ΚΕΦ. Β.
μετὰ Βαρνάβα συμπαραλαβὼν καὶ Τίτον· ἀνέβην δὲ κατὰ ἀποκάλυψιν.
τοῖς ἔθνεσι· κατ’ ἰδίαν δὲ τοῖς δοκοῦσι, μήπως εἰς κενὸν τρέχω ἢ ἔδραμον.
καὶ διαστασιάζειν αὐτοὺς ᾤοντο, διὰ τὸ τὸν μὲν ἄνευ περιτομῆς κηρύττειν, ἐκείνους δὲ ταύτην συγχωρεῖν, καὶ παράνομα πράττειν αὐτὸν ᾤοντο καὶ εἰς κενὸν τρέχειν, ἀνῆλθον, φησὶ, καὶ ἐκοινωσάμην αὐτοῖς τὸ Εὐαγγέλιον· οὐχ ἵνα αὐτός τι μάθω, ὃ καὶ προιὼν σαφέστερον λέγει, ἀλλ’ ἵνα διδάξω αὐτοὺς ταῦτα ὑποπτεύοντας,
ὅτι οὐκ εἰς κενὸν τρέχω· τὸ γὰρ Πνεῦμα τὴν τοιαύτην προορώμενον φιλονεικίαν, παρεσκεύασεν αὐτὸν ἀνελθεῖν.
“ δοκοῦσιν.’’ Ἐπειδὴ γὰρ ἐν τοῖς Ἱεροσολύμοις πάντες ἐσκανδαλίζοντο, εἴτις παραβαίη τὸν νόμον, εἴτις κωλύσειε χρήσασθαι τῇ περιτομῇ, διὸ καὶ ἔλεγε, “ θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες “ εἰσὶ τῶν Ἰουδαίων τῶν πεπιστευκότων;” πεπιστευκότων ;” ;” καὶ κατηχημένοι περί σου, ὅτι ἀποστασίαν περὶ τοῦ νόμου τοῦ διδάσκεις· ἐπεὶ οὖν ἐσκανδαλίζοντο, παρρησίᾳ μὲν παρελθεῖν καὶ τὸ κήρυγμα ἀποκαλύψαι τὸ ἑαυτοῦ οὐκ ἠνείχετο· κατ’
ἰδίαν δὲ τοῖς δοκοῦσιν ἀνέθετο ἐπὶ Βαρνάβα καὶ Τίτου· ἵν᾿ οὗτοι μάρτυρες ἀξιόπιστοι γένωνται πρὸς τοὺς ἐγκαλοῦντας, ὅτι οὐδὲ τοῖς Ἀποστόλοις ἔδοξεν ἐναντία ταῦτα εἶναι· ὅταν δὲ λέγῃ “ τοῖς “ δοκοῦσιν,’’ οὐκ ἀναιρῶν τὸ εἶναι αὐτοὺς μεγάλους τοῦτο λέγει, ἐπεὶ καὶ περὶ ἑαυτοῦ φησὶ, “δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν”
ὅπερ ἐστι μετριάζοντος, οὐκ ἀναιροῦντος τὸ ἔχειν· οὕτω καὶ ἐνταῦθα “ τοῖς δοκοῦσι’’ φησί· μετὰ τῆς ἑαυτοῦ, καὶ τὴν κοινὴν πάντων λέγων ψῆφον.
ἀπόδειξις ἦν μεστὴ τοῦ μὴ καταγινώσκειν τῶν ὑπὸ τοῦ Παύλου λεγομένων ἢ πραττομένων· καὶ τὸ πολλῷ τούτων μεῖζον, ὅτι οὐδὲ ἐπικειμένων τῶν ἐναντιουμένων καὶ ταῦτα εἰδότων, ἠναγκάσθησαν οἱ Ἀπόστολοι τοῦτο κελεῦσαι.
