ΚΕΦ. Γ.
τεύεσθε.
ἐὰν τοῦτο γένηται φησὶν, καὶ ἀπὼν εὐφραίνεσθαι δύναμαι· ἐὰν ἀκούσω, " ὅτι στήκετε,’’ φησὶν, " ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ·’’ τουτέστιν μὴ εἰς τὴν προσδοκίαν τὴν ἐμὴν ἀφορῶντες καθεύδετε, οἷον προσδοκῶντες ἥξειν· ε7τα ἐπειδὰν ἴδητε μὴ ἐρχόμενον, ἐκλυθῆτε· καὶ γὰρ ἐξ ἀκοῆς εὐφραίνεσθαι δύναμαι ὁμοίως· " ὅτι
" στήκετε,’’ φησὶν, *’ ἐν ἑνὶ πνεύματι καὶ μία ψυχῇ.’’ τουτέστιν τῷ αὐτῷ χαρίσματι, τῷ τῆς ὁμονοίας, τῷ τῆς προθυμίας· ἓν γάρ ἐστι τὸ πνεῦμα· οὕτω γάρ ἐστι καὶ ἐν μία ἑστηκέναι ψυχῇ, ὅταν ἓν πνεῦμα, οἱ πάντες ἔχωμεν· ἴδου τὸ " μίᾳ’’ ἐπὶ ὁμονοίας εἴρηται; ἴδου πολλὰ μία λέγονται· οὕτως ἦν τὸ παλαιόν· ἡ καρδία πάντως
καὶ ἡ ψυχὴ μία.
ἐστὶν αὐτοῖς μὲν ἔνδειξις ἀπωλείας, ὑμῶν δὲ σωτηρίας.
ἐντεῦθεν ἤδη καὶ τὴν αὐτῶν ἀπώλειαν καὶ τὴν ὑμετέραν σωτηρίαν δήλην ποιήσητε· ὅταν γὰρ ἴδωσιν ὅτι μυρία τεχνάζονται, καὶ οὐδὲ πτῦραι ὑμᾶς δύνανται· τεκμήρια λήψονται τῆς αὐτῶν ἀπωλείας. ὅταν γὰρ οἱ διώκοντες τῶν διωκομένων μὴ περιγένωνται· οὐκ αὐτό- αὐτόθεν ἔσται δῆλον αὐτοῖς, ὅτι οὐδὲν ἰσχύουσιν ; ὅτι τὰ αὐτῶν ψευδῆ ’,
καὶ τοῦτο ἀπὸ Θεοῦ, φησὶν,
καὶ εὐγνώμονας κατασκευάζων. “ τὸν αὐτὸν ἀγῶνα ἔχοντες “ οἷον ἴδετε ἐν ἐμοί·” πάλιν αὐτοὺς ἐπαίρει ἐνταῦθα, δεικνὺς πανταχοῦ τὰ αὐτὰ ἀγωνιζομένους αὐτῷ· τὰ αὐτὰ ἀθλοῦντας καὶ ἰδίᾳ καθ’ ἑαυτοὺς, καὶ τῷ συνδιαφέρειν αὐτῷ τοὺς πειρασμούς· οἷον ἴδετε φησὶν, ἐν ἐμοί· καὶ γὰρ ἐκεῖ ἤθλησε μὲν ἐν Φιλίπποις.
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα
καὶ οἰκτιρμοὶ, πληρώσατέ μου τὴν χαρὰν.
οὑτος οἱαν τίθησιν ἱκετηρίαν πρὸς Φιλιππησιους, ὑπὲρ τῶν ἐκείνοις συμφερόντων· τί γὰρ, φησὶν, περὶ ὁμονοίας παρακαλῶν, τοῦ πάντων αἰτίου τῶν καλῶν; ὅρα πῶς λιπαρῶς, μετὰ συμπαθείας πολλῆς, “ εἴτις οὖν παράκλησις ἐν Χριστῷ,” φησίν· τουτέστιν εἴ τινα ἔχετε παράκλησιν ἐν Χριστῷ. ὡς ἂν εἰ ἔλεγεν· εἴ
τινά μου λόγον ἔχεις· εἴποτε εὖ ἐπάθετε παρ’ ἐμοῦ· τόδε ποίησον. τούτῳ δὲ κεχρήμεθα τῆς διαθέσεως τῷ τρόπῳ, ὅταν ὑπὲρ πράγματος ἀξιοῦμεν, ὃ πάντων προτίθεμεν, πάντων τὴν ἀμοιβὴν ἐν ἐκείνῳ λαβεῖν βουλόμεθα· καὶ δι’ ἐκείνου, τὸ πᾶν λέγομεν δείκνυσθαι· ὡς ἂν εἰ ἔλεγεν, εἴ τινά μοι βούλεσθε παράκλησιν ἐν τοῖς πειρασμοῖς
δοῦναι καὶ προτροπὴν ἐν Χριστῷ· εἴ τινα παραμυθίαν ἀγάπης, εἴ τινα κοινωνίαν δεῖξαι τὴν ἐν πνεύματι· εἴ τινα ἔχετε σπλάγχνα καὶ οἰκτιρμοὺς, πληρώσατέ μου τὴν χαρὰν. ὅρα ἵνα μὴ δόξῃ ἡ παραίνεσις ὡς πρὸς ἐλλείποντάς τι γίνεσθαι· οὐκ εἶπεν ποιήσατέ μοι, ἀλλὰ πληρώσατε ἣν ἤρξασθε φυτεύειν ἐν ἐμοί·
ἤδη μοι μετεδώκατε τὸ εἰρηνεύειν, ἀλλ’ εἰς τέλος ἐπιθυμῶ ἐλθεῖν. Ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψηφοι, τὸ ἓν φρονοῦντες.
γνώμῃ· ὡς ἐκ μιᾶς ψυχῆς πάντα γινέσθω· ἓν ἔστω, φησὶ, τὸ φρόνημα, ὡς ἐκ μιᾶς ψυχῆς.
βαβαῖ, πῶς δόγμα φίλος ὄφιας γέμον καὶ πάσης ἡμῶν τῆς σωτηρίας ἐξέθετο ’, ἐὰν ὑπολάβῃς, φησὶν, ὅτι ὁ δεῖνα σοῦ μεῖζον ἐστί· καὶ τοῦτο πείσεις σαυτὸν, οὐκ ἐὰν εἴπῃς μόνον ἁλλὰ καὶ πληροφορηθῇς ἀπομένειν αὐτῷ τὴν τιμήν· οὐκ ἀγανακτήσεις ὁρῶν αὐτὸν παρ’ ἑτέρου τιμώμενον. μὴ τοίνυν ἁπλῶς νόμιζε μείζονά
σου ε-ι’ναι, ἀλλ’ ὑπερέχειν· ὅπερ ἐστὶ σφοδρᾶς ὑπερβολῆς· καὶ οὐ ξενίζῃ τιμώμενον ὁρῶν οὐδὲ ἀλγεῖς· κἂν ὑβρίσῃ, φέρεις γενναίως· ὅταν γὰρ ἅπαξ καὶ ψυχὴ πληροφορηθῇ ὅτι μείζων ἐστὶν, οὐκ εἰς ὀργὴν ἐμπίπτει ἐν οἷς ἂν παρ’ αὐτοῦ πάθῃ κακῶν, οὐκ εἰς βασκα- νίαν· τῆς γὰρ ὑπεροχῆς τὰ πάντα ἐστίν. ὅταν δὲ κἀκεῖνος
τοσαύτης ἀπολαβὼν παρὰ σοῦ τῆς τιμῆς φησὶν, οὕτω πρὸς σὲ διάκειται· ἐννόησον πῶς τεῖχος ἐστὶ διπλοῦν ἐπιεικείας· εἰ γὰρ παρ’ ἑνὸς τοῦτο γινόμενον ἀρκεῖ λῦσαι πάσαν ἐρεσχελίαν· ὅταν παρ’ ἀμφοτέρων ᾖ, τίς διακόψει ταύτην τὴν ἀσφάλειαν ; οὐδὲ αὐτὸς ὁ διάβολος.
ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ
εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου
λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχή- ματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
“ προφήταις τοῖς πρὸ ὑμῶν.” καὶ πάλιν· “ εἰ ἐμὲ ἐδίωξαν, καὶ “ ὑμᾶς διώξουσι·” καὶ “ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ “ ταπεινὸς τῇ καρδίᾳ·” καὶ πάλιν· “ γίνεσθε οἰκτίρμονες, ὡς ὁ “ πατὴρ ὑμῶν ὁ ἐν οὐρανοῖς·” τοῦτο καὶ ὁ μακάριος Παῦλος ἐποίησεν, προτρέπων αὐτοὺς εἰς ταπεινοφροσύνην, τὸν Χριστὸν ἐν μέσῳ
παρήγαγε· καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ὅταν περὶ φιλοπτωχίας διαλέγηται, οὕτω πῶς φησὶν “ γινώσκετε γὰρ τὴν χάριν “ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι’ ὑμᾶς ἐπτώχευσεν, “ πλούσιος ὤν·” οὐδὲν γὰρ οὕτως τὴν μεγάλην καὶ φιλόσοφον ψυχὴν διανίστησι πρὸς τὴν τῶν ἀγαθῶν ἐργασίαν, ὡς τὸ μαθεῖν
ὅτι τῷ Θεῷ κατὰ τοῦτο ὁμοιοῦται.
