ΚΕΦ. Α.
λισθὲν ὑπ’ ἐμοῦ, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου αὐτὸ παρέλαβον, οὐδὲ ἐδίδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ.
γέγονε μαθητής· οὐκ ἀνθρώπου μεσιτεύσαντος, ἀλλ’ αὐτοῦ δι’ ἑαυτοῦ καταξιώσαντος ἀποκαλύψαι τὴν γνῶσιν αὐτῷ πᾶσαν· καὶ ποῖα τοῖς ἀπίστοις ἀπόδειξις γένοιτ’ ἃν, τοῦ τὸν Θεὸν ἀποκαλύψαι σοι δι’ ἑαυτοῦ καὶ μὴ δι’ . . . . . . ἀπόρρητα ἐκεῖνα μυστήρια ; ἡ προτέρα ἀναστροφὴ φησί· οὐ γὰρ ἃν εἰ μὴ Θεὸς ἦν ὁ ἐκκαλύπτων,
λύπτων, οὕτως ἀθρόαν ἔσχον μεταβολήν· οἱ μὲν γὰρ ὑπὸ ἀνθρώπων διδασκόμενοι, ὅταν σφοδροὶ καὶ διακαεῖς ὦσιν ἐν τοῖς ἐναντίοις, χρόνου δέονται καὶ πολλῆς τῆς μηχανῆς πρὸς τὸ πεισθῆναι· ὁ δὲ οὕτως ἀθρόον μεταστὰς, καὶ ἐν αὐτῇ τῇ τῆς μανίας ἀκμῇ καθαρῶς σωφρονήσας, εὔδηλον ὅτι θείας τυχὼν ὄψεως καὶ διδασκαλίας,
ἀθρόον πρὸς τὴν καθαρὰν ἐπανῆλθεν ὑγίειαν. διὰ τοῦτο ἀναγκάζεται περὶ τῆς προτέρας αὐτοῦ διηγήσασθαι σπουδῆς, καὶ μάρτυρας αὐτοὺς καλεῖ τῶν γενομένων· ὅτι μὲν γὰρ κατηξίωσεν ὁ τοῦ Θεοῦ μονογενὴς Υἱὸς δι’ ἑαυτοῦ με καλέσαι ἐκ τῶν οὐρανῶν, ὑμεῖς οὐκ ἴστε· πῶς γὰρ οἱ μὴ παρόντες ; ὅτι δὲ διώκτης ἤμην σφοδρὸς, ἴστε· καὶ γὰρ μέχρις ὑμῶν ἡ σφοδρότης ἡ ἐμὴ διεδόθη· καίτοι πολὺ τὸ διάστημα Παλαιστίνων καὶ Γαλατῶν· ὥστε οὐκ ἃν
τοσοῦτον διέβη ἡ φήμη, εἰ μὴ πολλὴ ἡ τῶν γινομένων ὑπερβολὴ ἦν, καὶ πᾶσιν ἀφόρητος. διὸ καὶ φησί.
οὐκ ἔστι κατὰ ἄνθρωπον, ὡς φασὶν, ὅτι παρὰ Πέτρου παρέλαβον· πῶς οὐκ ἔστι κατὰ ἄνθρωπον ; “ οὐδὲ γὰρ ἐγὼ παρέλαβον αὐτὸ, “ οὐδὲ ἐδιδάχθην·’’ χρήσιμον τὸ “ παρέλαβον,’’ καὶ καλὸν τὸ “ ἐδιδάχθην·’’ ταῦτα γὰρ τοῖς ἀνθρώποις συνῆπτον· ἡ γὰρ χάρις ἀθρόως λαμπρύνει, οἱ δὲ ἄνθρωποι ἠρέμα παραδιδόασι καὶ διδάσκουσι·
δάσκουσι· ἀναγκαῖα δὲ καὶ ἡ τῶν ἀδελφῶν προσηγορία· ἐπειδὴ γὰρ ἐπιβουλεύειν ὑπωπτεύετο· ἄλλα μὲν εἰπὼν, ἄλλα δὲ ἔχων, διὰ τῆς προσηγορίας τῶν ἀδελφῶν, ἐξωθεῖται τὴν ὑπόνοιαν.
ἐντεῦθεν δὲ ὁ καρπός· “περισσοτέρως ζηλωτὴς ὑπάρχων,’’ ἵνα διὰ τῆς ὑπερβολῆς ὅσον ἀντέκειτο τῇ Ἐκκλησίᾳ παραστήσῃ. “ πα “ τρικῶν’’ δὲ “ παραδόσεων’’ εἶπε, καὶ οὐ νομίμων· τὰ γὰρ παρὰ Φαρισαίων προτεθέντα λέγει, καὶ ἐν τούτοις ἑαυτὸν ζηλωτὴν ὑπάρχειν.
