθαιρεῖ· εἰ τοιούτων τετυχήκατέ, φησιν, τί τοῖς μικροῖς ὑπευθύνους ἑαυτοὺς ἐποιεῖτε; καὶ ἐξευτελίζει λέγων· “ ἢ ἐν μέρει ἑορτής·” οὐ γὰρ δὴ πάντα κατεῖχον τὰ πρότερα. διὸ οὐκ εἶπεν ἐν σκηνοπηγίαις καὶ
ἀζύμοις καὶ πεντηκοστῇ, ἀλλ’ “ ἐν μέρει ἑροτῆς·” δεικνὺς ὅτι τὸ πλέον λέλυται· εἰ γὰρ καὶ ἐσαββάτιζον, ἀλλ’ οὐκ ἀκριβῶς· καὶ οὐκ εἶπεν μὴ τοίνυν φυλάττετε, ἀλλὰ μή τις ὑμᾶς κρινέτω· ἔδειἐπήνεγκεν αὐτοὺς παραβαίνοντας καὶ λύοντας· ἐφ’ ἑτέρους δὲ τὸ ἔγκλημα μὴ ἀνέχεσθε τῶν κρινόντων, φησὶν, ἅ ἐστι σκία τῶν
μελλόντων· τὸ δὲ σῶμα Χριστοῦ ὅτε ἐγένετο ταῦτα, φησὶ, σκία ἦν τῶν μελλόντων· ἡ δὲ σκία προτρέχει τοῦ σώματος· ἐπειδὴ τοίνυν ἡ σκία τὰ νόμιμα, τί τὸ σῶμα οὐ σκία τοῦ Χριστοῦ; ἐλθόντος οὖν τοῦ σώματος, περιττὴ ἡ σκία. τινὲς οὑν οὕτως τι ζητοῦσιν· οἱ δὲ τὸ σῶμα τοῦ Χριστοῦ.
“ ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι·” καὶ πάλιν “ εὑρέθη Χριστὸς “ ἁμαρτίας διάκονος.
λέγοντες, οὐ δεῖ, φησὶν, διὰ Χριστοῦ προσάγεσθαι, ἀλλὰ διὰ τῶν Ἀγγέλων· ἐκεῖνο μεῖζον ἐστὶν ἣ καθ’ ἡμᾶς. διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει τὰ ὑπὸ τοῦ Χριστοῦ πραχθέντα, διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ. διὰ τοῦτο λέγει ὅτι ὑπὲρ ἡμῶν ἔπαθεν, ὅτι ἠγάπησεν ἡμᾶς. καὶ αὐτὸ δὲ τοῦτο, ἐπειρῶντο πάλιν· καὶ οὐκ
εἶπεν προσαγωγὴν ἀλλὰ θρησκείαν· “ ἃ μὴ ἑώρακεν ἐμβατεύων·” οὐ γὰρ ἔιδεν Ἀγγέλους, καὶ οὕτω διάκειται ὡς ἰδών· διὰ τοῦτό φησιν “ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ εἰκῆ·” οὐδὲ ἐπί τινι ἀληθεῖ πράγματι· ἐπὶ τῷ δόγματι πεφύσηται, καὶ προβάλλεται ταπεινοφροσύνης σχῆμα· ὑπὸ σαρκικῆς διανοίας, οὐ
πνευματικῆς· ἀνθρώπινος ὁ λογισμός.
μὴ ὁ νόμος φυλάττοιτο· εἶτα καὶ μετριότητά τινα δῆθεν ἐπεδείκνυντο, ὡς ἃν δὲ τῆς τοῦ νόμου φυλακῆς οὐκ ἐξιστάμενοι τῷ μηδὲ τοὺς Ἀγγέλους περιορᾶν τοῦ νόμου τὴν καταφρόνησιν. μὴ τοίνυν φησὶ τοῖς τὴν μετριότητα ταύτην ἐπιδεικνυμένοις καὶ βουλομένοις τοὺς Ἀγγέλους προβαλέσθαι προσέχητε· ὑπὸ γὰρ τύφου διανοίας
λέγουσιν, ἃ μὴ ἴσασιν.
συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.
