τῶν κατὰ σάρκα· οἵ τινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία, καὶ ἡ δόξα, καὶ αἱ διαθῆκαι, καὶ ἡ νομοθεσία, καὶ αἱ λατρεῖαι, καὶ αἱ ἐπαγγελίαι, ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.
ὅπερ πολλοῖς ἔθος ποιεῖν, ὅταν μέλλωσι τι λέγειν παρὰ τοῖς πολλοῖς ἀπιστούμενον· καὶ ὑπὲρ οὗ σφόδρα εἰσὶν ἑαυτοῖς πεπιστευκότες. καὶ γὰρ “ἀλήθειαν λέγω,” φησὶν, “καὶ οὐ ψεύδομαι. “καὶ ἡ συνείδησίς μοι μαρτυρεῖ, ὅτι λύπη μοι ἐστὶ μεγάλη, “καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου. ηὐχόμην γὰρ αὐτὸς ἐγὼ
“ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ.” τι λέγεις, ὦ Παῦλε; ἀπὸ τοῦ Χριστοῦ; τοῦ ποθουμένου; οὗ μήτε γεέννα, μήτε βασιλεία σε ἐχώριζε; μήτε τὰ ὁρώμενα, μήτε τὰ νοούμενα· μήτε ἄλλα τοσαῦτα; ἀπὸ τοῦ νῦν εὔχῃ ἀνάθεμα εἶναι; τί γέγονε; μὴ κατέλυσας τὸν πόθον ἐκεῖνον; οὔχι φησι. ἀλλὰ καὶ ἐπέτεινα
μᾶλλον αὐτόν. πῶς οὖν εὔχῃ ἀνάθεμα εἶναι, μεθ’ ὃν ἕτερον οὐκ ἔστιν εὑρεῖν; ἐπειδὴ σφόδρα αὐτὸν φιλῶ φησι. πῶς; εἰπέ μοι. καὶ γὰρ αἰνίγματι τὸ πρᾶγμα ἔοικε. μᾶλλον δὲ εἰ δοκεῖ, πρῶτον μάθωμεν, τί ἐστιν ἀνάθεμα. ἄκουσον αὐτοῦ λέγοντος, “εἴ τις οὐ “φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἀνάθεμα ἔστω.” τουτέστι,
κεχωρίσθω πάντων. ἀλλότριος ἔστω πάντων. καθάπερ γὰρ τοῦ ἀναθέματος τοῦ ἀνατιθεμένου τῷ Θεῷ· οὐδεὶς ἃν τολμήσειεν ἁπλῶς ταῖς χερσὶν ἅψασθαι, οὐδὲ ἐγγὺς γενέσθαι, οὕτω καὶ τὸν χωριζόμενον τῆς ἐκκλησίας πάντων ἀποτεμὼν, καὶ ὡς πορρωτάτω ἀπάγων, τούτῳ τῷ ὀνόματι ἀπὸ τοῦ ἐναντίου καλεῖ. μετὰ πολλοῦ τοῦ φόβου πᾶσιν αὐτοῦ κελεύων χωρίζεσθαι καὶ ἀποπηδᾶν. τῷ μὲν γὰρ ἀναθέματι τιμῆς ἕνεκεν, οὐδεὶς ἐτόλμα ἐγγίσαι. τοῦ δὲ ἀποτμηθέντος ἐξ ἐναντίας ἐχωρίζοντο γνώμης ἅπαντες. ὥστε ὁ μὲν χωρισμὸς, εἷς· καὶ ὁμοίως καὶ τοῦτο κἀκεῖνο τῶν πολλῶν ἠλλοτρίωτο·
ὁ δὲ τρόπος τοῦ χωρισμοῦ, οὐχ εἷς· ἀλλὰ καὶ ἐναντίος οὗτος ἐκείνῳ. τοῦτο οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν, “ηὐχόμην “ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ.” καὶ οὐδὲ ἁπλῶς εἶπεν, ἠβουλόμην, ἀλλ’ ἐπιτείνων αὐτό φησιν· “ηὐχόμην.” εἰ δὲ θορυβεῖ σε, ἅτε ἀσθενέστερον ὄντα τὰ λεγόμενα· μὴ τὸ πρᾶγμα λογιζόμενον s, ὅτι
χωρισθῆναι ἠβούλετο, ἀλλὰ καὶ τὴν αἰτίαν δι’ ἣν ἐβούλετο. καὶ τότε ὄψει αὐτοῦ τὴν ὑπερβολὴν τῆς ἀγάπης.
βούλεται ὡς μέγα τι λέγων, καὶ τῷ Χριστῷ τοῦτο χαριζόμενος φανῆναι. διὸ εἶπε “συγγενῶν,” ἵνα κρύψῃ τὸ πλεονέκτημα. ἐπεὶ ὅτι τὸ πᾶν διὰ τὸν Χριστὸν ἤθελεν, ἄκουσον τῶν ἑξῆς, “ὧν ἡ “υἱοθεσία καὶ ἡ δόξα· καὶ ἡ διαθήκη,” καὶ τὰ ἑξῆς. καὶ τί τοῦτο φησίν; εἰ γὰρ ὑπὲρ τοῦ πιστεῦσαι ἑτέρους ἐβούλετο γενέσθαι
ἀνάθεμα, ἔδει καὶ ὑπὲρ τῶν ἐθνῶν τοῦτο εὔξασθαι. εἰ δὲ ὑπὲρ Ἰουδαίων ηὔχετο μόνων, δείκνυσιν οὐ διὰ τὸν Χριστὸν αὐτὸ βουλόμενον, ἀλλὰ διὰ τὴν πρὸς ἐκείνους οἰκείωσιν. καὶ μὴν εἰ ὑπὲρ τῶν ἐθνῶν ηὔξατο, οὐκ ἃν ὁμοίως τοῦτο ἐφάνη. ἐπειδὴ ὑπὲρ Ἰουδαίων δείκνυται καθαρῶς διὰ τὴν τοῦ Χριστοῦ δόξαν, τοῦτο σπουδάζων.
οὐδὲ γὰρ ἁπλῶς ταῦτα εἴρηκεν ἅπερ εἴρηκεν· ἀλλ’ ἐπειδὴ πάντες ἔλεγον, καὶ τοῦ Θεοῦ κατηγόρουν, ὅτι υἱοὶ Θεοῦ καταξιωθέντες κληθῆναι, καὶ νόμον δεξάμενοι, καὶ πρὸ πάντων αὐτὸν εἰδότες, καὶ τοσαύτης ἀπολαύσαντες δόξης, καὶ θεραπεύσαντες αὐτὸν πρὸ τῆς οἰκουμένης ἁπάσης, καὶ ἐπαγγελίας δεξάμενοι, καὶ
πατέρων ὄντες τῶν αὐτῷ φίλων, καὶ τὸ δὴ πάντων μεῖζον, καὶ προπάτορες αὐτοῦ γινόμενοι τοῦ Χριστοῦ, τοῦτο γάρ ἐστιν “ἐξ “ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα,” ἐκβέβληνται καὶ ἠτίμωνται· 1 ἀντεισήχθησαν δὲ ἀντ’ ἐκείνων, οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες, οἱ ἐξ ἐθνῶν.