ζῆλος ἐπὶ τοῦτό με ἤγαγε, πολλῷ, μᾶλλον εἰ b τὴν ἀλήθειαν ἐπέγνων, πάσης ἀπηλλάχθαι τοιαύτης δίκαιος ἃν εἴην ὑπονοίας· ὁμοῦ τε γὰρ μετέστην πρὸς τὰ τῆς ἐκκλησίας δόγματα, καὶ πᾶσαν ἀπεδυσάμην πρόληψιν Ἰουδαϊκὴν, πολλῷ πλείονα ζῆλον ἐνταῦθα ἐπιδειξάμενος· ὅπερ σημεῖον ἐστὶ, φησὶ, τοῦ μετὰ άληθείας
μεταστῆναι· ἐπεὶ εἰ μὴ τοῦτο ἦν, τί ἕτερον, ἐστι μοι, τὸ παρασκευάζον γενέσθαι τοσαύτην μεταβολὴν καὶ ὕβριν τιμῆς, καὶ 1 κινδύνους ἀνέσεως· καὶ ταλαιπωρίαν ἀδείας ἀλλάξασθαι ; οὐκ ἐστιν οὐδὲν, ἀλλ’ ὁ τῆς ἀληθείας ἔρως.
ἐν τοῖς ἔθνεσεν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι.
κληθῆναι πρὸς τὴν διακονίαν ταύτην, ἐκλήθη δὲ τότε, καὶ ἅμα κληθεὶς . . . . . . . . δηλονότι Θεὸς δι’ ἀπόρρητόν τινα αἰτίαν ἀνεβάλλετο τέως· κέκληκε δὲ αὐτὸν ὁ Θεὸς διὰ τὴν ἀρετὴν αὐτοῦ· “ σκεῦος γὰρ ἐκλογῆς μοι ἐστὶ’’ πρὸς τὸν Ἀνανίαν ἔλεγε, “ τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων·’’
τουτέστιν, ἱκανὸς διακονῆσαι καὶ ἔργον ἐπιδεῖξαι μέγα· καὶ ταύτην αἰτίαν τῆς κλήσεως τίθησιν· αὐτὸς δὲ πανταχοῦ, τῆς χάριτος εἶναι φησὶ τὸ πᾶν, καὶ τῆς φιλανθρωπίας αὐτοῦ τῆς ἀφάτου, οὕτω λέγων· “ ἀλλ’ ἠλεήθην, οὐχ ὅτι ἱκανὸς ἤμην, οὐδ’ “ ὅτι ἐπιτήδειος, ἀλλ’ ἵνα ἐν ἐμοὶ ἐνδείξηται τὴν πᾶσαν μακροθυ“ μίαν,
“ μίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς “ ζωὴν αἰώνιον·” εἶδες ταπεινοφροσύνης ὑπερβολὴν, διὰ τοῦτο γάρ φησιν ἠλεήθην, ἵνα μηδεὶς ἀπογνῷ, ὡς τοῦ πάντων ἀνθρώπων κακίστου, φιλανθρωπίας ἀπολελαυκότος.
“ τὸν Υἰὸν αὐτοῦ ἐμοὶ, ἀλλ’ ἐν ἐμοί ; δεικνὺς ὅτι οὐ διὰ ῥημάτων μόνον ἤκουσε τὰ περὶ τῆς πίστεως, ἀλλὰ καὶ πολλοῦ Πνεύματος ἐπληρώθη· τῆς ἀποκαλύψεως καταλαμπούσης αὐτοῦ τὴν ψυχήν· καὶ τὸν Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα.
“ τοῖς ἔθνεσιν·’’ ἐντεῦθεν προανακρουόμενος οὐ μικρὸν τῆς ἀπολογίας κεφάλαιον, ἀπὸ τοῦ τῶν μαθητῶν προσώπου· οὐ γὰρ ὁμοίως Ἰουδαίοις καὶ τοῖς ἐξ ἐθνῶν κηρύττειν ἀναγκαῖον ἦν.
καλῶν· εἰ δὲ καὶ περὶ πάντων ἀνθρώπων τοῦτο φησὶν, οὐδὲ ἡμεῖς ἀντεροῦμεν.
“ ὁ ἀφορίσας με ἐκ κοιλίας μητρ όςμου’’ φησιν — Καλῶς αὐτὸ ἐπὶ τὴν πρόγνωσιν ἀνήνεγκε τοῦ Θεοῦ, ὥστε καὶ πρὸ τῆς αὐτοῦ ὑπάρξεως φαίνεσθαι τῷ Θεῷ τοῦτο δεδογμένον· τοσοῦτον ἀποδέον τοῦ καινότητα εἶναί τινα καὶ εὕρεσιν ἀνθρώπων τὸ κήρυγμα.