πάντα συστησάμενος, οὐκ ἔστιν ἀγαθὸς οὐδὲ Πατὴρ τοῦ ἀγαθοῦ Χριστοῦ, ἀλλ’ ἕτερός τις δίκαιος, καὶ σάρκα οὐκ ἀνέλαβεν ὑπὲρ ἡμῶν. Μάρκελλος, Φωτεινὸς καὶ Σωφρόνιος, τὸν λόγον ἐνέργειαν εἶναι φασί· τὴν δὲ ἐνέργειαν ταύτην ἐνοικῆσαι τῷ ἐκ σπέρματος Δαβὶδ, οὐκ οὐσίαν ἐνυπόστατον. Ἄρειος ὑμῖν μὲν ὁμολογεῖ, ῥήματι
δὲ μόνον· καὶ κτίσμα δὲ αὐτὸν εἶναι φησὶν, καὶ τοῦ Πατέρος ἐλάττονα πολλῷ. ἕτεροι δὲ οὐ φασὶν αὐτὸν ἔχειν ψυχήν. θεώρει τοίνυν τούτων τὰ πτώματα· μιᾷ γὰρ πληγῇ βάλλει τούτους ἀθρόον· λέγων, “ τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ “ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ
“ εἶναι ἴσα Θεῷ.” καὶ Παῦλος Σαμωσατεὺς ἔπεσε, καὶ Μαρκίων καὶ Σαβέλλιος· “ ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων,” φησίν· πῶς οὐν λέγει Παῦλος ὁ Σαμωσατεὺς, ὅτι ἀπὸ Μαρίας ἤρξατο καὶ πρὸ τούτου οὐκ ἦν; καὶ σὺ δὲ πῶς λέγεις ἐνέργεια ἦν; μορφὴ γὰρ Θεοῦ, φησὶν, μορφὴν δούλου ἔλαβεν· ἡ μορφὴ τοῦ δούλου, ἐνέργεια δούλου ἐστὶν ἢ φύσις δούλου. πάντως δή που φύσις δούλου. οὐκ οὖν καὶ ἡ μορφὴ τοῦ Θεοῦ, Θεοῦ φύσις; οὐκ ἄρα ἐνέργεια. ἰδοὺ καὶ Μάρκελλος ὁ Γαλάτης, καὶ Σωφρόνιος καὶ Φωτεινὸς κατέπεσον· ἰδοὺ καὶ Σαβέλλιος· “ οὐχ ἁρπαγμὸν ἡγήσατο,”
φησὶν, “ τὸ εἶναι ἴσα Θεῷ ἴσον δὲ ἐπὶ ἑνὸς οὐ λέγεται Προσώπου. τὸ γὰρ ἴσον, τινὶ ἔστιν ἴσον. ὁρᾷς δύο προσώπων ὑπόστασιν, οὐχὶ ὀνόματα ψιλὰ χωρὶς πραγμάτων λεγόμενα; ἤκουσας τὴν προαιώνιον ὕπαρξιν τοῦ μονογενοῦς;
τὸν υἱόν; ἐπειδή μοι μορφὴν δούλου ἔλαβε, τί ἐστιν; ἄνθρωπος ἐγένετο, φησίν· οὐκοῦν καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, Θεὸς ἦν; μορφὴ γὰρ καὶ μορφὴ κεῖται· εἰ τοῦτο ἀληθὲς, κἀκεῖνος φύσει ἄνθρωπος· ἡ μορφὴ τοῦ δούλου· οὐκοῦν φύσει Θεὸς, ἡ μορφὴ τοῦ Θεοῦ; καὶ οὐ τοῦτο μόνον· ἀλλὰ καὶ τὸ ἴσον αὐτῷ μαρτυρεῖ·
ὥσπερ οὖν καὶ Ἰωάννης· ὅτι οὐδὲν ἐλάττων ἐστὶ τοῦ Πατέρος· “ οὐχ “ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·” ἀλλὰ τὶς ὁ σοφὸς αὐτῶν λόγος; καὶ μὴν τοὐναντίον δείκνυσι, φησίν· φησίν· γὰρ ὅτι ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ· καὶ μὴν εἰ ἦν Θεὸς, πῶς εἶχεν ἁρπάσαι; ἢ πῶς οὐκ ἀπερινόητον τοῦτο; τίς
γὰρ ἂν εἴποι, ὅτι ὁ δεινὰ ἄνθρωπος ὢν, οὐχ ἥρπασε τὸ εἶναι ἄνθρωπος; πῶς γὰρ ἄν τις ὅπερ ἐστιν ἁρπάσειεν; οὐ φησὶν, ἀλλ’ ὅτι Θεὸς ὢν ἐλάττων, οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ τῷ μεγάλῳ καὶ μείζονι. μικρὸς καὶ μέγας Θεὸς ἔνι; καὶ τὰ Ἑλληνικὰ τοῖς τῆς ἐκκλησίας δόγμασιν ἐπεισάγετε; μέγας γὰρ καὶ μικρὸς παρ’
αὐτοῖς Θεός· εἰ δὲ καὶ παρ’ ὑμῖν, οὐκ οἶδα· παρὰ μὲν γὰρ ταῖς γραφαῖς, οὐδαμοῦ εὑρήσεις· ἀλλὰ μέγαν μὲν πανταχοῦ, μικρὸν δὲ οὐδαμοῦ. εἰ γὰρ καὶ μικρὸς, πῶς Θεός; εἰ μικρὸς οὐκ ἔστιν ἄνθρωπος, καὶ μέγας· ἀλλὰ μία φύσις· καὶ εἴ τι οὐκ ἔστι τῆς φύσεως ταύτης τῆς μίας οὐκ ἄνθρωπος· πῶς ἂν εἴη μικρὸς Θεὸς
καὶ μέγας; εἰ τοίνυν ὁ Πατὴρ μέγας, καὶ Θεός· ὁ μὴ ὢν ἐκείνης τῆς φύσεως, οὐ Θεός· πανταχοῦ γὰρ μέγας λέγεται παρὰ τῇ γραφῇ “ μέγας Κύριος καὶ αἰνετὸς σφόδρα·” ἰδοῦ καὶ περὶ τοῦ Υἱοῦ· πανταχοῦ γὰρ Κύριον αὐτὸν καλεῖ· “ μέγας εἴ σύ· καὶ “ ποιῶν θαυμάσια, σὺ εἶ ὁ Θεὸς μόνος.” καὶ πάλιν, “ μέγας ὁ “ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ· καὶ τῆς μεγαλωσυνης αὐτοῦ οὐκ ἐστι πέρας·
τοῦ Υἱοῦ φησίν· ἄκουε γὰρ Παύλου λέγοντος, “ προσδεχόμενοι “ τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου “ Θεοῦ.” ἀλλ’ ἄρα μὴ περὶ τοῦ Πατέρος ἐπιφάνειαν εἶπεν; ἄπαγε· ἵνα δὲ καὶ μᾶλλον ὑμᾶς ἐλέγξῃ, προσέθηκεν· “ καὶ Σω- “ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.” ἰδοῦ καὶ ὁ Υιὸς μέγας. πῶς οὖν
λέγεις μικρὸν καὶ μέγαν; ἄκουε καὶ τοῦ προφήτου λέγοντος αύτὸν “ μεγάλης βουλῆς Ἄγγελον·” ὁ μεγάλης βουλῆς Ἄγγελος οὐ μέγας; ὁ ἰσχυρὸς Θεὸς, οὐ μέγας, ἀλλὰ μικρός; τί οὖν φασὶν οἱ ἀναίσχυντοι; ὅτι μικρὸς ὢν Θεὸς, (λέγω ἃ λέγουσι πολλάκις, ἵνα μᾶλλον αὐτοὺς φύγητε·) μικρὸς ὣν, φησὶν, Θεὸς, οὐχ ἥρπασε
τὸ εἶναι κάτα τον μέγαν. τι γὰρ εἶπε μοι; εἰ μικρὸς ἢν κατ’ αὐτοὺς, καὶ πολὺ τῆς δυνάμεως ἀποδέων τῆς τοῦ Πατέρος, πῶς ἂν ἐδυνήθη ἁρπάσαι τὸ εἶναι ἴσα τῷ Θεῷ; φύσις γὰρ ἐλάττων οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἐν τῇ μεγάλῃ· οἷον ὁ ἄνθρωπος οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ γενέσθαι ἵσος ἀγγέλῳ κατὰ τὴν φύσιν·
ὁ ἵππος οὐκ ἃν δύναιτο ἁρπάσαι, κἂν θέλῃ, τὸ εἶναι ἴσος ἀνθρώπῳ κατὰ τὴν φύσιν.
