ΚΕΦ. Ζ.
τὸν λόγον καὶ εὐπαράδεκτον καὶ εὐμαθέστερον τοῖς παχυτέροις ποιεῖν. οὕτω καὶ Κορινθίοις διαλεγόμενος φησὶν “ “ Τίς “ ποιμαίνει ποίμνην καὶ ἐκ τοῦ γάλακτος αὐτῆς οὐκ ἐσθίει; τίς “ φυτεύει ἀμπελῶνα, καὶ ἐκ τοῦ καρποῦ αὐτοῦ οὐκ ἐσθίει ” καὶ Ἑβραίοις πάλιν, “ διαθήκη γὰρ ἐπὶ νεκροῖς βεβαία· ἐπεὶ μήποτε “ ἰσχύει ὅτε ζῇ ὁ διατιθέμενος.” καὶ ὁ Θεὸς ἐν τῇ παλαίᾳ, συνεχῶς αὐτὸ ποιεῖ, οὕτω λέγων· “ μὴ ἐπιλήσεται γυνὴ τοῦ παιδίου
“ αὐτῆς; καὶ πάλιν, “ μὴ ἐρεῖ τὸ πλάσμα τῷ κεραμεῖ τι “ ποιεῖς ;” τί οὖν αὐτῷ τὸ ὑπόδειγμα βούλεται; ὅτι ἡ ἀρχαιοτέρα ἦν, ὁ δὲ νόμος, νεώτερός τε καὶ πρόσκαιρος, καὶ διὰ τοῦτο δεδομένος, ἵνα προοδοποιήσῃ τῇ πίστει·” διό φησιν· “ ἀδελφοὶ κατὰ ἄνθρωπον λέγω·” ἀνωτέρω ἀνοήτους εἰπὼν, ἐνταῦθα
ἀδελφοὺς καλεῖ, ἐπιστύφων τε ὁμοῦ καὶ παραμυθούμενος.
τοῦτο δὲ λέγω, διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ εἰς Χριστόν· ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη
γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν.
εἰ γὰρ ἐκ νόμου ἣ κληρονομία, οὐκέτι ἐξ ἐπαγγε- λίας· τῷ γὰρ Ἀβραὰμ δι’ ἐπαγγελίας κεχάρισται ὁ Θεός.
ἀνατρέψαι δύναται ταύτας; ἐπειδὴ δὲ τὸ παράδειγμα ἅπαν οὐκ ἴσχυσεν ἑλκύσαι πρὸς τὸ ὑποκείμενον, καὶ διὰ τοῦτο προεῖπε, “ κατὰ ἄνθρωπον λέγω,’’ μηδὲν ἀπὸ τοῦ παραδείγματος εἰς τὴν τοῦ Θεοῦ μεγαλοπρέπειαν παραβλαβείς. σκόπει δὲ ἄνωθεν τὸ ὑπόδειγμα. ἐπηγγείλατο τῷ Ἀβραὰμ διὰ τοῦ σπέρματος αὐτοῦ
εὐλογεῖσθαι τὰ ἔθνη· σπέρμα δὲ αὐτοῦ κατὰ σάρκα ἐστὶν ὁ Χριστός· ἦλθε μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη ὁ νόμος. εἰ τοίνυν ὁ νόμος χαρίζεται τὰς εὐλογίας καὶ τὴν ζωὴν καὶ τὴν δικαιοσύνην, ἡ ἐπαγγελία ἐκείνη ἄκυρός ἐστιν· εἶτα ἀνθρώπου μὲν οὐδεὶς ἀκυροῖ διαθήκην, τοῦ δὲ Θεοῦ μετὰ τετρακόσια τριάκοντα ἔτη ἀκυροῦται ἡ διαθήκη; εἰ γὰρ ἐπηγγείλατο ἐκείνη, οὐκ ἐκείνη δὲ δίδωσιν, ἀλλ’ ἕτερος ἀντ’ ἐκείνης, ἐκβέβληται ἐκείνη· καὶ πῶς ἃν ἔχοι λόγον ταῦτα; τίνος οὖν ἕνεκεν τὸν νόμον ἔδωκε; φησὶ, τῶν παραβάσεων χάριν· οὐδὲ γὰρ οὗτός ἐστι περιττός. ὁρᾷς πῶς
πάντα συνορᾷ; πῶς μυρίους κέκτηται ὀφθαλμούς; ἐπειδὴ γὰρ τὴν πίστιν ἐπῆρε καὶ πρεσβυτέραν ἔδειξεν, ἵνα μή τις νομίσῃ περιττὸν τὸν νόμον, καὶ τοῦτο διορθοῦται τὸ μέρος, δεικνὺς ὅτι οὐκ εἰκῇ, ἀλλὰ πάνυ χρησίμως ἐδόθη τῶν παραβάσεων χάριν, τουτέστιν ἵνα μὴ ἐξῇ Ἰουδαίοις ἀδεῶς ζῆν καὶ εἰς ἔσχατον ἐξολισθαίνειν
κακίας, ἀλλ’ ἀντὶ χαλινοῦ ὁ νόμος αὐτοῖς ἐπικείμενος ἦ, παιδεύων, ῥυθμίζων, κωλύων παραβαίνειν, εἰ καὶ μὴ πάσας, ἀλλ’ ὅμως κἂν ἐνίας τῶν ἐντολῶν. ὥστε οὐ μικρὸν τὸ κέρδος τοῦ νόμου. ἀλλ’ ἄχρι τίνος; “ ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται,” περὶ Χριστοῦ λέγων. εἰ τοίνυν μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας δέδοται,
περαιτέρω καὶ παρὰ καιρὸν αὐτὸν ἕλκεις.
