ΚΕΦ. Δ.
Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκηνεν τῆ ἀληθείᾳ μὴ πείθεσθαι ; οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος.
σύγκρισιν ποιούμενος. ἀρχόμενος μὲν οὖν φησὶ, “ θαυμάζω ὅτι “ οὕτω ταχέως μετατίθεσθε.’’ ἐνταῦθα δὲ “ ὦ ἀνόητοι Γαλάται·’’ τότε μὲν γὰρ ὤδινε τὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπελογήσατο, εἰς μέσον αὐτὴν ἀπορρήξας ἐξήνεγκε μετὰ τὴν ἀπόεδειξιν. εἰ δὲ ἀνοήτους καλεῖ, μὴ θαυμάσῃς· οὐ γὰρ παραβαίνων
τοῦ Χριστοῦ τὸν νόμον τὸν λέγοντα, μὴ καλεῖν μῶρον τὸν ἀδελφὸν αὐτοῦ· ἀλλὰ καὶ σφόδρα αὐτὸν τηρῶν τοῦτο ποίει· οὐ γὰρ ἁπλῶς εἴρηται ὁ καλῶν τὸν ἀδελφὸν αὐτοῦ μῶρον, ἀλλ’ ὁ εἰκῆ καλῶν· ὅτι γὰρ ἔδειξε τὴν πίστιν ἐξωθουμένους καὶ τὸν θάνατον τοῦ Χριστοῦ περιττὸν ἀποφαίνοντας, τότε ἐπάγει τὴν ἐπιτίμησιν·
καὶ οὐδὲ τότε κατ’ ἀξίαν· καὶ γὰρ πολλῶν χαλεπωτέρων ἤσαν ἄξιοι ῥημάτων. ὅρα δέ μοι πῶς εὐθέως καθυφίησι πλῆξας· οὐ γὰρ εἶπε, τίς ὑμᾶς ἠπάτησε ; τίς ὑμῖν ἀπεχρήσατο ; τίς ὑμᾶς παρελογίσατο ; ἀλλὰ “ τίς ὑμᾶς ἐβάσκηνεν ;" οὐκ ἄμοιρον ἐγκωμίων τὴν ἐπίπληξιν θείς· τοῦτο γὰρ δεικνύντος ἐστιν, ὅτι φθόνου ἕπραττον
’τον ἄξια πρότερον· καὶ δαίμονος ἐπήρεια τὸ γενόμενον ἦν· ταῦτα δὲ λέγει· οὐχ ὡς τοῦ φθόνου καθ’ ἑαυτῶν τὴν ἰσχὺν ἔχοντος, ἅλ’ ὡς τῶν ταῦτα διδασκόντων κοντῶν διὰ βασκανίαν ἐπὶ τοῦτο ἐλθόντων· “ οἷς κατ’ ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμενος.
μετὰ τοσαύτης ἐδέξαντο πληροφορίας τὸ γεγενημένον· καυατόμενος δὲ, ὅτι ὃν εἶδον ὑπὲρ αὐτῶν γυμνωθέντα, ἀνεσκολοπισμένον, προσηλωμένον, κωμῳδούμενον, ἐμπτυόμενον, ὄξος ποτιζόμενον, κατηγορούμενον ὑπὸ λῃστῶν, λόγχῃ νυττόμενον· ταῦτα γὰρ πάντα ἐδήλωσε διὰ τοῦ εἰπεῖν, “ προεγράφη ἐν ὑμῖν ἐσταυτωμέονς·”
τοῦτον ἀφέντες, εἰς τὸν νόμον ἀνέδραμον, οὐδὲν αἰδεσθέντες τῶν παθημάτων ἐκείνων. σὺ δὲ μοὶ σκόπει, πῶς πανταχοῦ τὸν οὐρανὸν, τὴν γῆν, τὴν θάλατταν, τὰ ἄλλα πάντα ἀφεὶς, τὴν δύναμιν ἀνε- κήρυττε τοῦ Χριστοῦ, τὸν σταυρὸν περιστρέφων· τοῦτο γὰρ μάλιστα κεφάλαιον τῆς ὑπὲρ ἡμῶν κηδεμονίας ἦν.
