ΚΕΦ. Η.
οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν· ἀλλ’ ὑπὸ
ἐπιτρόπους καὶ οἰκονόμους ἐστὶν, ἄχρι τῆς προθεσμίας
τοῦ πατρός. οὕτως καὶ ἡμεῖς, ὅτι ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι.
ἐπειδὴ δὲ ἔτι νηπιωδέστερον διεκείμεθα, ἀφῆκεν ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμον εἶναι, τουτέστι, νουμηνίας καὶ σάββατα· αἱ γὰρ ἡμέραι ἀπὸ δρόμου ἡλίου καὶ σελήνης γίγνονται· εἰ τοίνυν καὶ νῦν ὑμᾶς ὑπὸ νόμον ἄγουσιν, οὐδὲν ἕτερον ποιοῦσιν, ἀλλ’ ἢ καὶ ἐν τῷ χρόνῳ τῆς τελείας ἡλικίας, εἰς τουπίσω πάλιν ὑμᾶς ἀπάγουσιν.
ὁρᾷς ὅσον ἐστὶ παρατήρησις ἡμερῶν; τὸν κύριον, τὸν οἰκοδεσπότην, τὸν πάντων κρατοῦντα, ἐν ὑπηρέτου καθίστησι τάξει.
ἀφανίζειν αὐτῆς τὴν ὑπόστασιν· ὑπὸ ἐπιτρόπους τοίνυν καὶ οἰκονόμους γεγόναμεν, ἴνα η συνεχὴς τούτων παρατήρησις εἰς ὑπόμνησιν ἄγῃ πάντοτε ἡμᾶς τοῦ δεδωκότος Θεοῦ τοὺς νόμους· καὶ οὕτω σωφρονέστερον βιοῦντες, μὴ τὴν παραδοθεῖσαν ἡμῖν παραφανίζωμεν οὐσίαν· ἄχρις ἂν ἡ τότε ἐπιστᾶσα τελειότης, βεβαίαν καὶ ὁλοτελῆ τῆς οὐσίας παράσχῃ τὴν ἀπόλαυσιν· ἅτε
δὴ καὶ φυλάττειν τότε ἀκέραιον τὴν πατρῴαν δυναμένοις κληρονομιαν.
ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
ἵνα γὰρ τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ φησὶ, καὶ “ ἵνα τὴν υἱοθεσίαν “ ἀπολάβωμεν·” καλῶς εἶπεν “ ἀπολάβωμεν·” δεικνὺς ὁφειλομένην· ἄνωθεν γὰρ ταῦτα ἐπήγγελτο, καθὼς καὶ αὐτὸς διὰ πολλῶν ἔδειξε, τὰς πρὸς τὸν Ἀβραὰμ ὑπὲρ τούτων ἐπαγγελίας γεγενημένας· καὶ πόθεν δῆλον ὅτι γεγόναμεν υἱοὶ φησί; εἶπε τρόπον ἕνα, ὅτι
τὸν Χριστὸν ἐνεδυσάμεθα τὸν ὄντα Υἱόν· λέγει καὶ δεύτερον, ὅτι τὸ Πνεῦμα τῆς υἱοθεσίας ἐλάβομεν· οὐ γὰρ ἂν ἐδυνήθημεν καλέσαι πατέρα, εἰ μὴ πρότερον υἱοὶ κατέστημεν· εἰ τοίνυν ἀντὶ δούλων ἐλευθέρους, ἀντὶ νηπίων τελείους, ἀντὶ ἀλλοτρίων κληρονόμους ἐποίησε καὶ υἱοὺς ἡ χάρις, πῶς οὐκ ἄτοπον καὶ ἐσχάτης ἀγνωμοσύνης,
ἀφεῖναι μὲν ταύτην, ὑποστρέψαι δὲ εἰς τὰ ὀπίσω;
ἀποδείξεως, ὡς ἅτε δὴ ἀπὸ τῶν πραγμάτων εἰλημμένων τῶν καὶ παρ’ αὐτοῖς ἀναμφιβόλων ἐπάγει,
Ἀλλὰ τότε οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει
μὴ οὖσι θεοῖς· νῦν δὲ γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ
ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε,
