ΚΕΦ. ς.
σαι αὐτά· ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ δῆλον, ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται.
οὐ λέγει, ἵνα μὴ δόξῃ αὐτοὺς ἀποφαίνεσθαι. πάλιν δὲ ἀπὸ μαρτυρίας αὐτὸ συνίστησιν, ἀμφότερα ἐχούσης ἐν βραχεῖ· καὶ ὅτι νόμον οὐδεὶς ἐπλήρωσε· διὸ καὶ ἐπικατάρατοι ἦσαν, καὶ ὅτι ἡ πίστις δικαιοῖ. τίς οὖν ἡ μαρτυρία ; ἀπὸ τοῦ προφήτου Ἀμβακοὺμ οὕτω λέγοντος ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
νόμου· οὐ γὰρ εἶπεν ὁ προφήτης, ὁ δὲ δίκαιος ἐκ νόμου ζήσεται, ἀλλ’ ἐκ πίστεως.
ἡ δὲ χάρις ἀπὸ πίστεως σώζει καὶ δικαιοῖ· ἐπειδὴ γὰρ ἠσθένει πρὸς δικαιοσύνην ὁ νόμος τὸν ἄνδρα ἀγαγεῖν, εὑρέθη φάρμακον οὐ μικρὸν, πίστις, τὸ ἀδύνατον τοῦ νόμου ποιοῦσα δυνατὸν δι’ ἀύτης.
ἀπογιγνώσκουσα τὴν διὰ τοῦ νόμου σωτηρίαν, καὶ ὁ Ἀβραὰμ ἐκ πίστεως ἐδικαιώθη, δηλονότι τῆς πίστεως πολλὴ ἡ ἰσχύς· ἀλλ’ ὅτι μὲν ὁ μὴ ἐμμένων τῷ νόμῳ ἐπικατάρατος, καὶ ὅτι ὁ τῇ πίστει προσέχων δίκαιος, δῆλον· ὅτι δὲ οὐχ ἕστηκεν ἐκείνη ἡ κατάρα, πόθεν ἔχεις ἡμῖν ἀποδεῖξαι, φησι; ὁ μὲν γὰρ Ἀβραὰμ, πρὸ τοῦ νόμου ἦν· ἡμεῖς δὲ ἅπαξ ὑπὸ τὸν ζυγὸν γενόμενοι τῆς δουλείας, ὑπευθύνους ἑαυτοὺς κατεστήσαμεν τῇ κατάρᾳ· τὶς οὑν ὁ τὴν
κατάραν λύων ἐκείνην; ἱκανὰ μὲν καὶ τὰ εἰρημένα· ὁ γὰρ δικαιωθεὶς καὶ ἀποθανὼν τῷ νόμῳ καὶ ζωῆς ἐπιλαβόμενος ξένης, πῶς ἃν ὑπεύθυνος εἴη τῇ ἀρᾷ; πλὴν ἀλλ’ οὐκ ἀρκεῖται τούτοις· ἀλλὰ καὶ ἑτέρως ἀγωνίζεται γράφων οὕτως.
γενόμενος ὑπὲρ ὑμῶν κάταρα· γέγραπται γὰρ, επικαταρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου.
ἅπαντα· ὁ δὲ Χριστὸς ἑτέραν κατάραν ταύτης ἠλλάξατο τὴν λέγουσαν, “ ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου·” ἐπεὶ οὖν ὁ κρεμάμενος ἐπὶ ξύλου ἐπικατάρατος, καὶ ὁ τὸν νόμον παραβαίνων ἐπικατάρατος· μέλλοντα δὲ ἐκείνην τὴν κατάραν λύειν, ὑπεύθυνον οὐκ ἔδει γενέσθαι αὐτῇ, ἔδει δὲ δέξασθαι κατάραν, ἀντ’
ἐκείνης ταύτην ἐδέξατο καὶ διὰ ταύτης ἐκείνην ἔλυσε. Καὶ καθάπερ τινός καταδικασθέντος ἀποθανεῖν, ἕτερος ἀνεύθυνος ἑλόμενος ἀποθανεῖν ἇπέρ ἐκείνου, ἐξαρπάζει τῆς τιμωρίας αὐτὸν, οὕτω καὶ ὁ Χριστὸς . . . . . . . . ὑπέκειτο κατάρᾳ τῆς παραβάσεως, ἀνεδέξατο ὁ Χριστὸς ἀντ’ ἐκείνης ταύτην, ἵνα λύσῃ τὴν ἐκείνων·
“ ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι “ αὐτοῦ.” ὥσπερ οὖν ἀποθανὼν τοὺς ἀποθνήσκειν μέλλοντας ἐξείλετο θανάτου, οὕτως καὶ κατάραν δεξάμενος, τῆς κατάρας ἀπήλλαξεν.
“ λάβωμεν διὰ τῆς πίστεως·” ἐπειδὴ γὰρ οὐκ ἦν τὴν χάριν τοῦ Πνεύματος εἰς ἀκάθαρτον καὶ προσκεκρουκότα ἐλθεῖν, εὐλογοῦνται πρῶτον, τῆς κατάρας ἀφαιρεθείσης· εἶτα διὰ τῆς πίστεως δικαιωθέντες, ἐπισπῶνται τοῦ Πνεύματος τὴν χάριν· ὥστε ὁ μὲν σταυρὸς τὴν κατάραν ἔλυσεν· ἡ δὲ πίστις, τὴν δικαιοσύνην εἰσήγαγεν·
ἡ δὲ δικαιοσύνη, τὴν χάριν τοῦ Πνεύματος ἐπεσπάσατο.
καταβαλὼν ὑπὲρ ἡμῶν, ἐξηγόρασέ τε ἡμᾶς τῆς ἐκεῖθεν δουλείας, καὶ τῆς ἀπὸ τοῦ νόμου κατάρας ἀπήλλαξε· πῶς καὶ τινί τρόπῳ; γενόμενος ὕπερ ἤμων κάταρα.
Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.