Ἀποστόλους.
“ εἶδον γάρ’’ φησιν “ ματαιότητα, ἄνθρωπον δόξαντα πη ἑαυτῷ “ φρόνιμον εἶναι· ἐλπίδα μέντοι εἶχεν ἄφρων μᾶλλον αὐτοῦ·’’ καὶ “ οὐαὶ οἱ συνετοὶ παρ’ ἑαυτοῖς, καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες·· καὶ αὐτὸς πάλιν· “ μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς.’’ οὐκ ἃν οὖν ὁ τοσαῦτα παρ’ ἑτέρων ἀκούσας, καὶ αὐτὸς . . . . . . . ἑτέροις,
τούτοις . . . . . ἃν δὲ τὴν αἰτίαν προσθῶμεν, δι’ ἣν ταῦτα ἐλέγετο, θαυμάσονται πάντες ὁμοφώνως τὸν εἰρηκότα. τοῦτο τοίνυν ποίωμεν· οὐδὲ γὰρ δεῖ τὰ ῥήματα γυμνὰ ἐξετάζειν, ἀλλὰ τῇ διανοίᾳ προσέχειν τοῦ γράφοντος· καὶ τί δεῖ λέγειν ἐπὶ ῥημάτων, ὅπου καὶ ἐπὶ πραγμάτων ; ἂν μή τις τὸν κανόνα τοῦτον φυλάττῃ, πάντα ἄνω καὶ κάτω γενήσεται· καὶ τὸν Ἠλίαν οὕτως ἀνδροφόνον ἐροῦμεν, καὶ τὸν Σαμουὴλ, καὶ τὸν Φινεές· τὸν δὲ Ἀβραὰμ παιδοκτόνον, εἰ τὰ πράγματα μέλλοιμεν ἐξετάζειν γυμνὰ, μὴ προστιθέντες αὐτοῖς τὴν τῶν ποιούντων γνώμην. ἐξετάσωμεν τοίνυν καὶ
τοῦ Παύλου τὴν διάνοιαν, ἀφ’ ἧς ταῦτα ἔγραφεν· ἴδωμεν αὐτοῦ τὸν τρόπον καὶ τίς ἢν δι’ ὅλου περὶ τοὺς Ἀποστόλους, καὶ τότε εἰσόμεθα ταῦτα, ἐκ ποίας ἐλέγετο γνώμης· οὐ γὰρ ἐξευτελίζων ἐκείνους οὐδὲ ἑαυτὸν ἐπαίρων, οὔτε ταῦτα εἴρηκεν, οὔτε τὰ πρότερα, πῶς γάρ ; ὅπου γε καὶ ἑαυτὸν ἀνεθεμάτισεν, ἀλλὰ πανταχοῦ
τοῦ εὐαγγελίου τὴν ἀσφάλειαν διατηρῶν. Ἐπειδὴ γὰρ ἔλεγον οἱ τὴν ἐκκλησίαν πορθοῦντες, ὅτι τοῖς Ἀποστολοῖς ἕπεσθαι ἔδει τοῖς μὴ κωλύουσι ταῦτα οὐχὶ τῷ Παύλῳ τῷ κωλύοντι, ἐντεῦθεν δὲ Ἰουδαϊκὴ πλάνη κατὰ μικρὸν εἰσήγετο, ἀναγκάζεται στῆναι πρὸς ταῦτα γενναίως· οὐ τοὺς Ἀποστόλους κακῶς εἰπεῖν βουλόμενος,
ἀλλὰ τῶν οὐκ ὀρθῶς ἐπαιρόντων ἑαυτοὺς τὴν ἄνοιαν καταστεῖλαι. διὰ τοῦτο φησὶν, “ οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι.’’ καὶ γὰρ ἦν ἀτοπίας ἐσχάτης τὸ παρὰ Θεοῦ μαθόντα, ἀνθρώποις ἀνατίθεσθαι λοιπόν. οὐκ ἀπονοίας οὖν ἕνεκα ταῦτα ἔλεγεν, ἀλλ’ ὥστε δεῖξαι τοῦ οἰκείου κηρύγματος τὸ ἀξίωμα· “ οὐδὲ ἀνῆλθον,”
φησὶ, “ πρὸς τοὺς πρὸ ἐμοῦ Ἀποστόλους·” ἐπειδὴ γὰρ ἄνω κάτω τοῦτο ἔλεγον ὅτι πρὸ αὐτοῦ ἦσαν ἐκεῖνοι, οὐκ ἀπῆλθον, φησὶ, πρὸς ἐκείνους.
