ΚΕΦ. Α.
Εὐχαριστῶ τῷ Κυριῷ μου ἐν πάση τῆ μνείᾳ ὑμῶν.
ἀλλαχοῦ “ ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα “ ὑμῖν διὰ πολλῶν δακρύων· ἐπὶ τῇ κοινωνίδι ὑμῶν εἰς τὸ εὐαγ- “ γέλιον ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν·” μέγα αὐτοῖς μαρτυρεῖ· καὶ ὅπερ ἄν τις ἐμαρτύρησεν Ἀποστόλοις καὶ Εὐαγγελισταῖς· οὐκ ἐπειδὴ πόλιν ἐνεχειρίσθητε μίαν, φησὶν, ἐκείνης φροντίζετε μόνης· ἀλλὰ πάντα πράττετε ὥστε μερισταὶ γενέσεως τῶν ἐμῶν πόνων· πανταχοῦ παρόντες καὶ συμπράττοντες καὶ κοινωνοῦντές μου τῷ κηρύγματι· ἐξ οὗ ἐπιστεύσατε μέχρι τοῦ νῦν,
Ἀποστόλων εἰλήφατε προθυμίαν· χαίρω δὲ, οὐχ ὑπὲρ τῶν παρελθόντων μόνον φησὶν, ἀλλὰ καὶ ὑπὲρ τῶν μελλόντων· ἀπὸ τούτων γὰρ κακεῖνα στοχάζομαι.
εἶπεν γὰρ ὅτι τῇ κοινωνίᾳ ὑμῶν χαίρω, ὡς αὐτῶν κατορθούντων· οὔτε εἶπεν αὐτῶν εἶναι τὸ κατόρθωμα μόνον, ἀλλὰ προηγούμενος τοῦ Θεοῦ· θαρρῶ γὰρ φησὶν, “ ὅτι ἐναρξάμενος ἐν “ ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρις ἡμέρας Ἰησοῦ Χριστοῦ.” τουτέστιν ὁ Θεός· οὐ περὶ ὑμῶν οὕτω διάκειμαι· καὶ τοῦτο δὲ οὐ
μικρὸν ἐγκώμιον, τὸν Θεὸν ἔν τινι ἐνεργεῖν, τῷ ἐπισπᾶσθαι τοῦ Θεοῦ τὴν χάριν συμπράττειν αὐτῷ· καὶ πάλιν ὅτι τοιαῦτά ἐστι τὰ κατορθώματα ὑμῶν, ὥστε μὴ εἶναι ἀνθρώπινα, ἀλλὰ τῆς τοῦ Θεοῦ δεῖσθαι ῥοπῆς.
ὑμῶν. διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἐν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ μου καὶ βεβαιώσει τοῦ Εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς οντας.
αὐτοὺς εἶχεν· καὶ ἐν αὐτῷ τῷ δεσμωτηρίῳ δεδεμένος, Φιλιππησίων ἐμέμνητο· οὐ μικρὸν τῶν ἀνδρῶν τὸ ἐγκώμιον, ἐπεὶ μηδέ ἐστι προλήψεως ἡ τοῦ ἁγίου τούτου ἀγάπη, ἀλλὰ κρίσεως καὶ λογισμῶν ὀρθῶν· “ καὶ ἐν τῇ ἀπολογίᾳ,” φησὶν, “ καὶ βεβαιώσει τοῦ “ εὐαγγελίου.” καὶ τί θαυμαστὸν εἰ ἐν τῷ δεσμωτηρίῳ εἶχεν αὐτούς· οὐδὲ γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸν, φησὶν, καθ’ ὃν εἰσήειεν εἰς τὸ δικαστήριον ἀπολογησόμενος, ἐξεπέσατε μου τῆς μνήμης· καθάπερ γὰρ ἐπὶ τῆς Βαβυλωνίας, τοσαύτης αἰρομένης φλογὸς,
δρόσος ἦν τοῖς μακαρίοις ἐκείνοις παισὶν, οὕτως καὶ φιλία τοῦ ἀγωπῶντος καὶ ἀρέσκοντος Θεῷ τὴν ψυχὴν καταλαβοῦσα, πᾶσαν ἀποτινάσσει φλόγα, καὶ δρόσον ποιεῖ θαυμαστήν.