βλασφημίαν ταύτην καταλυθῆναι· καὶ μὴ δόξαι τὸν Θεὸν ἠπατηκέναι τοὺς ἐκγόνους ἐκείνων· οἷς τὰς δωρεὰς ἐπηγγείλατο. καὶ ἵνα μάθῃς ὅτι ὑπὲρ τούτου κοπτόμενος, ταῦτα ηὔχετο, μετὰ τὸ ταῦτα εἰπεῖν, ἐπήγαγεν, “οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ·” δεικνὺς ὅτι ταῦτα πάντα διὰ τὸν λόγον τοῦ Θεοῦ ὑπομεῖναι ηὔχετο.
τουτέστι τὴν ἐπαγγελίαν τὴν πρὸς τὸν Ἁβραὰμ γεγενημένην. ἵνα γὰρ μὴ εἴπωσι, φησὶν, ὅτι ἐξέπεσεν ἡ ἐπαγγελία τοῦ Θεοῦ, καὶ εἰς ἔργον οὐκ ἐξῆλθεν ὁ λόγος, ἠβουλόμην ἀνάθεμα γενέσθαι. διὰ δὴ τοῦτο οὐχ ὑπὲρ τῶν ἐθνῶν φησὶν, οὐδὲν γὰρ ἦν πρὸς ἐκείνους ἐπηγγελμένον αὐτῷ, οὐδὲ ἦσαν αὐτὸν τεθεραπευκότες· διὸ οὐδὲ
ἐβλασφήμουν αὐτὸν δι’ ἐκείνους. διὰ τοῦτο ἔλεγεν· “ὧν ἡ υἱοθε- “σία,” καὶ τὰ ἑξῆς. καὶ γὰρ ὁ νόμος ἐκεῖθεν ὁ περὶ τοῦ Χριστοῦ φησὶ, καὶ αἱ συνθῆκαι πρὸς αὐτοὺς πᾶσαι, καὶ αὐτὸς ἐξ αὐτῶν, καὶ οἱ πάτερες οἱ δεξάμενοι τὰς ἐπαγγελίας, ἐξ ἐκείνων πάντες. ἀλλ’ ὅμως, τοὐναντίον γέγονε, καὶ πάντων ἐξέπεσον τῶν ἀγαθῶν·
διὰ τοῦτο φησὶ, εἴ γε ἦν χωρισθῆναι τοῦ περὶ τὸν Χριστὸν χοροῦ, καὶ ἀλλοτριωθῆναι με οὐχὶ τῆς ἀγάπης αὐτοῦ, μὴ γένοιτο· ἐπεὶ καὶ ταῦτα δι’ ἀγάπην ἐποίει· ἀλλὰ τῆς ἀπολαύσεως ἐκείνης καὶ τῆς δόξης, κατεδεξάμην ἄν· ὥστε μὴ τὸν δεσπότην βλασφη- μεῖσθαι τὸν ἐμόν· t μεγίστην ἡγούμενος ἁπάντων εἶναι παραμυθίαν
τοῦ πόνου, τὸ τὸν ποθούμενον, μηκέτι βλασφημούμενον ἀκούειν.
τὴν εὐδοκίμησιν τὴν ἐκείνων. τινὲς δὲ περὶ θανάτου τοῦ προσκαίρου ταῦτα λέγειν τὸν Παῦλον ἐνόμισαν. οὓς τοσοῦτον εἴποιμι ἃν ἀγνοεῖν τὸν Παῦλον, ὅσον τὸν πηρὸν τὴν ἀκτῖνα τὴν ἡλιακήν. ὁ 2 γὰρ καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκων, καὶ εἰπὼν, “τίς ἡμᾶς χωρί- “σει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἣ στενοχωρία, “διωγμὸς, ἣ λιμός;“καὶ οὐκ ἀρκεσθεὶς τοῖς λεχθεῖσιν, ἀλλ’ ὑπερβὰς τὸν οὐρανὸν, καὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ· καὶ ἀρχαγγέλων· καὶ πάντα τὰ ἄνω παραδραμών· καὶ συλλαβὼν ὁμοῦ τὰ παρόντα,
τὰ μέλλοντα, τὰ ὁρώμενα, τὰ νοούμενα, τὰ λυπηρὰ, τὰ χρηστὰ, τὰ ἐν ἑκατέροις. καὶ οὐδὲν ὅλως ἀφεὶς, καὶ οὐδὲ οὕτω κορεσθείς· ἀλλὰ καὶ ἑτέραν τοσαύτην κτίσιν τὴν οὐκ οὖσαν ὑποστησάμενος· πῶς ὡς μέγα τι λέγων μετ’ ἐκεῖνα πάντα, θανάτου τοῦ τοῦ ἐμνημόνευσεν ἄν; οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀλλὰ σκωλήκων
ἐν κοπρίᾳ φωλευόντων ἡ τοιαύτη ὑπόνοια· εἰ γὰρ τοῦτο ἔλεγε, πῶς ἀνάθεμα ἑαυτὸν ηὔχετο εἶναι ἀπὸ τοῦ Χριστοῦ; ὁ γὰρ τοιοῦτος θάνατος, μᾶλλον τῷ τοῦ Χριστοῦ συνῆπτε χορῷ, καὶ τῆς δόξης ἀπολαύειν ἐκείνης ἐποίει. ἄλλοι δέ τινες οὐ θάνατον φασὶν, ἠνίξατο, ἀλλὰ κειμήλιον καὶ ἀνάθημα εἶναι ηὔχετο εἶναι τοῦ Χριστοῦ.
καὶ τίς τοῦτο, καὶ τῶν σφόδρα εὐτελῶν καὶ ἀναπεπτωκότων, οὐκ ἃν ηὔξατο; πῶς δὲ ὑπὲρ τῶν συγγενῶν τοῦτο ἔμελλε τῶν αὐτοῦ γίνεσθαι;
ἐπειδὴ κρεῖττον ἦν ἁπάσης δυνάμεως καὶ ῥώμης ὃ ἔμελλεν εἰπεῖν, πολλοὺς μάρτυρας παρέστησε τοῦ μὴ ψεύδεσθαι καὶ κομπάζειν τὴν ἀλήθειαν· τὸν Χριστὸν, τὸ μὴ ψεύδεσθαι· τὴν συνείδησιν· καὶ τὸ Πνευμα τὸ Ἅγιον τίς ἃν οὑν πιστεύσειεν ὅτι ταπεινόν τι ἐννοῶν καὶ οὐ; εἰς τοσαύτην ἐξηνέχθη διὰ βεβαιώσεως ὑπερβολήν;
εἰ δ' ἔτι μικρὸν φρονοῦσι τινὲς, καὶ περὶ γῆν ἰλυσπώμενοι, οὐδὲν μέγα καὶ νεανικὸν ἐννοῆσαι βούλονται, λογιζέσθωσαν τὸν θεοφιλῆ Μωσέα εὐξάμενον ἐκ τῆς θείας βίβλου ἐξαλειφθῆναι, εἰ οἱ ὑπ’ αὐτὸν τελοῦντες, πανωλεθρίᾳ παραδοθεῖεν. μεῖζον γάρ ἐστι τὸ τοῦ Ἀποστόλου. ὁ μὲν γὰρ, συναπολέσθαι, ὁ δὲ, ἀπολέσθαι,
ἵνα ἄλλοι σωθῶσιν, ηὔξατο. ἀπὸ δὲ γυναικὸς γενναίας, ὡς ἄν τις μικρὸν μεγάλῳ εἰκάσειε, τοῦτ’ ἀποδεῖξαι πειράσομαι.