τι παρ’ αὐτῶν· πότε ; ὅτε ἐν Ἀντιοχείᾳ τῇ τὸν πολὺν ζῆλον ἄνωθεν ἐπιδειξαμένῃ ἐκκλησίᾳ γέγονε, περὶ αὐτοῦ τούτου τοῦ νῦν προκειμένου καὶ ἐζήτουν πότερον χρὴ περιτέμνειν τοὺς ἐξ ἐθνῶν, ἢ μηδὲν τοιοῦτον ἀναγκάζειν αὐτοὺς ὑπομένειν· τότε δὴ ἦλθεν αὐτὸς οὗτος ὁ Παῦλος καὶ Σίλας· πῶς οὖν, φησὶν, “ οὐκ
“ ἀνῆλθον οὐδὲ ἀνεθέμην “ ὅτι πρῶτον μὲν οὐκ αὐτὸς ἀνῆλθεν, ἀλλ’ ἀπεστάλη παρ’ ἑτέρων· δεύτερον, οὐ μαθησόμενος παρεγένετο· ἀλλ’ ἑτέρους πείσων· αὐτὸς μὲν ἐξ ἀρχῆς, ταύτης εἴχετο τῆς γνώμης, ἣν καὶ οἱ Ἀπόστολοι μετὰ ταῦτα ἐκύρωσαν τὸ μὴ δεῖν περιτέμνεσθαι.
ἐπὶ τὸ μαθεῖν· καὶ ταῦτα ἀμφότερα ἐπισημαίνεται λέγων· “ εὐ- “ θέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι.’’ οὐκ εἶπεν ἁπλῶς προσανεθέμην, ἀλλ’ “ εὐθέως·’’ εἰ δὲ μετὰ ταῦτα ἀνῆλθεν, οὐχ ὑπὲρ τοῦ τι προσλαβεῖν αὐτός.
οὐδὲ τινας κατήχησε καὶ πόσους οὕτως ἅπερ λέγει πάντα, οὐ φιλοτιμίας ἕνεκεν λέγει, οὐδὲ ὑπὲρ τοῦ νομισθῆναι τῶν Ἀποστόλων μείζων, οὐδὲ δακνόμενος ἐπὶ τῷ ἐξευτελίζεσθαι, ἀλλὰ δεδοικὼς μή τι γένηται τῷ κηρύγματι βλάβος ἐντεῦθεν. Καὶ γὰρ καὶ ἔκτρωμα αὐτὸν καλεῖ, καὶ πρῶτον τῶν ἁμαρτωλῶν, καὶ ἔσχατον
τῶν Ἀποστόλων, καὶ τῆς προσηγορίας ταύτης ἀνάξιον· καὶ ταῦτα ἔλεγεν, ο πλέον πάντων κοπιάσας ὅπερ μάλιστά ἐστι ταπεινοφροσύνης.
ἄξιον ἡγεῖτο σπουδῆς, καὶ τὸ μόνον ἰδεῖν τὸν ἄνδρα.
ἐπιμεῖναι τοσαύτας ἡμέρας, φιλίας καὶ σφοδροτάτης ἀγάπης.
ἔχθρας ἢ φιλονεικίας ταῦτα εἶναι νομίσῃ τὰ ῥήματα.
τῶν Ἀποστόλων σεμνολογήματα ἴδια ἐνόμιζεν, ὡς ἑαυτὸν ἐπαίρων οὕτω σεμνύνει κἀκεῖνον, εἰπὼν τὸν ἀδελφὸν τοῦ Κυρίου. Καίτοι γε οὐδὲ κατὰ σάρκα ἀδελφὸς ἦν τοῦ Κυρίου, ἀλλ’ οὕτως ἐνομίζετο.
μαι.
τρίον θεμέλιον οἰκοδομεῖν· διόπερ οὐδὲ κατὰ ψιλὴν αὐτὸ συντυχίαν εἶδε· καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. “ Ἤμην γάρ,’’ φησιν, “ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας· μόνον “ δὲ ἀκούοντες ἦσαν, ὅτι ὁ διώκων ἡμᾶς ποτὲ, νῦν εὐαγγελίζεται “ τὴν πίστιν ἣν ποτὲ ἐπόρθει·’’ ταῦτα φησὶν ἵνα μάθῃς ὅτι τοσοῦτον ἀπεῖχε τοῦ κηρῦξαι αὐτοῖς περιτομὴν, ὅτι οὐδὲ ἀπ’ ὄψεως γνώριμος ἢν αὐτοῖς.
οὐκ εἶπε καὶ ἐθαύμαζόν με, ἐπῄνουν, ἐξεπλήττοντο, ἀλλὰ τὸ πᾶν τῆς χάριτος ἔδειξεν ὄν. τὸν γὰρ Θεὸν, φησὶν, ἐδόξαζον ἐν ἐμοί.
Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.