ΚΕΦ. Γ.
αὐτῷ ἀντέστην· ὅτι κατεγνωσμένος ἦν. πρὸ τοῦ γὰρ
ἐλθεῖν τινὰς ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτι δὲ ἦλθον, ὑπέστελλε καὶ ἀφώριζεν ἑαυτὸν, Φοβοήσδδυιεννος τοὺς ἐκ περιτόμῆς·
ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἄπαγε· πολλὴν γὰρ εὑρήσομεν καὶ τοῦ Πέτρου καὶ τοῦ Παύλου τὴν σύνεσιν ἐγκεκρυμμένην ἐνταῦθα, πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν.
μετὰ τῶν ἐξ ἐθνῶν πιστευόντων ἀδιαφόρως ἔζων.
Παύλῳ τῆς ἐπιτιμήσεως πρόφασιν. εἰ γὰρ αὐτὸς ὁ ἐν Ἱεροσολύμοις κήρυξας μετὰ περιτομῆς μετέθετο ἐς Ἀντιοχείᾳ, ἔδοξεν ἃν τοῖς ἐξ Ἰουδαίων διὰ τὸν τοῦ Παύλου φόβον τοῦτο ποιεῖν· καὶ κατέγνωσαν ἃν αὐτοῦ πολλὴν τὴν εὐκολίαν οἱ μαθηταί· οὐ μικρὸν δὲ τοῦτο σκάνδαλον ἔμελλε γίνεσθαι· τῷ μέντοι Παύλῳ πάντα
σαφῶς εἰδότι, μεταστὰς; οὐκ ἃν τοσαύτην παρέσχεν ὑπόνοιαν· καὶ γὰρ ᾔδει τὴν γνώμην μεθ’ ἧς ἐγένετο ταῦτα. διὸ καὶ Παῦλος ἐπιπλήττει καὶ Πέτρος ἀνέχεται· ἵνα ἐγκαλουμένου τοῦ διδασκάλου καὶ σιγῶντος, εὐκολώτερον οἱ μαθηταὶ μετάθωνται. εἰ μὲν γὰρ μηδενὸς γενομένου τοιούτου παρῄνεσεν ὁ Παῦλος, οὐδὲν ἃν
εἰργάσατο μέγα· νῦν δὲ ἀφορμὴν λαβὼν ἐπιτιμήσεως σφοδροτέρας, πλείονα τοῖς μαθηταῖς· Πέτρου τὸν φόβον ἐνέθηκε. καὶ γὰρ εἰ μὲν ἀκούων ταῦτα Πέτρος ἀντέλεγε, καλῶς ἄν τις ἐμέμψατο ὡς τῆς οἰκονομίας ἀνατρεπομένης· νυνὶ δὲ ἐκείνου μὲν ἐπιτιμῶντος, τούτου δὲ σιγῶντος, πολὺς τοῖς ἐξ Ἰουδαίων φόβος ἐγίνετο·
διὸ καὶ σφοδρῶς ἐχρήσατο τῷ Πέτρῳ.
ὑπὸ τῶν ἄλλων· εἰ δὲ αὐτὸς κατεγίγνωσκεν, οὐκ ἃν παρῃτήσατο καὶ τοῦτο εἰπεῖν· καὶ τὸ “ κατὰ τὸ πρόσωπον δὲ ἀντέστην,” σχῆμα ἦν· εἰ γὰρ ὄντως ἐμάχοντο, οὐκ ἃν ἐπὶ τῶν μαθητῶν ἀλλήλοις ἐπετίμησαν· σφόδρα γὰρ ἃν αὐτοὺς ἐσκανδάλισαν· νυνὶ δὲ αὐτοῖς λυσιτελοῦσα ἦν ἡ ἐν τῷ φανερῷ μάχη· καὶ ὥσπερ ὁ Παῦλος εἶξεν αὐτοῖς ἐν Ἱεροσολύμοις, οὕτω καὶ οὗτοι ἐν Ἀβτιοχείᾳ.