δύναμιν, μὴ δὲ μεγαλοψυχίαν, εἵλετο καταρθῆναι, ἵνα ἄλλος εὐλογηθῇ· ὁ τοσοῦτος καὶ τηλικοῦτος Ἀπόστολος, οὐκ ἃν ηὔξατο τι τοιοῦτον παθεῖν, ἵνα Ἰουδαῖοι πιστεύσωσι, καὶ μὴ δόξη βλασφημεῖσθαι ὁ Θεός· ἄλλοις μὲν ἐπαγγειλάμενος· ἄλλους δὲ εἰς τοσαύτην ἀξίαν ἀγαγών; πάνυ μὲν οὖν. ταῦτα δὲ ἔλεγεν· οὐχ ὡς τῷ ὄντι τῆς ἐπαγγελίας
διαπεσούσης· ἔφη γὰρ, “οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ “λόγος τοῦ Θεοῦ,” ὁ πρὸς τοὺς πατέρας δηλονότι γεγενημένος. ἐξέβη γὰρ ἡ ἐπαγγελία, ἐν τοῖς ἐξ αὐτῶν πιστεύσασι· καὶ ἐν τοῖς ὁμοίοις τοῦ Ἰσαὰκ διὰ τοῦ βαπτίσματος ἐξ ἐθνῶν τεχθεῖσι. καὶ τοῦτο ἐγγυᾶται ὁ τῶν Ἀποστόλων κορυφαῖος Πέτρος, λέγων,
“ταύτην τὴν ἐπαγγελίαν ἐκπεπλήρωκεν ὁ Θεὸς τοῖς τέκνοις αὐ- “τῶν, ἡμῖν ἀναστήσας Ἰησοῦν.” οὐ τοίνυν ὡς διαπεσούσης τῆς ἐπαγγελίας τοῦτο ἔφη, ἀλλ’ ἵνα δείξη τὸ ἀκάθεκτον ἑαυτοῦ περὶ τὸν τοῦ Χριστοῦ πόθον.
εἰρημένων εἴπωμεν. ἀπόλεκτον μὲν ἐποιεῖτο Θεὸς ἐν ἀρχαῖς τὸν σραήλ· καὶ δὴ πρωτότοκον αὐτὸν ἀπεκάλει. ἀλλὰ γεγόνασιν ἀλαζόνες καὶ ὑβρισταί· καὶ τὸ, ἔτι τούτων ἐπέκεινα, κυριοκτόνοι. ταύτῃ διολώλασι· γεγόνασι γὰρ ἀπόπεμπτοι καὶ ἐξερριμμένοι. καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ’ν ὠλισθηκότες, τέθεινται
κατόπιν ἐθνῶν. πεφήνασι δὲ καὶ τῆς τῶν πατέρων ἐλπίδος ἀλλότριοι. ἐπειδὴ δὲ ὁ μακάριος Παῦλος τῶν θείων εὐαγγελίων τέθειται λειτουργός· καὶ διεκήρυττε τοῖς ἔθνεσι τὸν Ἰησοῦν· ἄνω τὲ καὶ κάτω τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀποπεπτωκέναι λέγων· καὶ τοὺς ἐν σκότῳ ποτὲ, καὶ τῶν δαιμονίων θεραπευτὰς, κλητοὺς
γενέσθαι κατὰ πρόθεσιν καὶ πρόγνωσιν Θεοῦ διισχυριζόμενος, ἵνα μή τινες οἴωνται τῶν ἀμαθεστέρων, μονονουχὶ κειμένοις καὶ ἐναλλεσθαι τοῖς ἐκ γένους αὐτὸν, καὶ πεσοῦσιν ἐπιμειδιᾶν, ἀναγκαίαν ποιεῖται τὴν ἀπολογίαν, καὶ φησὶ, “ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ “ψεύδομαι,” καὶ τὰ ἑξῆς· ἀλλὰ τοῖς μὲν εἰς τοῦτο σκαιότητος ἐκπεφοιτηκόσιν, ὡς τῆς εἰς Θεὸν ἀγάπης ἀπολισθεῖν, σκληρὰς τὲ τὰς ἐπὶ τούτῳ δίκας ἀνατλῆναι λοιπὸν, ἐπιστυγνάσειεν ἄν τις. καὶ τὸ ἐκ φιλαλληλίας αὐτοῖς ἐπιστάξαι δάκρυον, εἴη ἃν οὐ πέρα λόγου. μᾶλλον δὲ τῆς ἀγάπης ἔχει τὴν πλήρωσιν. τὸ δὲ δὴ καὶ
ὑπὲρ αὐτῶν θέλειν ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ, μέτρων ἐπέκεινα τῆς ἀγάπης λοιπόν. οὐ γὰρ ἂν ἕλοιτό τις, εἶπέρ ἐστιν ἐν καλῷ φρενὸς, τῆς ἑτέρων ἕνεκα σωτηρίας προσκρούειν Θεῷ. καὶ ποιεῖσθαι μὲν παρ’ οὐδὲν τὴν αὐτοῦ ζωὴν, ἑτέροις γε μὴν τὸ χρῆμα ἐνεῖναι ἑλέσθαι. τί οὖν ἄρα φησὶν, τῆς Ἰουδαίων σωτηρίας ἀντάλλαγμα
τὴν ἑαυτοῦ προτιθείς; οὐκοῦν ὑπερβολικὸς ὁ λόγος, καὶ ἀγάπης ἀπόδειξιν ἔχει τῆς τελεωτάτης. “ηὐχόμην γάρ,” φησιν, “ἀνάθεμα εἶναι αὐτὸς ἀπὸ Χριστοῦ, ὑπὲρ τῶν ἀδελφῶν μου.” ὅμοιον γὰρ ὡς εἴπερ λέγοι· εἰ προσκεκρουκότος ἐμοῦ τῷ Χριστῷ, ὁ Ἰσραὴλ ἀνασώζεται, εἱλόμην ἃν αὐτὸς ἐγὼ, ὁ πᾶσι 'διακηρύττων,
“τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ,” τὸ οὕτω δεινὸν ὑποστῆναι κακὸν, καὶ εἷς ὑπὲρ πάντων χωρῆσαι πρὸς ὄλεθρον. τοῦτο δὲ ἦν, σαγηνεύοντος μὲν τοὺς Ἰουδαίους εἰς εὐπείθειαν, ἀποκρουομένου δὲ τὰς τῶν ἀσυνέτων συκοφαντίας· ᾤοντο γὰρ τῶν Ιουδαίων τινὲς οἷον ἀπόπληκτον γεγονότα τὸν θεσπέσιον Παῦλον,
τοῖς διὰ Μώσεως ἀντιφέρεσθαι νόμοις. ταύτῃ τοῖς πιστεύσασιν ἐπιστέλλει λέγων, “εἴτε γὰρ ἐξέστημεν Θεῷ· εἴτε σωφρονοῦμεν “ὑμῖν.” οὐκοῦν ἑλοίμην ἃν ἔγωγε καὶ μάλα προθύμως, φησὶ, ἵνα τοὺς ἐξ αἵματος ἀνασώσαιμι, ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ.