τὸν δὲ βουλόμενον μὴ κωλύων, οὐχ ὡς δέον γενέσθαι συγχωρεῖ, ἀλλ’ οἰκονομίαν τινὰ πληρῶν. οἱ ψευάδελφοι τοίνυν οὐχ ὡς ποιοῦντες, ἀλλ’ ὡς τῆς χάριτος ἐκβαλεῖν καὶ πάλιν ὑπὸ τὸν τῆς δουλείας ζυγὸν ἀγαγεῖν βουλόμενοι· πρώτη μὲν οὖν αὕτη ἡ διαφορὰ, πολὺ τὸ μέσον ἔχουσα· δευτέρα δὲ, ὅτι οἱ μὲν Ἀπόστολοι ἐν Ἰουδαίᾳ τοῦτο ἐποίουν, ἔνθα καὶ ὁ νόμος ἐκράτει· οἱ δὲ ψευδάδελφοι πανταχοῦ.
ὅτι οὐδὲ Τίτος Ἕλλην ὣν ἠναγκάσθη περιτμηθῆναι διὰ τοὺς παρεισάκτους ψευδαδέλφους, τουτέστι τοὺς βουλομένους τηρεῖν τον νόμον.
τὴν παλαιὰν εἰσαγαγεῖν βουλόμενοι· διὸ παρετήρουν περισκοποῦντες ἀκριβῶς τίνες ἀκρόβυστοι· οὐ τῷ τῶν κατασκόπων δὲ ὀνόματι μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς λαθραίας εἰσόδου καὶ παρεισδύσεως τὴν ἐπιβουλὴν αὐτῶν ἐνεδείξατο.
αὐτῷ τὰ παρὰ τῶν Ἀποστόλων, καὶ εἰκὸς ἦν τινὰς λέγειν, πῶς οὑν ἐκεῖνοι ταῦτα προστάττουσιν ; ὅρα πῶς λύει σαφῶς τὴν ἀντίθεσιν· οὐ γὰρ λέγει τὴν οὖσαν αἰτίαν ὅτι ἕνεκεν οἰκονομίας τοῦτο ἐποίουν οἱ Ἀπόστολοι· ἢ γὰρ ἃν ἐβλάβησαν οἱ ἀκούοντες.
Ἰουδαίοις διδάσκαλον, περιτεμὼν αὐτὸν πρότερον, οὕτως ἔπεμψεν· ἐποίησε δὲ τοῦτο, ἵνα εὐπαράδεκτος γένηται τοῖς ἀκροαταῖς, καὶ εἰσελθὼν μετὰ περιτομῆς, καταλύσῃ περιτομήν· ἀλλὰ τὴν αἰτίαν αὐτὸς μὲν ἠπίστατο, καὶ Τιμόθεος τοῖς . . . . . . . . . , . . . . ἵνα λύσῃ περιτομὴν, οὐδ’ ἃν τὴν ἀρχὴν ἤκουσαν
αὐτοῦ δημηγοροῦντος· νῦν δὲ ἡ ἄγνοια τὰ μέγιστα αὐτοὺς ὠφέλησε· νομίζοντες γὰρ αὐτὸν ὡς νόμου φύλακα τοῦτο ποιεῖν, προσηνῶς αὐτὸν ἐδείξαντο καὶ τὴν ἐκείνου διδασκαλίαν· δεξάμενοι δὲ κατὰ μικρὸν καὶ παιδευθέντες, ἀπέστησαν τῶν παλαιῶν· διὰ τοῦτο καὶ ἐνταῦθα οὐ λέγει τῆς οἰκονομίας τὴν πρόφασιν, ἀλλ’
ἑτέρως μεθοδεύει τὸν λόγον, οὕτω λέγων,
ἀλλὰ καὶ σφόδρα βαρεῖ τοὺς ὑγίους, ἵνα ὠφελήσῃ τοὺς ἀσθενοῦντας· ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ καὶ ἐπιτρέπουσιν ἐκεῖνοι περιτέμνεσθαι, τὸν λόγον αὐτοὶ τῷ Θεῷ δώσουσιν· οὐδὲ γὰρ ἐπειδὴ μεγάλοι εἰσι, καὶ ἔξαρχοι, ὁ Θεὸς αὐτῶν πρόσωπον λὴψεται· ἀλλ’ οὕτω μὲν σαφῶς οὐκ εἶπε, πεφεισμένως δέ· καὶ οὐκ εἶπεν