“ τῶν ἐθνῶν συνήσθιεν. Ὅτε δὲ ἦλθον, ὑπέστελλε, καὶ ἀφώριζεν " ἑαυτὸν, φοβούμενος τοὺς ἐκ περιομῆς.” Οὐ τοῦτο φοβούμενος μὴ κινδυνεύσῃ· ὁ γὰρ ἐν ἀρχῇ τοῦ κηρύγματος ἐν Ἰεροσολύμοις μὴ φοβηθεὶς, πολλῷ μᾶλλον τότε. ἀλλ’ ἵνα μὴ ἀποστῶ- σιν· ἐπεὶ καὶ αὐτὸς λέγει Γαλάταις· " φοβοῦμαι μήπως εἰκῆ
“ κεκοπίακα εἰς ὑμᾶς.” καὶ πάλιν· “ φοβοῦμαι μήπως, ὡς ὁ “ ὄφις Εὕαν ἠπάτησε, φθαρῇ τὰ νοήματα ὑμῶν.” ὁ μὲν γὰρ τοῦ θανάτου φόβος ἀδιάφορος ἦν αὐτοῖς· ὁ δὲ τῆς ἀπωλείας τῶν μαθητῶν, σφόδρα αὐτῶν κατέσεισε τὴν ψυχήν.
καλεῖ τὸ γιγνόμενον καὶ σφόδρα ἐπιπλήττει, ὥστε πρόρρι- ζον αὑτῶν ἀνελεῖν τὴν πρόληψιν· καὶ ἀκούων ταῦτα Πέτρος, συνυποκρίνεται ὡς ἁμαρτάνων, ἵνα ἐν τῇ πρὸς αὐτὸν ἐπιτιμήσει διορθωθῶσιν. εἰ μὲν γὰρ τοῖς ἐξ Ἰουδαίων ὁ Παῦλος ἐπίπληξεν, ἠγανάκτησαν ἂν καὶ διέπτυσαν· οὐ γὰρ πολλὴν περὶ αὐτοῦ δόξαν
εἶχον· νυνὶ δὲ τὸν διδάσκαλον ὁρῶντες ἐπιτιμώμενον . . . . . . οὔτε καταφρονῆσαι, . . . . . . εἰπεῖν τοῖς λεγομένοις εἶχον.
Ἀλλ’ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου.
ταῦτα λέγει· ἀλλ’ οὕτως χαρακτηρίζει τὴν λέξιν, ὡς συμφέρον ἦν ἀκοῦσαι τοὺς διὰ τῆς ἐπιτιμήσεως Πέτρου μέλλοντας βελτίους γενέσθαι.
ἀνύποπτον ποίησαι τὴν ἐπιτίμησιν· εἰ μὲν γὰρ εἶπε κάκως ποιεῖς τὸν νόμον τηρῶν, ἐπετίμησαν ἂν οἱ ἐξ Ἰουδαίων αὐτῷ ὡς θρασυνομένῳ κατὰ τοῦ διδασκάλου· νυνὶ δὲ ὑπὲρ τῶν οἰκείων ἐγκαλῶν αὐτῷ μαθητῶν, τῶν ἐξ ἐθνῶν λέγω, εὐπαράδεκτον ποιεῖται ταύτῃ τὸν λόγον· καὶ οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ πάντων ἀποσῆσαι
τὴν ἐπιτίμησιν, τῷ Ἀποστόλῳ περιστῆσαι πᾶσαν αὐτήν· εἰ γὰρ σὺ, φησὶν, Ἰουδαῖος ὢν, ἐθνικῶς ζῇς καὶ οὐχὶ Ἰουδαι “ κῶς·’’ μονονουχὶ διαρρήδην λέγων, μιμήσασθε τὸν διδάσκαλον· ἰδοὺ γὰρ καὶ αὐτὸς Ἰουδαῖς ὢν, ἐθνικῶς ζῆ ἀλλ’ οὕτω μὲν οὐ λέγει· οὐ γὰρ ἃν ἐδέξαντο τὴν παραίνεσιν· προσχήματι δὲ ἐποτομήσεως