Θέους οὐ φύσει τὰ στοιχεῖα ἐκάλεσε, ταῦτα αὐτὰ κατασκευάσαι βουλόμενος καὶ εἰς μείζονα ἀγωνίαν αὐτοὺς ἐμβαλεῖν. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι τότε μὲν ἐσκοτισμένοι καὶ ἐν πλάνῃ διάγοντες χαμαὶ ἐσύρεσθε· νῦν δὲ ὅτε ἔγνωτε Θεὸν, μᾶλλον δὲ ὅτε ἐγνώσθητε παρ’ αὐτοῦ, πῶς οὐ μείζονα καὶ χαλεπωτέραν ἐπισπάσεσθε
κόλασιν, μετὰ τοσαύτην ἐπιμέλειαν τὰ αὐτὰ νοσοῦντες πάλιν; Οὐδὲ γὰρ ὑμεῖς καμόντες εὕρετε τὸν Θεὸν, ἀλλ’ ὑμεῖς μὲν ἐν τῇ πλάνῃ διετρίβετε, αὐτὸς δὲ ὑμᾶς ἐπεσπάσατο· ἀσθενῆ δὲ στοιχεῖα καλεῖ καὶ πτωχὰ, τῷ μὴ δὲ μίαν δύναμιν ἔχειν εἰς τὰ προκείμενα ἀγαθά.
ἀλλ’ ὡς πλουτίζειν μὴ δυναμένων καὶ ἀρκεῖν πρὸς εὐσέβειαν.
κεν ἁμαρτίαν, ἐκ γυναικὸς ὁ σώζων· ἐπειδὴ δὲ ὁ νόμος οὐκ ἐδόθη δυνάμενος καὶ ζωοποιῆσαι, γέγονε καὶ ὑπὸ νόμον ὁ ἐλθὼν ἰάσασθαι· στοιχεῖα δέ φησι, τὰ νόμιμα. εἰ δὲ ζητεῖς ἑρμηνείαν παρ’ αὐτοῦ, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ· ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, τὴν ἀποκειμένην ἤδη ταῖς ἐπαγγελίαις· κατεχομένην δὲ, ἐν τῷ μεταξὺ εἰσαχθέντος τοῦ νόμου καὶ τῶν χρόνων μὴ ἀποπληρωθέντων· πληρωθέντος δὲ τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, ᾧ ἀπέκειτο ταῦτα· εἰ οὖν καλεῖς ὁ Πατὴρ, δηλονότι γέγονας υἱὸς, καὶ μαρτυρεῖ σοι τὸ Πνεῦμα· “ εἰ δὲ υἱὸς, καὶ κληρονό-
“ ’μὸς Θεοῦ διὰ Χριοτοῦ.” τουτέστιν, ἐκ χαρίσματος οὐκ ἐκ φύσεως.
πτωχὰ στοιχεῖα; πῶς δυνατόν ἐστι τὸν Ἕλληνα ὄντα, τὸν Γαλάτην ἐπιστρέψαι ἐπὶ τὰ στοιχεῖα τοῦ νόμου ἐξ ὧν οὐδὲ ἐξῆλθεν; πρῶτον μάθωμεν τίνα λέγει πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε· ἐάν τις προσχῇ ἄνωθεν τῷ λέγοντι, “ ἀλλὰ “ τότε μὲν οὐκ εἰδότες Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι
“ θεοῖς, δηλονότι περὶ Ἑλληνισμοῦ ἀκούει· “ μᾶλλον δὲ γων- “ σθέντες ὑπ’ αὐτοῦ, πῶς πάλιν ἐπιστρέφετε ἐπὶ τὰ ἀσθενῆ; πάλιν νομίζει τις, ὅτι εἰς εἰδωλολατρείαν ἐγκαλεῖται. τὸ γὰρ πάλιν ἐπιστρέψαι, ἀναδραμεῖν ἐστιν ἐπ’ ἐκεῖνα ἀφ’ ὧν τις ἐξῆλθεν· οὐκοῦν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ, στοιχεῖα, κατὰ ταύτην τὴν
ἀκολουθίαν, Ἑλληνικοῦ νομίζεται· εἰδῶμεν τι λέγει τὰ ἑξῆς· “ οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε·” ἑρμήνευσε τί ἐστι τὸ “ ἐπιστρέφετε·” τὸ “ οἷς πάλιν ἄνωθεν δουλεύειν ἐθέλετε.”