μέτα τὴν πίστιν·
τοῦ Θεοῦ ἐπαγγελία, τὸν μισθὸν ἡμῖν ἀποδίδωσιν· εἰ δὲ ἡ ἐπαγγελία γεγένηται τὴν τοῦ ὑποσχομένου χάριν ἐμφαίνουσα, οὐκ ἄρα ἡ τοῦ νόμου κατόρθωσίς ἐστιν, ἀλλ’ ἡ τοῦ Θεοῦ ὑπόσχεσις ἡ τὴν κοινωνίαν ἡμῖν τῆς εὐλογίας χαριζομένη· τὸ δὲ τῷ σπέρματι αὐτοῦ εἰρημένον, οὕτως ἁπλῶς εὑρίσκομεν ἐπὶ τοῦ Χριστοῦ ἀκριβῶς
πληρούμενον· οὗτος γὰρ σπέρμα μὲν αὐτοῦ κατὰ φύσιν, ὡς οὖν καὶ οἱ λοιποὶ οἱ τὸ γένος ἐκεῖθεν κατάγοντες· πιστεύομεν δὲ ἐπ’ αὐτόν. εἶτα καὶ τὸν Ἀβραὰμ πατέρα ἐπιγραφόμεθα, καὶ οὕτω τῆς εὐλογίας τὴν κοινωνίαν δεχόμεθα, ὥστε τὸ εἰρημένον ὡς ἐφ’ ἑνὸς, δυνάμενον δὲ κατὰ κοινοῦ ὡς ἐπὶ πολλῶν νοεῖσθαι, τῷ σπέρ-
ματι αὐτοῦ εἶναι πάντας τοὺς ἐκεῖθεν τὸ γένος κατάγοντας, ἐπὶ τοῦ Χριστοῦ κυρίως ἐπ’ αὐτῶν πληρούμενον τῶν πραγμάτων εὑρί- σκομεν.
παραβάσεων χάριν προσετέθη, διαταγεὶς δι’ ἀγγέλου ἐν χειρὶ μεσίτου; ἵνα ἦ διαταγεὶς, ἐπὶ τοῦ νόμου νοούμενον.
ἐστι· πρὸ νόμου, καὶ ὁ νοῦς τῶν ἀνθρώπων μετὰ τῆς σαρκὸς ἐδούλευε τῇ ἁμαρτίᾳ, καὶ ἔστεργε τὸ κακόν· δοθέντος τοῦ νόμου, ὁ μὲν νοῦς ἐπαιδεύθη, ἡ δὲ σὰρξ ἔτι κατείχετο. ἐπεὶ οὖν ὁ μὲν ἀγνοῶν τὴν ἁμαρτίαν ὅτι ἁμαρτία ἦν, τὴν ἀσέβειαν ὡς εὐσέβειαν μετιὼν καὶ σπουδαιότερον αὐτῇ προσέχει· ὁ δὲ γνοὺς ὅτι κακὸν,
τοῦτο γοῦν κερδανεῖ τὸ συνειδέναι ὅτι παραβαίνει καὶ ἐπιθυμεῖ τῷ Θεῷ ὑπακοῦσαι, διὰ τοῦτο ἐδόθη νόμος ὁ δυνάμενος ζωοποιῆσαι, ἀντὶ τοῦ εἰ ἐδόθη νόμος, οὐκ ἐδόθη φησὶ κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ, ἀλλ’ οὐδὲ διὰ παντὸς κρατεῖν ἐδύνατο.
