ΚΕΦ. Γ.
εἶπεν λύτρωσιν, ἀλλ’ “ ἀπολύτρωσιν·” ὥστε μηδὲ ἐκπεσεῖν λοιπὸν, μηδὲ γενέσθαι θνητούς.
κατώρθωσαν· νυνὶ δὲ ὁ Θεὸς διὰ τῆς οἰκονομίας τοῦ Κυρίου μετέστησεν ἡμᾶς ἐς τὴν βασιλείαν αὐτοῦ, ὃν ἠγάπησεν· Ἀγγέλους μὲν γὰρ ὡς λειτουργοὺς ἀγαπᾷ, Χριστὸν δὲ ὡς Υἱόν. οὐκ ἤγαγεν οὖν ὑμᾶς εἰς τὴν τῶν Ἀγγέλων, ἀλλ’ “ εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς “ ἀγάπης αὐτοῦ·” ὑπὸ τὸν κληρονόμον ἐσμέν· οὐχ ὑπὸ τοὺς οἰκέτας. “ Υίον οὑν ἀγάπης” λέγει· ἐπειδὴ ὡς Υίος ἀγαπᾶται οὐκ ἐπειδὴ τῆς ἀγάπης τοῦ Θεοῦ ἐστιν· οὐδὲ γὰρ οἱ υἱοὶ τῆς ἀπειθείας, ταύτης υἱοὶ φύσει· οὐδὲ οἱ υἱοὶ τῆς γεέννης, ταύτης τέκνα· οὐδὲ
υἱὸς φύσει ἀπωλείας ὁ διάβολος· οὐδὲ υἱὸς ἁμαρτίας ὁ ἀντικείυἱὸς μένος· οὕτως οὐδὲ τῆς ἀγάπης Υίὸς ὁ Κύριος· ἀλλ’ ἐπειδὴ εἰσὶν ἀγαπώμενοι δοῦλοι, ὁ δὲ Υἱὸς ὡς Υἱὸς ἀγαπᾶται, εἶπεν “ τοῦ “ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ.”
“ τοῦ Υἱοῦ αὐτοῦ·” ἐπειδὴ ἀγαπήσας ἡμᾶς ὁ Υἱὸς, ἔπαθεν ὑπὲρ ἡμῶν, ἵνα τῆς βασιλείας αὐτοῦ καταξιώσῃ ἡμᾶς· διὰ τοῦτο φησὶν, “ μετέστησεν ἡμᾶς εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ αὐτοῦ· τὸ γὰρ ἀπαράλλακτον ἔχων πρὸς τὸν γεγεννηκότα, κατὰ τὸ ἀγαπῆσαι καὶ εὐεργετῆσαι τοὺς ἁμαρτωλοὺς, εἰκών ἐστι τοῦ Πα-
Τρος.
“ υἱοῦ τῆς ἀγάπης αὐτοῦ·” οὐ γὰρ κοινωνοὶ τῆς βασιλείας τοῦ Θεοῦ Λόγου γινόμεθα, ἀλλὰ τοῦ ἀναληφθέντος ἀνθρώπου, ᾧ κοινωνοῦμεν τῆς τιμῆς διὰ τὴν φυσικὴν ὁμοιότητα, ὅταν πρὸς αὐτὸν διάθεσιν ἐπὶ τῶν ἔργων ἐπιδειξώμεθα· ὅθεν καὶ “ υἱὸν ἀγάπης αὐτὸν ἐκάλεσεν· ὡς οὐ φύσει τοῦ Πατρὸς ὄντα υἱὸν ἀλλ’ ἀγάπῃ
τῆς υἱοθεσίας ἀξιωθέντα τούτων. τί ἂν εἴη ἀσεβέστερον, τοῖς εὐτυγχάνουσιν καταλείψω σκοπεῖν.
προστάξαντι, ἀλλὰ μέχρις αἵματος ἀντικαταστάντι· ὥστε ὀφείλομεν αὐτῶ τὴν εἰς αὐτὸν οἰκείωσιν.