μήσεως τῆς ὑπὲρ τῶν ἐθνῶν, ἐκκαλύπτει τοῦ Πέτρου τὴν γνώμην· καὶ γὰρ αἱ ἐπιπλήξεις, ὅταν μὴ σφόδρα φορτικαὶ ὦσι, τότε μάλιστα δύνανται εὐπαράδεκτοι γίνεσθαι· οὐδὲ γὰρ τῶν ἐξ ἐθνῶν τίς ἠδύνατο ἐγκαλέσαι τῷ Παύλῳ τὸν ὑπὲρ τῶν Ἰουδαίων ποιουμένῳ λόγον· τοῦτο δὲ ὅλον κατώρθωσε σιγήσας καὶ καταδεξάμενος
ὑποκρίσεως δόξαν λαβεῖν ὁ Πέτρος, ἵνα ἀληθοῦς ὑποκρίσεως ἀπαλλάξῃ τοὺς Ἰουδαίους.
πρῶτος, ὁ παρὰ τοῦ Κυρίου τὰ πρόβατα πιστευθεὶς, ἀλλ’ ἕτερός τις εὐτελὴς καὶ ἀπερριμμένος· πόθεν τοῦτο δῆλον φασὶν, 1 ὅτι ἐπήγαγεν ὁ Παῦλος " ὥστε καὶ Βαρνάβας συναπήχθη αὐτῷ τῇ ὑποκρίσει. τῷ γὰρ εἰπεῖν ὥστε καὶ Βαρνάβας, δηλοῦντός ἐστιν, ὅτι πολὺ τοῦτο θαυμασιώτερον ἦν τοῦ Πέτρον ἀπαχθῆναι· ὡς γὰρ μείζονα αὐτὸν τιθεὶς, οὕτως εἶπεν. ἀλλὰ ταῦτα, οὐκ ἔστιν· οὐ γὰρ ἐπειδὴ μείζων ἦν ὁ Βαρνάβας, διὰ τοῦτο ἐπὶ τούτῳ
θαυμάζει μᾶλλον ἣ ἐπὶ τῷ Πέτρῳ, ἀλλ’ ὅτι ἐκεῖνος μὲν εἰς τὴν περιτομὴν ἀπεστάλη· Βαρνάβας δὲ μετὰ Παύλου τοῖς ἔθνεσιν ἐκήρυσσε, καὶ πανταχοῦ τῷ Παύλῳ συνέζευκτο· διὰ τοῦτο τοίνυν θαυμάζει ὅτι καὶ αὐτὸς συναπήχθη, ἐπειδὴ μετ’ αὐτοῦ κηρύττων ἀεὶ, καὶ οὐδὲν Κοῖνον πρὸς Ἰουδαίους ἔχων, ἀλλ’ ἐν τοῖς ἔθνεσι
διδάσκων καὶ αὐτὸς συναπήχθη.
περὶ ἑτέρου λέγων, ὅτι κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὡς μέγα τι τοῦτο ἔθηκε· πάλιν εἰ ἄλλος ἦν Πέτρος, οὐκ ἃν ἡ μετάστασις αὐτοῦ τοσοῦτον ἴσχυεν ὥστε καὶ τοὺς λοιποὺς ἐφελκύσασθαι Ἰουδαίους διὰ τὸ τοῦ προσώπου ἀξίωμα. ὅτι μὲν οὖν Πέτρος ἦν, ἐκ τούτων δῆλον. εἰ δὲ βούλεσθε καὶ τὴν ἑτέραν λύσιν ἐροῦμεν.