παρήνεγκεν εἰς μέσον; οὐδεὶς βουλόμενος προτρέψαι ταπεινοφρονεῖν, τοῦτο φησὶν, ἒσο ταπεινὸς καὶ ἔλαττον φρονεῖ τῶν ὁμοτίμων· καὶ γὰρ ὁ δεῖνα ὁ δοῦλος, οὐκ ἐπανέστη τῷ δεσπότῃ· μιμοῦ τοίνυν ἐκεῖνον. καὶ μὴν τοῦτο οὐκ ἔστι ταπεινοφροσύνης, εἴποι τίς ἃν, ἀλλ’ ἀπονοίας. μάθετε τί ἐστι ταπεινοφροσύνη· οὗτος ταπεινόφρων
ἐστὶν ὁ τὰ ταπεινὰ φρονῶν. ταπεινὰ δὲ φρονεῖ, οὐχ ὁ ἀπὸ ἀνάγκης ὣν ταπεινὸς, ἀλλ’ ὁ ἑαυτὸν ταπεινῶν· οἷόν τι λέγω· ὅταν τις ὑψηλὰ δυνάμενος φρονῆσαι, ταπεινοφρονῇ· οὗτος ταπεινόφρων ἐστίν· οἷον βασιλεὺς, τῷ ὑπάρχῳ ἐὰν ὑποτάγηται, ταπεινόφρων ἐστὶν, ὅτι ἀπὸ τοῦ ὕψους κατέβη· ὁ μέντοι ὕπαρχος, ἐὰν τοῦτο ποιῇ, οὐ ταπεινοφρονήσει· πῶς γάρ; οὐ γὰρ ἀπὸ τοῦ ὕψους ἐταπείνωσεν ἑαυτόν· οὐδὲ τῆς ταπεινοφρονήσεως τὸ κατόρθωμα, ἀλλὰ τῆς ἀνάγκης. ταπεινοφροσύνη δὲ διὰ τοῦτο λέγεται, ὅτι τοῦ φρονήματός ἐστι ταπείνωσις· ὁ γὰρ ἔπαινος οὐκ ἐν τῇ τῶν κακῶν
ἀποχῇ, ἀλλ’ ἐν τῇ τῶν ἀγαθῶν ἐργασίᾳ γίνεται.
οὐκ ἐπλεονεκτήσατε, οὐχ ἡρπάσατε· μικρὰ γὰρ ταῦτα· ἀλλ’ ὅτι πεινῶντά με ἴδετε, καὶ ἐθρέψατε. καὶ τίς ἂν οὕτως ἐπῄνεσεν ἢ τοὺς φίλους ἢ τοὺς ἐχθρούς; οὐκ ἂν οὐδὲ Παῦλον οὐδὲ τὸν τυχόντα τίς ἄνδρα, ὡς σὺ τὸν χριστὸν ἐπαινεῖς, ἐπῄνεσεν· ὅτι μὴ προσήκουσαν ἀρχὴν οὐκ ἔλαβε· τὸ γὰρ ἐπὶ τοιούτοις θαυμάζειν,
πολλήν ἐστι κακίαν μαρτυρούντων· πῶς; ὅτι ἐπ’ ἐκείνων τὸ τοιουτον ἔπαινός ἐστιν· οἷον ὁ κλέπτων ἐὰν μηκέτι κλέπτῃ· ἐπὶ δὲ τῶν ἀγαθῶν οὐκέτι, ὅτι οὐχ ἥρπασε μὴ προσήκουσαν ἀρχὴν καὶ τιμὴν, ἐπαινετὸς.
ὁ λόγος· ἄλλως δὲ, τίς ἂν ἀπὸ τούτων εἰς ταπεινοφροσύνην προέτρεψε; τὰ γὰρ ὑποδείγματα πολλῷ μείζονα δεῖ εἶναι τῆς ὑποθέσεως εἰς ἣν παρακαλοῦμεν· οὐ γὰρ ἂν τίς ἐξ ἀλλοτρίων προτραπείη· οἷον, προέτρεπεν ὁ Χριστὸς εὖ ποιεῖν τοὺς ἐχθροὺς, ἤνεγκε παράδειγμα μέγα τοῦ Πατέρος, “ ὅτι ἀνατέλλει τὸν
“ ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ “ ἀδίκους.” προέτρεπεν εἰς ἀνεξικακίαν· ἤνεγκε παράδειγμα, “ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ.” καὶ πάλιν· “ εἰ ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ταῦτα ποιῶ, πόσῳ “ μᾶλλον ὑμεῖς.” ὁρᾷς πῶς οὐκ ἀφέστηκε τὰ παραδείγματα;
οὐδὲ γὰρ τοσοῦτον ἀφεστάναι δεῖ· καὶ γὰρ καὶ ἡμεῖς οὕτω ποιοῦμεν. ἄλλως δὲ καὶ ἐνταῦθα· οὐδὲ ἐγγύς ἐστι τὸ παράδειγμα. πῶς ὅτι εἰ δοῦλος ἐστὶ, καὶ ἐλάττων ἐστὶ καὶ ὑπήκουσε τῷ μείζονι; τοῦτο οὐδὲ ταπεινοφροσύνη ἐστί· τοὐναντίον γὰρ ἔδει ποιῆσαι· μείζονά τινα τῷ ἐλάττονι ὑπακούσαντα δεῖξαι· ἀλλ’ ἐπειδὴ τοῦτο οὐχ εὗρεν ἐπὶ Θεοῦ μείζονα καὶ ἐλάττονα, τὸ γοῦν ἴσον ἐποίησεν. εἰ δὲ ἐλάττων ἦν ὁ Υἱὸς, οὐχ’ ἱκανὸν εἰς ταπεινοφροσύνην διά τι ; ὅτι οὐκ ἔστι ταπεινοφροσύνη τὸ τὸν ἐλάττονα μὴ ἐπαναστῆναι τῷ μείζονι· τὸ μὴ ἁρπάσαι τὴν ἀρχὴν, τὸ ὑπακοῦσαι,
μέχρι θανάτου. ἄλλως δὲ ὅρα καὶ μετὰ τὸ ὑπόδειγμα τί φησὶν τῇ ταπεινοφροσύνῃ “ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας “ ἑαυτῶν.’’ ἐπειδὴ γὰρ τὴν οὐσίαν ἕν ἐστε, καὶ κατὰ τὴν τιμὴν τὴν παρὰ τοῦ Θεοῦ, δεῖ λοιπὸν τῆς ὑπολήψεως εἶναι τὸ πρᾶγμα. ἐπὶ δὲ τῶν μειζόνων καὶ ἐλαττόνων οὐκ ἃν τοῦτο εἶπεν ὅτι ἡγούμενοι·
ἀλλὰ τιμᾶτε τοὺς ὑπερέχοντας ὑμῶν· ὡς καὶ ἀλλαχοῦ φησὶν, “ πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε·’’ ἐκεῖ τῆς φύσεως τοῦ πράγματός ἐστιν ἡ ὑποταγὴ, ἐνταῦθα τῆς κρίσεως δεῖ γενέσθαι τῆς ἡμετέρας.
