ΕΞΗΓΗΣΙΣ Ε1Σ THN ΠΡΟΣ TΟΥΣ ΓΑΛΑTΑΣ ΕΠΙΣTΟΑΗΝ.
ἣ τούτῳ. καὶ ταῦτα λέγοντες καὶ τὰ τοιαῦτα· καὶ τοῦτον μὲν καθαιροῦντες, ἐκείνων δὲ τὴν δόξαν ἐπαίροντες, οὐκ ἵνα ἐκείνους ἐγκωμιάσωσιν, ἀλλ’ ἵνα Γαλάτας ἀπατήσωσιν, ἔπειθον ἀκαίρως τῷ νόμῳ προσέχειν. εἰκότως οὖν οὕτως ἤρξατο. ἐπειδὴ γὰρ τὴν μὲν αὐτοῦ διδασκαλίαν ἐξηυτέλιζον, παρὰ ἀνθρώπων αὐτὴν λέγοντες
εἶναι, τὴν δὲ Πέτρου παρὰ Χρίστου, ἐκ προοιμίων εὐθέως πρὸς τοῦτο ἵσταται λέγων· " Ἀπόστολος ε-ι’ναι οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ " δι’ ἀνθρώπων.’’ ἐβάπτισε μὲν γὰρ αὐτὸν Ἀνανίας, ἀλλ’ οὐκ ἐκεῖνος τῆς πλάνης ἀπήλλαξεν, οὐδὲ πρὸς τὴν πίστιν ἤγαγεν· ἀλλ’ αὐτὸς ἄνωθεν ὁ Χριστὸς τὴν θαυμαστὴν ἐκείνην πρὸς αὐτὸν
ἀφῆκε φωνὴν, δι’ ἧς αὐτὸν ἐσαγήνευσε.
καὶ πάντα τὰ ἄλλα ἠκολούθησαν, οὕτω καὶ οὗτος, ἀπὸ τῆς πρώτης κλήσεως, πρὸς ἄκραν ἀνέβη κορυφήν· ὁμοῦ τε βαπτισάμενος, καὶ πόλεμον ἄσπονδον πρὸς Ἰουδαίους ἑλόμενος· καὶ ταύτῃ μά- λιστα τῶν Ἀποστόλων πλεονεκτήσας· “ περισσότερον γὰρ αὐτῶν “ ἐκοπίασσ,” φησίν. ἀλλὰ τέως οὐ κατασκευάζει τοῦτο, ἀλλ’ ἀγαπᾷ τὰ ἴσα φέρων· τὸ γὰρ σπουδαζόμενον ἦν αὐτῷ, οὐ δεῖξαι ἑαυτὸν ἐκείνων ὑπερέχοντα, ἀλλὰ τῆς πλάνης καταλῦσαι τὴν ὑπόθεσιν.
γὰρ αὐτὸν ὑπὸ ἀνθρώπων τῶν Ἀποστόλων ἐγκεχειρίσθαι τὴν διακομίαν ταύτην, καὶ δεῖν ἐκεῖνον αὐτοῖς πείθεσθαι.
“ καὶ τὸν Βαρνάβαν.” ὅθεν δῆλον, ὅτι καὶ μία ἐξουσία Υἱοῦ καὶ νεύματος· ὑπὸ γὰρ τοῦ Πνεύματος ἀποσταλεὶς, ὑπὸ τοῦ Χριστοῦ φησὶν ἀπεστάλθαι. τοῦτο καὶ ἀλλαχοῦ δηλοῖ, τὰ τοῦ Θεοῦ τῷ νεύματι λογιζόμενος· τοῖς γὰρ Μιλησίων διαλεγόμενος πρεσβυ- τέροις, “ προσέχετε ἑαυτοῖς,’’ φησὶ, “ καὶ παντὶ τῷ ποιμνίῳ, ἐν
“ ᾡ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον ποιμένας καὶ ἐπισκόπους·” καίτοι γε ἐν ἄλλῃ μὲν Ἐπιστολῇ· “ οὗς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ “ Ἐκκλησίᾳ· πρῶτον Άοιστίκιυς· δεύτερον προφήτας· εἶτα πόμ’ “ μένας καὶ διδασκάλους.’’ οὕτως ἀδιαφόρως κέχρηται τῷ λόγῳ· τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ λέγων εἶναι, καὶ τὰ τοῦ Θεοῦ τοῦ
Πνεύματος. ἐμφράττει δὲ καὶ ἄλλως τῶν αἱρετικῶν τὰ στόματα, λέγων· “ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ Πατρός·’’ ἐπειδὴ γὰρ τὴν λέξιν ταύτην ὡς ἐλάττονα οὖσαν προσερρῖφθαι τῷ Υἱῷ φασὶν, ὅρα τι ποιεῖ· ἐπὶ τοῦ Πατρὸς αὐτὴν τίθησι, διδάσκων ἡμᾶς, μὴ νομοθετεῖν τῇ ἀρρήτῳ φύσει, μηδὲ μέτρα θεότητος ὁρίζειν, μέστους
Υἱοῦ καὶ Πατρὸς γενομένους· εἰπὼν γὰρ “ διὰ Ἰησοῦ Χριστοῦ,” ἐπήγαγε.
ἀλλὰ δεικνὺς ὅτι οὐδὲ μίαν αὕτη ἡ λέξις οὐσίας διαφορὰν . . . τι δὲ . . . . καὶ ἀπὸ τοῦ βαπτίσματος ἐπινοοῦντές τινα ἐλάττωσιν διὰ τὸ εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος βαπτί- ζεσθαι ἐνταῦθα ἃν εἴποιεν ; εἰ γὰρ καταδεέστερος ὁ Χριστὸς διὰ τὸ μετὰ Πατέρα κεῖσθαι, ἐπειδὴ ἐνταῦθα ἀπὸ τοῦ Υἱοῦ ἀρξάμενος
ὁ Ἀπόστολος ἐπὶ τὸν Πατέρα ἔρχεται, τί ἃν εἴποιεν ; ἀλλ’ οὐδὲν ἃν εἴποιμεν βλάσφημον· οὐ γὰρ χρὴ φιλονεικοῦντας ἐκείνοις τῆς ἀληθείας ἐξίστασθαι· ἀλλὰ τὰ μέτρα τῆς εὐσεβείας ἡμᾶς διατη- ρεῖν ἀναγκαῖον. ὥσπερ οὖν οὐκ ἂν εἴποιμεν ἡμεῖς μείζονα τοῦ Πατρὸς τὸν Υἱὸν, ἐπειδὴ τοῦ Χριστοῦ πρῶτον ἐμνημόνευσεν, ἐσχάτης
τῆς γὰρ τοῦτο μανίας, οὕτως οὐδὲ ἐκεῖ ἐλάττονα χρὴ νομίζειν ὑμᾶς εἶναι τοῦ Πατρὸς τὸν Υἱόν.