φίλτρου, τοῦτο φησίν.
πνεύματος ζέσεως. Χριστὸν τὸν γενόμενον ὑπὲρ ἡμῶν κατάραν. τὸν τὰς ἀσθενείας ἡμῶν λαβόντα καὶ τὰς νόσους βαστάσαντα. ἣ τό γε μετριώτερον εἰπεῖν, παθεῖν τί ὑπὲρ αὐτῶν· καὶ ὡς ἀσεβὴς δέχεται πρῶτον ἀπὸ Χριστοῦ, μόνον εἰ οὗτοι σώζοιντο.
βόλῳ, ὥστε μαστιγωθῆναι, καὶ τὰς ὑπὲρ τοῦ Ἰσραὴλ ὑπομεῖναι κολάσεις, ἃς κατὰ τὸ δίκαιον ἐχρεώστουν ὑπὲρ τῆς εἰς Θεὸν αὐτῶν ἀπιστίας, μόνον, ἵνα σωθῶσι· καθ’ ὃν τρόπον καὶ ὁ Κύριος παρέδωκεν ἑαυτὸν, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα.
τοῦ Χριστοῦ, οὗτος ὑπὲρ συγγενῶν ἐπιζητεῖ καὶ εὔχεται τούτου χωρισθῆναι; οὐκ ἔστιν ἐναντία ταῦτα, ἀλλὰ καὶ μᾶλλον συνᾴδει. ὁ γὰρ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, τὸν Θεὸν ἀγαπᾷ. “ἐν τούτῳ “γὰρ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταὶ ἐστὲ, ἐὰν ἀγάπην “ἔχητε πρὸς ἀλλήλους.” ναί φησιν· ἀλλ’ ἐνταῦθα προκρίνει τῆς
πρὸς τὸν Θεὸν ἀγάπης, τὴν τοῦ πλησίον. ἀλλὰ τὸ φιλεῖν ἐκείνους, τὸ οἰκειῶσαι τῷ Χριστῷ ἐστι. δείκνυσι γοῦν τὴν ὑπερβάλλουσαν ἀγάπην, ὅτι καὶ ἑτέρους συνήλαυνεν εἰς αὐτόν. οὕτω γὰρ ἃν νοοῖτο τὸ ῥητόν. εἰ ἦν δυνατὸν διὰ τῆς ἐμῆς ἀπωλείας, δοξασθῆναι τὸν Χριστὸν, καὶ σωθῆναι τοὺς Ἰουδαίους, οὐδὲ τοῦτο ἃν
παρῃτησάμην. ἄλλως τε οὐ δὲ λέγει ἀνάθεμα γενέσθαι. τουτέστιν, ἀπὸ τοῦ νῦν αὐτοῦ χωρισθῆναι· τοῦτο γὰρ ἀπευκτότατον· ἀλλὰ ἀνάθεμα εἰναι. τουτέστι, κεχωρισμένον ἔτι εἶναι, καὶ μήπω τῷ Χριστῷ προσελθεῖν, ἀλλ’ ἔτι κεχωρισμένον αὐτοῦ εἶναι· εἰ τοῦτο εἰς τὴν ὑμετέραν εἴσοδον καὶ πίστιν τὴν εἰς αὐτὸν συνετέλει.
μὴ γὰρ ὅτι προσῆλθον τῷ Χριστῷ, διὰ τοῦτο καὶ ὑμᾶς με προκαλεῖσθαι νομίσητε, φησίν. καὶ πρὸ ἐμοῦ ὑμᾶς ἠβουλόμην προσδραμεῖν αὐτῷ.
’τον νόμον. καὶ γυμνώσας τῆς τιμωρίας τὴν ἀπειλὴν, τῆς εὐαγγελικῆς χάριτος τὰ δῶρα παρέθηκε, καὶ τὴν ἐκ πίστεως σωτηρίαν ὑπέδειξεν. ἵνα μήτε Ἰουδαῖοι δυσχεραίνωσι κατηγορεῖσθαι τὸν νόμον ὑπειληφότες· μήτε μὴν οἱ περὶ τὴν παλαιὰν ἀπεχθῶς διακείμενοι αἱρετικοὶ, πρόφασιν εἰς τὴν κατὰ τοῦ νόμου συκο-
φαντίαν λάβωσιν. ἐκ τῆς γεγενημένης παρεξετάσεως, ἔδειξεν ἀναγκαίως τοῦ νόμου τὸ χρήσιμον· καὶ πολλαῖς αὐτὸν ἐταινίωσεν εὐφημίαις. ἐπεὶ δὲ πάλιν Ἰουδαῖοι τὸν πατριάρχην Ἁβραὰμ προβαλλόμενοι, καὶ τὰς πρὸς αὐτὸν ὑπὸ τοῦ Θεοῦ γεγενημένας ἐπαγγελίας, ἐναντίον ταύταις ἐπειρῶντο δεικνύειν τῶν Ἀποστόλων
τὸ κήρυγμα, παρὰ τὴν θείαν ὑπόσχεσιν τοῖς ἔθνεσι προσφερόμενον, ἀναγκαίως καὶ τούτους εἰς μέσον προφέρει τοὺς λόγους. καὶ σοφῶς ἄγαν διαλύει, καὶ γραφικαῖς μαρτυρίαις, καὶ παραδείγμασι παλαιοῖς εἰς καιρὸν κεχρημένος. καὶ δεικνὺς ἐναργῶς τῶν θείων ὑποσχέσεων τὴν ἀλήθειαν. μέλλων μέντοι τῆς Ἰουδαίων
ἀπιστίας κατηγορεῖν, πρῶτον ἣν ἔχει περὶ αὐτοὺς φιλοστοργίαν γυμνοῖ. εἰπὼν δὲ, ὅτι λύπη μοι ἐστὶ μεγάλη, ὤφειλε μὲν προσθεῖναι διὰ τὴν Ἰουδαίων ἢ ἀποβολὴν ἣ ἀπιστίαν. φειδοῖ δὲ κεχρημένος, ταῦτα μὲν οὐ τέθεικε τὰ ῥήματα. τὴν δὲ τούτων διὰ τῶν ἑξῆς διδάσκει διάνοιαν. σφόδρα δὲ ἁρμοζόντως παρενέθηκε, καὶ
τὸ, “αὐτὸς ἐγώ.” τῶν ἤδη περὶ τῆς ἀγάπης τῆς πρὸς τὸν χριστὸν εἰρημένων, ἀναμιμνήσκων. καὶ μονονουχὶ λέγων, ὅτι ἐγὼ ὃν οὐδὲν χωρίσαι δυνήσεται ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, ὑπὲρ τῆς Ἰουδαίων σωτηρίας ἥδιστα ἃν ἐχωρίσθην αὐτοῦ. δῆλον δὲ ὅτι οὐ τούτους προτιμῶν τοῦ σεσωκότος, ἀλλὰ διὰ τὸν περὶ ἐκεῖνον ἔρωτά
τε καὶ πόθον, ταῦτα εἴρηκε· πάντας ὑποκύπτοντας ἰδεῖν ποθῶν, καὶ ἀσπασίως δεχομένους τὸ κήρυγμα.