εἰπεῖν χρὴ, πρότερον ἐν κεφαλαίῳ τὰ ἐκείνων εἰπόντα· ὅτι εἰς ταπεινοφροσύνην παρακαλῶν οὐκ ἃν τὸν ἐλάττονα ὄντα καὶ ἡ μείζονι ὑπακούσαντα παρήγαγεν. εἰ μὲν γὰρ δούλους δεσπόταις παρεκάλει ὑπακούειν, εἰκότως· εἰ δὲ ἐλευθέρους ἐλευθέροις, τι τοῦ δούλου πρὸς τὸν δεσπότην τὴν ὑποταγὴν ἔφερε ; μὴ γὰρ εἶπεν, οἱ
ἐλάττονες τοῖς μείζοσιν ὑπακουέτωσαν· ἀλλ’ ἰσότιμοι ἀλλήλων ὄντες ὑπακούετε· “ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν·” διατί δὲ μὴ παρήγαγεν, εἰ ἄρα κἂν τὸ τῆς γυναικὸς, ὅτι ὥσπερ ἡ γυνὴ ὑπακούει τῷ ἀνδρὶ, οὕτω καὶ ὑμεῖς ὑπακούετε; εἰ δὲ ὅπερ ἴσον ἐστὶ καὶ ἐλευθέριον οὐ παρήγαγεν, ἐπειδὴ ὅλως μικρὰ τίς ἦν
ὑποταγή· πόσῳ μᾶλλον τὸ τοῦ δούλου οὐκ ἃν παρήγαγεν. φθάσας ὅτι οὐδεὶς οὕτως ἐπαινεῖ ἀπὸ τῆς τῶν κακῶν ἀποχῆς· εἶπεν ὅτι ἡ μορφὴ τοῦ δούλου ἀληθὴς, καὶ οὐδὲν ἐλάττων· οὐκ οὖν καὶ ἡ μορφὴ τοῦ Θεοῦ τελεία καὶ οὐκ ἐλάττων. διατί· μὴ εἶπεν ὃς ἐν μορφῇ Θεοῦ γενόμενος, ἀλλ’ “ ὑπάρχων;” ἴσον ἐστὶ
τοῦτο τοῦ εἰπεῖν ἐγώ εἰμι ὁ ὤν· τὸ ἀπαράλλακτον ἡ μορφὴ δείκνυσι, καθό ἐστι μορφή· οὐκ ἐστὶ δὲ ἄλλης οὐσίας ὄντα, τὴν ἄλλην μορφὴν ἔχειν. οἷον, οὐδεὶς ἀνθρώπων ἀγγέλου ἔχει μορφήν· οὐδὲ ἄλογον ἀνθρώπου ἔχει μορφήν. πῶς οὖν ὁ Υἱὸς; εἶτα ἐπὶ ἡμῶν, ἐπειδὴ σύνθετοι ἐσμὲν, ἡ μορφὴ τοῦ σώματός ἐστιν· ἐπὶ
δὲ τοῦ ἁπλοῦ καὶ ἀσυνθέτου, παντὸς τῆς οὐσίας· εἰ δὲ τὸ χωρὶς ἄρθρου εἰρῆσθαι οὐ δείκνυσι τὸν Πατέρα· πολλαχοῦ τοῦτο δείκνυται χωρὶς ἄρθρου εἰρημένον· καὶ τί λέγω πολλαχοῦ· ἐν γὰρ αὐτῷ εὐθέως τῷ χωρίῳ τούτῳ, “ οὐχ ἁρπαγμόν,” φησὶν “ ἡγή- “ σατο τὸ εἶναι, ἴσα Θεῷ·’’ καὶ οὐκ εἶπε τῷ Θεῷ, περὶ τοῦ Πατέρος
λέγων.
φόβον, καὶ δεικνὺς ὅτι οὐ χρὴ οὕτω διακεῖσθαι, φησὶν ὅτι ὁ Θεὸς ὁμογενὴς, ὁ ἐν μορφῇ Θεοῦ ὣν, ὁ μηδὲν ἔλαττον ἔχων τοῦ Πατέρος, ὁ ἴσος αὐτῷ, “ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. τί ’δε τοῦτό ἐστιν ; ὅταν ἁρπάσῃ τίς καὶ παρὰ τὸ προσῆκον λαβὴ, τοῦτο ἀποθέσθαι οὐ τολμᾷ, δεδοικὼς μὴ ἀπολεῖται, μὴ
ἐκπέσῃ· ἀλλὰ διὰ παντὸς αὐτὸ κατέχει. ὁ μέντοι φυσικόν τι ἔχων ἀξίωμα, οὐ δέδοικε καταβῆναι ἀπ’ ἐκείνου τοῦ ἀξιώματος· εἰδὼς ὅτι οὐδὲν τοιοῦτο πείσεται· οἷον ὡς ἐπὶ ὑποδείγματος, ἵνα εἴπω, ὁ Ἀβισαλὼν ἥρπασε τὴν τυραννίδα, καὶ ἀποθέσθαι ταύτην οὐκ ἐτόλμα λοιπόν. καὶ ἐπὶ ἄλλο δὲ ἐλευσόμεθα ὑπόδειγμα· ἃν
δὲ μὴ ἰσχύῃ τὰ ὑποδείγματα τὸ πᾶν παραστῆσαι, μὴ δυσχεραίνετε· τὰ γὰρ ὑποδείγματα τοιαῦτα εἰσὶν, τὸ πλεῖον ἀφιᾶσι τῇ διανοίᾳ λογίζεσθαι. ἐπανέστη τίς βασιλεῖ, καὶ τὴν βασιλείαν ἥρπασεν· οὗτος ἀποθέσθαι καὶ κρύψαι τὸ πρᾶγμα οὐ τολμᾶ· ἃν γὰρ ἅπαξ κρύψῃ, εὐθέως ἀπώλωλεν· καὶ ὅλως οἱ ἐξ ἁρπαγῆς
ἔχοντές τι, δεδοίκασιν ἀποθέσθαι καὶ κρύψαι, καὶ μὴ διὰ παντὸς εἶναι ἐν ἐκείνῳ, ἐν ᾧ εἰσίν· ἀλλ’ οὐχ οἱ μὴ ἐξ ἁρπαγῆς ἔχοντες, οἷον ἄνθρωπος ἀξίωμα ἔχει τοῦτο, εἶναι λογικός· οὐχ εὑρίσκω παράδειγμα· οὐ γάρ ἐστι παρ’ ἡμῖν ἀρχὴ φυσική· οὐδὲν γάρ ἐστι τῶν ἀγαθῶν φυσικόν· ἐπὶ δὲ τοῦ Θεοῦ, τῇ φύσει
συγκεκλήρωται.
οὐκ εἶπεν, οὐχ ἥρπασεν, ἀλλ’ οὐχ ἁρπαγμὸν ἡγήσατο. οὐχ εἶχεν τὴν ἀρχὴν, ἀλλὰ φυσικὴν δεδομένην καὶ νόμιμον καὶ ἐν ἀσφαλείᾳ· διὸ οὐ παρῃτεῖτο καὶ τὸ τῶν ὑπασπιστῶν ἀναλαβεῖν σχῆμα. ὁ τύραννος δέδοικεν ἐν πολέμῳ ἀποθέσθαι τὴν ἁλουργίδα· ὁ δὲ βασιλεὺς μετὰ πολλῆς αὐτὸ ποιεῖ τῆς ἀσφαλείας· διατί ;
ὅτι οὐχ ἁρπαγμὸν ἔχει τὴν ἀρχήν. οὐχ ὡς ἁρπάσας οὖν οὐχ ἀπετίθετο· ἀλλ’ ὡς φυσικὴν ἔχων, καὶ οὐδέποτε ἀποστῆναι συναμένην· ἔκρυψε τοῦτο τὸ εἶναι ἴσα Θεῷ· οὐχ ὡς ἁρπαγμὸν ἀλλὰ φυσικόν· διὸ καὶ “ ἐκένωσεν ἑαυτόν.” ποῦ οἱ λέγοντες, ὅτι ἀνάγκην ὑπέστη; ὅτι ὑπετάγη; ἑαυτὸν, φησὶν ἐκένωσεν· ἑαυτὸν ἐταπείνωσεν,
ὑπήκοος γενόμενος μέχρι θανάτου. πῶς ἐκένωσεν; “ “ φὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχή- “ ματι εὑρεθεὶς ὡς ἄνθρωπος·” ἐνταῦθα πρὸς τὸ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, τοῦτο εἶπεν τὸ “ ἑαυτὸν ἐκένωσεν·” ἐπεὶ εἰ ὑπετάγη, οὐ δὴ ταπεινοφροσύνης ἦν τὸ πρᾶγμα· εἰ μὴ οἴκοθεν τοῦτο
εἵλετο, εἰ μὴ παρ’ ἑαυτοῦ. ἢ γὰρ οὐκ ᾔδει ὅτι δεῖ τοῦτο γενέσθαι, καὶ ἔσται ἀτελής· ἢ εἰδὼς περιέμενεν τὸν καιρὸν τοῦ πράγματος· καὶ ἔσται καιρὸν οὐκ εἰδώς· ἢ εἰ ᾔδει καὶ ὅτι δεῖ γενέσθαι καὶ πότε γενέσθαι, τίνος ἕνεκεν ἐπιταγὴν ὑπέμενεν; ἵνα δείξῃ τὴν ὑπεροχήν· τοῦτο οὐ Πατέρος ἐστὶ δεῖξαι ὑπεροχὴν, ἀλλ’ οἰκείαν
εὐτέλειαν· οὐ γὰρ ἱκανὸν τὸ τοῦ Πατέρος ὄνομα δεῖξαι τὰ πρεσβεῖα τοῦ Πατέρος· χωρὶς γὰρ τούτου πάντα τὰ αὐτά ἐστιν τῷ παιδί· οὐ γὰρ ἱκανὴ αὑτὴ ἡ τιμὴ παρὰ τοῦ Πατέρος εἰς τὸν Υἰόν.