Πνεῦμα Ἅγιον· εἰργάσασθε δυνάμεις πολλάς· ἐτελέσατε σημεῖα· προφητεύοντες, γλώσσαις λαλοῦντες· τὴν τοσαύτην ἰσχὺν τίς ὑμῖν δέδωκεν ; ὁ νόμος ; καὶ μὴν οὐδὲν πρότερον ἐποιεῖτε τοιοῦτον· ἀλλ’ ἡ πίστις ; πῶς οὑν οὐκ ἐσχάτης μανίας τοσαῦτα παρὰ τῆς πίστεως εὐεργετηθέντας, ταύτην μὲν ἀφεῖναι, πρὸς δὲ τὸν οὐδὲν
τούτων παρασχόντα νόμον αὐτομολῆσαι πάλιν ;
μετὰ τὸ δράξασθαι τῆς ἀληθείας, ἐπὶ τοὺς τύπους κατεπέσετε. καὶ οὐκ ε7πε σαρκὶ τελεῖτε, ἀλλὰ " σαρκὶ ἐπιτελει-σθε.’’ δεικνὺς ὅτι δίκην θρεμμάτων ἀλόγων λαβόντες αὐτοὺς ἐκεῖνοι κατέκυπτον· τούτων ἑαυτοὺς ἐκδόντων εἰς τὸ πάσχειν, ὅπερ ἐβούλοντο ἐκεῖνοι.
τὰ νεῦρα, οὐκ ἐνέμενεν ἕως τῆς ἀποφάσεως, ἀλλ’ ἐπήγαγεν.
ρίους ὑπομείναντες διὰ Χριστὸν κινδύνους καὶ διωγμοὺς, τῆς χάρι. τος ἐξέπεσον· ἀλλ’ ὅμως φησὶν, ἐὰν βούλεσθε, δύνασθε ἑαυτοὺς ἀνακτήσασθαι.
πίστις, ὅταν μὴ προτέθῃ τὰ ἀπὸ τοῦ νόμου, καὶ ὅτε φησὶν οὐ προσείχετε τῷ νόμῳ ἀλλὰ τῇ πίστει, τότε πνεῦμα ἐλάβετε καὶ σημεῖα ἐπετελέσατε· εἶτα ἐπειδὴ περὶ νόμου ὁ λόγος ἦν, καὶ ἕτερον κινεῖ τόπον ἀγωνιστικώτατον, τὸν Ἀβραὰμ εἰς μέσον εἰσά- γῶν, καὶ σφόδρα εὐκαίρως καὶ μετὰ πολλῆς τῆς περιουσίας οὕτω λέγων,
ὑμῶν γινόμενα θαύματα· εἰ δὲ βούλεσθε, καὶ ἐκ παλαιῶν ὑμᾶς πεῖσαι δύναμαι διηγημάτων· εἰ ὁ πρὸ τῆς χάριτος, φησὶν, ἀπὸ πίστεως ἐδικαιώθη· καίτοιγε καὶ ἐν ἔργοις κομῶν, πολλῷ μᾶλλον ἡμεῖς· τί γὰρ ἐκεῖνος ἐβλάβη μὴ γενόμενος ὑπὸ νόμον ; οὐδέν· ἀλλ’ ἤρκεσεν ἡ πίστις εἰς δικαιοσύνην αὐτῷ· ὥσπερ γὰρ τότε
οὐδέπω δοθεὶς ἦν ὁ νόμος, οὕτω καὶ νῦν δοθεὶς πέπαυται· εἶτα ἐπειδὴ μέγα ἐφρόνουν τῷ ἐς Ἀβραὰμ γεγενῆσθαι, καὶ ἐδεδοίκεσαν μὴ τὸν νόμον ἀφέντες, ἀλλοτριωθῶσι τῆς ἐκείνου συγγενείας, καὶ τοῦτον πάλιν εἰς τὸ ἐναντίον περιτρέπει τὸν λόγον, καὶ λύει τὸν φόβον ὁ Παῦλος, δεικνὺς ὅτι τὴν πρὸς ἐκεῖνον ἀγχιστείαν μάλιστα
ἡ πίστις ἐργάζεται· καὶ τοῦτο σαφέστερον μὲν ἐν τῇ πρὸς Ῥωμαίους κατεσκεύασεν, οὐχ ἧττον δὲ αὐτὸ καὶ ἐνταῦθα ἐργάζεται λέγων οὕτως,
Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.