μετὰ ταῦτα ἐπιστέλλων Ἑβραίοις ἀνεβόησας· “ ὅτι ἀπαύγασμά “ ἐστι τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.’’ ὃ ἐκ προοιμίων ὁ τῆς βροντῆς υἱὸς ἀνεφώνησεν· “ ὅτι ἐν ἀρχῇ ἦν ὁ “ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.” ὃ πρὸς Ἰουδαίους πολλάκις αὐτὸς ὁ Ἰησοῦς φθεγγόμενος ἔλεγεν·
ὅτι τὰ αὐτὰ δύναται τῷ Πατρὶ, καὶ τὴν αὐτὴν ἐξουσίαν ἔχει· τούτούτων οὐδὲν λέγεις· ἀλλὰ ταῦτα πάντα ἀφεὶς, τῆς κατὰ σάρκα οἰκονομίας μέμνησαι, σταυρὸν εἰς μέσον φέρων καὶ νέκρωσιν. καὶ φησίν· εἰ μὲν γὰρ πρὸς ἀνθρώπους ὁ λόγος ἦν, μηδὲν μέγα περὶ τοῦ Χριστοῦ φανταζομένους, καλῶς εἶχεν ἐκεῖνα λέγειν· ἐπειδὴ δὲ ὡς μέλλοντας τιμωρεῖσθαι εἰ ἀποσταῖεν τοῦ νόμου, στασιά- ζουσι πρὸς ἡμᾶς, διὰ τοῦτο πράγματος μέμνηται, δι’ οὗ πᾶσαν ἐκβάλλει τοῦ νόμου τὴν χρείαν· λέγω δὴ τὴν ἐκ τοῦ σταυροῦ καὶ τῆς ἀναστάσεως εὐεργεσίαν γενομένην ἅπασι· τὸ μὲν γὰρ εἰπεῖν,
“ ὅτι ἐν ἀρχῇ ἦν ὁ Λόγος,” καὶ τὸ ἐν μορφῇ Θεοῦ ὑπῆρχεν,” καὶ τὸ “ ἴσον αὐτὸν εἰπεῖν τῷ Θεῷ," καὶ ὅσα τοιαῦτα, δεικνύντος μὲν ἦν τὴν τοῦ Λόγου θεότητα· οὐδὲν δὲ τοσοῦτον εἰς τὸ παρὸν συμ- βαλλομένου· τὸ δὲ εἰπεῖν “ τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,’’ ἀναμιμνήσκοντος ἢν τῆς ὕπερ ἤμων πρὸς ἧμας εὐεργεσίας τὸ
κεφάλαιον. ὅπερ οὐ μικρὸν εἰς τὸ προκείμενον αὐτῷ συνετέλει· καὶ γὰρ εἰώθασιν οἱ πολλοὶ τῶν ἀνθρώπων οὐχ οὕτως τοῖς τὴν τοῦ Θεοῦ μεγαλωσύνην παριστῶσι προσέχειν λόγοις, ὡς τοῖς τὴν εἰς ἀνθρώπους εὐεργεσίαν ἐνδεικνυμένοις.
γεγενημένης ποιεῖται τὸν λόγον· καὶ ὅτι οὐ Μωϋσῆς ἀπέθανεν ὑπὲρ τοῦ κόσμου, οὐδέ τις τῶν προφητῶν ἄλλος· οὐ δεῖ τοίνυν ἡττᾶσθαι τοῦ μὴ σώσαντος, ἀλλὰ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος· Εἰ γὰρ ἤρκει ὁ νόμος καὶ τὰ νόμιμα εἰς σωτηρίαν, οὐκ ἦν χρεία τοῦ σταυροῦ καὶ τοῦ ἐλθεῖν τὸν Χριστὸν ἐπὶ τὸν σταυρόν. ἀλλ’
ἐπιπηδῶσιν οἱ αἱρετικοὶ λέγοντες· ἰδοὺ ὁ Πατὴρ ἐγείρει τὸν υἱόν· ἐπειδὴ γὰρ ἅπαξ νενοσήκασι, πρὸς μὲν τὰ ὑψηλὰ τῶν δογμάτων ἐθελοκωφοῦσι, τὰ δὲ ταπεινὰ, καὶ ἣ τῆς σαρκὸς ἕνεκεν εἰρημένα οὕτως, ἣ διὰ τὴν εἰς τὴν Πατέρα τιμὴν κατ’ ἄλλην τινὰ οἰκονομίαν, ταῦτα ἐκλέγουσιν καὶ καθ’ ἑαυτὰ ἐξετάζοντες, ἐπηρεάζουσιν
ἑαυτοῖς· οὐ γὰρ ἃν εἴποιμι τῇ γραφῇ. οὓς ἡδέως ἂν ἐροίμην, τίνος ἕνεκεν ταῦτα λέγουσιν; ἆρα ἀσθενῆ τὸν υἱὸν ἀποδεῖξαι βουλόμενοι, καὶ οὐκ ἰσχύοντα πρὸς ἑνὸς ἀνάστασιν σώματος; καὶ μὴν η εἰς αὐτὸν πίστις, καὶ τὰς σκίας τῶν πιστευόντων ἀνιστᾶν ἐποίει νεκρούς. εἶτα οἱ μὲν εἰς αὐτὸν πιστεύοντες ἄνθρωποι
ὄντες ἔτι, ἀπὸ σκιᾶς μόνης τῶν πηλίνων σωμάτων ἐκείνων καὶ ἱματίων τοῖς σώμασι τούτοις περικειμένων νέκρους ἤγειρον, αὐτὸς δὲ ἑαυτὸν ἀναστῆσαι οὐκ ἴσχυεν; καὶ πῶς οὐ φανερὰ αὕτη ἡ μανία καὶ παρανοίας ἐπίστασις; οὐκ ἤκουσας αὐτοῦ λέγοντος, ὅτι “ λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν”;
καὶ πάλιν· " ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου· καὶ ἐξουσίαν " ἔχω πάλιν λαβει-ν αὐτήν;" τίνος οὖν ἕνεκεν ὁ Πατὴρ αὐτὸν ἐγηγερκέναι λέγεται, ὥσπερ καὶ τὰ ἄλλα ποιεῖν ἅπερ αὐτὸς ποίει; καὶ γὰρ καὶ τῆς εἰς τὸν Πατέρα τιμῆς ἕνεκεν εἴρηται τοῦτο, κα τῆς τῶν ἀκροατῶν ἀσθενείας.