οἱ Μαρκίωνος λέγω· ἀλλὰ τι ; ἐν ὁμοιώματι, φησὶν, πῶς δέ ἐστιν ἐν ὁμοιώματι ἀνθρώπων γενέσθαι ; σκίαν περιβαλόμενον· οὐκ οὖν εἴδωλον τοῦτό ἐστιν, καὶ οὐκέτι ἀνθρώπου ὁμοίωμα, ἄνθρωπος ἕτερος· τί δὲ ἐρεῖς Ἰωάννῃ λέγοντι, “ ὁ λόγος σὰρξ “ ἐγένετο;” ἀλλὰ καὶ αὐτὸς οὗτός φησιν ὁ μακάριος ἀλλαχοῦ·
“ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας.” “ καὶ σχήματι εὑρεθεὶς “ ἄνθρωπος·” ἰδοὺ φησὶν καὶ σχήματι καὶ ὡς ἄνθρωπος· τοῦτο δὲ ἔστιν ἄνθρωπος ἀληθῶς τὸ ὡς ἄνθρωπον εἶναι, καὶ τῷ σχήματι εἶναι ἄνθρωπον. τὸ γὰρ σχήματι εἶναι ἄνθρωπον οὐκ ἔστιν ἄνθρωπον εἶναι. ὁρᾶτε μεθ’ ὅσης ἐγὼ εὐγνωμοσύνης τὰ παρὰ τῶν ἐχθρῶν τίθημι ; ἡ γὰρ λαμπρὰ νίκη καὶ ἐκ περιουσίας γινομένη αὕτη ἔστιν, ὅταν τὰ δοκοῦντα αὐτῶν ἰσχυρὰ εἶναι μὴ ἀποκρύπτωμεν· τοῦτο γὰρ ἀπάτη ἐστὶ μᾶλλον, ἣ νίκη. τι οὑν φασι ; πάλιν αὐτὰ ἀναλάβωμεν· τὸ σχήματι οὐκ ἔστι φύσει· καὶ τὸ ὡς ἄνθρωπον εἶναι, οὐκ ἔστιν ἄνθρωπον εἶναι· καὶ τὸ ἐν ὁμοιώματι ἀνθρώπου
εἶναι, οὐκ ἔστι τοῦτο ἄνθρωπον εἶναι· τί οὐν ; ἄρα καὶ τὸ μορφὴν δούλου λαβεῖν, οὐκ ἔστι μορφὴν δούλου λαβεῖν ; οὐκοῦν μάχη ἐνταῦθα· καὶ διατὶ μὴ ἐκεῖνο σὺ πρότερος λύεις ; ὥσπερ γὰρ ταῦτα νομίζεις ἡμῖν ἀντικεῖσθαι· οὕτως καὶ ἡμεῖς φαμὲν ἐκεῖνο σοὶ ἀντικεῖσθαι· οὐ γὰρ εἶπεν ὡς μορφὴ δούλου, οὐδὲ ἐν σχήματι
μορφῆς δούλου· ἀλλὰ μορφὴν δούλου ἔλαβε· τί οὖν ἔστι ; καὶ γὰρ μάχη ἐστίν. οὐδὲ μία μάχη· μὴ γένοιτο· ἀλλὰ τίς ὁ ψυχρὸς αὐτῶν λόγος καὶ καταγέλαστος. μορφὴν δούλου, φησὶν, ἔλαβεν, ὅτε τὸ λέντιον περιζωσάμενος ἔνιψε τοὺς πόδας τῶν μαθητῶν· τοῦτο μορφὴ δούλου ἐστίν. ἀλλ’ οὐκ ἔστι τοῦτο μορφὴ δούλου,
ἀλλ’ ἔργον δούλου· ἕτερον δέ ἐστιν ἔργον εἶναι δούλου, καὶ μορφὴν δούλου λαβεῖν· διατί γὰρ οὐκ εἶπεν ὅτι ἔργον ἐποίησε δούλου, ὡς σαφέστερον ἦν· οὐδαμοῦ δὲ ἐν τῇ γραφῇ μορφὴ ἀντὶ ἔργου εἴρηται· πολὺ γὰρ τὸ μέσον· τὸ μὲν γὰρ φύσεως ἔστι, τὸ δὲ ἐνεργείας· καὶ ἐν τῇ συνηθείᾳ δὲ οὐδαμοῦ τὴν μορφὴν ἀντὶ ἔργου
λέγοντες λαμβάνομεν.
εὑρίσκεται γεγονός· ἀλλὰ πάντη a ἐστὶ μόνον· οὐδὲ ἔνιψε τοὺς μαθητάς· εἰ γὰρ ἡ ἀσώματος φύσις οὐκ ἐφάνη, ἐν σώματι οὐκ ἦν· τίς οὖν τοὺς μαθητὰς ἔνιψε ; τί οὖν πρὸς, Παῦλον τὸν Σαμωσατέα; τί γὰρ ἐκεῖνος φησὶ καὶ αὐτός ; τὸ αὐτό· ἀλλ’ οὐκ ἔστι τοῦτο κένωσις τὸ φύσεως ὄντα ἀνθρωπίνης καὶ ἄνθρωπον ψιλὸν, νίψαι
τοὺς ὁμοδούλους· ἃ γὰρ πρὸς Ἀρειανοὺς εἴπαμεν, ταῦτα καὶ πρὸς τούτους ῥητέον· οὐδὲν γὰρ ἀλλήλων διεστήκασιν, ἀλλ’ ἢ ὀλίγῳ χρόνῳ· καὶ γὰρ οὗτοι κἀκεῖνοι πτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ φασί. τί οὖν ἐροῦμεν πρὸς αὐτοὺς ; εἰ ἄνθρωπος ὢν οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ, οὐκ ἐπαινετός· τὸ μὲν γὰρ Θεὸν ὄντα, ἄνθρωπον γενέσθαι, πολλὴ ταπείνωσις, κένωσις ἀνεκδιήγητος· τὸ δὲ ἄνθρωπον ὄντα τὰ τῶν ἀνθρώπων ποιεῖν, ποῖα ταπείνωσις; ποῦ δὲ μορφὴ Θεοῦ ἔργον Θεοῦ λέγεται ; εἰ γὰρ ἄνθρωπος ἦν ψιλὸς, καὶ διὰ τὰ ἔργα λέγεται
μορφὴ Θεοῦ, διατί μὴ καὶ ἐπὶ Πέτρου τὸ αὐτὸ ποιοῦμεν ; μείζονα γὰρ αὐτοῦ εἰργάσατο· διατί μὴ καὶ ἐπὶ Παύλου λέγεις, ὅτι μορφὴν Θεοῦ εἶχε ; διατὶ μὴ καὶ παρ’ ἑαυτοῦ τὸ παράδειγμα εἰσήνεγκε Παῦλος, ὁ μυρία πράξας δουλικὰ, καὶ μηδὲ παραιτησάμενος λέγειν, “ οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν· ἀλλ’ ἢ Ἰησοῦν
“ Χριστὸν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦ;” γέλως ταῦτα καὶ φλυαρία· πῶς ἐκένωσεν ἑαυτὸν εἶπε, καὶ τι ἡ κένωσις τί ἡ ταπείνωσις ; ἣ ἐπειδὴ θαύματα εἰργάσατο, τοῦτο ἐποίησε καὶ Παῦλος καὶ Πέτρος· ὥστε τοῦ Υἱοῦ τοῦτο ἐξαίρετον.
ἡμέτερα, πολλὰ δὲ οὐκ εἶχεν· οἷον ἀπὸ συνουσίας οὐκ ἐτέχθη, ἁμαρτίαν οὐκ ἐποίησε· ταῦτα ὑπῆρχεν αὐτῷ, ἃ μηδενὶ τῶν ἀνθρώπων· οὐκ ἦν τὸ φαινόμενον, ἀλλὰ καὶ θεότης ἡνωμένη σαρκί· ἐφαίνετο γὰρ ἄνθρωπος· οὐκ ἦν δὲ τοῖς πολλοῖς ὅμοιος. τὴν γὰρ σάρκα, ὅμοιος ἦν· ψιλὸς δὲ ἄνθρωπος οὐκ ἦν· διὰ τοῦτο φησὶν,
“ ἐν ὁμοιώματι ἀνθρώπων·” ἐν ἡμῖν μὲν γὰρ ψυχὴ καὶ σῶμα, ἐν δὲ ἐκείνῳ, Θεὸς καὶ ψυχ,ὴ καὶ σῶμα. διὰ τοῦτό φησι μὲν “ “ ματι,” ἵνα γὰρ μὴ ἀκούσας ὅτι ἐκένωσεν ἑαυτὸν, μεταβολὴν νομίσῃς καὶ μετάπτωσιν, ἢ καὶ ἀφανισμὸν τινὰ, μένων, φησὶν, ὃ ἦν, ἔλαβεν ὃ οὐκ ἦν· καὶ σὰρξ γενόμενος, ἔμεινε Θεὸς Λόγος ὤν· ὥστε
κατὰ τοῦτο ὅμοιος ἀνθρώπῳ· καὶ διὰ τοῦτο φησὶν “ ἐν σχήματι.” οὐχ ἡ φύσις μετέπεσεν, οὐ δὲ σύγχυσις τίς ἐγένετο, ἀλλὰ σχῆμα περιέθετο· εἰπὼν γὰρ ὅτι μορφὴν δούλου ἔλαβεν, ἐθάρρησε λοιπὸν καὶ ταῦτα εἰπεῖν, ὡς ἐκείνου πάντα ἐπιστομίζοντος· ἐπεὶ καὶ ὅταν λέγῃ “ ἐν ὁμοιώματι σαρκὸς ἀμαρτίας,” οὐ τοῦτο φησὶν, ὅτι
σάρκα οὐκ εἶχεν· ἀλλ’ ὅτι ἡ σὰρξ ἐκείνη οὐχ ἥμαρτεν, ἀλλ’ ὁμοία ἦν τῇ ἁμαρτωλῇ. κατὰ τί ὁμοία ; κατὰ τὴν φύσιν, οὐ κατὰ τὴν κακίαν· διὰ τοῦτο ὁμοία ἁμαρτωλῆς σαρκός. ὥσπερ οὖν ἐκεῖ τὸ ὅμοιον, διὰ τὸ μὴ πάντα εἶναι ἴσον· οὕτως καὶ ἐνταῦθα ὁμοίωμα, διὰ τὸ μὴ πάντα εἶναι· οἷον τὸ μὴ ἐκ συνουσίας, τὸ χωρὶς
ἁμαρτίας, τὸ μὴ ψιλὸν ἄνθρωπον. καλῶς εἶπεν “ ὡς ἄνθρωπος·” οὐ γὰρ ἦν εἷς τῶν πολλῶν· οὐ γὰρ εἰς ἄνθρωπον μετέπεσεν ὁ Θεὸς Λόγος· οὐδὲ ἡ οὐσία μετεβλήθη, ἀλλ’ ὡς ἄνθρωπος ἐφάνη· οὐ φαντασιοκοπῶν ἡμᾶς, ἀλλὰ παιδεύων εἰς ταπεινοφροσύνην.
