ΚΕΦ. Β.
Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν·
ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι
ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν.
ἐμοὺς δεσμοὺς θαρροῦσιν, πολλῷ μᾶλλον ἐγώ. ὅρα δὲ πῶς καὶ ἀνάγκην ὀρῶν τοῦ μεγαληγορεῖν, τοῦ μετριάζειν οὐκ ἀφίσταται· τὸ δε περισσοτέρως δεικνύντος ἐστιν ὅτι ἤδη ἤρξαντο.
τοῖς μὲν γὰρ θάρσος παρεῖχον· τοὺς δὲ εἰς ἐλπίδα ἀγαγόντες τῆς ἐμῆς ἀπωλείας, παρεσκεύασαν κηρύττειν τὸν Χριστόν. τουτέστιν φθονοῦντες τῇ δόξῃ τῇ ἐμῇ ἐν τῇ ἐνστάσει, καὶ βουλόμενοί με ἀπολέσθαι, καὶ ἐρίζοντές μοι, συμπράττουσιν ἐμοί· ἣ ὥστε καὶ αὐτοὶ τιμᾶσθαι, καὶ οἰόμενοι παρασπᾶν τι τῆς δόξης τῆς ἐμῆς.
Ρώμην· εἰσαχθεὶς δὲ τῷ Νέρωνι, καὶ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπο- ληησάμενος, διετῆ χρόνον αὐτόθι διέτριψεν, παντελοῦς τετυχη- κὼς τῆς ἀφέσεως. τότε τοίνυν προσεδόκων μὲν ἅπαντες τὸν μακάριον Παῦλον πάντως ἀναιρεῖσθαι ὑπὸ τοῦ Νέρωνος, ὠμοτάτου τὸν τρόπον ὄντος. καὶ μάλιστα ἐπειδὴ πῶς καὶ καινὰ ἐδόκει
διδάσκειν, πολὺ τῆς τότε παρὰ Ῥωμαίοις κρατούσης περὶ Θεὸν δόξης ἀλλότρια. ἔτυχεν οὖν παντελοῦς ἀφέσεως, ὡς καὶ ἀναχω- ρῆσαι τῆς Ρώμης, καὶ τῷ συνήθει τρόπῳ χρήσασθαι τῆς διδα- σκαλίας ἐξέπληττεί τε ἅπαντας τὸ γενόμενον, καὶ παρρησίαν ἐμποίει τοῖς πιστοῖς τοῦ διδάσκειν. τοῦτο οὖν λέγει· ὅτι βούλο-
’μαι ὑμᾶς εἰδέναι, ὡς τὰ τῆς διδασκαλίας ὁσημέραι προκόπτει τῆς ἐμῆς· δῆλος γὰρ ἐπὶ τοῖς δεσμοῖς μου ἅπασιν ἐγενόμην· καὶ εἰσαχθεὶς, περὶ τῶν καθ’ ἑαυτὸν ἀπελογησάμην· καὶ οὕτως ἀπήλ- λαξα ἀκινδύνως, ὥστε πολλοὺς τῶν ὁμοπίστων διδάσκειν τὰ τῆς εὐσεβείας ἀπὸ τῶν κατ’ ἐμὲ τὴν παρρησίαν εἰληφότας.
Οἱ μὲν ἐξ ἐριθείας Χριστὸν καταγγέλλουσιν οὐχ ἀγνὼς.
εὐαγγελίου κεῖμαι.
τοῦ Χριστοῦ τὸν κήρυκα βουλόμενοι, τὸν Χριστὸν ἐκήρυττον, οὐ λήψονται μισθὸν ἀλλὰ καὶ τιμωρίας ἔσονται ὑπεύθυνοι· “ οἱ δὲ “ ἐξ ἀγάπης,” τουτέστιν ἴσασιν ὅτι δεῖ με λόγον δοῦναι τοῦ εὐαγγελίου.
ἀληθείᾳ, Χριστὸς καταγγέλλεται.
ὡς τινες οἴονται λέγοντες ὅτι τὰς αἱρέσεις εἰσάγει, ἀλλὰ καταγγέλλεται· πρῶτον μὲν γὰρ οὐκ εἰπε καταγγελλέσθω, ὡς υομογέλλεται· ἀλλὰ τὸ συμβαῖνον ἀπήγγελε· δεύτερον δὲ εἰ καὶ νομοθετῶν ἔλεγεν, οὐδὲ οὕτως αἱρέσεις εἰσῆγεν. εἰ γὰρ καὶ οὕτως ἐπέτρεπε κηρύττειν ὡς ἐκεῖνοι· οὐδ’ οὕτως εἰσῆγε τὰς αἱρέσεις.