προσῆν, ὥστε τοὺς ὑπ’ αὐτῷ πολιτευομένους καὶ δικαιοῦσθαι καὶ τῆς αἰωνίου δύνασθαι τυγχάνειν ζωῆς, ἀναιρετικὸς ἦν τῆς ἐπαγγελίας ὁ νόμος αὐτὸς, ἀντ’ ἐκείνης τὴν δικαίωσιν παρέχων· νυνὶ δὲ τὸ ἐναντίον, ἀπαγορεύων μὲν τὴν ἁμαρτίαν, ἀπαλλάττειν δὲ αὐτῆς οὐκ ἰσχύων τοὺς διὰ τὴν τῆς φύσεως ἀσθένειαν καταπίπτοντας εἰς
αὐτὴν, καὶ διὰ τούτου μειζόνως ἐλέγχων ἡμῶν τὸ πρὸς δικαίωσιν ἄτονον, μᾶλλον δὲ πάντῃ ἀδύνατον, ἀναγκαίως τῆς τοῦ Χριστοῦ χάριτος δεομένους δείκνυσιν ἡμᾶς.
** χειρὶ μεσίτου,’’ τουτέστι μεσιτευσάντων τῶν ἀγγέλων πρὸς τὸ δοθῆναι τὸν νόμον, ἵνα ἀκούσωμεν τὴν μὲν ἐπαγγελίαν, αὐτὸς δι’ ἑαυτοῦ· τὸν δὲ νόμον οὐ δι’ ἑαυτοῦ, ἀλλὰ διέταξε δι’ ἀγγέλων μεσιτευόντων.
ὁ Υἱός· ὁ δὲ μεσίτης φησὶ, δύο τινῶν γίνεται μεσίτης. τίνος οὖν μεσίτης ἦν ὁ Χριστός ; εὔδηλον ὅτι ἀνθρώπων καὶ Θεοῦ· ὁρᾷς πῶς δείκνυσιν ὅτι καὶ τὸν νόμον αὐτὸς ἔδωκεν; εἰ τοίνυν αὐτὸς ἔδωκε, Κύριος ἃν εἴη καὶ λύσαι πάλιν.
βῆς ἐρχομένης ἐκείνης καὶ πάντα λυούσης· εἰ δὲ διὰ τοῦτο ἐδόθη ἵνα συγκλείσῃ πάντας, τουτέστιν ἵνα ἐλέγξῃ καὶ διδάξῃ τὰ οἰκεῖα αὐτῶν πλημμελήματα, οὐ μόνον οὐ κωλύει σε τυχεῖν τῆς ἐπαγγε- λίας, ἀλλὰ καὶ συμπράττει πρὸς τὸ τυχεῖν· τοῦτο γοῦν ἐδήλωσε λέγων,
ἔσεσθαι ὁ ἀκουσόμενος τοῦ Χριστοῦ· νυνὶ δὲ δοθεὶς, ἀρετήν τε σύμμετρον παιδεύσας τοὺς προσέχοντας, καὶ πείσας εἰδέναι τὰ οἰκεῖα ἁμαρτήματα, προθυμοτέρους ἐποίησε πρὸς τὸ ζητεῖν τὸν Χριστόν. οἱ γοῦν μὴ πιστεύσαντες αὐτῷ, ἐκ τοῦ μὴ καταγνῶναι τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἐπίστευσαν, καὶ τοῦτο δηλῶν, ἔλεγεν·
“ ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν “ δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν·
εἰς ἡμᾶς.
ἐπιλαθόμενος τῆς ἐπαγγελίας πρωτευούσης, ἀλλ’ ὅτι καὶ Γαλάταις χρήσιμον ἐν καιρῷ, καὶ οὐ χρήσιμον εἰς τὰ ἑξῆς· τὸ οὖν πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα, τοῦ νόμου παρεντεθέντος μεταξὺ τῆς ἐπαγγελίας καὶ αὐτῆς τῆς παρουσίας τῆς πιστεως.
ἀντιπαρεξετάζει δὲ τὸν νόμον πᾶσιν εἰκότως.
Χριστὸν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν.