οὐσία τοῦ Θεοῦ· οὐκ οὖν καὶ ἀόρατος ἡ οὐσία τοῦ Υἱοῦ· “ εἰκὼν “ δὲ τοῦ Θεοῦ τοῦ ἀοράτου,” τῆς οὐσίας ἄρα εἰκών· ἄρα οὖν οὐ καθ’ ὃ πρωτότοκος εἰκών· ἀλλ’ εἰκὼν μὲν τοῦ Θεοῦ, πρωτότοκος δὲ τῆς κτίσεως. ἐπειδὴ γὰρ εἶπεν εἰκὼν τοῦ Θεοῦ, τὸ ἀπαράλλακτον τῆς πρὸς τὸν Πατέρα οὐσίας δεικνὺς τοῦ Υἱοῦ· ἵνα σοι
δείξῃ ὅτι καὶ πρὸ πάντων ἐστίν· εἴρηκεν ὅτι καὶ πρωτότοκος πάσης κτίσεως γεγεννημένος· καὶ τῇ ἐπαγωγῇ πλέον τοῦτο δείκνυσι λέγων,
ὥστε τὸ πρωτότοκος, οὐ κυρίως εἴληπται. ἐπεὶ ἐναντίον ἐστὶ τῷ μονογενεῖ· φύσει γὰρ μονογενὴς μέν ἐστιν, ὁ μόνος πατρί· πρωτότοκος δὲ, ὁ ἔχων ἄλλους ἀδελφοὺς, ὧν ἐστι πρῶτος. καὶ ἑκάτερα λαμβάνεσθαι κυρίως οὐκ ἐγχωρεῖ. ἐν αὐτῷ δὲ εἶπεν ἐκτίσθαι τὰ πάντα· ἵνα ἀποστάντες τοῦ ἐλπίζειν εἰς Ἀγγέλους, τὰς ἐλπίδας
δᾴς ἔχωμεν ἐν Χριστῷ· καὶ ταύτην ἔχει τὴν αἰτίαν τῆς θεολογίας ὁ Παῦλος· καὶ τοῦ δημιουργὸν αὐτὸν δεῖξαι πάσης κτίσεως· τὸ δὲ “ ἐν αὐτῷ” ἀντὶ τοῦ δι’ αὐτοῦ λέγεται.
καὶ λοιπὸν ὡς μαινομένου ἀποστήσομαι· εἰ δὲ ὡς Θεὸς καὶ Θεοῦ Υἱὸς, εἰκὼν, τὸ ἀπαράλλακτον δείκνυσιν· διὰ τί μηδαμοῦ μήτε εἰκὼν μήτε υἱὸς Ἄγγελος κέκληται, ἀλλ’ ἄνθρωπος ἀμφότερα; διὰ τί; ὅτι ἐκεῖ μὲν τὸ τῆς φύσεως ἀνηγμένον, ταχέως ἂν τοὺς πολλοὺς εἰς ταύτην τὴν ἀσέβειαν ἐνέβαλεν· ἐνταῦθα δὲ τὸ εὐτελὲς καὶ
ταπεινὸν ἐγγυᾶται τὴν ἀσφάλειαν· καὶ οὐδὲ βουλομένους ἀφίησιν ὑποπτεῦσαι τι τοιοῦτο, καὶ καταγαγεῖν κάτω τὸν λόγον. διὰ τοῦτο ἔνθα μὲν ἦν πολλὴ ταπεινότης, θαρρούντως ἡ γραφὴ τίθησι τὴν τιμήν· ἔνθα δὲ μείζων ἡ φύσις, οὐκέτι· ἡ γὰρ τοῦ ἀοράτου εἰκὼν καὶ αὕτη ἀόρατος, καὶ ὁμοίως ἀόρατος· ἐπεὶ οὐδ’ ἃν εἰκὼν