ὁποῖοί ποτε” εἰσὶν, ἀλλ’ “ ἠσαν·” δεικνὺς, ὅτι καὶ αὐτοὶ λοιποὶ ἤσαν πεπαυμένοι του οὐτῶ κηρύττειν, ἄτε του κηρύγματος πανταχοῦ διαλάμψαντος· τὸ δὲ “ ὁποῖοι ποτε ἦσαν,’’ εἰ οὕτω, φησὶν, ἐκήρυττον, αὐτοὶ τὸν λόγον δώσουσιν· οὐ γὰρ ἀνθρώποις, ἀλλὰ Θεῷ μέλλουσιν ἀπολογεῖσθαι· ταῦτα λέγει, οὐκ ὡς ἀμφιβάλλων,
οὐδ’ ὡς ἀγνοῶν τὰ ἐκείνων· ἀλλ’ ὅπερ ἔφθην εἰπὼν, οὕτω συμφέρειν νομίζων, μεθοδεύει τὸν λόγον· εἶτα ἵνα μὴ δόξῃ ὡς τὴν ἐναντιαν ἔχων τάξιν κατηγορεῖν ἀυτῶν, καὶ ἄπο τούτου κατασκευάσῃ μάχης ὑπόθεσιν, ἐπήγαγεν εὐθέως τὴν διόρθωσιν εἰπὼν,
πλέον τι προσέθηκαν ὧν ᾔδειν· καὶ ταῦτα εἰδότες ὅτι διὰ τοῦτο παρεγενόμην, ὥστε αὐτοῖς κοινώσασθαι· καὶ κατὰ ἀποκάλυψιν Πνεύματος παρεγενόμην· καίτοι τὸν ἀκρόβυστον εἶχον μετ’ ἐμαυτοῦ· οὔτε οὖν ἐμοὶ τι πλέον ὧν ᾔδειν προσέθηκαν, οὔτε ἐκεῖνον περιέτεμον· ἀλλὰ τοὐναντίον. τινὲσς c μὲν φασὶ τοῦτο αὐτὸν λέγειν,
ὅτι οὐ μόνον αὐτὸν οὐκ ἐδίδαξαν, ἀλλὰ καὶ ἐδιδάχθησαν παρ’ αὐτόν· ἐγὼ δὲ, οὐκ ἂν εἴποιμι τοῦτο· τι γὰρ ἔμελλον παρ’ αὐτοῦ μανθάνειν· καὶ γὰρ ἕκαστος αὐτῶν ἀπηρτισμένος ἦν· εἶτα ἐπειδὴ εἰκὸς ἢν ἀντειπεῖν τινὰς, ὅτι εἰ ἐπῄνεσαν πῶς τὴν περιτομὴν, οὐκ ἀνεῖλον· εἰ γὰρ ἐπῄνεσαν, ἐχρῆν ἀνελεῖν, εἰπεῖν μὲν ὅτι ἀνεῖλον,
λίαν ἀναίσχυντον εἶναι ἐνόμιζε, καὶ πρὸς τὰ ὡμολογημένα φανερὰν μάχην εἰσάγειν· πάλιν ὁμολογοῦντα τὴν τῆς περιτομῆς σνγχώρησιν, εἰς ἑτέραν ἀντίθεσιν ἐμπεσεῖν ἀνάγκην οὖσαν ἑώρα· εἰ γὰρ ἐπῄνεσαν τὸ κήρυγμα τὸ σὸν φησὶ, καὶ αὐτοὶ πάλιν ἐπέτρεπον μὲν περιτομὴν, ἑαυτοῖς δὲ ἐμάχοντο· τίς οὖν ἡ τούτου λύσις ; ὅτι
συγκαταβάσεως Ἰουδαϊκῆς ἕνεκεν ταῦτα ἐποίουν· ἀλλὰ τοῦτο εἰπὼν, ὅλον τῆς οἰκονομίας τὸν θεμέλιον διεσάλευσεν ἄν· δι’ ἃ, τοῦτο μὲν οὐ λέγει· ἀφίησι δὲ αὐτὸ ἐν ἀπορίᾳ καὶ μετέωρον· ἐπάγει δὲ,
τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας.