μαθητάς. πάλιν εἰ Παῦλος πρὸς αὐτοὺς τοῦτον ἀπέτεινε τὸν λόγον, οὐδ’ ἃν προσέσχον, οὐδ’ ἃν ἠνέσχοντο ἀκροάσεως. οἱ γὰρ καὶ χωρὶς τούτου μισοῦντες αὐτὸν καὶ ἀποστρεφόμενοι διὰ τὴν τοιαύτην φήμην, πολλῷ μᾶλλον εἰ καὶ συμβουλεύοντος ταῦτα ἤκουσαν· τι οὖν γίνεται ; Ἰουδαίοις μὲν οὐδὲν ἐπιτιμᾷ τοῖς ἐξ
Ἰακώβου· δέχεται δὲ τὴν ἐπιτίμησιν ὁ Πέτρος παρὰ τοῦ Παύλου· ἵνα ἐγκαλούμενος παρὰ τοῦ συναποστόλου, δικαίαν σχῇ λοιπὸν παρρησίαν τοῦ καὶ τοῖς μαθηταῖς ἐπιπλῆξαι· καὶ ἐπιτιμᾶται μὲν ὁ Πέτρος, διορθοῦνται δὲ οἱ μαθηταί. διὰ τοῦτο κατὰ πρόσωπον αὐτῷ ἀντέστη· καὶ πάλιν εἶπε, " τῷ Πέτρῳ ἔμπροσθεν πάντων·” ὀ
δὲ Πέτρος ἀνέχεται καὶ σιγᾷ καὶ οὐκ ἀντιλέγει· οἶδε γὰρ τὴν γνώμην μεθ’ ἧς ὁ Παῦλος ἐπετίμα· καὶ τὸ πᾶν ὁ Πέτρος κατώρθωσε σιγήσας· ἡ γὰρ τούτου σιγὴ, διδασκαλία τοῖς Ἰουδαίοις τοῦ μηκέτι τοῖς νομίμοις ἐνέχεσθαι· οὐ γὰρ ἃν ὁ διδάντο, δάσκαλος ἐσίγησέ φησιν, εἰ μὴ συνῄδει δικαίως ἐπιτιμῶντι τῷ
Παύλῳ. ἐλέγχει δὲ αὐτὸν ἀπὸ τῆς προτέρας ἀναστροφῆς, ἵνα μὴ ἐκ τῆς Παύλου γνώμης ἡ παραίνεσις καὶ ἡ συμβολὴ, ἀλλ’ ἐκ τῆς Πέτρου κρίσεως τῆς ἤδη γεγενημένης . . . . . . . . . . . . . . . . . . . . . . . . . . τὴν σύνεσιν Παύλου, ἀλλὰ καὶ ἐκ τῶν ἐξῆς εἰρημένων· οὐ γὰρ εἶπεν, εἰ σὺ Ἰουδαῖος ὣν ἐθνικῶς ἔζης,
ἀλλὰ " ζῇς· ὥστε καὶ νῦν τὴν αὐτὴν γνώμην ἔχεις· καὶ οὐκ εἰπε τί τοὺς Ἰουδαίους ἀναγκάζεις Ἰουδαΐειν ; ἀλλὰ " τι τὰ ἔθνη ἀναγαά- ’’ ζεῖς Ἰουδαΐζειν ;" ἵνα ἐν προσχήματι τῆς τῶν ἐθνῶν κηδεμονίας, πείσῃ τοὺς Ἰουδαίους ἀποστῆναι τῆς παλαιᾶς συνηθείας· οἱ γὰρ συναπαχθέντες οὐχ οἱ ἐξ ἐθνῶν, ἀλλ’ οἱ Ἰουδαῖοι. καὶ ἵνα μάθητε
ὅτι οὐκ ἐπιτίμησις ἦν κατὰ Πέτρου τὰ λεγόμενα, ἀλλὰ παραίνεσις καὶ διδασκαλία τοῖς Ἰουδαίοις ἐν τάξει τῆς ἐπιτιμήσεως τῆς κατὰ Πέτρου, ἄκουσον τῶν ἑξῆς,
πᾶν περιίστησιν, ἀλλὰ κοινοῖ τὸν λόγον.
