ΚΕΦ. Θ.
ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξη. Οὐκ ἔστιν αὕτη, φησὶν ἡ ζωὴ, ἡμετέρα· ζωὴ ἕτερα ἐστίν· ἤδη βιάζεται μεταστῆσαι αὐτοὺς, καὶ φιλονεικεῖ δεῖξαι καθημένους ἄνω καὶ νεκροὺς ὄντας· ἐξ ἐκατέρων κατασκευάζων μὴ ζητεῖν τὰ ἐνταῦθα. εἴτε γὰρ νεκροί ἐστε, εἴτε ἄνω ἐστὲ, οὐκ ὀφείλετε ζητεῖν
τὰ ἐνταῦθα. μὴ φαίνεται ὁ Χριστὸς, οὐδὲ ἡ ζωὴ ὑμῶν ἐν τῷ Θεῷ· ἄνω ἐστίν· τί οὐν; πότε ζησόμεθα; ὅταν ὁ Χριστὸς φανερωθῆ ἡ ζωὴ ὑμῶν· τότε τὴν δόξαν ζητεῖτε, τότε τὴν ζωὴν, τότε τὴν τρυφήν. ταῦτα προπαρασκευαστικὰ τοῦ τῆς τρυφῆς ἀπαγαγεῖν καὶ τῆς ἀνέσεως· τοιοῦτον ἔθος αὐτῷ, ἀλλὰ κατασκευάζοντι
εἰς ἄλλα μεταπηδᾶν· οἷον ὥσπερ περὶ τῶν προλαμβανόντων εἰς τὰ δεῖπνα διαλεγόμενος, ἐνέπεσεν ἀθρόον εἰς τὴν τῶν μυστηρίων παρατήρησιν· μέγαν γὰρ ἔλεγχον ἔχει ὅτ’ ἃν ἀνυπόπτως γίνηται· “ κέκρθπται,” φησὶν, ἀφ’ ὑμῶν· τότε καὶ ὑμεῖς ἐν αὐτῷ φανερωθήσεσθε. ὅπερ γὰρ εἶπον, ἀεὶ φιλονεικεῖ δεῖξαι τὰ αὐτὰ ἔχοντας
ἅπερ καὶ ὁ Χριστός· καὶ διὰ πασῶν αὐτοῦ τῶν Ἐπιστολῶν οὗτος ὁ λόγος ἐν πᾶσι κοινωνοῦντας αὐτοῦ δεῖξαι· εἰ τοίνυν τότε φανερούμεθα, μὴ ἀσχάλλωμεν, ἐπεὶ καὶ ὁ μαργαρίτης κέκρυπται, ἕως ἀν’ ᾖ ἐν τῳ ὀστρέῳ.
ἀλλὰ τὸν ἐπιγινόμενον μετὰ ταῦτα παραινεῖ ἀποθέσθαι· οὕτως οὐ τὴν προτέραν νέκρωσιν λέγει, οὐδὲ τὰς πονηρὰς ἐκείνας, ἀλλὰ τὰς ἐπιγινομένας ὕστερον. διὰ τοῦτο δὲ μέλη καλεῖ· καθάπερ ἀριστέα τινὰ εἰσάγων καὶ εἰς μείζονα ἄγων ἔμφασιν· καὶ καλῶς εἶπεν “ τὰ ἐπὶ τῆς γῆς·” ἐνταῦθα γὰρ μένει, καὶ ἐνταῦθα πολλῷ μἅλλον
τῶν μελῶν· ὥστε οὐχ οὕτως τὸ σῶμα ἐστὶν ἀπὸ γῆς, ὡς ἡ ἁμαρτία γηΐνη. εἰπὲ δή μοι· ἐπειδὴ εἶπεν “ νεκρώσατε ὑμῶν τὰ “ μέλη τὰ ἐπὶ τῆς γῆς,” καὶ ἡ γῆ διαβέβληται; ἣ τὰ ἐπὶ γῆς αὐτὰ καλεῖ ἁμαρτήματα, πορνείαν, ἀνακαθαρσίαν, φησίν. παρῆκεν τὰ πράγματα ἃ οὐδὲ εἰπεῖν καλόν· καὶ διὰ τῆς ἀκαθαρσίας
ἅπαντα ἐνέφηνεν· πάθος, φησὶν, ἐπιθυμίαν κακήν· ἰδοὺ γενικῶς τὸ πᾶν εἰπεν· πάντα γὰρ ἐπιθυμία κακή.
ἐκ τοῦ στόματος ὑμῶν. καὶ μὴ ψεύδεσθε εἰς ἀλλήλους,
αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νεὸν, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν.
εἰς γέενναν, οὐδὲ εἰς βασιλείαν εἰσάγει, ἀλλ’ αὐτοὶ οἱ ἄνθρωποι· καὶ οὐδένα οὔτε φιλοῦμεν οὔτε μισοῦμεν ᾗ ἄνθρωπος ἀλλ’ ἢ τοιόσδε ἢ τοιόσδε ἄνθρωπος. τί δὲ φησὶν, “ σὺν ταῖς παάξεσιν;” τὴν προαίρεσιν μετὰ τῶν ἔργων. παλαιὸν δὲ καλεῖ, τὸ αἰσχρὸν αὐτοῦ βουλόμενος δεῖξαι καὶ δυσειδὲς καὶ τὸ ἠσθενηκός· καὶ νέον, ἀντὶ
τοῦ μὴ προσδοκήσητέ, φησιν, ὅτι καὶ οὗτος τὸ αὐτὸ πείσεται· ἀλλὰ τοὐναντίον· ὅσῳ γὰρ ἂν προίῃ, οὐ πρὸς γῆρας ἐπείγεται ἀλλὰ πρὸς νεότητα μείζονα τῆς προτέρας· ὅταν γὰρ πλείονα λάβῃ τὴν γνῶσιν; καὶ μειζόνων ἀξιοῦται καὶ μᾶλλον ἀκμάζει· οὐκ ἀπὸ τῆς νεότητος μόνον, ἀλλὰ καὶ τοῦ εἴδους πρὸς ὁ ἐστιν. ἰδοὺ κτίσις ἡ
ἀρίστη πολιτεία λέγεται κατ’ εἰκόνα τοῦ Χριστοῦ· τοῦτο γάρ ἐστι “ κατ’ εἰκόνα αὐτοῦ κτίσαντος αὐτόν.” ἐπεὶ καὶ ὁ Χριστὸς οὐ πρὸς γῆρας ἐτελεύτησεν· ἀλλ’ οὕτως ἐστὶν καλὸς ὡς μηδέ ἐστιν εἰπεῖν.