ὑμᾶς.
πάλιν ἐπιστρέφετε ἐπὶ νόμον, ὃν οὔτε ἔσχον ὅσοι ἔσχον; καὶ συνίστατο λοιπὸν ὁ νόμος· οὕτως καθὼς λέγει καὶ περὶ Ἑλληνισμοῦ αὐτῶν τοῦ ποτὲ, καὶ περὶ ἀναδρομῆς τῶν Ἰουδαϊζόντων ἐπὶ ’τον νόμον.
“ βουμαι” καὶ τὸ “ μήπως” προσθεὶς, καὶ εἰς ἀγωνίαν αὐτοὺς ἐνέκαλε, καὶ εἰς ἐλπίδας χρηστάς· οὐ γὰρ εἶπεν εἰκῆ ἐκοπίασα, ἀλλὰ μήπως· κύριοι γὰρ ὑμεῖς τὸ πᾶν διορθῶσαι, καὶ εἰς τὴν προτέραν ἐπανελθεῖν γαλήνην· εἶτα ὥσπερ χειμαζομένοις χεῖρα ὀρέγων, ἑαυτὸν εἰς μέσον ἄγει λέγων,
λῆς ἀντειχόμην τοῦ Ἰουδαϊσμοῦ, καὶ πῶς μετὰ μείζονος σφοδρότητος αὐτὸν εἴασα μετὰ ταῦτα· καὶ καλῶς αὐτὸ τέθεικεν ὕστερον. οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων, κἂν μυρίους εὕρωσι λογισμοὺς καὶ δικαίους, ἀπὸ τοῦ ὁμογενοῦς μᾶλλον ἐφέλκονται· καὶ ὅταν ἕτερον ἴδωσι τὰ αὐτὰ πράττοντα, μᾶλλον ἔχονται τῶν αὐτῶν.
τῇ οἰκειότητι τῆς προσηγορίας ἐκβάλλων τὴν ὑπόνοιαν τὴν κατὰ τὴν ἐπιβουλήν· εἰ γὰρ ἄλλα μὲν ἐφρόνει, ἄλλα δὲ παρ’ αὐτοῖς ἔλεγεν, ἐπίβουλος ἦν καὶ ἐχθρός.
ἀσθένειαν τῆς σαρκός μου, εὐαγγελισάμην ὑμῖν καὶ τὸν πειρασμόν μου τὸν ἐν τῆ σαρκί μου οὐκ ἐξουθενήσατε.
δι’ ἐπάχθειαν ταῦτα λέγω, λείπεται διὰ φιλοσοφίαν καὶ κηδεμονίαν· ἠλαυνόμην γάρ φησιν· ἐμαστιγούμην· μυρίους θανάτους ὑπέμενον κηρύττων ὑμῖν, καὶ οὐδὲ οὕτω κατεφρονήσατέ μου· τοῦτο γάρ ἐστι “ τὸ πειρασμόν μου τὸν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενή- “ σατε οὐδὲ διεπτύσατε·” ἀλλ’ ὅμως, οὐδὲν ὑμᾶς τούτων ἐσκανδάλισε
φησίν· οὐδὲ διεπτύσατε τὰ πάθη καὶ τοὺς διωγμούς· ἀσθένειαν γὰρ καὶ πείρας . . . . . . . . . . . καλεῖ.