εἴη· τὴν γὰρ εἰκόνα, καθό ἐστιν εἰκὼν, καὶ παρ’ ἡμῖν ἀπαράλλακτον εἶναι δεῖ· οἷον τῶν χαρακτήρων καὶ τῆς ὁμοιώσεως· ἀλλ’ ἐνταῦθα μὲν οὐδαμῶς τοῦτο δυνατόν· τέχνη γάρ ἐστιν ἀνθρωπίνη ἡ πολλαχοῦ διαπίπτουσα· μᾶλλον δὲ ἀπανταχοῦ ἃν μετὰ ἀκριβείας
ζητῇς· ἔνθα δὲ Θεὸς, οὐδαμοῦ σφάλλεται, οὔτε διάπτωσίς τις γίνεται. εἰ δὲ κτίσμα, πῶς εἰκών; οὐδὲ γὰρ ἵππος ἀνθρώπου εἰκών· εἰ μὴ τὸ ἀπαράλλακτον τοῦ ἀοράτου δηλοῖ ἡ εἰκών· τί κωλύει καὶ ἀγγέλους εἰκόνα εἶναι; καὶ γὰρ καὶ οὗτοι ἀόρατοι· ἀλλ’ οὐχ ἑαυτοῖς· ἀλλὰ ψυχὴ ἀόρατος· ἀλλ’ ἣ ἐπειδὴ ἀόρατος ἁπλῶς, διὰ
τοῦτο εἰκών· καὶ μὴ οὕτως ὥσπερ αὐτὸς, καὶ ἄγγελοι εἰκόνες.
μήτε ἄλλῳ τινὶ προέχειν· τὸ γὰρ πρωτότοκος οὐχὶ ἀξίας τιμὴ οὐδὲ ἄλλου τινὸς, ἀλλὰ χρόνου μόνον. τί σημαίνει ὁ πρωτότοκος; τὸ ἔκτισται φησὶν, καλῶς· ἐὰν οὖν τοῦτο ᾖ· καὶ ἀδελφοὺς ἔχει, καὶ ὁμοούσιος ἐστὶν ὧν ἐστὶ πρωτότοκος. οὐκοῦν πάντων ἔσται ὁ υἱὸς πρωτότοκος, καὶ λίθων; πάσης γὰρ εἶπεν κτίσεως· οὐκοῦν
καὶ λίθων; καὶ ἐμοῦ πρωτότοκός ἐστιν ὁ Θεὸς Λόγος· ἄλλως δὲ, εἰπέ μοι, πρωτότοκος ἐκ τῶν νεκρῶν· καὶ οὐκ εἶπεν ὅτι ἀπέθανε πρῶτος· ἀλλ’ ὅτι πρωτότοκος ἐκ τῶν νεκρῶν ἀνέστη· ὥστε οὐδὲν ἕτερον δηλοῖ ἢ τοῦτο· ὅτι τῆς ἀναστάσεως ἀπαρχὴ γέγονεν· οὐκοῦν οὐδὲ ἐνταῦθα· εἶτα λοιπὸν ἐμβαίνει εἰς τὸ δόγμα αὐτό·
ἵνα γὰρ μὴ νομίσωσιν νεώτερον αὐτὸν εἶναι, διὰ τὸ πάλαι μὲν δι’ Ἀγγέλων προσάγεσθαι, νῦν δὲ δι’ αὐτοῦ· δείκνυσι πρῶτον, ὅτι οὐδὲν ἴσχυσαν ἐκεῖνοι, οὐ γὰρ ἀπὸ σκότους εἰς φῶς ἀγαγεῖν ἠδυνήθησαν, ὡς οὗτος. δεύτερον ὅτι καὶ πρὸ αὐτῶν ἐστιν, καὶ σημεῖον ποιεῖται τὸ πρὸ αὐτῶν εἶναι τὸ δι’ αὐτοῦ αὐτοὺς ἐκτίσθαι.