ἀπολογία; καὶ πάνυ· πῶς; ὅτι εἰ μὲν παρῃτήσατο τὰ δεσμὰ, ἔδοξεν ἂν εἶναι ἀπατέων· ὁ δὲ πάντα ὑπομένων, δηλοῖ ὡς οὐκ ἀνθρωπίνης τινὸς αἰτίας ἕνεκεν ταῦτα πάσχει· ἀλλὰ δι’ αὐτὸν Θεὸν τὸν ἀνταποδιδόντα· εἶτα δείκνυσιν ὅτι οὐ προλήψεως ἡ ἀγάπη, ἀλλὰ κρίσεως. διά τι ἔχω ὑμᾶς, φησὶν, ἐν τοῖς δεσμοῖς
μου καὶ ἐν τῇ ἀπολογίᾳ; διὰ τὸ συγκοινωνοὺς εἶναί μου τῆς χάριτος τι ἐστι τοῦτο; ἡ χάρις τοῦ Ἀποστόλου τοῦτο ἠν· τὸ δεσμεῖσθαι, τὸ ἐλαύνεσθαι, τὸ μυρία πάσχειν δεινά· “ ἀρκεῖ γὰρ “ σοι,” φησὶν, “ ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ “ τελειοῦται·” διὸ εὐδοκῶ, φησὶν, ἐν ἀσθενείαις, ἐν ὕβρεσιν· ἐπεὶ
οὖν ὁρῶ ὑμᾶς διὰ τῶν ἔργων τὴν ἀρετὴν ἐπιδεικνυμένους, καὶ τῆς χάριτος ταύτης ὄντας κοινωνοὺς, καὶ μετὰ προθυμίας, εἰκότως ταῦτα στοχάζομαι· διὰ τί δὲ οὐκ εἶπεν κοινωνοὺς, ἀλλὰ συγκοινωνούς; καὶ αὐτὸς ἐγὼ, φησὶν, ἑτέρῳ κοινωνῶ, ἵνα γένωμαι κοινωνὸς τοῦ εὐαγγελίου· ἵνα κοινωνήσω τῶν ἀποκειμένων ἀγαθῶν τῷ εὐαγγελίῳ
·καὶ τὸ θαυμαστὸν, τὸ πάντας αὐτοὺς οὕτω διακεῖσθαι· “ συγκοινωνούς μου,” γὰρ φησὶν, “ τῆς χάριτος πάντας ὑμᾶς “ ὄντας·” ἀπὸ τῶν προοιμίων τοίνυν τούτων πέποιθα, ὅτι ἐν τούτοις ἔσεσθε μέχρι τέλους.
λέγει· ὡς ἂν τῶν πιστευόντων τότε ἐπ’ αὐτοῖς, βεβαιούντων τὸ κήρυγμα ὅτι ἀληθές· ὡς ἐν τοῖς εὐαγγελίοις, τὸ “ ὁ λαβὼν “ αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν·“ ἀντὶ τοῦ τῷ πιστεῦσαι ἐκβεβαίωσει τά γε ἐπ’ αὐτῷ τὰ παρὰ τοῦ Θεοῦ γινόμενα ὡς ἀληθῆ· “ καὶ συγκοινωνοὺς δέ μου τῆς χάριτος,” τὸ αὐτὸ λέγει· ἐπειδὴ γὰρ αὐτὸς εἰλήφει χάριν ἀποστολῆς εἰς τὸ πιστεύειν ἑτέρους· ο πιστεύων ὡς εἰκὸς ἐκοινώνει τῆς χάριτος. Σευηριανόσ.) Ἄλλος, φησὶν, πανταχοῦ καὶ διὰ πάντων δείκνυται οὐκ ἀνόνητά μου τὰ παθήματα οὐδὲ αἱ ἀπολογίαι· ἀπὸ
τῆς ὑμετέρας πίστεως ἀπόδειξιν ποιοῦμαι τὴν ὑμετέραν ἔνστασιν· ἐάν τε γὰρ ἀπολογοῦμαι ἐγκαλούμενος διὰ τοὺς πιστεύοντας ὧν καὶ ὑμεῖς ἐστὲ, ἐάν τε βεβαιοῦν βούλομαι τὸ εὐαγγέλιον τισίν, ἀπὸ τῆς ὑμετέρας ἐνστάσεως, ἐάν τε δεικνύναι ὅτι οὐκ ἀνωνήτως ὑπομένω δεσμοὺς, ἀπὸ τῆς ὑμετέρας πίστεως.
Μάρτυς γάρ μου ὁ Θεὸς, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις Χριστοῦ Ἰησοῦ.
τοῦτο αὐτοὺς ποθεῖ ἕνεκεν ἐκείνων· διὰ τοῦτο ἐπήγαγεν, ὅτι “ ἐν “ σπλάγχνοις Χριστοῦ·” ἀντὶ τοῦ κατὰ Χριστόν· ἐπειδὴ πιστοὶ ἐστε, ἐπειδὴ φιλεῖτε τὸν Χριστόν· καὶ οὐκ εἶπεν ἀγάπην· ἀλλ’ ὃ θερμότερον ἦν, σπλάγχνα Χριστοῦ· ὡσανεὶ πατὴρ ὑμῶν γεγονὼς, διὰ τὴν συγγένειαν τὴν κατὰ Χριστόν· σπλάγχνα γὰρ ἡμῖν αὐτὴ
χαρίζεται θερμὰ καὶ διάπυρα.
