ΚΕΦ. Β.
πληρωθῆτε τῆ ἐπιγνώσει τοῦ θελήματος αὐτοῦ ἐν πάση
σπφόᾳ καὶ συνέσει πνευματικῇ, περιπατῆσαι ὑμᾶς ἀξίως τῇ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν· ἐν παντὶ ἔργω ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι ἐν τῆ ἐπιγνώσει τοῦ Θεοῦ.
καὶ πάλιν “ εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ·” καὶ πάλιν “ ἐν πάσῃ δυνάμει δυναμούμενοι·” καὶ πάλιν “ εἰς πᾶσαν “ ὑπομονὴν καὶ μακροθυμίαν.” τὸ γὰρ πᾶσαν ἀεὶ προστιθέναι, μαρτυροῦντός ἐστιν καὶ τί τοῖς κατορθοῦσιν, εἰ καὶ μὴ τὸ πᾶν· οὕτω καὶ ὁ ἔλεγχος ἀνεπαχθὴς ἐγίνετο, καὶ τὸ ἐγκώμιον οὐκ
ἠφίει αὐτοὺς καταπεσεῖν. τί δέ ἐστιν “ ἵνα πληρωθῆτε τῇ ἐπιγνώ- “ σεῖ τοῦ θελήματος αὐτοῦ;” a αυτου διὰ τοῦ Υἱοῦ προσάγεσθαι ἡμᾶς αὐτῷ, οὐκέτι δι’ Ἀγγέλων· ὅτι μὲν οὖν δεῖ προσάγεσθαι, ἔγνωτε· λείπει δὲ ὑμῖν τὸ τοῦτο μαθεῖν, καὶ διά τι τὸν Γίον ἔπεμψεν.
a Verbum legi non potest.
“ στει τοῦ Θεοῦ.’’ ὥσπερ, φησὶν, ἀθρόως ὑμῖν ἑαυτὸν ἀπεκάλυψεν, καὶ ὥσπερ τηλικαύτην ἐλάβετε γνῶσιν, οὕτω καὶ πολιτείαν ἀξίαν ἐπιδείξασθε τῆς πίστεως· “ ἐν πάσῃ σοφίᾳ καὶ δυνάμει δυναμού- “ μενοι·’’ ἐνταῦθα περὶ τῶν περασμῶν καὶ τῶν διωγμῶν, φησὶν, εὐχόμεθα, ἵνα πληρωθῆτε δυναμούμενοι· ὥστε μὴ ἀκηδιάσαι μηδὲ
ἀπογνῶναι· “ κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ.’’ ἀλλ’ ἵνα τοιαύτην ἀναλάβητε προθυμίαν οἵαν πρέπει τῇ ἰσχύι· τῆς δόξης αὐτοῦ δοῦναι· “ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν” εὐχόμεθα, φησὶν, ὥστε ἐνάρετον ὑμᾶς βίον ἔχειν, καὶ τῆς πολιτείας ἄξιον, καὶ στῆναι βεβαίως δυναμωθέντας, ὡς εἰκὸς ἀπὸ Θεοῦ δυναμωθῆναι·
μακροθυμίαν πρὸς ἀλλήλους, ὑπομονὴν πρὸς τοὺς ἔξω· μακροθυμεῖ γάρ τις πρὸς ἐκείνους, οὓς δυνατὸν καὶ ἀμύνασθαι· ὑπομένει δὲ οὓς οὐ δύναται ἀμύνασθαι. διὰ τοῦτο ἔπι μὲν Θεοῦ οὐδέποτε ὑπομονὴ λέγεται, μακροθυμία δὲ πολλαχοῦ.
ἀλλὰ διὰ παντός· ὥσπερ γὰρ τὸ περιπατεῖν ἀναγκαῖον ἡμῖν, οὕτω καὶ τὸ ὀρθῶς βιοῦν· καὶ ἀεὶ περίπατον τὸ τοιοῦτο καλεῖ· εἰκότως· δεικνὺς ὅτι οὗτος ὁ βίος ἡμῖν ἐστιν ὁ προκείμενος· ἀλλ’ οὐχ ὁ κοσμικός· καὶ πολὺ δὲ τὸ ἐγκώμιον· “ περιπατῆσαι καὶ ὑμᾶς” φησὶν “ ἀξίως τοῦ Κυρίου ἐν παντὶ ἔργῳ ἀγαῷ·” ὥστε ἀεὶ ἐπιδιδόναι,
καὶ μηδαμοῦ ἵστασθαι· καὶ μεταφορικῶς “ καρποφοροῦντες “ καὶ αὐξανόμενοι ἐν τῇ ἐπιγνώσει τοῦ Θεοῦ.” ἵνα οὕτω δυναμωθῆτε κατὰ τὴν ἰσχὺν τοῦ Θεοῦ, ὡς ἀνθρώπῳ δυνατὸν ᾖ, “ διὰ τοῦ “ κράτους αὐτοῦ·” πολλὴ παραμυθία· οὐκ εἶπεν δύναμιν, ἀλλὰ κράτος,” ὅπερ μεῖζόν ἐστιν “διὰ τοῦ κράτους,” φησὶ, “τῆς
“ δόξης αὐτοῦ·” ὅτι πανταχοῦ ἡ δόξα αὐτοῦ κρατεῖ.