(Βασίλειοσ.) Καὶ τὸ μακάριος δὲ Βασίλειος ἐν τοῖς Εὐνομίου λόγοις φησὶν, εἰκὼν οὐκ ἄψυχος οὐδὲ χειρόκμητος οὐδὲ τέχνης ἔργον καὶ ἐπινοίας, ἀλλ’ εἰκὼν ζῶσα· μᾶλλον δὲ αὐτὸ οὖσα ζωή· οὐκ ἐν σχήματος ὁμοιότητι, ἀλλ’ ἐν αὐτῇ τῇ οὐσίᾳ τὸ ἀπαράλλακτον διασώζουσα. ὁμοίως καὶ ἐν τῷ δευτέρῳ λόγῳ τῆς
αὐτῆς ὑποθέσεως· εἰ δὲ ὅτι “ πρωτότοκος πάσης κτίσεως,” καὶ “ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς” ὁ Κύριος προσηγόρευται, τοῦτο αὐτοὺς παιδοτριβεῖ πρὸς ἀσέβειαν, διδασκέσθωσαν ἐκ τοῦ Εὐαγγελίου, ὅτι καὶ μητέρα ἑαυτοῦ καὶ ἀδελφοὺς ὁ Κύριος τοὺς ἐκ τῶν ἔργων τῆς ἀρετῆς οἰκειωθέντας προσαγορεύει· “ τίς γάρ ἑστι,”
φησὶν, “ ἡ μητήρ μου, καὶ τίνες οἱ ἀδελφοί μου; ἀλλ’ ἣ οἱ ποιοῦν- “ τες τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.” ὥστε καὶ πατὴρ ἡμῶν ὁ Θεὸς, οὐ καταχρηστικῶς οὐδὲ ἐκ μεταφορᾶς, ἀλλὰ κυρίως καὶ πρώτως καὶ ἀληθινῶς ὀνομάζεται· εἰ δὲ ἡμῶν τῶν χάριτι τῆς υἱοθεσίας ἠξιωμένων ἀληθῶς κέκληται Πατὴρ ὁ Θεός·
τίς ἀφαιρήσεται λόγος τοῦ κατὰ φύσιν Υἱοῦ, μὴ οὐχὶ πρεπόντως αὐτὸν Πατέρα προσαγορεύεσθαι;
μίμημα εἰναι τοῦ ἀρχετύπου καὶ οὗ λέγεται, πλὴν ὅτι καὶ πλεῖον· ἐκεῖ μὲν γὰρ ἀκίνητος κινουμένου· ἐνταῦθα δὲ ζῶντος καὶ ζῶσα καὶ πλεῖον ἔχουσα τὸ ἀπαράλλακτον, ἢ τοῦ Ἀδὰμ ὁ Σὴθ, καὶ τοῦ γεννῶντος παντὸς τὸ γεννώμενον. τοιαύτη γὰρ ἡ τῶν ἁπλῶν φύσις· μήτε μὲν ἐοικέναι, τὸ δὲ ἀπεοικέναι, ἀλλ’ ὅλον ὅλου τύπον εἶναι
καὶ ταὐτὸν μᾶλλον ἣ ἀφομοίωμα.
σάρκα· οὐκοῦν τότε πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν ἀπέδειξεν υἱοὺς Θεοῦ; πρωτότοκος πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρῶτος αὐτῆς κατὰ χρόνον ὑπάρχων, οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμασιν ὑπάρχων οὐσίας, ἀλλὰ διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. παρατηρῆσαι δὲ ὅμως κακεῖνο
καλόν· μονογενὴς καλεῖται καὶ πρωτότοκος· ὅτε μὲν οὑν μονογενὴς ὀνομάζεται, οὐδεμίας αὐτῷ συμπεπλεγμένης αἰτίας καθ’ ἥν ἐστι μονογενὴς, τοῦτο καλεῖται, ἀλλ’ ἀπολελυμένως. “ ὁ μονογενὴς Θεὸς ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρός·” ὅτε δὲ πρωτότοκον αὐτὸν αἱ θεῖαι καλοῦσι γραφαὶ, εὐθὺς ἐπιφέρουσι καὶ ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι’ ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν· “ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς·” “ πρωτότοκος ἐκ τῶν νεκρῶν.” ἐπειδὴ γὰρ ἔδει τὸν Υἱὸν τοῦ Θεοῦ κατὰ φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἄνθρωπος, τοῦτο μὴ ἀπολέσαι· εἰκότως
καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος, πάσης προτάττεται κτίσεως. οὐ γὰρ καθ’ ὃ γέγονεν ἄνθρωπος, ἐλάττον ἔσται τινὸς, ὅσον εἰς τὸ πρέπον ἀξίωμα τῇ θείᾳ φύσει, ἀλλὰ καὶ οὕτω πρωτεύσει καὶ καθηγήσεται πάσης ὁμοῦ κτίσεως, ἅτε δὴ ποιητὴς ὑπάρχων αὐτῶν καὶ Κύριος.