εἰς παραίνεσιν ἀδεῶς, ὡς τῆς ἀκολουθίας εἰς τοῦτο ἀγούσης αὐτόν. ἵνα γὰρ μή τις ἀκούσας τί τὰ ἔθνη Ἰουδαΐζειν, νομίσῃ ὅτι μόνοις ἐκείνοις οὐκ ἔξεστιν Ἰουδαίζειν, τοῖς Ἰουδαίοις ἐπαφίεται, εἰς αὐτοὺς τοὺς διδασκάλους τὸν λόγον περιίστησι· τι λέγω φησὶν περὶ ἐθνῶν, Ἰουδαίων ἢ τῶν λοιπῶν ; ἡμεῖς οἱ διδάσκαλοι·
ἡμεῖς οἱ Ἀπόστολοι· καὶ οὐ τοῦτο μόνον λέγει τὸ δικαίωμα ὅτι οἱ διδάσκαλοι καὶ οἱ Ἀπόστολοι, ἀλλ’ ὅτι καὶ οἱ ἐκ προγόνων Ἰουδαῖοι καθάπαξ ἀπέστημεν τοῦ νόμου· ποίαν οὖν ἔχοιμεν ἀπολογίαν ἑτέρους εἰς τοῦτο ἕλκοντες ;
οὐ γὰρ ὡς πονηρὸν, ἀλλ’ ὡς ἀσθενῆ, φησὶν, αὐτὸν εἰάσαμεν· εἰ τοίνυν οὐ παρέχει δικαιοσύνην ὁ νόμος, περιττὸν τὸ τῆς περιτομῆς· ἀλλὰ νῦν μὲν οὕτως· προιὼν δὲ δείκνυσιν ὅτι οὐ μόνον περιττὸν, ἀλλὰ καὶ ἐπικίνδυνον· ὅπερ καὶ μάλιστα παρατηρητεόν· πῶς παρὰ μὲν τὴν ἀρχὴν φησὶν “ οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου.”
προβαίνων δὲ καὶ φορτικώτερον φθέγγεται.
ἐξ ἐντολῶν· ἡ γὰρ ἐντολὴ δικαιοῖ ἀκουομένη· τὸ δὲ ἔργον ἦν τὸ δυσκατόρθωτον.
δικαιῶσαι, ἀνάγκη πάλιν λοιπὸν τοῦ νόμου ἔχεσθαι. ὅτι τὸν νόμον ἀφέντες διὰ τὸν Χριστὸν καὶ οὐ δικαιούμενοι ἐκ τῆς ἀφέσεως· ἀλλὰ καὶ κατακρινόμενοι, τῆς . . . . . . . . . . . τὸ αἴτιον γιγνόμενον . . . . . . . . . . . . . φεντες πρὸς τὴν πίστιν ηὐτομολήσαμεν, ὁρᾷς τι κατασκευάζουσιν οἱ Ἰουδαίζοντες ; τὸν
Χριστὸν τὸν τῆς δικαιοσύνης ἡμῖν αἴτιον, τοῦτον καὶ ἁμαρτίας ἡμῖν ἀποφαίνουσιν αἴτιον· καθὼς καὶ Παῦλός φησι· " ἄρα Χρι- " στὸς ἁμαρτίας διάκονος;" εἶτα εἰς ἄτοπον τὸν λόγον ἀπαγαγὼν, οὐκ ἐδεήθη λοιπὸν κατασκευῆς πρὸς τὴν ἀνατροπὴν, ἀλλ’ ἠρκέσθη τῇ ἀπαγορεύσει μόνον, εἰπὼν " μὴ γένοιτο·’ πρὸς γὰρ τὰ λίαν ἀναίσχυντα καὶ ἀναιδῆ, οὐδὲ κατασκευαστικῶν δεῖ λόγων· ἀλλ’ ἄρκει καὶ ἀπαγορεῦσαι μόνον·
ἐμαυτὸν συνίστημι.