ἐνήργησε κἀμοὶ εἰς τὰ ἔθνη.
μόνον, ἀλλ’ ἐπὶ τὸν Χριστὸν ἀνάγει τὸν λόγον, καὶ τὴν ὑπ’ ἐκεί- νου δοθεῖσαν χάριν αὐτῷ· καὶ μάρτυρας τούτων, τοὺς Ἀποστόλους καλεῖ, καὶ φησὶ,
ἑαυτὸν ἔδει, Πέτρου μέμνηται μόνου· ὅπου δὲ μαρτυρίαν καλέσαι, τῶν τριῶν ὁμοῦ, καὶ μετ’ ἐγκωμίου· " Κηφᾶς’’ λέγων “ καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι·” πάλιν οὐ τὸ εἶναι ἀναιρῶν τοὺς δοκοῦντας φησὶν, ἀλλὰ καὶ τὴν τῶν ἄλλων παραλαμβάνων γνώμην, καὶ λέγων· ὅτι οἱ μεγάλοι καὶ
ἐξαίρετοι καὶ οὓς πάντες πανταχοῦ περιφέρουσιν, οὗτοι μόνοι μάρτυρες εἰσὶ τῶν λεγομένων· ὅτι καὶ τῷ Χριστῷ ταῦτα δοκεῖ, καὶ διὰ τῶν πραγμάτων ταῦτα ἔμαθον· διὸ καὶ δεξιὰς ἔδωκαν ἐμοὶ καὶ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ τῷ Βαρνάβᾳ.
Ἰουδαίοις, ἐγὼ παρ’ ἐμαυτοῦ συνεισήνεγκα ἐκείνοις. εἰ δὲ πόλεμος ἦν καὶ μάχη, οὐκ ἃν τοῦτο κατεδέξαντο ἐκεῖνοι. τίνες δέ εἰσιν οὗτοι οἱ πτωχοί ; πολλοὶ τῶν Ἰουδαίων πιστεύσαντες ἐν Παλαιστίνῃ, τὰ ὄντα ἀφῃρέθησαν ἅπαντα καὶ πανταχόθεν ἧλαύνοντο· νοντο· καὶ τοῦτο δηλοῖ, ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ λέγων·
“ καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσ“εδέασθε·” μέμνηται δὲ καὶ αὐτῶν, καὶ ἐν τῇ πρὸς Θεσσαλονικεῖς Ἐπιστολῇ, διὰ πάντων δεικνὺς, ὅτι οὐχ οὕτως οἱ ἐξ Ἑλλήνων πιστεύσαντες ὑπὸ τῶν μενόντων Ἑλλήνων ἐπολεμοῦντο, ὡς οἱ ἀπὸ Ἰουδαίων πιστεύσαντες, ὑπὸ τῶν ὁμοφύλων ἠλαύνοντο· τραχύτερον
γὰρ πάντων τοῦτο τὸ ἔθνος. διὰ ταῦτα πολλὴν ποιεῖται σπουδὴν, ὥστε πάσης αὐτοὺς ἀπολαύειν ἐπιμελείας· καὶ διὰ πάντων δείξας τὴν πρὸς αὐτοὺς ὁμόνοιαν καὶ συμφωνίαν, ἀναγκάζεται λοιπὸν καὶ τῆς πρὸς Πέτρον γενομένης αὐτῷ ἐν Ἀντιοχείᾳ διαλέξεως μνμσθῆιῆςανι· καὶ φησὶν οὕτως,
Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.