λέγει δὲ ταῦτα φησὶν ὁ Δαβὶδ, τῶν πρὸς αὐτὸν ἐπαγγελιῶν τοῦ Θεοῦ μνημονεύων, ὡς ἃν ὑποσχομένου τοὺς ἐξ αὐτοῦ κατὰ διαδοχὴν οἰκειώσεσθαι. ὁ δὲ Ἀπόστολος φησὶν τὸ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς· ἵνα εἴπῃ τὸν πολλῆς ἄγαν ἠξιωμένον τῆς τιμῆς· καὶ “ τὸ υἱὸς πρωτότοκός μου Ἰσραήλ·”
ἀντὶ τοῦ τίμιος ἐμοί· οὕτως φησὶ κἀνταῦθα “ πρωτότοκος πάσης “ κτίσεως,” ἀντὶ τοῦ παρὰ πᾶσαν τὴν κτίσιν τιμώμενος.
Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι’
αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν·
“ τῆς υῆς·” εἶτα φησὶν, “ τὰ ὁρατὰ καὶ τὰ ἀόρατα,” οἷον ψυχὴ, καὶ ὅσα ἐν οὐρανῷ γέγονεν ὁρατά· οἷον ἥλιος, πόλος. “ εἴτε θρόνοι·” καὶ τὸ μὲν ὁμολογούμενον ἀφίησι, τὸ δὲ ἀμφιβαλλόμενον τίθησιν. “ εἴτε θρόνοι,” φησὶν, “ εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξου- “ σίαι·” τὸ “ εἴτε καὶ εἴτε,” τοῦ παντὸς περιληπτικόν ἐστιν. ἀπὸ τῶν μειζόνων καὶ τὰ ἐλάττω δεικνύντος ἐστιν. τὸ δὲ Πνεῦμα οὐ μετὰ τῶν ἐξουσίων τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· ἰδοὺ τὸ ἐν αὐτῷ δι’ αὐτοῦ ἐστιν. εἰπὼν γὰρ ὅτι “ ἐν αὐτῷ,” έπήγαγεν
“ δί αὐτοῦ·” τὸ δὲ “ εἰς αὐτὸν” τί ἐστιν; τουτέστιν εἰς αὐτὸν κρέμαται πάντων ἡ ὑπόστασις· οὐ μόνον αὐτὸς αὐτὰ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ἀλλὰ καὶ αὐτὸς αὐτὰ συγκρατεῖ νῦν· ὥστε ἃν ἀποσπασθῇ τῆς αὐτοῦ προνοίας, ἀπόλωλε καὶ διέφθαρται, ἀλλ’ οὐκ εἶπεν διακρατεῖ, ὅπερ ἦν παχύτερον, ἀλλὰ
λεπτότερον, ὅτι εἰς αὐτὸν κρέμαται· μόνον τὸ πρὸς αὐτὸν νεύειν ἱκανὸν διακρατῆσαι καὶ συσφίγξαι. οὕτως καὶ πρωτότοκος ὡς θεμέλιος· τοῦτο δὲ οὐ τὸ ὁμοούσιον τῶν κτισμάτων, ἀλλὰ τὸ δι’ αὐτοῦ πάντα εἶναι, καὶ ἐν αὐτῷ φέρεσθαι δηλοῖ· ἐπεὶ καὶ Παῦλος ὅταν λέγῃ “ θεμέλιον τέθεικα,” οὐ περὶ οὐσιώσεως φησὶν, ἀλλὰ
τῆς ἐνεργείας. ἵνα γὰρ μὴ νομίσῃς ὑπηρέτην εἶναι αὐτόν· φησὶν αὐτὸν αὐτὰ διακρατεῖν· ὅπερ οὐχ ἧττον τοῦ ποιῆσαι ἐστίν· καίτοι ἐφ’ ἡμῶν καὶ μεῖζον· ἐκεῖνο μὲν γὰρ ἡ τέχνη εἰσάγει· τοῦτο δὲ οὐκέτι, οὐδὲ διαφθειρόμενον κατέχει.