οὐ φησὶν αὐτὸν ὡς ἄνθρωπον, ὅταν λέγῃ· “ εἷς Θεὸς, εἷς καὶ μεσίτης, ἄνθρωπος Χριστὸς Ιησοῦς·” εἴρηται καὶ τὰ περὶ τούτους· καὶ πρὸς τοὺς μὴ λέγοντας δὲ ἀνειληφέναι ψυχὴν, ἀναγκαῖον εἰπεῖν. εἰ ἡ μορφὴ τοῦ Θεοῦ, τέλειος Θεός· καὶ ἡ μορφὴ τοῦ δούλου, τέλειος δοῦλος· πάλιν πρὸς Ἀρειανοὺς ἐνταῦθα· οὐδαμοῦ τὸ ἐγένετο,
οὐδαμοῦ τὸ ἔλαβεν· “ ἀλλ’ ἐν μορφῇ Θεοῦ ὑπάρχων,” φησὶν “ οὐχ ἀρπαρμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·” ἐνταῦθα περὶ τῆς ἀνθρωπότητος τὸ “ ἔλαβεν” καὶ “ ἐγένετο·” τοῦτο ἐγένετο, τοῦτο ἔλαβεν, ἐκεῖνο ὑπῆρχεν. μὴ συγχέωμεν· ἀλλὰ μηδὲ διϊστῶμεν· εἷς Θεὸς, εἷς Χριστὸς Ἰησοῦς Υἱὸς Θεοῦ· τὸ δὲ εἷς,
ὅταν λέγω, ἕνωσιν λέγω· οὐ σύγχυσιν τῆς φύσεως ταύτης ἐκείνην μεταπεσούσης ἀλλ’ ἡνωμένης.
οὐδὲν τοῦτο αὐτὸν ἐλαττοῖ, ᾧ ἀγνώμονες καὶ ἀνόνητοι· ἐπεὶ καὶ φίλοις ὑπακούομεν ἡμεῖς, καὶ οὐδὲν τοῦτο ποιεῖ. ὡς Υἱὸς Πατέρι ὑπήκουσεν· καὶ οὐκ εἰς δουλικὸν ἀξίωμα καταπεσών· ἀλλὰ τοῦτο αὐτῷ μάλιστα φυλάττων τῆς γνησιότητος τὸ θαῦμα, τῇ πολλῇ περὶ τὸν Πατέρα τιμὴ· ἐτίμησεν τὸν Πατέρα, οὐχ ἵνα σὺ
αὐτὸν ἀτιμάσῃς, ἀλλ’ ἵνα μᾶλλον θαυμάσῃς· ἵνα καὶ ἀπὸ τούτου μάθῃς, ὅτι γνήσιος Υἱὸς τῷ μάλιστα πάντων τὸν Πατέρα τετιμηκέναι· οὐδεὶς οὕτως ἐτίμησε τὸν Θεόν· ὅσον εἶχεν ὕψος, τοσαύτην ταπείνωσιν ὑπέστη ἀντίρροπον· ὥσπερ πάντων ἐστὶ μείζων καὶ οὐδεὶς αὐτῷ ἴσος, οὕτω καὶ τῇ περὶ τὸν Πατέρα τιμῇ πάντας ἐνίκησεν· οὐκ
ἀναγκασθεὶς οὐδὲ ἄκων, ἀλλὰ καὶ τοῦτο τῆς ἀρετῆς αὐτοῦ· ἣ οὐκ ἔχω πῶς εἴπω· βαβαῖ, μέγα καὶ τὸ δοῦλον γενέσθαι καὶ σφόδρα ἄρρητον· τὸ δὲ καὶ θάνατον ὑποστῆναι πάλιν πολλῷ πλεόν. ἔστιν καὶ ἕτερόν τι τούτου μεῖζον καὶ παραδοξότερον. διατί ; ὅτι οὐχ ἅπας θάνατος ὅμοιος· οὗτος γὰρ ὁ πάντων ἐπονειδιστικώτερος εἶναι ἐδόκει· οὗτος ὁ αἰσχύνης γέμων, οὗτος ὁ ἐπάρατος· “ “ κατάρατος γὰρ,” φησὶν, “ πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.” τοῦτο καὶ Ἰουδαῖοι τούτω ἐσπούδασαν αὐτὸν ἀνελεῖν ὥστε καὶ ἐπονείδιστον ἐργάσασθαι· ἵνα εἰ καὶ τῷ ἀναιρεθῆναι μηδεὶς ἀπέχηται
αὐτοῦ, ἀλλά γε τῷ οὕτως ἀναιρεθῆναι. διὰ τοῦτο καὶ λῃστὰς δύο μεταξὺ αὐτοῦ ἐσταύρωσαν, ἵνα κοινωνήσῃ τῆς δόξης αὐτοῖς καὶ πληρωθῇ τὸ εἰρημένον, “ καὶ μετὰ ἀνόμων ἐλογίσθη·” ἀλλὰ τοσούτῳ μᾶλλον ἡ ἀλήθεια λάμπει· ὅταν γὰρ τοσαῦτα ᾖ μηχανήματα παρὰ τῶν ἐχθρῶν κατὰ τῆς δόξης αὐτοῦ γινόμενα,
διαλάμπει δὲ, τοσούτῳ μεῖζον δείκνυται· οὐ γὰρ τῷ ἀποκτεῖναι, ἀλλὰ καὶ τῷ οὕτως ἀποκτεῖναι ᾤοντο βδελυκτὸν αὐτὸν ἐργάσασθαι, καὶ πάντων ἀποφαίνειν βδελυκτότερον· οὕτως δὲ μιαροί τινες ἦσαν ἀμφότεροι οἱ λῃσταί· ὕστερον γὰρ ὁ εἷς μετεβάλετο· ὅτι καὶ ἐν σταυρῷ ὄντες ὠνείδιζον αὐτῷ· καὶ οὔτε τὸ συνειδὸς τῶν
ἰδίων ἁμαρτημάτων, οὔτε τὸ ἐν κολάσει εἶναι, οὔτε τὸ καὶ αὐτοὺς τὰ αὐτὰ πάσχειν κατεῖχεν αὐτῶν τὴν μανίαν· ὅπερ οὖν καὶ εἷς τῷ ἑνὶ εἶπεν· “ οὐδὲ φοβῇ τὸν Θεὸν σὺ, ὅτι ἐν τῷ αὐτῷ κρίματι ἐσμέν;” διὸ φησιν “ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχα- “ ρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι
“ Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ.”
φθέγγεται τὴν αὐτοῦ, οὐδὲ γὰρ δύναται· “ ἐν μορφῇ,’’ φησὶ, “ Θεοῦ ὑπάρχων, οὐκ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ·’’ ἐπειδὴ δὲ εἶπεν, ὅτι ἐνηνθρώπησε, λοιπὸν ἀδέως τὰ ταπεινὰ φθέγγεται, θαρρῶν ὡς οὐδὲν βλάπτει τὴν θεότητα τὸ ταπεινὰ λέγεσθαι, τῆς σαρκὸς αὐτὰ δεχομένης.
ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.