ἐκ τῆς πίστεως σωτηρίαν. ἃν τοίνυν φιλονεικήσωμεν στῆσαι αὐτὸ τοῦτο, παραβάται γινόμεθα, τὰ παρὰ τοῦ Θεοῦ λυθέντα φιλονεικοῦντες τηρεῖν.
πέπαυται. κἂν μὴ τηρῇ νόμον, οὐ παρανομεῖ· ὁ δὲ πότε μὲν ἐσθίων τὰ ἀπηγορευμένα ὑπὸ τοῦ νόμου· πάλιν δὲ μὴ ἐσθίων, τῷ ἐκ δευτέρου μὴ ἐσθίειν, μηνύει ὅτι ἰσχύει ὁ νόμος καὶ μένει εἰς ὃν ἀνατρέχει· οὐκ οὖν ἐπειδὴ μένει ὁ νόμος, αὐτὸς δὲ παρὰ τὰ νόμιμα ἔφαγε, καλῶς ἀκούεις ταῦτα.
ἀπέθανε· τουτέστιν αὐτός με ὁ νόμος ἐνήγαγεν εἰς τὸ μηκέτι προσέχειν αὐτῷ· εἰ τοίνυν μέλλοιμι αὐτῷ προσέχειν, καὶ αὐτὸν παραβαίνω· καὶ τινὶ τρόπῳ Μωϋσῆς φησι, " προφήτην ὑμῖν ἀνα " στήσει κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, αὐτοῦ “ ἀκούσεσθε” περὶ τοῦ Χριστοῦ λέγων· ὥστε οἱ μὴ τούτῳ πειθόμενοι παραβαίνουσι τὸν νόμον.
αὐτῷ τετελευτήκαμεν· οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. καὶ ὄρα πὼς καὶ ἐνταῦθα μεμετρημένως ποιεῖται τὴν πρὸς αὐτὸν μάχην· οὐ γὰρ εἶπε, νόμος μοι ἀπέθανεν, ἀλλ’ ἐγὼ τῷ νόμῳ ἀπέθανον ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. ὥσπερ τὸν νεκρὸν καὶ τεθνεῶτα οὐκ ἔστιν ὑπάγειν ταῖς ἐντολαῖς τοῦ νόμου, οὕτως καὶ ἐμὲ τὸν ἐκ τῆς
ἀρᾶς τῆς ἐκείνου τελευτήσαντα, τῷ γὰρ λόγῳ τῷ ἐκείνου ἀπέθανον· νον· μὴ τοίνυν ἐπιταττέτω τῷ τεθνεῶτι, ὃν καὶ αὐτὸς ἀνεῖλε· καὶ θάνατον οὐ τὸν σωματικὸν μόνον, ἀλλὰ καὶ τὸν ψυχικόν· δι’ οὗ καὶ τὸν σωματικὸν ἐπήγαγεν· ὅτι γὰρ τοῦτο λέγει, διὰ τῶν ἑξῆς ἐδήλωσεν.