κεφαλὴ γάρ ἐστι τοῦ παντὸς ὁ Θεὸς Λόγος· τὶ οὑν ἀφεὶς τὴν κεφαλὴν, κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης δύο μέλη, ἣ πλείονα τῶν Ἀγγέλων ἡ δύναμις· ἀλλ’ οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάντας ἡ ὠφέλεια, εἰς Ἀγγέλους ὡς Ἀγγέλους, εἰς Ἀρχαγγέλους ὡς Ἀρχαγγέλους· εἰς τὰ ὁρατὰ ὡς
ὁρατά. θές μοι τὸν οὐρανὸν ἀντὶ κεφαλῆς εἶναι τῷ κόσμῳ, ἀντὶ ὀφθαλμῶν ἥλιον καὶ σελήνην· καὶ οὕτως ἕκαστον μέρος τοῦ κόσμου ἐν μελῶν τάξει συντιθεὶς, εὑρήσεις ἓν σῶμα τοῦ παντός· καὶ καθάπερ ψυχὴ ἐν σώματι καὶ σῶμα ψυχῆς, οὕτως τὰς ἀοράτους δυνάμεις ἐν τοῖς ὁρατοῖς· πάντων δὲ τούτων κυριωτέρα ἡ κεφαλή·
ἀφ’ ἧς ἡ ὠφέλεια εἰς ὅλον ἔρχεται τὸ σῶμα· ἐπιχορηγουμένη δηλονότι ἀπὸ τῆς κεφαλῆς.
ζῶντες ὑπείκετε τοῖς στοιχείοις ; ἀλλὰ τοῦτο ἀφεὶς τί φησιν· μὴ ἅψῃ μηδὲ, γεύσῃ, μηδὲ θίγῃς, ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων.
πῶς αὐτοὺς κωμῳδεῖ· μὴ θίγῃς· μηδὲ ἅψῃ· μὴ γεύσῃ· ὡς δειλοὺς καὶ μεγάλων τινῶν ἀπεχομένους· ἅ ἐστι φησὶ, πάντα εἰς φθορὰν τῇ ἀποχρήσει· καθεῖλεν τῶν πολλῶν τὴν φυσίωσιν, καὶ ἐπήγαγεν· “ κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων.” τί λέγεις; διδασκαλίας ἀνθρώπων καὶ τὸν νόμον λέγεις λοιπόν; διδασκαλία ἔστιν ἀνθρώπων μετὰ τὸν καιρόν· ἣ ὅτι παρεποίουν· ἣ τὰ τῶν Ἑλλήνων αἰνίττεται· ὅλον τὸ δόγμα ἀνθρώπινόν ἐστι, φησίν.
καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.
“ τῆς σαρκός·” ὁ Θεὸς γὰρ τιμὴν ἔδωκεν, αὐτοὶ δὲ οὐκ ἐν τιμῇ κέχρηνται· ἀτιμάζουσι τὴν σάρκα φησὶν, ἀποστεροῦντες αὐτὴν, καὶ τὴν ἐξουσίαν ἀφαιρούμενον ὁ δὲ Θεὸς τὴν σάρκα ἐτίμησεν.
ἔνδειξιν ἔχειν γνώσεως, καὶ δῆθεν καὶ μετριοφροσύνης· βουλομένους ἐπιμελεῖσθαι τοὺς περὶ ταῦτα ἔχοντας ἐπιδείκνυσιν, ὡς ἃν καὶ τοῦ σώματος ἀφειδοῦντας, καὶ οὐ τίμιον νομίζοντας τὸ διὰ πάντων πληροῦν τὴν σάρκα· ἀλλὰ γὰρ μᾶλλον αἱρουμένους ἀπὲχεσθαι τῶν πολλῶν διὰ τὴν τοῦ νόμου παράδοσιν.
καὶ τὴν ἐν οὐρανοῖς ἀπομιμεῖσθαι δίαιταν;
καὶ ἀμφιβάλλειν ἔσεσθαι καὶ ἐπὶ ἡμῶν οὐδαμῶς οἷόντε· ἀλλὰ ἄδηλον τέως τοῦτο· ἐπεὶ μηδὲ αὐτὸν ὁρῶμεν τὸν Χριστόν· ἐν οὖν τῇ τοῦ Θεοῦ δυνάμει τοῦ κατεργαζομένου τοῦτο σὺν αὐτῷ τῷ Χριστῷ, τῇ τούτων ἀπαρχῇ, τέως ἐστὶν ἀφανὲς τὸ ἐσόμενον.
“ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.
Catena In Epistulam Ad Colossenses (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.