ὁ κἀς ἑκάστην ἡμέραν δι’ αὐτὸν ἀποθνήσκων. καὶ εὔχεται μὲν ἃ εἴπομεν. ἐπειδὴ δὲ οὐκ ἔμελλε γενέσθαι οὕτως, οὐδὲ ἔμελλεν ἀνάθεμα εἶναι, πειρᾶται λοιπὸν καὶ εἰς ἀπολογίαν ἐμβῆναι τῶν ἐγκλημάτων· καὶ τὰ θρυλλούμενα παρὰ πάντων εἰς μέσον ἀγαγὼν, ἀνάτρεψαι. πρὶν δὲ εἰς τὴν σαφῆ τούτων ἀπολογίαν ἐμβῆναι, τὸ
σπέρματα αὐτῆς ἤδη προκαταβάλλεται· ὅταν γὰρ λέγῃ, “ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα, καὶ τὰ ἑξῆς, οὐδὲν ἄλλο φησὶν, ἣ ὅτι ὁ Θεὸς μὲν αὐτοὺς ἐβούλετο σωθῆναι· καὶ τοῦτο ἐδήλωσε δι’ ὧν ἔμπροσθεν ἐποίησε· καὶ δι’ ὧν ὁ Χριστὸς ἐξ ἐκείνων ἐγένετο· καὶ δι’ ὧν τοῖς πατράσιν ἐπηγγείλατο· αὐτοὶ δὲ ἐξ οἰκείας ἀγνωμο-
συνῆς ἀπεκρούσαντο τὴν εὐεργεσίαν· διὸ καὶ ἐκεῖνα τίθησιν ἅπερ τῆς τοῦ Θεοῦ δωρεᾶς ἐστὶν ἐνδεικτικὰ μόνον, οὐκ ἐκείνων ἐγκώμια· καὶ γὰρ ἡ υἱοθεσία τῆς αὐτοῦ γέγονε χάριτος, καὶ ἡ δόξα, καὶ αἱ ἐπαγγελίαι, καὶ ὁ νόμονς.
θῆσαν ἀπὸ τοῦ προπάτορος αὐτῶν Ἰακώβ· ὃς Ἰσραὴλ μετωνομάσθη, ἐκ τοιαύτης αἰτίας. ὑποστρέφων ἀπὸ τῆς Μεσοποταμίας ὁ Ἰακὼβ, προσήγγισε τῷ χειμάρρῳ ἰακώβ. δεῖ γὰρ τὴν ἱστορίαν εἰπεῖν, εἶτα καὶ τίνων σύμβολα παραστῆσαι. ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην, ἔλαβε τὰς δύο γυναῖκας, καὶ τὰς δύο παιδίσκας,
καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν Ἰακὼβ, καὶ ἔλαβεν αὐτούς. καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. ὑπελείφθη δὲ Ιακὼβ μόνος. καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ ἕως πρωΐ. εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν. καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ. καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν
αὐτὸν μετ’ αὐτοῦ. καὶ εἰπεν αὐτῷ· ἀπόστειλόν με. ἀνέβη γὰρ ὁ ὄρθρος. καὶ εἶπεν οὗτος. οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. εἶπε δὲ αὐτῷ· τί τὸ ὄνομά σου ἐστίν; ὁ δὲ, εἶπεν, Ἰακώβ. λέγει αὐτῷ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’ Ἰσραήλ. ὅτι ἐνίσχυσας μετὰ Θεοῦ. καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. ἔσῃ.
τί τὸ ἐκ τούτων δηλούμενον; πῶς οὐκ ἄξιον ἰδεῖν, τὸν μὲν προσπαλαίοντα τῷ Ἰακὼβ, φαμὲν ἅγιον Ἄγγελον εἰς τύπον Χριστοῦ τὸ καθ’ ἡμᾶς διὰ τὸ ἀνθρώπινον; ὅτι δὲ μὴ αὐτὸς τοῖς ἄλλοις ὁμοῦ διέβη τὸν χειμάρρουν, ἤτοι τὸν Ἰακὼβ, ὃς ἑρμηνεύεται πάλη, γέγονεν αὐτῷ ἡ δοκοῦσα μάχη.
ἀνωτάτω καταφαιδρύνει τιμαῖς. πάλη δὲ ὄνομα τῷ ποταμῷ. “βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπά- “ζουσιν αὐτήν.” “καὶ στενὴ λίαν ἡ πύλη, καὶ τεθλιμμένη ἡ “ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες “αὐτήν.” ὅτι τοίνυν οἱ ἐξ Ἰακὼβ ἐσόμενοι κατὰ καιροὺς, οὔτε τὸν
Ιορδάνην ἔμελλον διαβήσασθαι. τουτέστι τὴν διὰ τοῦ ἁγίου βαπτίσματος χάριν. αὐτὸν τὲ λοιπὸν ἀντίπαλον ἕξειν τὸν Ἐμμανουὴλ, ὑπεδήλου τὸ γεγονός. ὅτι γὰρ οἱ μὴ τιμῶντες τὴν πίστιν, πάντη τὲ καὶ πάντως καταλογισθήσονται εἰς ἀνθεστηκότας, πλη- ροφορήσει λέγων αὐτὸς ὁ Σωτήρ, “ὁ μὴ ὣν μετ’ ἐμοῦ, κατ’ ἐμοῦ
“ ἐστιν·” ἀλλὰ μετ’ αὐτοῦ μὲν εἶεν ἃν οἱ πεπιστευκότες· ἀληθὲς δὲ καὶ τὸ ἔμπαλιν. πῶς οὖν ἐνδοιάσειέ τις; πλὴν ἐπάλαιε, φησὶ, μετὰ Ἰακὼβ, ἄνθρωπος ἕως πρωί. καὶ εἶπεν ὅτι οὐ δύναται πρὸς αὐτόν. ἀκούεις ὅπως ἐν νυκτὶ γέγονεν ἡ πάλη; ἠλέγχετο δὲ πίπτων καὶ νικώμενος. ὅτι τὰ ἀνέφικτα ἐζήτει, θεομαχεῖν ἡρημένος·
περιέσεσθαι προσδοκῶν τοῦ πάντα ἰσχύοντος Χριστοῦ. τοῦτο οἶμαι ἐστὶν ὅπερ ἔφη καὶ ὁ θεσπέσιος ψαλμῳδὸς, “ διελο- “γίσαντο βουλὴν, καὶ οὐ μὴ δύνωνται στῆναι.” δῆλον δὲ ὅτι περὶ τῶν ἐξ Ἰσραήλ· ὅτι δεινὰ κατὰ τῆς ἑαυτῶν ἐσκέπτοντο κεφαλῆς· ἵνα μὴ λέγοιμι Χριστοῦ. ἐμαχέσαντο τοίνυν τῷ Χριστῷ ἐν σκότει
γεγονότες. τουτέστι, τὸν θεῖον εἰς νοῦν οὐκ ἔχοντες λογισμόν. οὔτε μὴν τὴν διαυγάζουσαν ἡμέραν, οὔτε τὸν ἀνίσχοντα νοητῶς ἑωσφόρον ἐν ταῖς τῶν πιστῶν καρδίαις. διαμεμενήκασι γὰρ ἀπειθεῖς, καὶ ὡς ὁ προφήτης φησὶν “ ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο “αὐτοῖς σκότος. μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν.”