καὶ καινοτομίαν τινὰ τοῖς δόγμασιν ἐπεισάγοντα· θέλων οὖν ’ν. λεῖν αὐτῶν τὴν ὑποψίαν, καὶ δεῖξαι ὅτι πολλοὺς ἔχει τῆς γνώμης κοινωνοὺς, συνέταξε τοὺς ἀδελφούς· δηλῶν, ὅτι ἅπερ γράφει, καὶ ἀπὸ τῆς ἐκείνων γράφει γνώμης.
** πάντες·" τῷ *’ πάντες’’ παριστῶν ὡς ἓν ἦν τὸ πλῆθος.
εἶπε, τοῖς ἀγαπητοῖς οὐδὲ τοῖς ἡγιασμένοις, ἀλλὰ ι ταῖς ἐκκλη- *’ σίαις τῆς Γαλατίας.’’ τοῦτο δὲ ἦν σφόδρα βαρυθυμοῦντος καὶ ὀδύνην ἐνδεικνυμένου, τὸ μὴ ἀπὸ τῆς ἀγάπης, μηδὲ ἀπὸ τῶν ὀνομάτων αὐτοὺς καλέσαι τῆς τιμῆς, ἀλλ’ ἀπὸ τῆς συνόδου μόνης· καὶ μηδὲ προσθεῖναι ταῖς ἐκκλησίαις τοῦ Θεοῦ, ἀλλ’ ἁπλῶς
*’ ταῖς ἐκκλησίαις τῆς Γαλατίας.’’ ἄλλως δὲ καὶ συνάψαι ἐκ προοιμίων τὸ στασιάζον ἐπείγεται· διὸ καὶ τὸ ὄνομα τῆς ἐκκλη- σίας οὐ τέθεικεν, ἐντρέπων αὐτοὺς καὶ συνάγων εἰς ἕν· οἱ γὰρ εἰς πολλὰ διῃρημένοι μέρη οὐκ ἂν δύναιντο ταὐτῇ καλεῖσθαι τῇ προσηγορίᾳ· τὸ γὰρ τῆς Ἐκκλησίας ὄνομα, συμφωνίας καὶ ὁμο-
νοιας ἐστιν.
εἰρηκέναι διὰ τὸ χωρὶς ἄρθρου καὶ αὐτὸ κεῖσθαι, τί ἃν εἴποιεν ἐνταῦθα τοῦ Παύλου λέγοντος οὐκ ἀπὸ τοῦ Θεοῦ, ἀλλ’ “ ἀπὸ Θεοῦ “ Πατρός;” πατέρα δὲ ἐνταῦθα τὸν Θεὸν καλεῖ, οὐ κολακεύων αὐτοὺς, ἀλλὰ καὶ σφόδρα καθαπτόμενος καὶ ὑπομιμνήσκων τὴν αἰτίαν, δι’ ἧς ἐγένοντο υἱοί· οὐ γὰρ διὰ νόμου, ἀλλὰ διὰ λουτροῦ
παλιγγενεσίας ταύτης ἠξιώθησαν τῆς τιμῆς. Διὰ τοῦτο παντα- χοῦ καὶ ἐν προοιμίοις κατασπείρει τὰ ἴχνη τῆς εὐεργεσίας τοῦ Θεοῦ, μονονουχὶ λέγων· οἱ δοῦλοι καὶ οἱ ἐχθροὶ καὶ ἠλλοτριωμένοι, πόθεν ἐξαίφνης Πατέρα καλεῖτε τὸν Θεόν ; μὴ ὁ νόμος ὑμῖν ταύτὴν ἐχαρίσατο τὴν εὐγένειαν ; μὴ ἄφεσιν ἁμαρτιῶν ἐδωρήσατο ;
τί τοίνυν καταλιπόντες τὸν εἰς ταύτην ὑμᾶς τὴν ἐγγύτητα ἀγα- γόντα, προστρέχετε πάλιν τῷ παιδαγωγῷ ; οὐκ ἐπὶ τοῦ Πατρὸς δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ υἱοῦ ταῦτα αὐτοῖς τὰ ὀνόματα ἱκανὰ τὴν εὐεργεσίαν ἐνδείξασθαι. Τὸ γὰρ Κυρίου Χριστοῦ Ἰησοῦ ὄνομα μετὰ ἀκριβείας ἐξεταζόμενον, τὴν εὐεργεσίαν πᾶσαν ἐνδείκνυται.
καὶ γὰρ Ἰησοῦς διὰ τοῦτο κληθήσεται, φησὶν, “ ὅτι αὐτὸς σώσει “ τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν·” καὶ ἡ τοῦ Χριστοῦ δὲ προσηγορία, τῆς τοῦ Πνεύματος ἀνέμνησε χρίσεως.