ἧς καὶ τὰ μέλη καταριθμεῖ· καὶ ἀριθμήσας τὸν ἐκ τούτων τῶν μελῶν συνεστῶτα ἄνθρωπον, παρακελεύεται “ ἀπεκδύσασθαι τὸν “ παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ.” ὥστε ὁ παλαιὸς ἄνθρωπός ἐστιν τὸ φρόνημα τὸ τῆς ἁμαρτίας· μέλη δὲ αὐτοῦ αἱ πράξεις τῶν ἁμαρτημάτων. καὶ ὧσπέρ ἐστι παλαιὸς ἄνθρωπος,
οὕτως ἐστὶ καὶ νέος· τούτέστειν τὸ φρόνημα τὸ πνευματικόν· καὶ μέλη αὐτοῦ, αἱ ἀγαθαὶ πράξεις· ὡς καὶ ἀριθμεῖ λέγων, “ χρη- “ στότητα, μακροθυμίαν,” καὶ τὰ ἑξῆς.
τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
ἅγιοι, ἀλλ’ οὐκ ἐκλεκτοί· νυνὶ δὲ καὶ ἐκλεκτοὶ, ἅγιοι καὶ ἠγα- πημένοι. “ σπλάγχνον,’’ φησὶν, “ οἰκτιρμοῦ.” οὐκ εἶπεν ἔλεον, ἀλλ’ ἐμφαντικώτερον διὰ τῶν δύο· καὶ οὐκ εἶπεν ὅτι ὡς ἀδελφοῖς, ἀλλ’ ὡς παισὶ πατέρες· μὴ γάρ μοι εἴπῃς ὅτι ἥμαρτεν· διὰ τοῦτο εἶπεν σπλάγχνα, καὶ οὐκ εἶπεν οἰκτιρμὸν, ἵνα μὴ ἐκείνους ἐξευτεἰσῃ,
ἀλλὰ σπλάγχνα οἰκτιρμοῦ.
προτρέπων αὐτούς· διὰ δὲ τοῦ ὑποδείγματος ἔδειξεν ὅτι κἂν με- γάλα ἔχωμεν ἐγκαλεῖν, δεῖ χαρίζεσθαι· τὸ γὰρ " καθὼς καὶ ὁ “ Χριστὸς,’’ τοῦτο σημαίνει· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ φιλεῖν δεῖ ἐξ ὅλης καρδίας· καὶ ὅτι καὶ τὴν ψυχὴν δεῖ ὑπὲρ αὐτῶν θεῖναι.
τᾶι· πάντα ἐκεῖνα αὐτὴ συσφίγγει· καὶ ὅπερ ἂν εἴπῃς ἀγαθὸν, ταύτης ἀπούσης, οὐδέν ἐστι, ἀλλὰ διαρρεῖ, ὃν τρόπον καὶ ἐπὶ πλοίου· κἂν γὰρ μεγάλα ᾖ τὰ σκεύη, ὅταν μὴ ᾖ τὰ ὑποζώματα, οὐδὲν ὄφελος· καὶ ἐπὶ σώματος, κἂν μέγα ᾖ τὰ ὀστᾶ, οἱ σύνδεσμοι ἐὰν μὴ ὦσιν, οὐδὲν ὄφελος.
ἔστω τις ὑβρισθεὶς ἀδίκως, ἀπὸ τῆς ὕβρεως ἐτέχθησαν δύο λογισμοί· ὁ μὲν κελεύων ἀμύνεσθαι, ὁ δὲ ἐνεγκεῖν. καὶ παλαίουσιν ἀλλήλοις. ἐὰν ἡ εἰρήνη τοῦ Θεοῦ ἑστήκοι βραβεύουσα μέση, τῷ κελεύοντι φέρειν δίδωσι τὸ βραβεῖον, καὶ καταισχύνει ἐκεῖνον· πῶς ; πείθουσα ὅτι ὁ Θεὸς εἰρήνη ἐστίν.
ἐκάλεσεν· ἐπὶ ταύτῃ σε ἐκάλεσεν ὥστε ἀξιοπίστως ἀναδέξασθαι τὸ βραβεῖον· διὰ τί γὰρ ἓν σῶμα ἐποίησεν ; οὐ διὰ τὴν εἰρήνην ; “ καὶ εὐχάριστοι γίνεσθε.’’ τοῦτό ἐστιν εὐχάριστον εἶναι· τὸ κεχρῆσθαι τοῖς ὁμοδούλοις, ὥσπερ αὐτῷ ὁ Θεός οὐ γὰρ δὴ ο τῳ Θεῷ χάριν ὁμολογῶν ὑπὲρ ὧν ἔπαθεν, τὸν ποιήσαντα ἀμυνεῖται.
Catena In Epistulam Ad Colossenses (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.