ἐζωοποίησε, καὶ διὰ θανάτου τὴν ζωὴν ἐχαρίσατο· ζωὴν δὲ λέγει νῦν τὴν ἀθάνατον. τοῦτο γάρ ἐστιν " ἵνα Θέῳ ζήσω, Χριστῷ συνε- “ σταύρωμαι.” καὶ πῶς ὁ ζῶν καὶ ἐμπνέωνσυνεσσταυρώηθης ; φησὶν, ὅτι μὲν γὰρ ὁ Χριστὸς ἐσταυρώθη, δῆλον· σὺ δὲ πῶς ἐσταύρωσαι καὶ ζῇς ;
οὐ βούλεται· ὥσπερ γὰρ θάνατον λέγει οὐ τοῦτον τὸν κοινὸν, ἀλλὰ τὸν ἐκ τῶν ἁμαρτίων, οὕτω καὶ ζωὴν τὴν ἐκείνων ἀπαλλαγήν. Θέῳ γὰρ οὐκ ἔστιν ἄλλως ζῇν, ἀλλ’ ἢ νεκρωθέντα τῇ ἁμαρτίᾳ. ὥσπερ οὖν ὁ Χριστὸς τὸν σωματικὸν ὑπέστη θάνατον, οὕτως ἐγὼ τὸν κατὰ τῆς ἁμαρτίας. " Νεκρώσατε γὰρ τὰ μέλη ὑμῶν τὰ " ἐπὶ τῆς γῆς, ἅτινά ἐστι μοιχεία, πορνεία, ἀκαθαρσία.” καὶ πάλιν λέγει, " ἄρα ὁ παλαιὸς ἡμῶν ἄνθρωπος ἐσταυρώθη, ὅπερ ἐν τῷ λουτρῷ γέγονε. μετὰ δὲ ταῦτα· ἐὰν μὲν ἦς νεκρὸς τῇ ἁμαρτίᾳ, ζῇς τῷ Θέῳ· ἐὰν δὲ πάλιν αὐτὴν ἀναστήσῃς, ἐλυμήνω τὴν
τοιαύτην ζωήν· ἀλλ’ οὐχ ὁ Παῦλος τοιοῦτος· διέμενε δὲ διόλου νεκρός. εἰ τοίνυν ἐν τῷ Θέῳ ζῶ, φησὶν, ἑτέραν παρὰ τὴν ἐν τῷ νόμῳ ζωὴν, καὶ νεκρὸς ἐγενόμην τῷ νόμῳ, οὐδὲν τοῦ νόμου φυλάττειν δύναμαι· καὶ οὐκ εἶπε ζῶ ἐγώ· ἀλλὰ " ζῇ ἐν ἐμοὶ Χριστός·” τίς ταύτην τολμήσει ῥῆξαι τὴν φωνήν ;
ἃ βούλεται τὴν ψυχὴν ἄγουσα, οὕτως ἂν ἐκείνης νεκρωθείσης, τὰ Χριστῷ δοκοῦντα γίνεται, οὐδὲ ἀνθρωπίνη λοιπὸν ἔστιν ἡ τοιαύτη ζῴη, αὐτοῦ ζῶντος ἐν ἡμῖν, Τουτέστιν, ἐνεργοῦντος, κρατοῦντος.
τήρησον, περιτομήν· ἡ χάρις οὐ βούλεταί σε διὰ τούτων εὐδοκιμεῖν ἐνεκρώθ . . . . . . . τούτοις τὴν χρείαν ἔχω νόμου· ζῶ . . . .... ἐγὼ, ζῇ δὲ ἐμοὶ ὁ Χριστός ὃ ἐγὼ ἔζων ἐμαυτῷ, ὑπὸ νόμον ἤμην· ἐπειδὴ δὲ Χριστὸς ζῇ ἐν ἐμοὶ, ὁ μηκέτι ὑπὸ νόμον ἀλλ’ ἐν οὐρανοῖς, ἐκ δεξιῶν τοῦ Πατρὸς, οὐκ ἀθετῶ τὸν ἐν ἐμοὶ ζῶντα.
ἔχων, ἐν ᾗ κατὰ νόμον πολιτεύεσθαι ἡμᾶς ἀνάγκη.