μετὰ τοσοῦτον χρόνον ἔφυ Παῦλος ὁ Σαμοσατεύς· πόσῳ μᾶλλον εἰ μὴ ταῦτα προείρητο; “ καὶ τὰ πάντα,” φησὶν, “ ἐν αὐτῷ συνέ- “ στηκεν.” πῶς συνέστηκε τῷ οὐκ ὄντι; ὥστε καὶ τὰ δι’ Ἀγγέλων δι’ αὐτοῦ ἐστίν.
ὅς ἐστιν ἀρχὴ, πρωτότοκος ἐκ τῶν νεκρῶν.
δεῖξαι τῷ Παύλῳ. ἂν γὰρ τοῦτο κατασκευασθῆ, ὅτι πρὸ πάντων ἦν τῶν Ἀγγέλων, κἀκεῖνο συνεισάγεται, ὅτι τὰς ἐκείνων αὐτὸς ἐποίει ἐπιτάττων· καὶ τὸ δὴ θαυμαστὸν ἐν τῇ ὑστέρᾳ ἐφιλονείκησε πρῶτον αὐτὸν δεῖξαι· καίτοι γε ἀλλαχοῦ πρῶτον φησὶ τὸν Ἀδὰμ, ὥσπερ οὖν καὶ ἔστιν. ἀλλὰ τὴν Ἐκκλησίαν ἔλαβεν ἀντὶ τοῦ παντὸς
ἀνθρώπων γένους· τῆς γὰρ Ἐκκλησίας πρῶτος ἐστίν· καὶ τῶν μὲν ἀνθρώπων καθάπερ ὁ τῆς κτίσεως πρῶτος τὸ κατὰ σάρκα· καὶ διὰ τοῦτο αὐτὸν καὶ ἐνταῦθα πρωτότοκον τίθησιν ἐκ τῶν νεκρῶν. τί ἐστιν ἐνταῦθα πρωτότοκος; ὁ πρῶτος κτισθείς· ἢ ὁ πρὸ πάντων ἀναστάς· ὥσπερ καὶ ἐκεῖ ὁ πρὸ πάντων ὤν· καὶ ἐνταῦθα μὲν
ἀπαρχὴν τέθεικεν, εἰπὼν, "ὅς ἐστιν ἀπαρχὴ, πρωτότοκος ἐκ τῶν "νεκρῶν·" ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· δεικνὺς ὅτι καὶ οἱ ἄλλοι τοιοῦτοι· ἐκεῖ δὲ οὐκ ἀπαρχὴ τῆς κτίσεως· καὶ ἐκεῖ μὲν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ τότε πρωτότοκος. ἀπαρχὴν δὲ εἶπεν, καθάπερ ἐπὶ καρποῦ τινός· δεικνὺς ὅτι πάντας ἡμᾶς ἡγίασεν·
καὶ ὥσπερ θυσίαν προσήνεγκεν διὰ τῆς ἀπαρχῆς.
μὲν τῆς κτίσεως, δημιουργὸς δὲ καὶ τῆς ἡμετέρας ἐπιστροφῆς· ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων. εἰ γὰρ κεφαλὴ τῆς ἐκκλησίας, καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν, καὶ ἐν πολιτείᾳ πρῶτος· καὶ ἐν παθήμασι πρῶτος, καὶ ἐν ὑπακοῇ πρῶτος· καὶ ἐν βαπτίσματι πρῶτος· ἐν πᾶσιν αὐτὸς πρωτεύει κατὰ τὴν οἰκονομίαν.