δυνατὸν αὐτῷ ἐπαρχότητα δοῦναι ᾧ βούλεται· καὶ τοσοῦτον δύναται μόνον, ὥστε τὸ ἀξίωμα δοῦναι· ἀλλ’ οὐχὶ καὶ ἐπιτήδειον ποιῆσαι πρὸς τὴν ἀρχὴν b τὸν τοιοῦτον καὶ καταγέλαστον ἡ τιμὴ ποιεῖ· ἐὰν μέντοι καὶ τὸ ἀξίωμα δῷ, καὶ ἐπιτήδειον ποιήσῃ πρὸς τὴν τιμὴν, καὶ ἱκανὸν πρὸς τὴν οἰκονομίαν, τότε τιμὴ τὸ
πρᾶγμα ἐστίν. τοῦτο οὖν καὶ ἐνταῦθα φησίν· ὅτι οὐ μόνον ἔδωκε τὴν τιμὴν, ἀλλὰ καὶ ἰσχυροὺς πρὸς τὸ λαβεῖν ἐποίησεν. κλῆρον δὲ καλεῖ, δεικνὺς ὅτι ὥσπερ ὁ κλῆρος ἐπιτυχίας μᾶλλον ἐστὶν, οὕτω δὴ καὶ ἐνταῦθα· οὐδεὶς γὰρ τοιαύτην ἐπιδείκνυται πολιτείαν, ὥστε βασιλείας ἀξιωθῆναι, ἀλλὰ τῆς αὐτοῦ δωρεᾶς ἐστι τὸ πᾶν·
διὰ τοῦτό φησιν, “ ὅταν πάντα ποιήσητε, λέγετε ἀχρεῖοι δοῦλοι ἐσμέν· ἃ γὰρ ὠφείλαμεν ποιῆσαι πεποίηκαμεν.”
εἶτα δείκνυσιν ὧν ἠξιώθημεν· οὐ γὰρ τοῦτο μόνον ἐστὶ τὸ ὅτι βασιλείας ἀξιούμεθα, ἀλλ’ ὅτι καὶ τίνες ὄντες δεῖ προσ- τιθέναι.
ἀγάπης αὐτοῦ.
οὐδὲ μετέθηκεν, τὸ μὲν γὰρ ὅλον τοῦ μεταθέντος ἦν, οὐ τοῦ μετελθόντος, ἀλλὰ “ μετέστησεν.” ὥστε καὶ ἡμῶν καὶ αὐτοῦ ἐστιν. “ εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ·” οὐχ ἁπλῶς εἰπεν βασιλείαν οὐρανῶν, ἀλλὰ σεμνότερον εἰργάσατο τὸν λόγον, “ βασιλείαν Υἱοῦ” εἰπών· ὃ καὶ ἀλλαχοῦ φησίν· “ εἰ
“ ὑπομένομεν, καὶ συμβασιλεύσομεν·” τῶν αὐτῶν ἠξίωσεν ἡμᾶς τῷ Υἱῷ· ἀλλὰ καὶ ἡ ἐπίτασις, τῷ ἀγαπητῷ, τοὺς ἐχθροὺς, τοὺς ἐσκοτισμένους· καὶ οὐδὲ τοῦτο, ἀλλὰ καὶ τὸ τῆς φύσεως ὁμότιμον· τι γάρ φησιν; “ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.” ἀλλ’ οὐκ εὐθέως. ἐπὶ τοῦτο ἦλθεν· ἀλλὰ παρενέβαλεν τὴν εὐεργεσίαν
τὴν εἰς ἡμᾶς· ἵνα γὰρ μὴ ἀκούων τίς, ὅτι τὸ πᾶν τοῦ Πατρὸς ἦν, νομίσῃ τὸν Υἱὸν ἐκτὸς εἶναι· δίδωσι τὸ πᾶν τῷ Υἱῷ καὶ τὸ πᾶν τῷ Πατρί· ἐκεῖ μὲν γὰρ μετέθεικεν· ἀλλ’ οὗτος τὴν αἰτίαν παρέσχεν· τί γὰρ φησίν; “ ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξου- “ σίας τοῦ σκότους.”
Catena In Epistulam Ad Colossenses (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.