προστιθεὶς, “ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν· ἀποθώμεθα οὖν “τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. ὡς “ ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν.” οὐκοῦν ἐν ἡμέρᾳ μὲν οἱ πιστεύσαντες. οἱ δὲ ἀπειθεῖς ὡς ἐν νυκτὶ καὶ σκότῳ μάχονται τῷ Χριστῷ. τοῦτο πεπράχασιν οἱ ἐξ ἰακώβ· πλὴν ἠσθενήκασι καὶ
νενίκηνται, καὶ ὀρθοποδεῖν οὐκ ἔχουσιν. “ἥψατο γάρ,” φησι, “ὁ “παλαίων ἄνθρωπος μετὰ τοῦ Ἰακὼβ, τοῦ πλάτους τοῦ μηροῦ “ αὐτοῦ. καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ τοῦ Ἰακὼβ, ἐν τῷ “παλαίειν αὐτὸν μετ’ αὐτοῦ.” τί δὲ δὴ ἄρα κἀντεῦθεν εἰσόμεθα, φέρε λέγωμεν u ὡς ἔνι. ὁ μηρὸς ὡς ἐπίπαν παρά γε τῇ θεοπνεύστῳ γραφῇ, τὰ εἰς τέκνων γονὴν ἀναγκαῖα τοῦ σώματος ὑπεμφαίνει μόρια. καὶ αὐτὴν δὲ λοιπὸν ὡς ἐκ τούτου τὴν γονήν. περὶ μηροὺς γὰρ ἅπασι τὰ παιδοποιὰ κεῖται μέλη. καὶ γοῦν καὶ ὁ μακάριος Αβραὰμ, ὅτε τὸν γνήσιον οἰκέτην, γυναῖκα τῷ Ἰσαὰκ ληψόμενον,
εἰς τὴν τῶν ποταμῶν ἐξέπεμπε μέσην, ὀμνύειν ἐκέλευε λοιπὸν, οὕτω λέγων, “ θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου.” τουτέστιν, ὄμνυθι μετὰ Θεὸν, καὶ κατὰ τῶν ἐσομένων ἐξ ἐμοῦ, καὶ γονῆς τῆς δεσποτικῆς. ὁ μηρὸς οὖν ἄρα τοὺς ἐκ μηρῶν σημαίνει. ἐνάρκησε τοίνυν ὁ μηρὸς Ἰακώβ. ἐχώλαναν γὰρ οἱ ἐκ μηρῶν αὐτοῦ γεγονότες.
τουτέστιν, οἱ ἐξ Ἰσραήλ. καὶ μάρτυς αὐτὸς ὁ Σωτῆρ’ οὕτω λέγω, διὰ φωνῆς τοῦ Δαβὶδ, “υἱοὶ ἀλλότριοι ἐψεύσαντό με. υἱοὶ ἀλλό- “ τριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτων,” ὅτι δὲ χωλότητα τὴν νοητὴν ὑπομενένηκεν ὁ Ἰσραὴλ, καὶ ὁ σοφὸς ἠπίστατο Παῦλος· γράφει γοῦν καὶ αὐτὸς, “ διὸ τὰς παρειμένας
“ χεῖρας, καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε. καὶ “ ὀρθὰς ποιήσατε τοῖς ποσὶν ἡμῶν·” ἵνα μὴ τὸ χωλὸν ἰαθῇ δὲ μᾶλλον.
τὴν πίστιν μὴ προσηκάμενοι, μεμενήκασιν ἐν χωλότητι καὶ ἐν ἐκτροπῇ τοῦ πάθους, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. αἴνιγμα δὴ οὖν τῆς Ἰσραὴλ χωλότητος νοητῆς τὸ συμβεβηκὸς τῷ Ἰακὼβ περὶ τὸν μηρὸν πάθος, ἐν τῷ παλαίειν αὐτόν. πλὴν ὅτι ψευδοεπήσαιμεν ἃν οὔτι που διαβεβαιούμενοι τε καὶ λέγοντες,
ὅτι τοῖς οὖσιν ἐν νυκτὶ καὶ σκοτίαν ἔχουσιν εἰς νοῦν, ἀντιφέρεται τρόπον τινὰ καὶ προσπαλαίει Χριστὸς, παραλύων εἰς χωλότητα τὴν πνευματικήν. ἀναμάθοι δ’ ἄν τις τοῦτο εὐκόλως καὶ διὰ τῶν ἐφεξῆς. ἔφη γὰρ τῷ Ἰακὼβ ὁ προσπαλαίων ἄνθρωπος “ “με. ἀνέβη γὰρ ὁ ὄρθρος.” συνίης ὅπως οὐκ ἀνέχεται προσπαλαίειν
διαυγαζούσης ἡμέρας ; οὐ γὰρ μάχεται τοῖς ἐν φωτὶ γεγονόσιν οἷς ἃν εἴη πρέπον, εἰς τοῦτο λαμπρότητος διεληλακόσι, καὶ τὸ 3 φάναι λοιπὸν, “ ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω.” καὶ πρός γε δὴ τούτῳ τὸ “ πρῒ εἰσακούσῃ τῆς φωνῆς μου· τὸ πρωῒ παραστή- “ σομαί σοι, καὶ ἐπόψει με.” ἀνίσχοντος γὰρ ἡμῖν τοῦ φωτὸς τῆς δικαιοσύνης, τουτέστι Χριστοῦ, καὶ νοητὴν ἐν καρδίαις ἱέντος αὐγήν. τότε δὴ τότε καὶ μάλα λαμπροὶ παραστησόμεθα αὐτῷ
διὰ τῆς εἰσάγαν ἐπιεικείας, καὶ τῆς ἄνωθεν ἐποπτείας, ἑαυτοὺς ἀποφανοῦμεν ἀξίους. “ ὀφθαλμοὶ γάρ,” φησι, “ Κυρίου ἐπὶ δι- “καίους.” ὄρθρου δὴ οὖν ἀνίσχοντος, τὴν πάλην καταλύει.