πῶς δὲ εἰ ὀφειλὴν ἔλαβεν, εὑρίσκεται ἐνταῦθα χάριτι καὶ δωρεᾷ λαβὼν καὶ τὸ ὄνομα καὶ τὸ ὑπὲρ πᾶν ὄνομα ; ποῖον δὲ ἴ’ δῶμεν καὶ τὸ ὄνομα; “ ἵνα ἐν τῷ ὀνόματι Ἱησοῦ Χριστοῦ πᾶν γόνυ “ κάμψῃ·” ὄνομα αὐτοὶ τὴν δόξαν λέγουσιν. αὕτη οὖν ἡ δόξα ὑπὲρ πᾶσαν δόξαν ἐστι δόξα δὲ ὅλως ἐστὶ τὸ προσκυνεῖν αὐτῷ
πόρρω ἀπέχετε τῆς τοῦ Θεοῦ μεγαλειότητος ὑμεῖς, οἱ νομίζοντες εἰδέναι ’τον Θέον ὡς αὐτὸς οἱδεν ἑαυτὸν καὶ ἄπο τούτου μὲν δῆλον ὅσον ἀπέχετε τῆς ἐννοίας τῆς περὶ Θεοῦ· δῆλον δὲ ἐκ τούτου· αὕτη δόξα ἐστιν εἰπέ μοι ; οὐκ οὖν πρὶν ἣ τοὺς ἀνθρώπους γενέ- σθαι, πρὶν ἣ τοὺς ἀγγέλους, πρὶν ἣ τοὺς ἀρχαγγέλους, οὐκ ἦν ἐν
δόξῃ, εἴγε ἀυτὴ έστὶ μὴ δόξα ὴ ὺπὲρ πᾶσαν τὴν δόξαν τοῦτο γὰρ έστί ἄν ὄνομα· εἰ καὶ ἐν δόξῃ ἢν, ἀλλ’ ἐν ἐλάττονι ταύτης. οὐκ οὖν τὰ ὄντα διὰ τοῦτο ἐποίησεν, ἵνα ἐν δόξῃ γένηται ’, καὶ οὐκέτι ἀγαθότητι, ἀλλὰ δεόμενος τῆς παρ’ ἡμῶν δόξης. ὁρᾶτε τὴν ἄνοιαν ; ἃν μὲν οὖν περὶ τοῦ σαρκωθέντος ταῦτα ἔλεγεν,
ἔχει λόγον εἰκότα· ἀνέχεται γὰρ ὁ Θεὸς Λόγος περὶ τῆς σαρκὸς ταῦτα λέγεσθαι· οὐ γὰρ τῆς φύσεως ἅπτεται, ἀλλὰ περὶ τὴν οἰκονομίαν τὸ πὰν ἵσταται.
ἣ ὅτι καὶ οἱ δίκαιοι, καὶ οἱ ζῶντες καὶ οἱ ἁμαρτωλοί. Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.
ὁρᾷς πανταχοῦ ὅταν ὁ Υἱὸς δοξάζηται, τὸν Πατέρα δοξαζόσοξαζόμενόν ; οὕτω καὶ ὅταν ἀτιμάζηται ὁ Υἱὸς, ὁ Πατὴρ ἀτιμάζεται. εἰ γὰρ ἐφ’ ἡμῶν τοῦτο, ἔνθα πολὺ τοῖς πατράσι πρὸς τοὺς υἱοὺς τὸ μέσον, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ, ἔνθα μέσον οὐδ̀οὲν, ἐπ’ αὐτὸν διαβαίνει καὶ ἡ τιμὴ καὶ ἡ ὕβρις· ἃν γὰρ ἡ οἰκουμένη ὑποταγῇ τῷ Υἱῷ, φησὶν, τοῦτο τοῦ Πατρὸς ἐστι δόξα. οὐκ οὖν καὶ ὅταν λέγωμεν ὅτι τέλειός ἐστιν, ἀνενδεὴς, οὐκ ἐλάττων τοῦ Πατρὸς, τοῦτο δόξα τοῦ Πατρὸς, ὅτι τοιοῦτον ἐγέννησε· τοῦτο καὶ τῆς δυνάμεως αὐτοῦ τεκμήριον μέγα καὶ τῆς ἀγαθότη- τος καὶ τῆς σοφίας· ὅτι οὐδὲν ἐλαττοῦται κατὰ τὴν σοφίαν·
ὅταν εἴπω ὅτι σοφός ἐστιν ὁ Πατὴρ, καὶ οὐδὲν ἐλάττων ὁ Τίός, τοῦτο τῆς τοῦ Πατρὸς σοφίας τεκμήριον. ὅταν εἴπω, ὅτι δυνατός ἐστιν ὡς ὁ Πατὴρ, τοῦτο τῆς δυνάμεως αὐτοῦ τεκμήριον. ὅταν εἴπω ὅτι ἀγαθός ἐστιν ὡς ὁ Πατὴρ, τοῦτο δεῖγμα τῆς ἀγαθότητος αὐτοῦ μέγιστον· ὅτι τοιοῦτον ἐγέννησεν οὐδὲν αὐτοῦ ἀποδέοντα.
ὅταν εἴπω ἐλάττονα κάτα τὴν οὐσίαν, ἀλλ’ ἴσον οὐδὲ ἑτέρας οὐσίας· καὶ ἐν τούτῳ πάλιν τὸν Θεὸν θαυμάζω, καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἀγαθότητα καὶ τὴν σοφίαν, ὅτι ἄλλον ἡμῖν τοιοῦτον ἔδειξεν ἐξ αὐτοῦ, πλὴν τοῦ Πατέρα εἶναι τὸν Υἰόν. ὥστε ὅσα ἃν εἴπω μεγάλα περὶ τοῦ Υἱοῦ, ταῦτα εἰς τὸν Πατέρα διαβαίνει·
εἰ γὰρ τὸ εὐτελὲς τοῦτο καὶ μικρὸν, μικρὸν γάρ ἐστι πρὸς τὴν τοῦ Θεοῦ δόξαν, τὸ τὴν οἰκουμένην αὐτῷ προσκυνῆσαι, εἰς δόξαν Θεοῦ γίνεται· πόσῳ μᾶλλον τὰ ἄλλα πάντα.
ἐστι τὸ ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ. καὶ ὡς ἀγάπησα “ τὸν νόμον σου Κύριε·” ἀντὶ τοῦ πάνυ ἀγάπησα.
καὶ εἰκαῖον· τὸ οὖν “ ἑαυτὸν ἐκένωσεν." ἀντὶ τοῦ οὐκ ἔδειξεν ἑαυτόν· μορφὴν γὰρ δούλου λαβὼν τὴν ἀξίαν ἐκείνην ἀπέκρυψεν· τοῦτο τοῖς ὁρῶσιν εἶναι νομιζόμενος, ὅπερ ἐφαίνετο.
2 Ὤστε ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε. τὰς παραινέσεις μετὰ ἐγκωμίων δεῖ ποιεῖσθαι· οὕτω γὰρ καὶ
εὐπαράδεκτοι γίνονται, ὅταν πρὸς τὸν οἰκεῖον ζῆλον καλῶμεν τοὺς παραινουμένους· οἷον καὶ Παῦλος ἐνταῦθα ἐποίησεν. καὶ θέα πῶς συνετῶς· “ ὥστε ἀγαπητοί μου,” φησὶν, οὐκ εἶπεν ἁπλῶς ὅτι ὑπακούετε· ἀλλὰ πρότερον ἐπαινέσας, καὶ εἰπὼν “ πάντοτε ὑπη- “ κούσατε·” τουτέστιν μιμεῖσθαι παρακαλῶ, οὐχ ἑτέρους ἀλλ’ ὑμὰς αὐτοὺς.
πάντα ποιεῖν· νυνὶ δὲ οὐκέτι· ἐὰν οὖν δεχθῇ ὅτι νῦν ἐπετείνατε, δείκνυτε ὅτι καὶ τότε οὐ δι’ ἐμὲ, ἀλλὰ διὰ τὸν Θεόν.
ἐπιδείξασθαι. καὶ οὐχ ἅπλως εἶπεν φόβου, ἀλλὰ καὶ τρόμου· ὅπερ ἐπίτασίς ἐστι τοῦ φόβου. τοῦτον εἶχεν τὸν φόβον ὁ Παῦλος· διὰ τοῦτο καὶ ἔλεγεν, “ φοβοῦμαι μὴ πῶς ἄλλοις κηρύξας, αὐτὸς ἀδό- “ κιμος γένωμαι·” εἰ γὰρ τὰ βιωτικὰ κατορθῶσαι φόβου χωρὶς οὐκ ἔνι, πολλῷ μᾶλλον τὰ πνευματικά. καὶ οὐκ εἶπεν ἐργάζεσθε, ἀλλὰ
“ κατεργάζεσθε·’’ τουτέστιν μετὰ πολλῆς τῆς σπουδῆς καὶ τῆς ἐπιμελείας.