νόμῳ, ὑπὲρ νόμον ὣν ὡς Υὶός· ἐγὼ δὲ διὰ τὸν ζῶντα ἐν ἐμοὶ, ὥσπερ οἱ δεχόμενοι τὰς αὐγὰς τὰς ἡλιακὰς φωτεινοὶ καὶ διειδεῖς, υἱός ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υίοὖ τοῦ Θεοῦ· τὰ μὲν εἰρημένα μοί φησιν, περὶ τῆς νοερᾶς ζωῆς. εἰ δὲ τίς καὶ ταύτην ἐξετάζοι τὴν αἰσθητὴν, καὶ αὕτη διὰ τὴν εἰς
Χριστόν μου πίστιν γέγονεν. ὅσον γὰρ εἰς τὴν παλαιὰν πολιτείαν καὶ τὸν νόμον, ἐσχάτης κολάσεως ἄξιος ἤμην, καὶ πάλαι ἂν ἀπολώλειν· λειν· " πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ e.” καὶ ὑπὸ τὴν ἀπόφασιν ἡμᾶς κειμένους, καὶ γὰρ οἱ πάντες ἀπέθανον εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ ἀποφάσει, κα.̓ τὴν πληγὴν
ἐκδεχομένους. ἐπειδὴ καὶ ὁ νόμος κατηγόρησε καὶ ὁ Θεὸς ἀπεφήνατο, ἐλθὼν ὁ Χριστὸς καὶ εἰς θάνατον ἑαυτὸν ἐκδοὺς, πάντας ἡμᾶς ἐξήρπασε τοῦ θανάτου· ὥστε " ὃ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ’ ζῶ,’ τουτέστι, διὰ τὴν εἰς αὐτὸν πίστιν ζῶ. ἐπεὶ, εἰ μὴ τοῦτο ἦν, οὐδὲν ἐκώλυε πάντας ἀφανισθῆναι· ὃ καὶ ἐπὶ τοῦ κατακλυσμοῦ
γέγονεν· ἀλλ’ ἡ τοῦ Χριστοῦ παρουσία, στήσασα τοῦ Θεοῦ τὴν ὀργὴν, διὰ τῆς πίστεως ζῆν ἡμᾶς ἐποίησεν· ὅτι γὰρ τοῦτο φησὶν, ἄκουσον τῶν ἑξῆς· εἰπὼν γὰρ ὅτι " ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζὼ, ἐπήγαγε.
ἑαυτὸν ὑπὲρ ἐμοῦ.
δείκνυσιν ὅτε ἕκαστος ἡμῶν τοσαύτην ὀφείλει τῷ Θέῳ χάριν, ὅσην ἃν εἰ καὶ δι’ αὐτὸν μόνον ἦλθεν· οὐ γὰρ ἃν παρῃτήσατο καὶ ὑπὲρ ἑνὸς τοσαύτην οἰκονομίαν ἐπιδείξασθαι· οὕτως ἕκαστον ἄνθρωπον τοσούτῳ μέτρῳ ἀγάπης φιλεῖ, ὅσῳ τὴν οἰκουμένην ἅπασαν.
πάντας f ἀπολῦσαι· οἱ δὲ τῇ εὐεργεσίᾳ χρησάμενοι οἱ πιστεύσαντες εἰσὶ μόνοι· ἀλλ’ ὅμως οὐκ ἐπέστησεν αὐτὸν τῆς τοιαύτης οἰκονομίας τὸ μὴ πάντας προσελθεῖν· εἶτα αὐτὸς μὲν οὕτω σε ἠγάπησεν, ὡς καὶ ἑαυτὸν παραδοῦναι, καὶ οὐκ ἔχοντα σωτηρίας ἐλπίδα εἰς τοσαύτην καὶ τοιαύτην ζωὴν ἀναγαγεῖν· σὺ δὲ μετὰ
τοσαῦτα ἀγαθὰ πρὸς τὰ παλαιὰ παλινδρομεῖς ;
περιττῶς λέγοιεν γεγενῆσθαι· τοῦτο γὰρ ἀφ’ ὧν ἐποίουν συνίστατο, καὶ ὕβρει κατ’ αὐτῶν κέχρηται σφοδροτάτῃ οὕτω λέγων,
Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.