λοιπὸν ὁ παιδαγωγός· διὰ τοῦτό φησι,
ὅτι οἱ ἐκ πίστεως, οὗτοί εἰσιν υἱοὶ Ἀβραάμ· νυνὶ δὲ ἀποφαίνει ὅτι καὶ τοῦ Θεοῦ· εἶτα λέγει καὶ τὸν τρόπον τῆς υἱοθεσίας· “ Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.” καὶ τίνος ἕνεκεν οὐκ εἶπεν ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε ἐκ τοῦ Θεοῦ ἐγεννήθητε; τὸ γὰρ ἀκόλουθον τοῦ δεῖξαι υἱοὺς τοῦτο
ἦν· ὅτι πολὺ φρικωδέστερον αὐτὸ τίθησιν· εἰ γὰρ ὁ Χριστὸς Υἱὸς 1 Θεοῦ, σὺ δὲ αὐτὸν ἐνδέδυσαι τὸν υἱὸν ἔχων ἐν ἑαυτῷ καὶ πρὸς αὐτὸν ἀφομοιωθεὶς, εἰς μίαν συγγένειαν καὶ μίαν ἰδέαν ἤχθης.
καὶ δοῦλος πρώην, οὐκ ἀγγέλου οὐδὲ ἀρχαγγέλου, ἀλλ’ αὐτοῦ τοῦ πάντων δεσπότου τὴν μορφὴν ἔχων περιέρχεται, καὶ ἐν ἑαυτῷ δείκνυσι τὸν Χριστόν.
ἀλλ’ ἡ δύναμις τοῦ βαπτίσματος τὸ Χριστὸν ἐνδύσασθαι παρέχουσα, κοινὴν ποίει τὴν χάριν πάντων ὁμοῦ, βαρβάρων, Ἑλλήνων, Ιουδαίων, θήλεος, ἄρρενος· οὐχ ἁπλῶς δὲ παρέμιξε τὸ θῆλυ καὶ τὸ ἄρρεν ὅσον γὰρ εἰς τὸ ῥήματι ἐζήτει πρὸς τὸ προκείμενον· ἀλλ’ εἰ τὸ ἄρρεν καὶ τὸ θῆλυ διαφέρον εἰς μίαν χάριν συνάγει τὸ
βάπτισμα, πόσῳ μᾶλλον Ἕλληνα καὶ Ἰουδαῖον ;
λούσῃς ζωῆς ἀρχὴ μὲν ὁ Χριστός· πάντες δὲ οἱ κοινωνοῦντες αὐτῷ τῆς ἀναστάσεως καὶ τῆς μετὰ τὴν ἀνάστασιν ἀθανασίας, ὥσπερ εἷς γινόμεθα πρὸς αὐτὸν, τῇ ὁμοιότητι τοῦ πράγματος μέλους τάξιν πρὸς τὸ κοινὸν τοῦ καθ’ ἕνα ἡμῶν ἐπέχοντες· τότε τοίνυν οὔτε ἄρσεν, οὔτε θῆλυ θεωρεῖται· οὐ γάρ ἐστι γαμῆσαι ἣ
γαμηθῆναι· οὔτε Ἰουδαῖος οὔτε Ἕλλην οὐδὲ γὰρ περιτομὴ ἐν ἀθανάτῳ φύσει χώραν ἔχει, ὥστε διακριθῆναι περιτετμημένον, ἀκρόβυστον· οὔτε δοῦλος, οὔτε ἐλεύθερος· πᾶσα γὰρ ἀνωμαλία πραγμάτων ἀνῄρηται· ἐπειδὴ τοίνυν κατὰ τύπον διὰ τοῦ βαπτίσματος ἓν ἐκείνοις γινόμεθα, τοῦτο λέγει,
ἀναγέννησιν τύπον ἔχουσαν τῆς τότε παρεσομένης ὑμῖν πρὸς αὐτὸν ὁμοιότητος, ὁ δὲ Χριστὸς τοῦ Ἀβραὰμ σπέρμα, ἀνάγκη καὶ ὑμᾶς τὸ ἐκείνου σῶμα, τούτου εἶναι σπέρμα οὗπερ δὴ κἀκεῖνος· ὅθεν εἰκότως καὶ τῆς ἐπαγγελίας κληρονόμοι. εἶδες πῶς, ὅπερ ἔμπροσθεν ἔλεγεν, ἀπέδειξε νῦν τὸ περὶ τοῦ σπέρματος, ὅτι αὐτῷ καὶ τῷ
σπέρματι αὐτοῦ αἱ εὐλογίαι εἰσὶ δβόμεναι.
Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.