πῶς; ὅτι ἐκεῖνοι ὑγιῶς ἐκήρυττον. ὁ σκοπὸς δὲ καὶ ἡ διάνοια μεθ’ ἧς ἐποίουν οὕτω διέφθαρτο· καὶ πολλὴν εἶχον ἀνάγκην οὕτως κηρύττειν. διατί; ὅτι εἰ ἑτέρως ἐκήρυξαν, οὐχ ὡς ἐκεῖνος, οὐκ ἃν τὴν τοῦ βασιλέως ὀργὴν ηὔξησαν. νῦν δὲ τὸ κήρυγμα αὐτοῦ αὔξειν, καὶ ὁμοίως διδάσκειν, καὶ ἴσους αὐτῷ μαθητὰς ποιεῖν,
ἴσχυσεν ἐκπολεμῶσαι τὸν βασιλέα. ἀλλά τις μιαρὸς καὶ ἀναίσθητος ἐπιλαβόμενος τοῦ χωρίου τούτου φησὶν, καὶ μὴν τὸ ἐναντίον εἰργάσαντο, ἃν τοὺς ἤδη πεπιστευκότας ἀπήλασαν, οὐχὶ τοὺς πιστοὺς ἐπιδοῦναι ἐποίησαν ἃν, εἴ γε δακεῖν αὐτὸν ἐβούλοντο· τί οὖν ἐροῦμεν; ὅτι πρὸς ἓν τοῦτο ἑώρων ἐκεῖνοι· τὸ κινδύνοις αὐτὸν
περιβαλεῖν τοῖς παροῦσι· τὸ μὴ ἀφεῖναι διαφυγεῖν. καὶ τούτῳ μᾶλλον ᾤοντο αὐτὸν λυπεῖν, καὶ τὸ κήρυγμα σβεννύναι ἣ ἐκείνῳ· ἑτέρως μὲν γὰρ καὶ ἔσβεσαν τοῦ βασιλέως τὴν ὀργήν· καὶ ἀφῆκαν ἐξελθεῖν καὶ πάλιν κηρύξαι· οὕτω δὲ δι’ αὐτῶν τὸ πᾶν ἑλεῖν ἐνόμιζον, ἑλόντες αὐτόν· καὶ τοῦτο οὐκ ἦν τῶν πολλῶν συνιδεῖν, ἀλλὰ πικρῶν τινῶν.
ἐκεῖνοι μὲν κόλασιν· ἐγὼ δὲ ὁ μηδὲν συμβαλλόμενος, μισθὸν μὴ λήψομαι ;
κακὸν ἐπάξει τοῖς αὐτὴν μετιοῦσιν· τὸ δὲ πᾶν, ἐκ τοῦ μὴ ὀρθῶς σκοπῶ τι ποιεῖν, ἀλλ’ ἐπὶ διαβολῇ τῶν τοῦ Θεοῦ κτισμάτων. τί οτυν φησίν ;
καὶ ὁ πρὸς ἐμὲ ζῆλος.
Ἰησοῦ· κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου.
κατορθωμάτων κεκτημένος τὴν σωτηρίαν. " καὶ ἐπιχορηγίας, φησὶ, " τοῦ Πνεύματος Iησοῦ Χριστοῦ·’’ τουτέστιν ἃν τῶν ὑμε- τέρων εὐχῶν καταξιωθῶ, πλείονος ἀξιωθήσομαι καὶ τῆς χάριτος· τὸ γὰρ ἐπιχορηγίας τοῦτό ἐστιν, ἃν ἐπιχορηγηθῇ, ἃν πλεῖον ἐπιδοθῇ μοι πνεῦμα· ἤτοι τὴν ἀπαλλαγὴν λέγει εἰς σωτηρίαν·
τουτέστιν καὶ τὸν παρόντα διαφεύξομαι πρῶτον κίνδυνον, περὶ φησὶν, “ ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, οὐδείς μοι συμπαρεγένετο. " μὴ αὐτοῖς λογισθείη· ἀλλ’ ὁ Κύριος μοι παρέστη καὶ ἐνεδυνά- " μωσέν με·” τοῦτο γοῦν ἡδῆ προφητεύει· " κατὰ τὴν ἀποκαρα- “ δοκίαν καὶ ἐλπίδα μου.” οὕτω γὰρ ἐλπίζω. ἵνα γὰρ πάλιν ἡμεῖς μὴ τὸ ὅλον ταῖς ἐκείνων ἐπιτρέπωμεν εὐχαῖς, αὐτοὶ μηδὲν εἰσφέροντες, ὅρα πῶς τίθησι τὸ αὐτοῦ, τὴν ἐλπίδα τὴν πάντων αἰτίαν τῶν ἀγαθῶν, “ κατὰ τὴν ἀποκαραδοκίαν,” φησὶ, “ καὶ ἐλπίδα μου· “ ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι.” αὕτη ἡ τοῦ Παύλου ἐλπίς· τὸ
ἐλπίζειν ὅτι οὐδαμοῦ αἰσχυνθήσεται· ὁρᾷς ὅσον ἐλπίζειν ἐστὶν ἐπὶ τὸν Θεόν; κἂν ὅτι οὖν γένηται, φησὶν, οὐκ αἰσχυνθήσομαι· τουτεστιν, οὐ περιέσονται οὗτοι.