φύσεως, οὐδαμῶς συκοφαντῆσαι τὴν ἑρμηνείαν ἡμῶν δυνήσονται ἀπὸ τῆς ἀπὸ τῶν θείων ἐπὶ τὰ ἀνθρωπίνα μεταβάσεως, ἤτοι τῆς ἀπὸ τῶν ἀνθρωπίνων ἐπὶ τὰ θεία· τὸ γὰρ αὐτὸ καὶ αὐτοὺς ποιῆσαι ἀνάγκη· τὰ μὲν ἀνώτερα ἐπὶ τῆς ἄνω ἐκλαμβάνοντας φύσεως· τὸ δὲ “ πρωτότοκος ἐκ τῶν νεκρῶν” εἰ τὰ πάντα ἀναισχυντοῖεν, οὐδαμῶς
ἐκλαβεῖν ἐπὶ τῆς θείας δυναμένους φύσεως. προφανῶς τοίνυν κἀν τούτοις ἀπεδείχθη Θεόδωρος τὴν πρὸς τοὺς ἁγίους πάντας ἀράμενος μάχην.
καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν, εἰρηνοποιήσας
διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς.
ὁ Υἱὸς, ὅλος ὁ Υἱὸς ἐκεῖ ᾤκησεν· οὐχὶ ἐνέργειά τις ἀλλ’ οὐσία οὐκ ἔχει δὲ αἰτίαν εἰπεῖν οὐδεμίαν, ἀλλὰ τὴν θέλησιν τοῦ Θεοῦ· τοῦτο γάρ ἐστιν “ ὅτι ἐν αὐτῷ εὐδόκησεν·” καὶ “ δι’ αὐτοῦ ἀποκα- “ ταλλάξαι τὰ πάντα εἰς αὐτόν·” ἵνα μὴ νομίσῃς ὅτι ὑπηρέτου τάξιν ἀνέλαβεν, “ εἰς αὐτὸν φησίν·” καὶ μὴν ἀλλαχοῦ φησὶν ὅτι τῷ
Θεῷ καταλάττει, καθάπερ ἐν τῇ πρὸς Κορινθίοις Ἐπιστολῇ φησίν. καλῶς εἶπεν “ δι’ αὐτοῦ ἀποκαταλλάξαι·” ἤδη γὰρ ἦσαν κατηλλαγμένοι· ἀλλὰ τελείως· ὥστε μηκέτι ἐχθραίνειν αὐτῷ. πῶς; οὐ γὰρ ἡ καταλλαγὴ ἀπεδίδοτο μόνον, ἀλλὰ καὶ ὁ τρόπος τῆς καταλλαγῆς· εἰρήνη διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ. μέγα
μὲν τὸ καταλλάξαι· τὸ δὲ καὶ δι’ αὐτοῦ, μεῖζον. καὶ τὸ τούτου μεῖζον, τὸ “ διὰ τοῦ αἵματος·” οὐχ ἁπλῶς αἵματος· ἀλλὰ τὸ τούτου μεῖζον, “ διὰ τοῦ ἰδίου σταυροῦ·” ὥστε πέντε θαυμαστά ἐστιν, τῷ Θεῷ κατήλλαξεν, δι’ ἑαυτοῦ· διὰ τοῦ αἵματος αὐτοῦ· διὰ τοῦ σταυροῦ· ἵνα γὰρ μὴ νομίσῃς πέντε εἶναι, μηδὲ τὸν σταυρὸν εἶναί τι καθ᾽ ἑαυτὸν, λέγει δι᾽ ἑαυτοῦ· πῶς οἶδεν μέγα τοῦτο ὄν; ὅτι οὐ ῥήματα εἰπὼν, ἀλλ᾽ ἑαυτὸν ἐκδοὺς ὑπὲρ τῆς καταλλαγῆς, οὕτως ἅπαντα εἰργάσατο.