ἐπιδοῦναι τι τῶν ἀναγκαίων εἰς σωτηρίαν αὐτῷ. ὁ γὰρ ὅλως νενικηκὼς καὶ ἀποστῆναι δυνάμενος, εἰ μὴ μεθεῖτο τυχὸν ὁ νενικημένος, ἐξουσίαν ὡσπερεὶ διδοὺς τοῦ, εἴπερ ἕλοιτο καὶ ἀπρὶξ ἔχεσθαι τυχὸν, “ ἀπόστειλόν με,” φησιν. τούτῳ προσεοικὸς τὸ πρὸς Μωσέα παρὰ Θεοῦ σοφῶς τε καὶ οἰκονομικῶς
εἰρημένον. ἐβουλεύετο μὲν γὰρ εἰδωλολατροῦντα κατὰ τὴν ἔρημον, μεμοσχοποίηκε γὰρ, ἐξαιτῆσαι δίκας τὸν ἀπόπληκτον Ἰσραήλ. ἐφιεὶς δὲ ὥσπερ τῷ μακαρίῳ Μωϋσῇ, καὶ κατακωλύειν εἰ βούλοιτο τὴν ὀργὴν, καὶ τὰς ὑπὲρ τῶν ἡμαρτηκότων ποιεῖσθαι λιτὰς, “ ἔασόν με,” φησὶν, “ καὶ ἐξολοθρεύσω αὐτοὺς, καὶ ποιήσω σε εἰς
“ἔθνος μέγα.” ἐπειδὴ δὲ συνῆκε Μώσης τῆς θείας ἡμερότητος τὴν οἰκονομίαν, ἐπὶ τὸ κωλύειν ἔρχεται, καὶ φησὶν, “εἰ μὲν ἀφῇς “αὐτοῖς τὴν ἁμαρτίαν, ἁφῆς. εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς “βίβλου ταύτης ἧς ἔγραψας.” οὐκοῦν κατὰ τοιόνδε τρόπον εἰρή- σεται πρὸς Ἰακὼβ τὸ, “ἀπόστειλόν με,” παρὰ τοῦ παλαίοντος μετ’
αὐτοῦ. ὁ δὲ, τάχα που συνεὶς, τίς ὁ παλαίων ἐστὶ, καὶ ἐν αἰσθήσει γενόμενος τοῦ παντὸς πράγματος, μεταποιεῖται λίαν, καὶ φησὶ, “οὐ μή σε ἀνῶ, ἐὰν μή με εὐλογήσῃς.” ηὐλόγηται δὲ, καὶ γέγονεν αὐτῷ τῆς εὐλογίας ὁ τρόπος, ἐξ ὀνόματος τοῦ πρώτου πρὸς ἕτερον μεταβιβασμένος. “οὐ κληθήσεται γὰρ τὸ ὄνομά σου Ἰακώβ.
“ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.” τοῦ μὲν Ἰακὼβ σημαίνοντος τὸν πτερνίζοντα· τουτέστι, τὸν ἀδρανῆ καὶ νηφάλιον εἰς τὸ δύνασθαι κατορθοῦν ἃ δεῖ. τοῦ δὲ Ἰσραὴλ, εἰς νοῦν ὁρῶντα Θεὸν, ἑρμηνευομένου.
ἀνασειράζοντες. παλαίσας ὁ Ἰακὼβ καὶ νενικημένος, καὶ παθὼν ἐν σκότῳ τὴν νάρκησιν τὴν ἐν τῷ μηρῷ δηλονότι, τὸ λοιπὸν ἀντέχεται τοῦ παλαίοντος ὡς εἰρηνικὸς, διαυγάζοντος ἤδη φωτὸς, καὶ ὄρθρου λοιπὸν γεγονότος. ἐξεβιάζετο δὲ ὥσπερ εἰς εὐλογίας αὐτόν. καὶ δὴ καὶ ηὐλόγηται. μετωνόμασται γὰρ Ἰσραήλ. ἀντεξάγων
γὰρ ὥσπερ ὁ Ἰσραὴλ τῷ Ἐμμανουὴλ τὸ ἀπειθὲς καὶ δυσάγωγον, πλὴν ὡς ἐν ἀγνοίᾳ καὶ σκότῳ τῷ τῆς ἀμαθίας φημί· πεπώρωτο γάρ· ἐπέγνω μόλις ἀνίσχοντος καὶ αὐτῷ κατὰ νοῦν τοῦ θείου φωτός. ηὐλόγηται τε παρὰ Χριστοῦ· κἂν μὴ ἅπας τυχὸν, ἀλλ’ οὖν ἐν μοίρᾳ τινὶ τῶν πεπιστευκότων. “γέγονε γὰρ λεῖμμα κατ’
“ἐκλογὴν χάριτος τῷ Ἰσραὴλ,” κατὰ τὸ γεγραμμένον. καὶ πεπιστεύκασι τῶν Ἰουδαίων, οὐκ ὀλίγοι τὸν ἀριθμόν· καὶ πρόγε τῶν ἄλλων οἱ θεσπέσιοι μαθηταί. οἳ ποτὲ μὲν ἦσαν Ἰακώβ· τὸ ἀδρανὲς ἔχοντες ἐν νόμῳ, καὶ οἱονεὶ πτερνίζοντες, παριππεύοντες γοργῶς, καὶ ὅτι μάλιστα παραιτούμενοι τὸ προσκρούειν Θεῷ. ἄμεμπτοι
γὰρ ἦσαν κατὰ τὴν δικαιοσύνην τὴν ἐν νόμῳ. γεγόνασι δὲ μετὰ τοῦτο καὶ Ἰσραήλ. τουτέστι, μετακεχωρήκασιν εἰς νοῦν ὁρῶντα λοιπὸν Θεόν. τὸ γὰρ Χριστὸν εἰδέναι, τίς δὴ ἄρα καὶ πόθεν καὶ ὅπως γέγονε καθ’ ἡμᾶς; ἣ ποῖος αὐτῷ τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ πλοῦτος; τοῦτο εἶναι φημὶ τῆς ἀληθοῦς θεοπτίας εἰσδέξασθαι
κατὰ νοῦν τὸ φῶς. οὐκοῦν κἂν εἴτις εἴη ἀληθῶς Ἰακὼβ, τουτέστιν εἰ πτερνίζειν δύναιτο, καὶ διαδιδράσκειν ἀστείως καὶ νεανικῶς, πᾶν ὅπερ ἐστι παραλύειν εἰδὸς, καὶ καλοῦν εἰς ἁμαρτίαν, προκόψει διὰ Χριστοῦ καὶ εἰς σύνεσιν ἁγιοπρεπῆ· κεκλήσεται δὲ καὶ Ἰσραήλ· τουτέστι, Θεὸν ὁρῶν· τότε δὴ τότε καὶ
μετὰ ἀνθρώπων ἔσται δυνατὸς, ἐνισχύσας μετὰ Θεοῦ. οὐ γὰρ νοῦ τὸ ἄναλκι κατηρρωστηκότος, ἔργον ἃν γένοιτο τὸ εἰδέναι Θεὸν, καὶ τὴν ἐπ’ αὐτῷ γνῶσιν ἑλεῖν, εἰ καὶ ἐν ἐσόπτρῳ βλέπει καὶ αἰνίγματι. ἀλλὰ τοῦ πρὸς τοῦτο λοιπὸν εὐσεβείας ἐνηνεγμένου, ὡς δι’ οὐδενὸς μὲν ποιεῖσθαι λόγου τὰ σαρκικὰ καὶ ἐγκόσμια·
γοργῷ δὲ ὥσπερ καὶ ἀκαθέκτῳ φρονήματι διατάττειν δύνασθαι πρὸς τὸ τῷ Θεῷ δοκοῦν. οὕτω τοίνυν Ἰσραὴλ μετονομασθέντος τοῦ ακὼβ, καὶ οἱ ἐξ αὐτοῦ Ἰσραηλῖται λέγονται.