ὅρα δὲ τὴν διάθεσιν τῆς λέξεως· “ ἔτι μᾶλλον καὶ μᾶλλον περισ- “ σεύῃ· ἐν ἐπιγνώσει,” φησὶν, “ καὶ πάσῃ αἰσθήσει· εἰς τὸ δοκι- “ μάζειν ὑμᾶς τὰ διαφέροντα,” τουτέστιν τὰ συμφέροντα. οὐκ ἐμαυτοῦ ἕνεκεν ταῦτα λέγω, ἀλλ’ ὑμῶν αὐτῶν· δέος γὰρ μήτις παραφθαρῇ ὑπὸ τῆς τῶν αἱρετικῶν ἀγάπης τοῦτο γὰρ ὅλον αινιττεται·
καὶ ὅρα πῶς αὐτὸ τίθησιν; οὐ δι’ ἐμέ φησιν, ταῦτα λέγω, ἀλλ’ ἵνα ἦτε ὑμεῖς εἰλικρινεῖς· ἵνα μηδὲν νόθον δόγμα τῷ τῆς ἀγάπης σχήματι παραδέχησθε· πῶς οὖν φησὶν, εἰ δυνατὸν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε; εἰρηνεύετε, εἶπεν, οὐχ οὕτως ἀγαπῶντας, ὥστε ὑπὸ τῆς φιλίας καὶ βλάπτεσθαι· “ εἰ γὰρ ὁ “ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε,” φησὶν, “ ἔκκοψον αὐτὸν “ καὶ βάλε ἀπὸ σοῦ.” πολλοὺς γὰρ πολλάκις φιλίαι βλάπτουσι· οὐχ ἁπλῶς οὖν τὴν φιλίαν θαυμάζει, οὐδὲ ἁπλῶς τὴν ἀγάπην, ἀλλὰ τὴν ἐξ ἐπιγνώσεως, τουτέστιν τὴν μετὰ κρίσεως, τὴν μετὰ
λογισμοῦ, μετὰ τοῦ αἰσθάνεσθαι.
εἰς ἀρετὴν συντεινόντων· δοκιμάζοντας τίνα τὰ κρείττονα, καὶ περὶ ταῦτα μᾶλλον ἐσπουδακότας· ὥστε ὑμᾶς ἐν τῇ μελλούσῃ ἡμέρᾳ, ἀμέμπτους κατὰ πάντα φανῆναι· ὄγκον ἐπαγομένους κατορθωμάτων ἐφ’ οἷς δυνατὸν, καὶ κατὰ τὸν παρόντα βίον θαυμάζεσθαι ἐφ’ ὑμῶν τὸν Θεόν· πάντων ὡς εἰκὸς ἐπὶ τῇ ὑμετέρᾳ ἀρέτη
ἐκεῖνον ἐκπληττομένων, οὗπερ ἐπ’ ὀνόματι ταῦτα ποιεῖτε· “ ἵνα “ ἦτε εἰλικρινεῖς,” τὰ κατὰ Θεόν· “ καὶ ἀπρόσκοποι” τὸ κατὰ ἀνθρώπους. πολλοὺς γὰρ πολλάκις φιλίαι βλάπτουσιν· εἰ καὶ σὲ οὐδὲν βλάπτει, φησὶν, ἀλλ’ ἕτερος προσκόπτει· “ εἰς ἡμέραν “ Χριστοῦ,” τουτέστιν ἵνα τότε εὑρεθῆτε καθαροὶ, μηδένα σκανδαλίσαντες.
Πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ· εἰς δόξαν καὶ ἔπαινον Θεοῦ.
Ἰησοῦ Χριστοῦ· ἔστι γὰρ δικαιοσύνη, ἀλλ’ οὐ κατὰ Χριστόν· οἷον βίος ἐνάρετος· “ τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον “ Θεοῦ.” ὁρᾷς ὅτι οὐ τὴν ἐμαυτοῦ δόξαν λέγω, ἀλλὰ τὴν τοῦ Θεοῦ; πολλαχοῦ δὲ δικαιοσύνην, τὴν ἐλεημοσύνην λέγει· μὴ παραβλα- πτέτω ὑμᾶς φησὶν ἡ ἀγάπη πρὸς τὸ εἰδέναι τὰ συμφέροντα· καὶ
οὐκ εἶπεν φανερῶς, μὴ τῷ δεῖνι πλησιάζετε· ἀλλὰ πρὸς τὸ συμ- φέρον ὑμῖν βούλομαι τὴν ἀγάπην γίνεσθαι.
Catena In Epistulam Ad Philippenses (Typus Parisinus) (e cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.