τοῦτο εἶπον ἵνα ἀπαγορεύῃς· ἵνα δυσέφικτόν τι εἶναι νομίσῃς τὴν ἀρετὴν, ἀλλ’ ἵνα προσέχῃς· ἵνα μὴ διαχέῃς σαυτόν. ἃν τοῦτο ᾖ, ὁ Θεὸς πάντα ἐργάζεται· εἰ τὸ θέλειν ἡμῖν αὐτὸς, φησὶν, ἐνεργεῖ, πῶς ἡμῖν παρακελεύεις ; εἰ γὰρ καὶ τὸ θέλειν αὐτὸς ποιήσει, εἰκῆ ἡμῖν λέγεις ὅτι ὑπηκούσατε· Θεοῦ γὰρ τὸ ὅλον ἐστίν. οὐ διὰ τοῦτο
εἶπον· αὐτὸς γάρ ἐστιν ὁ ἐνεργῶν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν· ἀλλ’ ἐκλῦσαι τὴν ἀγωνίαν ὑμῖν βουλόμενος· ἃν θελήσῃς, τότε ἐνεργήσει τὸ θέλειν· μὴ φοβηθῇς, οὐδὲν κάμνεις· καὶ προθυμίαν αὐτὸς ἡμῖν δι’ δῶσι καὶ ἐργασίαν· ὅταν γὰρ θελήσωμεν, αὔξει τόθ’ ἑλεῖν ἡμῶν λοιπόν. οἷον βούλομαι ἀγαθότητι ἐργάσασθαι· ἐνήργησεν αὐτὸ τὸ
ἀγαθόν· ἐνήργησεν δι’ αὐτοῦ καὶ τὸ θέλειν. ἣ ἀπὸ πολλῆς εὐλαβείας τοῦτό φησιν· ὥσπερ ὅταν κατορθώματα τὰ ἡμέτερα χαρίσματα εἶναι λέγει· ὥσπερ οὖν λέγων αὐτὰ χαρίσματα, οὐκ ἐξωθεῖ ἡμᾶς τοῦ αὐτεξουσίου, ἀλλ’ ἀφίησιν ἐν ἡμῖν τὸ αὐτεξούσιον· οὕτως ὅταν λέγῃ ἐνεργεῖν ἐν ἡμῖν τὸ θέλειν, οὐκ ἀφαιρεῖται ἡμᾶς τοῦ αὐτεξουσίου, ἀλλὰ δείκνυσιν ὅτι ἀπὸ τοῦ κατορθοῦν πολλὴν εἰς τὸ θέλειν λαμβάνομεν προθυμίαν. ἔδωκας ἐλεημοσύνην, μᾶλλον προετράπης δοῦναι· οὐκ ἔδωκας, μᾶλλον ἐνήργησας· ἐσωφρόνησας μιὰν ἡμέραν, ἔχεις προτροπὴν καὶ εἰς τὴν δευτέραν· ἐραθύμησας,
ἐπέτεινας τὴν ῥαθυμίαν. “ ὑπὲρ τῆς εὐδοκίας” φησὶν, τουτέστιν διὰ τὴν ἀγάπην, διὰ τὴν ἀρέσκειαν αὐτοῦ, ἵνα τὰ δοκοῦντα αὐτῷ γένηται· ἵνα κατὰ τὴν θέλησιν αὐτοῦ γένηται. ἐνταῦθα δείκνυσιν ὅτι πάντως ἐνεργεῖ· θέλει γὰρ ὑμᾶς ὡς αὐτὸς βούλεται, ζῆν. εἰ δὲ βούλεται, πρὸς δὲ τοῦτο αὐτὸς ἐνεργεῖ, καὶ τοῦτο πάντως
ἐνεργήσει· θέλει γὰρ ἡμᾶς ὀρθῶς ζῆν· ὁρᾷς πῶς οὐκ ἀφῄρηται τὸ αὐτεξούσιον;
ἀλλ’ ἁπλῶς ἐπέταξεν ; ὅτι ἐκεῖ γενόμενον ἦν τοῦτο· διὸ καὶ σφοδροτέρας ἐδέησεν αὐτῷ τῆς πληγῆς. ἐνταῦθα δὲ ὥστε μὴ γενέσθαι παραινεῖ, καὶ ὡς ἐλευθέροις αὐτοῖς διαλέγεται. τι δέ ἐστι “ χωρὶς διαλογισμῶν;” ἀντὶ τοῦ προθύμως καὶ σπουδαίως· μὴ διαλογίζεσθε φησὶν, ἄρα καλὸν, ἄρα οὐ καλόν· κἂν πόνος ᾖ, κἂν
κάματος, κὰν ὁτιοῦν·
διεστραμμένης.
σκότῳ φαίνουσι, καὶ οὐδὲν εἰς τὸ οἰκεῖον παραβλάπτονται κάλλος, ἀλλὰ καὶ λαμπρότεροι φαίνονται.
πολλοὶ λόγον ζωῆς ἐπεῖχον.
Καὶ ἐγὼ κοινωνῶ, φησὶν, τῶν ὑμετέρων ἀγαθῶν· τοσαύτη ὑμῶν ἡ ἀρετὴ, ὡς μὴ ὑμᾶς σώζειν μόνον, ἀλλὰ καὶ ἐμὲ λαμπρὸν ποιεῖν· ποῖον καύχημα, ὦτ’ μακάριε Παῦλε ; μαστίζῃ, ὑβρίζῃ, ἐλαύνῃ δι’ ἡμᾶς· διὰ τοῦτο φησὶν,
εἰς κενὸν ἐκοπίασα. ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῆ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω 18πᾶσιν ὑμῖν· τὸ δ’ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
οὐδὲ Τιμοθέῳ γράφων· καὶ γὰρ καὶ ἐκεῖ τῷ αὐτῷ κέχρηται λόγῳ, λέγων· ** ἐγὼ γὰρ ἤδη σπένδομαι·’’ καὶ παραμυθούμενος αὐτοὺς ἐπὶ τῇ οἰκείᾳ τελευτῇ, καὶ κελεύων ἀσμένως φέρειν τὸν ὑπὲρ Χριστοῦ θάνατον· ὥσπερ σπονδὴ καὶ θυσία, φησὶ, γίνομαι. ᾧ μακαρίας ψυχῆς· θυσίαν καλεῖ τὴν προσαγωγὴν αὐτήν· πολλῷ γὰρ
βέλτιον τοῦ βοῦς προσενεγκεῖν, τὸ ψυχὴν προσενεγκεῖν· ἂν τοίνυν ἐπὶ τῇ προσφορᾷ ταύτῃ καὶ ἐμαυτὸν ἐπιδῶ, φησὶν, ὥσπερ σπονδὴν τὸν θάνατον τὸν ἐμὸν χαίρω· συγχάρητέ μοι καὶ ὑμεῖς χαίροντι ἑαυτὼ.
χείρονα κάταγε τὸ πλεῖστον ἡ σπουδὴ, φανήσεσθε ἄμεμπτ οἱ ^ καὶ οἵους πρέπει φαίνεσθαι τοὺς ἐν υἱῶν τάξει γεγονότας, ὡς διαλάμ- πειν ὑμᾶς ἐν αὐτοῖς φωστήρων δίκην κατὰ τὴν ἀρετὴν, ἀπεκδε- χομένους τὴν αἰώνιον ζωὴν ἐν τῇ μελλούσῃ ἡμέρᾳ· ἀφ’ οὗ δὴ καὶ ἐμοὶ τὸ καυχᾶσθαι ὡς εἰκὸς προσγενήσεται· καὶ δεικνὺς ὡς πολ- Λὴν καὶ αὐτῷ παρέξει τὴν παρρησίαν ἡ ἐν τοῖς βελτίοσιν ἐκείνων προκοπή· “ ὅτι οὐκ εἰς κενὸν ἐκοπίασα·’’ ὑμῶν γὰρ, φησὶν, ἐπιμελομένων ἀρετῆς, καὶ αὐτὸς ἐλπίδι τοῦ καὶ ἐπὶ τοῦ μέλλοντος αἰῶνος ἐφ’ ὑμῖν εὐφρανθήσεσθαι, εἰδὼς ὅτι οὐ μάτην ὑπὲρ ὑμῶν ἐκοπίασα· ἀλλὰ γὰρ εἰκότως ἅπαντα ὑπομένω, κἂν εἰ τὸν ὑπὲρ
ὑμῶν ἑλοίμην θάνατον· ὑμῶν μὲν ὥσπερ τινα θυσίαν τὴν πίστιν τῷ Θεῷ προσκομιζόντων, ἐμοῦ δὲ δίκην σπονδῆς ἐπιχεόντος ὑμῖν τὸ οἰκεῖον αἷμα· καλῶς δὲ “ τὸ δ’ αὐτὸ καὶ ὑμεῖς·” ἀντὶ τοῦ δίκαιον καὶ ὑμᾶς δι’ ὧν πράττετε, κοινωνοῦντάς μοι φαίνεσθαι τῆς χαρὰς.
Catena In Epistulam Ad Philippenses (Typus Parisinus) (e cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.