ἀλλ’ ἑαυτὸν ἔδωκεν ; ὥστε ὅταν ἀκούσῃς Ἰωάννου λέγοντος, ὅτι τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν ὑπὲρ ἡμῶν ὁ Πατὴρ, μὴ ἐλατ- τώσῃς τὴν ἀξίαν τοῦ μονογενοῦς διὰ τοῦτο, μηδὲ ἀνθρώπινον ὑποτώσῃς κἂν γὰρ ὁ Πατὴρ λέγηται δεδωκέναι, οὐχ ἵνα δουλικὴν ἐννόησῃς διακονίαν τοῦτο λέγεται, ἀλλ’ ἵνα μάθῃς ὅτι καὶ τῷ Πατρὶ τοῦτο δοκοῦν ἦν· ὅπερ οὖν καὶ ἐνταῦθα ὁ Παῦλος ἐδήλωσεν εἰπὼν, “ κατὰ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ἡμῶν,” οὐ κατ’ ἐπιταγὴν, ἀλλὰ κατὰ τὸ θέλημα. Ἑπειδὴ γὰρ ἓν θέλημα Πατρὸς καὶ υἱοῦ, ἅπερ ὁ υἱὸς ἐβούλετο, ταῦτα καὶ ὁ Πατὴρ ἤθελεν.
δὲ υἱὸς τοῦ Θεοῦ καὶ τὸ ἀδύνατον τοῦτο δυνατὸν ἐποίησε, τάς τε ἁμαρτίας λύσας, καὶ τοὺς ἐχθροὺς ἐν τάξει φίλων καταστήσας, καὶ μυρία ἕτερα χαρισάμενος ἀγαθά. εἶτα φησὶν,
τὸν παρόντα βίον διαβάλλοντες, καὶ τὴν Παύλου μαρτυρίαν παρά- γοντες. Ίδοὺ γάρ, φησι, τὸν ἐνεστῶτα αἰῶνα πονηρὸν εἴρηκε. Καὶ τι ποτέ ἐστιν αἰὼν, εἰπὲ μοι ; χρόνος δηλονότι· ὁ δὲ χρόνος ἐν ὥραις καὶ ἡμέραις· τί οὖν ; τὸ διάστημα τῶν ἡμέρων πονηρὸν, καὶ ὁ τοῦ ἡλίου δρόμος; ἀλλ’ οὐδεὶς ἂν εἴποι τοῦτο ποτὲ, κἂν εἰς
ἐσχάτην ἀλογίαν κατενεχθείη· ἀλλ’ οὐ τὸν χρόνον ρἶπε, φησὶν, ἀλλὰ τὴν παροῦσαν ζωὴν πονηρὰν ἐκάλεσε· καὶ μὴν τὰ ῥήματά σου τοῦτο φησὶν, ἀλλ’ οὐχ ἵσταται ἐπὶ τῶν ῥημάτων, ἀφ’ ὧν τὴν κατηγορίαν ἔπλεξας, ἀλλὰ σαυτῷ τέμνεις ἑρμηνείας ὁδόν. οὐκοῦν καὶ ἡμῖν συγχωρήσεις ἑρμηνεῦσαι τὰ εἰρήμενα· καὶ τοσοῦτον
μᾶλλον, ὅσον καὶ εὐσεβῆ τὰ ἡμέτερα καὶ λόγον ἔχοντα· τι οὖν ἂν εἴποιμεν; ὅτι οὐδὲν τῶν κακῶν ἀγαθοῦ γένοιτ’ ἂν αἴτιον ποτέ· τῶν δὲ μυρίων στεφάνων καὶ τοσούτων μισθῶν ὁ παρὼν ἡμῖν βίος αἴτιός ἐστιν. αὐτὸς γοῦν οὗτος ὁ μακάριος Παῦλος ἐπαινεῖ μεθ’ ὑπερβολῆς αὐτὸν, λέγων οὕτως· “ εἰ δὲ τὸ ζῆν ἐν σαρκὶ τοῦτό μοι
“ καρπὸς ἔργου, καὶ τι αἱρήσομαι οὐ γινώσκω·” καὶ αἵρεσιν δὲ ἑαυτῷ προθεὶς τοῦ ζῆν ἐνταῦθα καὶ τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, προτιμᾷ τὴν ἐνταῦθα διαγωγήν· εἰ δὲ πονηρὸς ἦν, οὐκ ἂν ἐκεῖνος περὶ ἑαυτοῦ ταῦτα εἶπεν, οὐτ’ ἂν ἄλλος τις εἰς ἀρετὴν αὐτῷ καταχρήσασθαι ἐδυνήθη, εἰ καὶ σφόδρα σπουδάζομεν· κακία γὰρ, οὐκ ἄν ποτε εἰς ἀγαθόν τις χρήσαιτο· οὐ πορνείᾳ εἰς σωφροσύνην· οὐ φθόνῳ εἰς φιλοφροσύνην· καὶ γὰρ ὅταν λέγῃ Παῦλος περι του φρονήματος τῆς σαρκὸς οτι τῳ νομῳ του Θεου ουχ υποὑποτάσσεται· οὐδὲ γὰρ δύναται, τοῦτο λέγει· ὅτι ἡ κακία οὐ δύναται
εἶναι ἀρετή· ὥστε ὅταν ἀκούσῃς πονηρὸν αἰῶνα, τὰς πράξεις ἐννόει τὰς πονηρὰς, τὴν προαίρεσιν τὴν διεφθαρμένην.
Πατρὶ διαλεγόμενος ἔλεγε, “ καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσὶ, καὶ “ ἐγὼ πρὸς σὲ ἔρχομαι· οὐκ ἐρωτῶ ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ “ κόσμου, ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ, τοῦτ’ ἔστιν, ἀπὸ τῆς κακίας. εἰ δὲ μὴ ἀνέχῃ τούτων, ἀλλ’ ἔτι πονηρὰν τὴν παροῦσαν ζωὴν εἶναι φῇς, μὴ ἐγκάλει τοῖς ἑαυτοὺς ἀναιροῦσιν.