ἑαυτούς· ἐν ἑαυτοῖς γὰρ τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ἀλλ’ ἐκ πάντων ἡμᾶς ἐρρύσατο ὁ Κύριος· οὕτω καὶ νῦν μεγαλυνθήσεται ἐν τῷ σώματί μου. τί οὑν; ἵνα μή τις εἴπῃ, ἐὰν οὐν ἀποθάνῃ, οὐ μεγαλύνεται; ναί φησίν· οἶδα ὅτι διὰ τοῦτο εἰπον ὅτι οὐκ ἡ ζωὴ μόνη μεγαλύνει αὐτὸν, ἀλλὰ καὶ ὁ θάνατος. τέως
δὲ διὰ ζωῆς, φησὶν, οὐχ αἱροῦσι με· καὶ εἰ εἷλόν με, καὶ οὕτως μεγαλυνθήσεται Χριστός· πῶς διὰ μὲν τῆς ζωῆς; ὅτι με ἐξείλετο· διὰ τοῦ θανάτου δὲ, ὅτι μοι τοσαύτην προθυμίαν ἐχαρίσατο, καὶ θανάτου ἐποίησεν ἰσχυρότερον· ταῦτα λέγει, οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ἀλλ’ ὅταν ἀποθάνῃ, μηδὲν ἀνθρώπινον πάθωσιν· ὅτι
γὰρ οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ὃ μάλιστα αὐτοὺς ἐλύπει, ταῦτα ἔλεγεν, διὰ τοῦτο ἐπήγαγεν προιών· “ καὶ τοῦτο πεποιθὼς οἶδα “ ὅτι μενῶ καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν.
“ καὶ τὸ ἀποθανεῖν κέρδος·” διατὶ; ὅτι σαφέστερον αὐτῷ συνέσομαι μᾶλλον. ὥστε τὸ ἀποθανεῖν ζῆσαι ἐστὶ μᾶλλον· κἂν τοίνυν ἀποθάνω, οὐ τεθνήξομαι, τὴν ζωὴν ἔχων ἐν ἐμαυτῷ. ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ· τοῦτο κἀκεῖ λέγει· “ ζῶ δὲ οὐκ ἔτι ἐγώ· “ ζῇ δὲ ἐν ἐμοὶ Χριστός·” οὐ ζῶ, φησὶν, τὴν κοινὴν ζωήν· ἀλλὰ πῶς καὶ ἀλλαχοῦ φησὶν, “ ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, κἀμοὶ “ κόσμος.” κἀνταῦθα “ ἐμοὶ γὰρ τὸ ζῆν Χριστός.” τὸ τῆς ζωῆς ὄνομα πολυσήμαντόν ἐστιν, ὥσπερ καὶ τὸ τοῦ θανάτου· ἔστιν ζωὴ αὕτη, ἡ τοῦ σώματος· ἔστιν ζωὴ, ἡ τῆς ἁμαρτίας· καθὼς
φησὶν αὐτὸς ἀλλαχοῦ· “ εἰ δὲ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι “ ζήσομεν ἐν αὐτῇ;” ἔστιν ζωὴ ἡ ἀΐδιος καὶ ἀθάνατος μετὰ ζωῆς αἰωνίου, ἡ οὐράνιος· οὐ τὴν φυσικὴν οὖν φησὶν μὴ ζῇν, ἀλλὰ ταύτην τὴν τῶν ἁμαρτημάτων· οὐδὲν οὖν δεινὸν ἐργάσονταί με οἱ ἀποκτεινύντες με, τῇ ζωῇ παραπέμποντες τῇ ἐμῇ, καὶ ταύτης
τῆς οὐ προσηκούσης ἀπαλλάττοντες. τί οὖν ἐνταῦθα ὤν· οὐκ ἧς τοῦ Χριστοῦ; καὶ σφόδρα.