εἰκότως· ἔχθρας γὰρ ἐμπέπληστο, καὶ εἰς πολλὰ διῄρητο· καὶ πρὸς ἑαυτὸν ἕκαστος ἡμῶν διεστασίαζεν, καὶ πρὸς τοὺς πολλούς· τὰ δὲ ἐν τοῖς οὐρανοῖς πῶς εἰρηνοποίησεν; ἢ καὶ ἐκεῖ πόλεμος ἦν καὶ μάχη; καὶ πῶς εὐχόμεθα λέγοντες "γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς;" τί οὖν ἐστιν;
ἀπέσχιστο ἡ γῆ τοῦ οὐρανοῦ· ἐκπεπολεμωμένοι ἦσαν οἱ Ἄγγελοι πρὸς τοὺς ἀνθρώπους· τὸν δεσπότην ὁρῶντες τὸν ἑαυτὸν ὑβριζόμενον· τὰ μὲν οὖν ἐν τοῖς οὐρανοῖς οὕτως μετέστησεν· ἐκεῖ τὸν ἄνθρωπον ἤγαγεν αὐτοῖς, τὸν ἐχθρὸν, τὸν μισούμενον· οὐ μένοντα ἐπὶ τῆς γῆς ἐποίησεν εἰρηνεύειν· ἀνήγαγεν πρὸς αὐτοὺς αὐτὸν τὸν ἐχθρὸν
καὶ πολέμιον· τοῦτο εἰρήνη βαθεία. Ἄγγελοι ἐπὶ γῆς ἐφαίνοντο λοιπὸν, ἐπειδὴ καὶ ἄνθρωπος ἐν οὐράνῳ ἐφάνη. δοκεῖ δέ μοι ἡ ἁρπαγὴ τοῦ Παύλου τούτου ἕνεκεν γεγενῆσθαι, καὶ τοῦ δεῖξαι ὅτι καὶ ὁ Υἱὸς ἐκεῖ ἀνελήφθη. καὶ τὸ μὲν πρὶν ἐπὶ γῆς ἐφαίνοντο Ἄγγελοι πρὸς τιμωρίαν ἀποστελλόμενοι ἐπὶ τῶν Ἰσραηλιτῶν· ἐπὶ
τοῦ Δαβὶδ, ἐπὶ τῶν Σολομιτῶν· ἐπὶ τῆς κοιλάδος τοῦ κλαυθμῶνος. νῦν δὲ ἐξ ἐναντίας ἐπὶ γῆς ᾖδον σφόδρα χαίροντες· καὶ τούτους κατήγαγε πρὸς αὐτούς· καὶ τοὺς ἀνθρώπους ἀνήγαγεν ἐκεῖ. καὶ θέα μοι τὸ παράδοξον· τούτους πρώτους κατήγαγεν ὧδε, καὶ τότε τὸν ἄνθρωπον ἀνήγαγεν· ἐπειδὴ τὰ τῆς γῆς ἔμελλεν
οὐρανὸς δέχεσθαι· διὰ τοῦτο εὐχαριστοῦμεν λέγοντες· "δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία," τουτέστιν καταλλαγή.
πλήρωμα ἑαυτοῦ, τουτέστιν τὴν ἐκκλησίαν τὴν πεπληρωμένην αὐτοῦ ἐν τῷ Χριστῷ, οἷα ἐν κεφαλῇ ἰδίᾳ, οἰκῆσαι· τουτέστιν αὐτῷ στοιχεῖν καὶ αὐτοῦ ἐξῆφθαι· ἀλλὰ μὴ Ἀγγέλων· ηὐδόκησε γὰρ δι᾽ αὐτοῦ ἀποκαταλλάξαι πάντα, οὐ δι᾽ Ἀγγέλων· καὶ γὰρ τὰ ὑπὲρ τοῦ κόσμου κατορθώματα διὰ τοῦ Χριστοῦ.
Catena In Epistulam Ad Colossenses (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.