ὥσπερ γὰρ ὁ τῆς κακίας ἑαυτὸν ὑπεξάγων οὐκ ἐγκλημάτων ἀλλὰ στεφάνων ἄξιος, οὕτως καὶ ὁ βιαίῳ θανάτῳ καταλύων τὴν ζωὴν, οὐκ ἂν εἴη δίκαιος ἐγκαλεῖσθαι καθ’ ὑμᾶς,; νῦν δὲ καὶ ὁ Θεὸς τοὺς τοιούτους κολάζει τῶν ἀνδροφόνων μᾶλλον, καὶ πάντες βδελυττόμεθα εἰκότως. εἰ γὰρ ἑτέρους ἀναιρεῖν οὐ καλὸν, πολλῷ μᾶλλον
ἑαυτόν. εἰ δὲ πονηρὸν ἡ παροῦσα ζωὴ, τοὺς ἀνδροφόνους στεφανοῦν ἔδει, ὅτι τῆς πονηρίας ἡμᾶς ἀπαλλάττουσι. τίνος οὖν ἕνεκεν . . . . . . . . . . . φησὶν αἰῶνα πονηρὸν ἐνεστῶτα ; τῇ κοινῇ κεχρημένος σννηθείᾳ· καὶ γὰρ καὶ ἡμεῖς εἰώθαμεν λέγειν, κακὴν ἔσχον ἡμέραν· οὐ τὸν καιρὸν, ἀλλὰ τὴν πρᾶξιν ἢ τὴν περίστασιν διαβάλλοντες·
οὕτω καὶ Παῦλος τὰς πονηρὰς διαβάλλων προαιρέσεις φησὶ, τῇ συνηθείᾳ κεχρημένος, καὶ δείκνυσιν ὅτι καὶ τῶν προτέρων ἡμᾶς ἀπήλλαξεν ὁ Χριστὸς ἁμαρτημάτων, καὶ πρὸς τὸ μέλλον ἠσφαλίσατο· τῷ μὲν γὰρ εἰπεῖν “ τοῦ δόντος ἑαυτὸν ὑπὲρ “ τῶν ἁμαρτιῶν ἠμῶν, ” ἐκεῖνο ἐδήλωσε· τῷ δὲ προσθεῖναι “ ὄπως
“ἐξέληται ἡμᾶς ἐκ τοῦ ἐνεστῶτος αἰῶνος πονηροῦ,’’ τὴν πρὸς τὸ μέλλον ἀσφάλειαν ἐνέφηνεν. ὁ μὲν γὰρ νόμος καὶ πρὸς τὸ ἓν αὐτὸ τοῦτο ἠσθένει· ἡ δὲ χάρις πρὸς ἀμφότερα δυνατὴ γέγονεν.
τὸν νόμον, καὶ ἐδεδοίκεισαν εἰ τὴν παλαιὰν ἀφέντες προσέλθοιεν τῇ κοινῇ, καὶ ταύτην αὐτῶν διορθοῦται τὴν ὑπόνοιαν λέγων, ὅτι καὶ τῷ Πατρὶ ταῦτα δοκεῖ· καὶ οὐκ ἁπλῶς εἶπε Πατρὸς, ἀλλὰ Πατρὸς ἡμῶν· καὶ συνεχῶς αὐτὸ τίθησιν· ἐντρέπων αὐτοὺς τῷ δεικνύναι ὅτι πατέρα ἡμῶν τὸν αὐτοῦ Πατέρα πεποίηκεν ὁ
Χριοτός.
τοῦ κόσμου καταβολῆς ἄχρι τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ἐπὶ συντελείᾳ αὐτοῦ παρόντος βίου γινομένης νοούμενον· περὶ οὑ ἐν τοῖς Εὐαγγελίοις ὁ Κύριος φησίν· “ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμι “ πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος·’’ ὃν δὴ καὶ ἐνεστῶτα αἰῶνα ὁ Ἀπόστολος λέγει· οὕτω καλῶν αὐτὸν, ὡς ἃν ἐν
αὐτῷ τὴν παροῦσαν ταυτηνὶ ζωὴν ζώντων ἡμῶν. πῶς οὖν ἃν γένοιτο διάστημα, ὃ μηδὲ ἐν ὑποστάσει θεωρεῖται ἢ καλὸν ἣ κακὸν κατὰ φύσιν ; ἀλλ’ ὅπερ βούλεται εἰπεῖν ὁ Ἀπόστολος, τοῦτό ἐστιν. ὁ πρῶτος ἄνθρωπος ὡς ἐγένετο, εἰ μὲν ἀθάνατος ἔμεινεν, ἐνεστὼς βίος οὐκ ἃν ἦν· ἅτε δὴ τέλος οὐκ ἔχων· ἐπειδὴ δὲ θνητὸς ἐγένετο διὰ
τὴν ἁμαρτίαν, ἐνεστὼς καλεῖται βιὸς ὡς εἰκὸς ἡ παροῦσα ζωὴ πρὸς τὴν μέλλουσαν ὕστερον· ἐν ταύτῃ μὲν οὖν, καὶ ἁμαρτάνειν ἐπιδεχόμεθα, ὅθεν καὶ νομίμων ἡμῖν χρεία, ἐπὶ δέ γε τοῦ μέλλον τος αἰῶνος, οὐδὲ διὰ τάξεως χρεία ἡμῖν τίνος· ἐπείπερ ἔξω πάσης ἁμαρτίας τῇ τοῦ Πνεύματος χάριτι φυλαττόμεθα. βούλεται τοίνυν
νυν εἰπεῖν, ὅτι δέδοται μὲν ὁ νόμος, ἁμαρτία δὲ οὐκ ἀνῄρητο· ἀλλὰ γὰρ καὶ σφόδρα ἡμῖν ἐπολιτεύετο· ἐπειδὴ γὰρ ἑκάστοτε παρεβαίνομεν ποτὲ μὲν ταῦτα, ποτὲ δὲ ἐκεῖνα, παρὰ τὴν τοῦ νόμου διαπραττόμενοι διάταξιν, καὶ ἣν οὐδὲν τὸ τοῦ ἁμαρτάνειν ἡμᾶς ῥυόμενον· ἀλλὰ αὐτὴ ἡ τῆς φύσεως ἀσθένεια καθεῖλκεν ἔπι
πταίειν, ὁ δέ γε Χριστὸς ἀποθανὼν ὑπὲρ ἡμῶν καὶ ἀναστὰς, παρασχόμενος δι’ αὐτοῦ καὶ ἡμῖν τὴν τῆς ἀναστάσεως μετουσίαν, ἀπήλλαξεν ἡμᾶς τῆς τοῦ παρόντος βίου ζωῆς, ἐν ἡ πολλὰ τῶν οὐ προσηκόντων διαπραττόμεθα, καὶ κατέστησεν ἐπὶ ἐλπίδι τῆς μελλούσης ζωῆς· λοιπὸν ἀθάνατοί τε καὶ ἀπαθεῖς διαμένοντες,
