ΚΕΦ. Α.
αὐτοῖς προστῆναι τὸν λόγον
“ Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τὴν εἰς πάντας τοὺς ἁγίους.” τοῦτο οἰκειοῦται αὐτούς· Ἐπαφρόδιτός ἐστιν ὁ ταῦτα ἀπαγγέλλων. πέμπει δὲ τὴν ἐπιστολὴν διὰ τυχικοῦ· ἐκεῖνον παρ’ ἑαυτῷ κατασχών. “ καὶ τὴν ἀγάπην,” φησὶν, “ τὴν εἰς πάντας τοὺς ἁγίους·” οὐκοῦν καὶ εἰς ἡμᾶς, διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ἡμῖν ἐν τοῖς
οὐρανοῖς.
“ οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας·” ἐνταῦθα πλήττοντος αὐτούς ἐστι τὸ ῥῆμα, ὅτι πολὺν χρόνον ἔχοντες μετέστησαν. “ ἣν προηκούσατε” φησὶν “ ἐν τῷ λόγῳ τῆς ἀληθείας “ τοῦ Εὐαγγελίου·” καὶ ἀλήθειαν μαρτυρεῖ εἰκότως ὅτι οὐδὲν ψεῦδος ἐν αὐτῷ· καὶ οὐ λέγει τοῦ κηρύγματος, ἀλλὰ τοῦ Εὐαγγελίου,
συνεχῶς ἀναμιμνήσκων αὐτοὺς τῶν εὐεργεσιῶν τοῦ Θεοῦ.
παρεγένετο, φησὶν, καὶ ἀπέστη· ἀλλ’ ἔμεινε καὶ ἔστιν ἐκεῖ. εἶτα ἐπειδὴ μάλιστα οἱ πολλοὶ ἐκ τοῦ κοινωνοὺς ἔχειν πολλοὺς τῶν δογμάτων στηρίζονται· διὰ τοῦτο ἐπήγαγεν, “ καθὼς καὶ ἐν παντὶ “ τῷ κόσμῳ·” πανταχοῦ κρατεῖ· πανταχοῦ ἕστηκεν. τὴν ἐλπίδα δὲ τὴν ἀποκειμένην τῆς ἀναστάσεως καὶ τῆς βασιλείας οὐκ Ἀγγέλων διοίκησις κατώρθωσεν, ἀλλὰ Ἰησοῦ Χριστοῦ παρουσία· καὶ τὸ Εὐαγγέλιον δὲ τοῦ παρόντος εἰς ὑμᾶς, φησὶν, οὐκ ἔστιν ψεῦδος
ἵνα παροφθῇ, οὐδὲ εἰς μόνους ὑμᾶς ἔφθασεν, ἀλλ’ εἰς πάντας ἀνθρώπους· καὶ οὐκ ἔφθασεν μὲν, παρηκούσθη δὲ, ἀλλ’ “ ἔστιν “ καρποφορούμενον,” φησὶν, καὶ αὐξανόμενον· διὰ μὲν τὰ ἔργα αὐξανόμενον, τῷ πολλοὺς περιλαμβάνειν· τῷ μᾶλλον στηρίζεσθαι, καθὼς καὶ ἐν ὑμῖν φησίν.
οὐδὲ ἐν ἀπάτῃ, ἀλλ’ ἐν αὐτοῖς τοῖς ἔργοις. τοῦτο τοίνυν λέγει “ καρ- “ ποφορούμενον,” ἤτοι τὰ σημεῖα καὶ τὰ θαύματα, ὅτι ἅμα εδέξασθε, ἅμα ἔγνωτε τὴν χάριν τοῦ Θεοῦ. τὸ τοίνυν εὐθέως ἐπιδεξάμενον τὴν οἰκείαν δύναμιν, ἀπιστεῖσθαι, πῶς οὐ χαλεπόν;
ἡμῶν.
τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην
ἐν Πνεύματι.
Catena In Epistulam Ad Colossenses (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.