Χριστὸς ἐνταῦθα; καρπὸς ἔργου, φησὶν, ἐστίν· ὥστε ἔνεστι καὶ τῇ παρούσῃ ζωῇ, εἰς δέον χρήσασθαι μὴ ζῶντα αὐτήν· ἵνα μὴ νομίσῃς διαβεβλῆσθαι τὴν ζωήν.
ζωῆς, καὶ οὐ διέβαλεν αὐτήν· τῷ μὲν γὰρ εἰπεῖν ὅτι “ τὸ “ ἀποθανεῖν κέρδος,” τὴν ἐπιθυμίαν ἐξέβαλε· τῷ δὲ εἰπεῖν “ τὸ “ ζῇν ἐν σαρκὶ καρπὸς ἔργου,” ἔδειξε καὶ τὴν παροῦσαν ζωὴν ἀναγκαίαν, ἐὰν εἰς δέον αὐτῇ κεχρήμεθα, ἐὰν καρποφορῶμεν· ὣς ἐὰν ἄκαρπος ᾖ, οὐκέτι ἐστὶ ζωή. τί οὖν, εἰπέ μοι· οὐ γνωρίζεις τί
αἱρήσῃ; ἐνταῦθα μέγα ἀπεκάλυψε μυστήριον· ὅτι κύριος ἦν τοῦ ἀπελθεῖν ὅταν γὰρ αιρησις ῄ, κύριοι ἐσμέν.
παραμυθεῖται· ὅταν εἰδῶσιν ὅτι αὐτὸς κύριός ἐστι τῆς αἱρέσεως, ὅτι οὐκ ἀνθρωπίνῃ πονηρίᾳ τοῦτο γίνεται, ἀλλὰ Θεοῦ οἰκονομίᾳ· Τί ἀνεῖτε, φησὶν, ἐπὶ τῷ θανάτῳ; πολλῷ κρεῖττον ἦν πάλαι ἀπελθεῖν, “ τὸ ἀναλῦσαι” γάρ φησιν, “ καὶ σὺν Χριστῷ εἶναι· πολλῷ “ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ, ἀναγκαιότερον δι’ “ ὑμᾶς·” ταῦτα προπαρασκευαστικὰ τῆς μελλούσης αὐτοῦ τελευτῆς· ἵνα φέρωσιν αὐτὴν γενναίως· ταῦτα φιλοσοφίας διδακτικά. καλὸν φησὶ, τὸ ἀναλῦσαι· ἀλλὰ διὰ τὸ “ σὺν Χριστῷ εἶναι.”
Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ καὶ συμπαραμενῶ
πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πί- στεως.
μένειν. ἐπειδὴ καὶ ἐμὴ παρουσία, καὶ πρὸς πίστιν ὑμῖν συμβάλλεται καὶ πρὸς χαράν.
νδείκνυσιν ὅτι καὶ εἰς τὴν αὐτοῦ ὠφέλειαν. ὅπερ καὶ πρὸς Ῥωμαίους γράφων ποιεῖ λέγων, “ τοῦτο δέ ἐστι συμπαρακληθῆναι “ ἐν ὑμῖν·” εἰπὼν πρῶτον, “ ἵνα τί μεταδῶ χάρισμα ὑμῖν πνευ- “ ματικόν.” Τί ἐστιν “ ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ;” ὅπερ καὶ τοῦ Παύλου καύχημα ἦν, τὸ ἐστηρίχθαι ἐν τῇ πίστει, τὸ
ὀρθῶς βιοῦν. τὸ ὑμῶν, φησὶν, “ καύχημα ἐν ἐμοί· διὰ τῆς ἐμῆς “ παρουσίας πάλιν πρὸς ὑμᾶς.” ναὶ φησίν· τί γὰρ ἡμῶν ἐστιν ἐλπὶς ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; ὅτι καύχημα ἡμῶν ὑμεῖς ἐστέ· καθάπερ καὶ ἡμεῖς ὑμῶν· τουτέστιν, ἵνα ἔχω καυχᾶσθαι ἐν ὑμῖν μειζόνως· “ διὰ τῆς ἐμῆς,” φησὶν, “ παρουσίας
“ πάλιν πρὸς ὑμᾶς.” τί οὖν; ἤλυθε πρὸς αὐτούς; τοῦτο ζητεῖται εἰ ἦλθεν.
Catena In Epistulam Ad Philippenses (Typus Parisinus) (e cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.