ἔξω πάσης ἁμαρτίας ὃ μηδαμῶς παρασχεῖν ἡμῖν ὁ νόμος ἐξίσχυσεν· ὃ καὶ καλῶς ἐπισφίγγων προσέθηκε, “ κατὰ τὸ θέλημα τοῦ “ Θεοῦ καὶ Πατρὸς ἡμῶν.” τὸ δὲ “ἐξέληται’’ εἴρηκεν, ἴνα παραστήσῃ ὅτι οὐκ ἦν ἄλλῳ εὐχερὲς τινὶ οὔτε νόμῳ οὔτε προφήταις· τὸ γὰρ ἐξέληται, μικροῦ βίαν σημαίνει· ἀλλ’ οὐ βίαν, ἀλλὰ δύναμιν
μιν τοῦ ῥυσαμένου. πῶς δὲ οὐ βίαν ἀλλὰ δύναμιν ; οὐκ εἶπεν τοῦ ἁρπάσαντος, ἀλλὰ “τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν “ ὅπως ἐξέληται ἡμᾶς·’’ αὕτη ἡ λέξις, τὸ δυσκατόρθωτον παντὶ ἄλλῳ παρέστησε. κέκληται δὲ πατὴρ ἡμῶν ὁ Θεὸς, ἵνα τῆς υἰοθεσίας φανερουμένης, ἐκβληθῇ ἡ διὰ νόμου ἀνάγκη. “ᾧ ἡ δόξα εἰς
“τοὺς αἰῶνας ἀμήν·’’ καὶ τοῦτο καινὸν καὶ παρηλλαγμένον· τὸ μὲν γὰρ ἀμὴν, οὐδαμοῦ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις ἐπιστολῆς εὑρίσκομεν κείμενον, ἀλλὰ μετὰ πολλά· ἐνταῦθα δὲ δεικνὺς ὅτι (??) (??) (??) (??) καὶ τὰ εἰρημένα ἱκάνην εἶχεν κατηγορίαν Γαλατων καὶ ὅτι λόγος ἀπηρτισμένος ἐστὶν, τὸ προοίμιον ταῦτα τέθεικε· τὰ γὰρ φανερὰ
τῶν ἐγκλημάτων, οὐ πολλῆς δεῖται κατασκευῆς. ἀναμνήσας τοίνυν τοῦ σταυροῦ, τῆς ἀναστάσεως, τῆς τῶν ἁμαρτημάτων λυτρώσεως, τῆς πρὸς τὸ μέλλον ἀσφαλείας, τῆς τοῦ Πατρὸς γνώμης, τῆς τοῦ Υἱοῦ βουλῆς, τῆς χάριτος, τῆς εἰρήνης, πάσης αὐτοῦ τῆς δωρεᾶς, εἰς δοξολογίαν κατέκλεισε τὸν λόγον· τὴν αὐτῷ δυνατὴν εὐφημίαν
ὑπὲρ τῆς οἰκουμένης ἀναπέμπων ἁπάσης· διὰ τοῦτο καὶ σφοδρότερον τῷ μετὰ ταῦτα κέκρηται λόγῳ, καθάπερ πυρωθεὶς σφοδρῶς ὑπὸ τῆς ἐννοίας τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, εἰπὼν γαρ “ ῳ η οοζα “εἰς τοὺς αἰῶνας ἀμὴν,’’ ἀπὸ σφοδροτέρας ἄρχεται ἐπιπλήξεως οὕτω λέγων·
μόνον, ἀλλὰ καὶ τοῦ Υἱοῦ, οὕτως καὶ ἡ χάρις οὐ τοῦ Υἱοῦ μόνον, ἀλλὰ καὶ τοῦ Πατρὸς, καὶ πάντα τὰ κοινά· “ πάντα γὰρ φησι “ τὰ τοῦ Πατρός μου, ἐμά ἐστιν·’’ εἰπὼν τοίνυν ὅτι καὶ τοῦ Πατρὸς ἀφίστανται, δύο ἐγκλήματα τίθησι, καὶ τὴν μετάθεσιν, καὶ τὴν ταχίστην μετάθεσιν· καὶ μὴν τὸ ἐναντίον κατηγορίας
ἄξιον, τὸ μετὰ πολὺν ἀποστῆναι χρόνον· ἀλλὰ ἐνταῦθα περὶ ἀπάτης ὁ λόγος.
ἐγκαλεῖ λέγων· τί τοῦτο ; οὐδὲ χρόνου δέονται οἱ ἀπατῶντες ὑμᾶς· μετὰ τοσαύτην χάριν, μετὰ τοσαύτην δωρεὰν, μετὰ τοσαύτην ἁμαρτημάτων συγχώρησιν καὶ φιλανθρωπίας ὑπερβολὴν, ἐπὶ ζυγὸν δουλείας ηὐτομολήσατε ; ταῦτα δὲ λέγων, δείκνυσιν ὁμοῦ οἵαν ἔχει περὶ αὐτῶν ὑπόνοιαν, ὅτι μεγάλην
τινὰ καὶ ἐσπουδασμένην· οὐδὲ γὰρ ἃν εἰ τῶν τυχόντων αὐτοὺς ἐνόμιζεν εἶναι, ἐθαύμασεν ἃν ἐπὶ τῷ γενομένῳ· ἀλλ’ ἐπειδὴ τῶν γνησίων φησὶ καὶ πολλὰ πεπονηκότων ὑμεῖς, διὰ τοῦτο θαυμάζω· ὅπερ ἦν ἱκανὸν αὐτοὺς ἀναστήσασθαι, καὶ πρὸς τὰ πρότερα ἐπαναγαγεῖν· ὃ καὶ ἐν μέσῃ τῇ Ἐπιστολῇ δηλῶν ἔλεγε, “ τοσαῦτα
ἐπάθετε εἰκῆ· εἴγε καὶ εἰκῆ καὶ οὐκ εἶπε μετέθεσθε, ἀλλὰ “ μετατίθεσθε·’’ τοῦτ’ ἐστιν, οὐδέπω πιστεύω οὐδὲ ἡγοῦμαι ἀπηρτισμένην εἶναι τὴν ἀπάτην· ὃ καὶ αὐτὸ πάλιν ἐστὶν ἀνακτωμένου· τοῦτο γοῦν σαφέστερον προιὼν λέγει· “ ἐγὼ πέποιθα εἰς ὑμᾶς, ὅτι “ οὐδὲν ἄλλο φρονήσετε.”
