ΚΕΦ. Ζ.
τὸ συζῆν Χριστῷ.
φησίν· οὐκ εἶπεν ἐκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν, τὸν παλαιὸν
“ ραντος αὐτὸν ἐκ νεκρῶν·” καλῶς εἶπεν πίστεως· πίστεως γὰρ τὸ ὅλον ἐστίν· ἐπιστεύσατε ὅτι δύναται ὁ Θεὸς ἐγεῖραι, καὶ οὕτως ἠγέρθητε· εἶτα καὶ τὸ ἀξιόπιστον, “ τοῦ ἐγείραντος αὐτὸν,’ φησὶν, “ ἐκ τῶν νεκρῶν·” ἤδη δείκνυσι τὴν ἀνάστασιν.
ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν συνζοωποίησεν σὺν ἀυτῶ.
ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον, ὃ ἦν ὑπεναντίον ἥμιν.
οὕτως ἀκροβυστίαν τὸ περικεῖσθαι ἔτι τὴν θνητότητα· τοῦτο οὖν λέγει, ὅτι νενεκρωμένους ἡμᾶς τοῖς ἁμαρτήμασι διὰ τὴν περικειμένην θνητότητα, συνανέστησεν τῷ Χριστῷ· ἐν αὐτῷ τὴν κοινὴν ἀνάστασιν κατεργασάμενος· ἀφ’ ἧς πᾶν εἶδος ἁμαρτίας ὑμῶν ἀφανισθήσεται.
ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
“ ἀκουσόμεθα·” ἣ εἰ μὴ τοῦτο, ὅτι ὀφείλομεν τῷ Θεῷ ὑπακοήν· ἣ εἰ μὴ τοῦτο, ὅτι φησὶν, ὁ διάβολος, χειρόγραφον ἐποίησεν πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς, “ ᾗ ἃν ἡμέρᾳ φάγῃς ἀπὸ τοῦ ξύλου, ἀποθανῇ.” κατεῖχεν οὖν τὸ χειρόγραφον ὁ διάβολος· οὐκ ἔδωκεν ἡμῖν αὐτὸ, ἀλλ’ αὐτὸς αὐτὸ ἔσχισεν· ὅπερ τοῦ μετὰ χαρᾶς ἀφιέντος ἐστίν·
“ ἀπεκδυσάμενος,” φησὶν, “ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας·” ἐνταῦθα τὰς διαβολικὰς λέγει δυνάμεις· ἐπεὶ οὖν αὐτὰς ἡ ἀνθρωπίνη φύσις ἐνδέδυτο· ἣ ἐπειδὴ ὥσπερ λαβὴν εἶχον, ἄνθρωπος γενόμενος ἀπεδύσατο τὴν λαβήν.
διάβολος ἠσχημόνησεν· προσδοκῶν γὰρ αὐτὸν ἔχειν, καὶ οὓς εἶχεν ἀπώλεσεν· ἐκεῖ τοῦ σώματος προσηλουμένου, καὶ οἱ νεκροὶ ἀνίσταντο· ἐκεῖ τὴν πληγὴν ἔλαβεν ὁ θάνατος, ὑπὸ σώματος νεκροῦ καιρίαν λαβών· καὶ καθάπερ ἀθλητὴς νομίζων τὸν ἀντίπαλον βεβληκέναι, καιρίαν κατέχεται λαβήν· οὕτω δὴ καὶ αὐτὸς δείκνυσιν
ὅτι τὸ μετὰ παρρησίας ἀποθανεῖν ἀσχημοσύνη ἐστι τοῦ διαβόλου· ἐπειδὴ γὰρ τῆς μὲν ἀναστάσεως ὁ μετὰ ταῦτα πᾶς καιρὸς τεκμήριον ἦν· τοῦ δὲ θανάτου εἰ μὴ ἐκεῖνος ἐγένετο, οὐκ ἃν ἐγένετο ἕτερος· διὰ τοῦτο ἀπέθανεν μὲν δημοσίᾳ πάντων ὁρώντων. οὐκ ἀνέστη δὲ δημοσίᾳ· εἰδὼς τὸν μετὰ ταῦτα χρόνον μαρτυρήσοντα
τῇ ἀληθείᾳ· τὸ γὰρ τοῦ κόσμου ὁρῶντος, ἄνω ἐν τῷ ξύλῳ τὸν ὄφιν σφαγιασθῆναι, τοῦτο θαυμαστόν.
καὶ ὁ στρατιώτης οὐ κατέαξεν αὐτοῦ τὰ σκέλη καθάπερ τῶν ἄλλων, ἵνα φανερωθῇ ὅτι τέθνηκεν· καὶ φανεροὶ εἰσὶν οἱ τὸ σῶμα θάψαντες· διὰ τοῦτο καὶ αὐτοὶ σφραγίζονται οἱ Ἰουδαῖοι μετὰ τῶν στρατιωτῶν. ἐπειδὴ γὰρ οἱ Ἄγγελοι οὐδὲν τοιοῦτο πεπόνθασιν, διὰ τούτου ὑπὲρ τούτου πάντα ποιεῖ· δεικνὺς ὅτι μέγα κατώρθωσεν
ὁ θάνατος. ὥσπερ μονομάχιον γέγονεν· ἔπληξε τὸν Χριστὸν ὁ θάνατος· ἀλλ’ ὁ Χριστὸς πληγεὶς, ὕστερον αὐτὸν ἀνεῖλεν· νεκρῷ σώματι κατελύετο, ὁ δοκῶν θάνατος εἶναι.
καὶ τὰς ἁμαρτίας ἡμῶν ἐβάστασεν· ταύτας δὲ ἀπολλὺς, καθεῖλε τὴν δύναμιν τὴν διαβολικήν· ἀντὶ τοῦ εἰπεῖν ἐκδύσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἀπεκδυσάμενος. καὶ διὰ ταύτης τῆς ἐκδύσεως, θριαμβεύσας καὶ παραδειγματίσας τὰς ἀντικειμένας δυνάμεις· ἐν ἑαυτῷ οὖν ἐκείνας ἀπεξεδύσατο· καὶ ἐκείνας
ἐθριάμβευσεν, δι’ ὧν ἔπαθεν καὶ κατώρθωσεν.
καθ’ ἡμῶν· μεγίστην καὶ ἀναμφίβολον τὴν κατ’ αὐτῶν ἐργασάμενος νίκην· ὡς αἰσχυνθῆναι κἀκείνους, μάτην τοσοῦτον ἐπιδειξαμένους καθ’ ἡμῶν τὸν πόνον· ἀφ’ οὗ μηδὲν αὐτοῖς ἐγένετο ὄφειλος, ἐν κρείττονι τῇ καταστάσει γεγονότων ἡμῶν· ὡς μηδὲ ἁμαρτάνειν ἡμᾶς ἐπιδέχεσθαι ἔτι.
Catena In Epistulam Ad Colossenses (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.