δοκιμαζόμενοι, εἴγε προσίεσθέ με καὶ τὸν δι’ ἐμοῦ κηρυττόμενον λόγον, ἐν τούτοις με θεωροῦντες τοῖς κινδύνοις· τὰ οὖν ἐμὰ πάθη, καὶ οἱ διωγμοὶ, ὤ Γαλάται, ὑμέτερος ἦν πειρασμός.
ὡς ἄγγελον Θεοῦ δέχεσθαι, παραινοῦντα δὲ τὰ δέοντα μὴ δέχεσθαι;
μοι· ὥστε ἐχθρὸς ὑμῶν γέγονα, ἀληθεύων ὑμῖν.
οἰδα ἄλλην αἰτίαν, ἢ τὸ τἀληθῆ λέγειν ὑμῖν. καὶ ὅρα μεθ’ ὅσης ἀπολογεῖται ταπεινοφροσύνης· οὐ γὰρ ἀφ’ ὧν περὶ αὐτοὺς ἐπεδείξατο, ἀλλ’ ἀφ’ ὧν αὐτοὶ περὶ αὐτὸν, δείκνυσιν ἀδύνατον εἶναι ἐκ κακονοίας ταῦτα λέγεσθαι· οὐδὲ γὰρ εἶπεν οὕτως· καὶ πῶς ἐγχωρεῖ τὸν μαστιζόμενον, τὸν ἐλαυνόμενον, τὸν μυρία πάσχοντα δι’ ὑμᾶς, νῦν ἐπιβουλεύειν ὑμῖν; ἀλλ’ ἀφ’ ὧν εἶχον ἐναβρύνεσθαι ἐκεῖνοι, ἀπὸ τούτων συλλογίζεται λέγων, πῶς ἐγχωρεῖ τὸν τιμηθέντα παρ’ ὑμῶν, τὸν ὡς ἄγγελον δεχθέντα, τοῖς ἐναντίοις ἀμεί- ψασθαι;
ἕτερον, ἀλλ’ ἵνα αὐτοὶ μὲν ἐν τάξει κάθηνται διδασκάλων, ὑμᾶς δὲ τοὺς ὑψηλοτέρους αὐτῶν ὄντας, ἐν τάξει καταστήσωσι μαθητῶν· τῶν· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “ ἵνα αὐτοὺς ζηλοῦτε· ἐγὼ δὲ, τοὐναντίον βούλομαι φησὶν, ὑμᾶς αὐτῶν κανόνα καὶ ὑπόδειγμα γίνεσθαι τῶν τελειοτέρων· ὃ δὴ καὶ ἐγένετο, ὅτε πρὸς ὑμᾶς ἤμην·
διὸ καὶ ἐπάγει λέγων,
μόνον, τοὺς μαθητὰς τὴν δέουσαν γνώμην ἔχειν, ἀλλὰ καὶ ἀπόντος.
ἐπειδὴ εἶπεν ὅτι ἐκεῖνοι θέλουσιν οὐχὶ ὑμᾶς ζηλοῦν, ἵνα τὸ τέλειον αὐτοὶ ἔχωσι τῆς πίστεως, μὴ τηροῦντες νόμον, ἀλλ’ αὐτοὺς ὑμᾶς ζηλοῦν, ἐπήγαγεν, ὅτι ταῦτα λέγω οὐ φθονῶν αὐτοῖς, ὄφελον γὰρ κἀκεῖνοι τέλειοι ἦσαν τῇ πίστει κεχρημένοι, καὶ ἀκώλυτον ἢν αὐτοὺς ζηλοῦσθαι καὶ μιμεῖσθαι ἡμᾶς· καὶ ὑμεῖς οὐν τοιαῦτα πράττετε, ἃ καὶ ζηλωτοὺς ὑμᾶς ποιεῖ· ἵνα πάντες ὑμᾶς μιμῶνται, καὶ μὴ ὅταν ἔλθω αἰδεσθέντες με, τοιοῦτοι γίνεσθε, ἀλλὰ καὶ ἐμοῦ μὴ παρόντος ἑαυτοὺς διορθοῦσθε.