“ καὶ τὰ σὰ, ἐμά.’’ καὶ οὐκ εἶπεν ἀπὸ τοῦ Εὐαγγελίου μετατίθεσθε, ἀλλ’ ἀπὸ τοῦ καλέσαντος ὑμᾶς, φησι, Θεοῦ· ὃ γὰρ ἦν φρικωδέστερον, καὶ μᾶλλον ἱκανὸν αὐτοὺς καταπλῆξαι, τοῦτο τέθεικεν. οἱ γὰρ ἀπατᾶν αὐτοὺς βουλόμενοι οὐκ ἀθρόως τοῦτο ἐποίουν, ἀλλ’ ἠρέμα αὐτοὺς τῶν πραγμάτων μεθιστῶντες, τῶν ὀνομάτων
τῶν οὐ μεθίστων· τοιαύτη γὰρ τοῦ διαβόλου ἡ πλάνη, μὴ γυμνὰ προτιθέναι τὰ θήρατρα· εἰ μὲν γὰρ εἶπον ἀποστῆναι ἀπὸ τοῦ Χριστοῦ· ὡς πλάνους ἃν καὶ λυμεῶνας ἐφυλάξαντο· νῦν δὲ ἀφέντες αὐτοὺς ἐν τῆ πίστει τέως, καὶ τῇ πλάνῃ τὸ τοῦ Εὐαγγελίου ἐπιθέντες ὄνομα, μετὰ πολλῆς τῆς ἀδείας διώρυττον τὴν οἰκοδομὴν
τῶν εἰρημένων· καθάπερ τινων παραπετασμάτων, τῶν ὀνομάτων τούτων κρυπτόντων τοὺς τοιχωρύχους· ἐπεὶ οὖν Εὐαγγέλιον ἐκάλουν τὴν ἑαυτῶν ἀπάτην, καλῶς αὐτὸς καὶ πρὸς τὸ ὄνομα μάχεται λέγων.
τί οὖν ὅταν αὐτὸς λέγῃ, “ κατὰ τὸ Εὐαγγέλιόν μου καὶ τὸ “ κήρυγμα Ἰησοῦ Χριστοῦ;"
φῶσιν Εὐαγγέλια, τὰ δὲ αὐτὰ γράφωσιν, ἕν ἐστι τὰ πολλά· καὶ οὐδὲν ἀπὸ τοῦ τῶν γραφόντων πλήθους εἰς τὸ ἓν εἶναι παραβλαβήσεται.
εἰπὼν, πολλὴν εἶχον τὴν ἔνδειξιν· καὶ τὸ ταχέως ἐπισυνάψας καὶ τὸ “μετατίθεσθε’’ προστεθεικὼς οὐ μετάγεσθε, ὡς ἐπὶ ἀψύχων φησὶ “μετατίθεσθε·’’ “εἰς ἕτερον Εὐαγγέλιον·’’ ἵνα δοκῇ παντελὴς εἶναι εὐσεβείας μετάθεσις· καὶ ἵνα μὴ δόξῃ συγχωρεῖν ἕτερον Εὐαγγέλιον εἶναι ὃ οὐκ ἔστιν ἄλλο· πῶς οὖν εἴπας ἕτερον ;
“εἰ μὴ τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μετα“ στρέψαι “ στρέψαι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ·’’ τὴν ἀπὸ τοῦ ὄντος Εὐαγγελίου μεταβολὴν, ἕτερον εἰπὼν Εὐαγγέλιον· εἶτα ἐπειδὴ τὰ τῶν Ἀποστόλων πρόσωπα προεβάλλοντο, ὥστε δεῖξαι ὅτι οὐκ ἑαυτὸν ἐκείνων προτιμᾷ, ἀλλὰ τὴν ἀλήθειαν, ἧς ἐκτὸς οὐδὲ ἑαυτὸν
εἷναί τι νενόμικεν· ὅθεν αὐτὸ καὶ ἐπαύξων ἔλεγεν· “ ἢ ἄγγελος ἐξ “ οὐρανοῦ·’’ ἵνα μηδὲ ἡ τοῦ τόπου ἀξιοπιστία μετὰ τοῦ προσώπου συναφθεῖσα ἀντίρροπος τῆς ἀληθείας εἶναι νομίζηται· ἲς εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς’’ φησὶ “ καὶ θέλοντες ἀνατρέπειν τὸ “ Εὐαγγέλιον τοῦ Χριστοῦ.’’ τουτέστιν, ἕως ἂν ὑγιαίνητε τὸν νοῦν,
οὐκ ἐπιγνώσεσθε ἕτερον Εὐαγγέλιον· ἕως ἃν ὀρθὰ βλέπητε καὶ μὴ διεστραμμένα, τὰ μὴ ὄντα φανταζόμενοι.
χαρακτῆρος περικόψας, ὅλον τὸ νόμισμα κίβδηλον εἰργάσατο, οὕτως καὶ ὁ ·τῆς ὑγιοῦς πίστεως, καὶ τὸ βραχύτατον ἀνατρέψας, τῷ παντὶ λυμαίνεται, ἐπὶ τὰ χείρονα προιὼν ἀπὸ τῆς ἀρχῆς. διὰ τοῦτο καὶ ὁ Παῦλος τὴν περιτομὴν, ἀνατροπὴν τοῦ Εὐαγγελίου καλεῖ.
εἶπεν ἐξ οὐρανοῦ, ἀλλ’ ἐπειδὴ καὶ ἱερεῖς ἄγγελοι ἐκαλοῦντο, “ χείλη γὰρ ἱερέως φυλάξεται γνῶσιν· καὶ νόμον ἐκζητήσουσιν “ ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν·’’ ἵνα μὴ τούτους νομίσῃς λέγεσθαι ἀγγέλους, τῇ τοῦ “ οὐρανοῦ’’ προσθήκῃ τὰς ἄνω δυνάμεις ἠνίξατο· καὶ οὐκ εἶπεν, ἐὰν ἐναντία
καταγγέλλωσιν ἢ ἀνατρέπωσι τὸ πᾶν, ἀλλὰ κἂν μικρόν τι εὐαγ- γελίζωνται “ παρ’ ὃ εὐηγγελισάμεθα,’’ κἂν τὸ τυχὸν παρακίωνσιν, “ ἀνὰθεμα ἔστω.
