ΚΕΦ. Ε.
ἔθνη.’’
αὐτοὺς ἐθορύβει, τὸ τὸν νόμον ἀρχαιότερον εἶναι, τὴν δὲ πίστιν μετὰ τὸν νόμον, καὶ ταύτην ἀναιρεῖ τὴν ὑποψίαν αὐτῶν, δεικνὺς, ὅτι τοῦ νόμου πρεσβυτέρα ἡ πίστις· καὶ τοῦτο δῆλον, ἀπὸ τοῦ Ἀβραάμ· πρὶν ἣ γὰρ φανῆναι τὸν νόμον, ἐκεῖνος ἐδικαιώθη· σείκνυσι δὲ ὅτι καὶ τὰ νῦν γενόμενα, κατὰ προφητείαν ἐγένετο.
Ἀβραάμ.
σφόδρα ἐπόθει τοῦτο ἐκβῆναι· ἐπειδὴ δὲ φόβος εἶχε καὶ αὐτοὺς ἕτερος . . . . . . . . πᾶς ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά·’’ καὶ τοῦτο λύει τὸ δέος ὁ σοφὸς καὶ συνετὸς σφόδρα, εἰς τὸ ἐναντίον αὐτὸ περιτρέπων καὶ δεικνὺς ὅτι οὐ μόνον εἰσὶν ἐπικατάρατοι οἱ τὸν νόμον
ἀφιέντες, ἀλλὰ καὶ εὐλογημέμοι· οἱ δὲ κατέχοντες, οὐ μόνον οὐκ εὐλογημένοι, ἀλλὰ καὶ ἐπικατάρατοι.
καὶ συλλογιζόμενος ἐπήγαγεν.
μετὰ τὴν τοῦ νόμου θέσιν τὴν πίστιν δικαιοῦσαν, ἐπὶ τοῦτο ἕρχεται, καὶ πλέον ὧν ζητοῦσιν. Ἁποδείκνυσιν δὲ οὐχὶ δικαιοῦσαν μόνον τὴν πίστιν, ἀλλὰ καὶ ἐπικαταράτους τοὺς χρωμένους τῷ νόμῳ ποιοῦσαν.
Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.