ΚΕΦ. Δ.
Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν
τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου,
παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους ἐνώπιον αὐτοῦ.
τοῦ οὐχὶ ἄκοντας οὐδὲ ἀναγκαζομένους, ἀλλ’ ἑκόντας καὶ μετὰ τοῦ βούλεσθαι ἀποπηδῶντας αὐτοῦ καὶ ἀναξίους ὄντας, ἀπήλλαξεν, μὴ δὲ προσδοκῶντας ἐπανελθεῖν· εἶτα οὐχὶ μέχρι τῆς προαιρέσεως μόνης ἡ ἀλλοτρίωσις, ἀλλὰ τί ; “ καὶ ἐν τοῖς ἔργοις τοῖς πονη- “ ροῖς·” ι καὶ ἐχθροὶ ἦτε φησὶν, καὶ τὰ τῶν ἐχθρῶν ἐπράττετε· “ νυνὶ “ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι,” φησὶν, “ τῆς σαρκὸς αὐτοῦ· πάλιν τίθησι καὶ τὸν τρόπον τῆς καταλλαγῆς· ὅτι ἐν τῷ σώματι· οὐχὶ ἁπλῶς πληγεὶς οὐδὲ μαστιγωθεὶς, ἀλλὰ καὶ ἀποθανών· καὶ ἀποθανὼν τῷ αἰσχίστῳ θανάτῳ· διὰ τοῦτο πάλιν τοῦ σταυροῦ μέμνηται “ εἰς τὸ παραστῆσαι,” φησὶν, “ ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ
“ ἀνεγκλήτους κατενώπιον αὐτοῦ.” οὐ γὰρ δὴ μόνον τῶν ἁμαρτημάτων ἀπήλλαξεν, ἀλλὰ καὶ τοῖς εὐδοκιμηκόσι κατέστησεν· καὶ τὸ δὴ μέγα, ὅτι ἁγιωσύνην τὴν κατενώπιον αὐτοῦ ἔδωκεν, καὶ τὸ ἀνέγκλητον. ἐπίτασις τοῦ ἀμώμου τὸ ἀνέγκλητον· ὅταν μηδὲ μέχρι καταγνώσεως ἢ ἐγκλήματος ᾖ τί πεπραγμένον ἡμῖν. ἀλλ’
ἐπειδὴ τὸ ὅλον αὐτῶ τέθεικεν, ὅτι διὰ τοῦ θανάτου ταῦτα κατώρθωσεν· διὰ τοῦτο ἐπήγαγεν,
ἐλπίδος δυνατόν· οὕτως οὐκ ἔστιν ἐπαχθές. τίς δέ ἐστιν ἡ ἐλπὶς τοῦ εὐαγγελίου ἀλλ’ ἢ ὁ Χριστός; αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ πάντα ταῦτα ὁ ἐργασάμενος, οὐχὶ Ἄγγελοι· ὥστε ὁ ἑτέροις ἐπιγράφων μετακεκίνηται· “οὗ ἠκούσατε,” φησίν· καὶ πάλιν αὐτοὺς φέρει μάρτυρας· εἶτα τὴν οἰκουμένην ἅπασαν. οὐ λέγει
τοῦ κηρυττομένου, ἀλλ’ ἤδη πιστευθέντος καὶ κηρυχθέντος· ὅπερ καὶ ἀρχόμενος ἐποίησεν· ἀπὸ τῆς τῶν πολλῶν μαρτυρίας καὶ τούτους στῆσαι βουλόμενος.
τὸ ἀξίωμα λοιπὸν πανταχοῦ δεομένου, καὶ τῆς οἰκουμένης ὄντος διδασκάλου.
Catena In Epistulam Ad Colossenses (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.