εἰρῆσθαι, ἣ κατὰ συναρπαγήν τινα, δεύτερον αὐτὸ πάλιν τίθησιν· ὁ μὲν θυμῷ τι προαχθεὶς εἰπεῖν, κἂν μεταγνοίη ταχέως· ὁ δὲ δεύ- τερον τὰ αὐτὰ λέγων, δείκνυσιν ὅτι κρίνας οὕτως εἰπεῖν καὶ πρό- τερον τῇ γνώμῃ κυρώσας, οὕτως ἐξήνεγκε τὸ λεχθέν· οἱ γὰρ ἄγγελοι, κἂν μεγάλοι, ἀλλὰ δοῦλοι καὶ λειτουργοὶ τυγχάνουσιν
ὄντες· αἱ δὲ γραφαὶ πᾶσαι, οὐ παρὰ δούλων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων δεσπότου Θεοῦ γραφεῖσαι παρεπέμφθησαν· διὰ τοῦτό φησιν· “ ἐάν τις ὑμᾶς εὐαγγελίσῃ τι πη ὃ εὐηγγελισάμεθα’’ ὑμᾶς, καὶ οὐκ εἶπεν ὁ δεῖνα καὶ ὁ δεῖνα, συνετῶς σφόδρα καὶ ἀνεπαχθῶς· τί γὰρ ἔδει λοιπὸν ὀνομάτων μνησθῆναι τὸν τοσαύτῃ ἄνω χρησά-
μένον ὑπερβολῇ, ὡς ἅπαντας καὶ τοὺς κάτω περιλαβεῖν ; διὰ μὲν γὰρ τοῦ εὐαγγελιστὰς καὶ ἀγγέλους ἀναθεματίσαι, πᾶν ἀξίωμα περιέγραψε· διὰ δὲ τοῦ ἑαυτὸν, πᾶσαν οἰκειότητα καὶ γνησιότητα. ταῦτα δὲ, οὐχ ὡς καταγιγνώσκων τῶν Ἀποστόλων φησὶν, οὐδὲ ὡς παρακαινόντων τὸ κήρυγμα· ἄπαγε. εἴτε γὰρ
ἡμεῖς εἴτε ἐκεῖνοι, φησὶν, οὕτω κηρύσσομεν· ἀλλὰ δεῖξαι βουλόμε- νος ὅτι ἀξίωμα προσώπων οὐ προσίεται, ὅταν περὶ ἀληθείας ὁ λόγος ᾖ.
στοῦ δοῦλος οὐκ ἂν ἤμην.
εἰς Δαμασκὸν πιστοὺς κακῶσαι· εἰ οὖν, φησὶν, ἤρεσκον ἔτι τοῖς Ἰουδαίοις, οὐκ ἃν ἐπίστευσα τῷ Χριστῷ.
Θεοῦ ὄντος τοῦ ἐφόρου ; τι δὲ προβαλλόμενος ἀξιώματα ἀνθρώ- πινα, οἷς ἐγὼ οὔτε μάχομαι οὔτε διαφωνῶ ;
ἡ τάξις, μάθετε ὅτι τῆς μὲν πρὸς ὑμᾶς ἀπολογίας οὐ πολύς μοι λόγος· τὸ δὲ πᾶν διὰ τὸν Θεὸν πράττομεν, καὶ ὥστε ἐκείνῳ περὶ τῶν δογμάτων ἀπολογήσασθαι τούτων. ὁ μὲν γὰρ ἀνθρώπους θέλων πεῖσαι, πολλὰ ὕπουλα ποιεῖ, καὶ ἀπάτῃ κέχρηται, ὥστε πεῖσαι καὶ ἑλεῖν τὴν τῶν ἀκουόντων γνώμην· ὁ δὲ Θεὸν πείθων, καὶ ἀρέ-
σκειν ἐκείνῳ σπουδάζων, ἁπλῆς δεῖται διανοίας καὶ καθαρᾶς· ὅθεν φησι “ καὶ ἡμεῖς οὐ φιλαρχίας ἕνεκεν, οὐδὲ τῆς παρ’ ὑμῶν ἐφιέ- “ μένοι δόξης, ταῦτα γράφομεν νῦν.’’ Εἰ γὰρ ἤθελον ἀνθρώποις ἀρέσκειν, ἔτι μετὰ Ἰουδαίων ἤμην, ἔτι τὴν ἐκκλησίαν ἐδίωκον. Ινα οὖν μὴ νομίσωσιν ὅτι αὐτοῖς ἀπολογούμενος ταῦτα λέγει καὶ τὰ ἑξῆς, καὶ ἐπαρθῶσι, διὰ τοῦτο προεῖπεν.
διόρθωσιν, καὶ ὑψηλὸν καὶ μέγα τί φθέγγεσθαι· καίτοι γε ἦν ἑτέρωθεν τὰς ἀποδείξεις ποιήσασθαι τοῦ μετὰ ἀληθείας κηρύττειν, ἀπὸ τῶν σημείων, ἀπὸ τῶν θαυμάτων, ἀπὸ τῶν κινδύνων, καὶ ἀπὸ πάντων τῶν ἄλλων ὧν κατέλεξε Κορινθίοις ἐπιστέλλων· ἀλλ’ ἐπειδὴ οὐ πρὸς τοὺς ψευδαποστόλους ἀλλὰ πρὸς τοὺς Ἀποστό
λους ὁ λόγος αὐτῷ ἦν νῦν, ἐκεῖνοι δὲ καὶ τούτων ἦσαν κεκοινωνηκότες, ἑτέρωθεν μεθοδεύει τὸν λόγον, τὴν προτέραν ἀποστροφὴν διηγούμενος, καὶ φησίν, “ γνωρίζω δὲ ὑμῖν ἀδελφοί.’’
Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.