Χριστὸς ἐν ὑμῖν.
τέκνα καλῶ τὰ ἀμβλωθρίδια, τὰ ἐκτρώματα· καὶ τοῦτο μὲν οὐ λέγει, ἑτέρως δέ· φείδεται γὰρ καὶ οὐ βούλεται πλῆξαι, οὐδὲ τραύματα ἐπιθεῖναι τραύμασιν· ἀλλ’ ὥσπερ οἱ σοφοὶ τῶν ἰατρῶν τοὺς εἰς μακρὰν καταπεσόντας νόσον οὐχ ὑφ’ ἓν θεραπεύουσιν, ἀλλὰ διαλιμπάνουσιν, ὥστε μὴ ὀλιγοψυχοῦντας ἀπολέσθαι, οὕτως
καὶ ὁ μακάριος οὗτος· καὶ γὰρ αἱ ὠδῖνες αὗται τῶν σωματικῶν δριμύτεραι· ὅσῳ καὶ φιλοστοργία μείζων· καὶ τὸ ἁμαρτηθὲν, οὐ τὸ τύχον ἢν.
ἔχει τοῦ πάθους, οὐδὲ γὰρ εἰδότος ἐστι ποῦ ποτε στήσεται αὐτῷ τὰ τῶν ὠδινῶν.
καὶ τὴν παρουσίαν· τοιοῦτον γὰρ ἡ ἀγάπη· τίνος δὲ ἔνεκεν ζητεῖ τὴν παρουσίαν; ὥστε “ ἀλλάξαι τὴν φωνήν μου” φησίν· ὀλοφυρμὸν κινῆσαι καὶ δάκρυα, καὶ πάντας εἰς θρῆνον ἐπισπάσασθαι· διὰ γὰρ ἐπιστολῆς, οὐκ ἦν δάκρυα δεῖξαι οὐδὲ ὀλολυγμόν· διὸ καίεται τὴν παρουσίαν ζητῶν.
κατηνέχθητε ὡς εἰς περιτομὴν καὶ σάββατα σύρεσθαι, καὶ τῶν Ἰουδαίζειν ἀναγκαζόντων ἐκκρέμασθαι. ἐπειδὴ οὖν ὠλοφύρατο, καὶ ἐμάλαξεν αὐτῶν τὴν διάνοιαν, καὶ ἐπεσπάσατο μειζόνως, πάλιν εἰς τοὺς ἀγῶνας ἐμβαίνει, κεφάλαιον τιθεὶς μεῖζον· καὶ δεικνὺς ὅτι αὐτὸς ὁ νόμος οὐ βούλεται ἑαυτὸν φυλάττεσθαι· τότε μὲν οὖν
ἀπὸ τοῦ Ἀβραὰμ τὸ παράδειγμα εἰσήγαγε· νῦν δὲ αὐτὸν εἰσάγει τὸν νόμον παραινοῦντα μὴ φυλάττειν αὐτὸν ἀλλ’ ἀναχωρεῖν· ὅπερ ἢν ἰσχυρότατον.
ὀργῆς συνεχεῖς τὰς μεταβολὰς δεχόμενος, καὶ τὰ μὲν πρὸς τούτους ἀγανακτῶν, τὰ δὲ πρὸς ἐκείνους, τὸ δὲ καὶ ἀλγῶν ὡς ἐπὶ τέκνοις ἀπολωλόσι· καὶ ὅλως ἀκριβῶς τίς σκοπούμενος, πολλὴν ἴδοι ἃν ἐν τοῖς γεγραμμένοις τῶν παθῶν τὴν ἐναλλαγήν.
Catena In Epistulam Ad Galatas (Typus Parisinus) (E Cod. Coislin. 204). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.