Θεοῦ τῷ προπάτορι· καθάπερ δέ τις κλῆρος εἰς τοὺς ἐκγόνους παραπεμφθέν. “ ὧν ἡ υἱοθεσία·” “ υἱὸς γάρ,” φησιν, “πρωτό- “ τόκος μου Ἰσραήλ.” “ καὶ ἡ δόξα·” περιφανεῖς γὰρ ἀπὸ τῶν θαυμάτων ἐγένοντο. “καὶ αἱ διαθῆκαι.” οὐ γὰρ μόνον τὴν παλαιὰν, ἀλλὰ καὶ τὴν καινὴν αὐτοῖς ὑπέσχετο δώσειν. “θήσομαι
“γὰρ,” φησὶν, “τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινήν· οὐ κατὰ τὴν “διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν.” ἀλλὰ ταύτην αὐτοὶ λαβεῖν οὐκ ἠθέλησαν. “καὶ ἡ νομοθεσία.” αὐτοῖς γὰρ τὸν Μωσαϊκὸν ἐδεδώκει νόμον. “καἰ ἡ λατρεία.” τῶν γὰρ ἄλλων ἐθνῶν αὐτοὺς προτιμήσας, τὴν νομικὴν ἱερουργίαν ἐδίδαξε. “ καὶ αἱ
“ἐπαγγελίαι.” αἵτε πρὸς τοὺς πατέρας παρὰ τοῦ Θεοῦ γεγενημέναι, καὶ αἱ διὰ τῶν προφητῶν προενηνεγμέναι. “ὧν οἱ πα- “τέρες” οἱ ἀοίδιμοί τε καὶ πολυθρύλλητοι. ὧν Θεὸς ἐχρημάτισεν ὁ Θεός. εἶτα τελευταῖον τέθεικε τὸ μεῖζον τῶν ἀγαθῶν. “καὶ ἐξ “ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα.” καὶ ἤρκει μὲν ἡ τοῦ κατὰ
σάρκα προσθήκη παραδηλῶσαι τοῦ Χριστοῦ τὴν θεότητα· ὁ δὲ, προστέθεικε τὸ, “ ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς “αἰῶνας. ἀμήν.” καὶ τῶν φύσεων δεικνὺς τὴν διαφορὰν καὶ τοῦ θρήνου διδάσκων τὸ εὔλογον· ὅτι ἐξ αὐτῶν μὲν κατὰ σάρκα ὁ ἐπὶ πάντων Θεός· αὐτοὶ δὲ τῆς συγγενείας ταύτης ἐξέπεσον.
δὲ Θεὸν ὁμολογείτωσαν αὐτὸν, οἱ κτιστὸν εἶναι διοριζόμενοι, ἵνα φανῶσιν Ἰουδαίζοντες. ἢ εἴπερ ὁμολογοῦσι τὸν κτισθέντα εἶναι Θεὸν, εἰδωλολατρεῖν μὴ ἀρνείσθωσαν.
ὁ Υἱός. οὐκ ἄρα τῶν γενομένων ἐστίν. εἰ δὲ Θεὸς ἐπὶ πάντων ὑπάρχων ὁ Υἱὸς, καὶ γενητός ἐστιν· ἔστι δὲ ἐπὶ πάντων Θεός· καὶ
σπέρμα Ἁβραὰμ, πάντες τέκνα, ἀλλ’, ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. τουτέστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἀπαγγελίας λογίζεται εἰς σπέρμα. ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος, κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ
Σάρρᾳ υἱός.
λύων τὴν ἀπορίαν, πρὸ τῆς ἀντιθέσεως τὴν λύσιν εἰσάγει. ἵνα γὰρ μὴ λέγῃ τίς· τι οὖν σὺ μᾶλλον φροντίζεις τῆς δόξης τοῦ Θεοῦ, ἢ ὁ Θεὸς τῆς ἑαυτοῦ; καὶ τῆς παρὰ σοῦ δεῖται βοηθείας, ἵνα μὴ ἐκπέσῃ ὁ λόγος αὐτοῦ ; κἂν μὴ σὺ γένῃ ἀνάθεμα, ἐκπίπτει αὐτοῦ ὁ λόγος; πρὸς ταῦτα πάντα ἱστάμενος φησίν. ταῦτα δὲ
πάντα εἶπον, ἵνα δείξω τὸ περὶ Χριστὸν φίλτρον· καὶ γὰρ καὶ οὕτω τῶν πραγμάτων ἐκβάντων, οὐκ ἀποροῦμεν τῶν ὑπὲρ τοῦ Θεοῦ λόγων, φησὶν, καὶ τοῦ δεῖξαι ὅτι ἕστηκεν ἡ ἐπαγγελία ἣν εἶπεν ὁ Θεὸς τῷ Ἁβραάμ· “σοὶ δώσω καὶ τῷ σπέρματι σου·” καὶ “ὅτι ἐν τῷ σπέρματί σου ἐνευλογήσονται πάντα τὰ ἔθνη.” ἴδωμεν
οὖν ποῖον ἐστὶ τὸ σπέρμα φησίν. οὐ γὰρ πάντες οἱ ἐξ αὐτοῦ, σπέρμα αὐτοῦ εἰσίν. ἃν τοίνυν μάθῃς ποῖον ἐστὶ τοῦ Ἁβραὰμ σπέρμα, ὄψει δοθεῖσαν τὴν ὑπόσχεσιν τῷ σπέρματι αὐτοῦ, καὶ γνώσῃ ὅτι οὐκ ἐξέπεσεν ὁ λόγος. ποῖον οὖν ἐστιν, εἰπὲ, τὸ σπέρμα; αὐτὴ ἡ ἐπαγγελία ἑαυτὴν ἑρμηνεύει, οὕτω λέγουσα. “ ἐν Ἰσαὰκ “κληθήσεταί σοι σπέρμα·” τί ἐστιν “ἐν Ἰσαάκ;” τουτέστιν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα. καὶ ὅρα Παύλου σύνεσιν καὶ μεγαλόνοιαν. ἑρμηνεύων γὰρ οὐκ εἶπεν,
ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Ἁβραάμ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα τέκνα τοῦ Θεοῦ. τῷ παρόντι τὰ παλαιὰ συνάπτων, καὶ δεικνὺς ὅτι οὐδὲ Ἰσαὰκ ἁπλῶς τοῦ Ἁβραὰμ τέκνον ἢν.
οὗτοι τέκνα τοῦ Θεοῦ εἰσὶ, καὶ σπέρμα τοῦ Ἁβραάμ. διὰ γὰρ τοῦτο εἶπεν, “ἐν Ἰσαὰκ κληθήσεται σοι σπέρμα.” ἵνα μάθῃς ὅτι οἱ τῷ τρόπῳ γεννώμενοι τῷ κατὰ τὸν Ἰσαὰκ, οὗτοι μάλιστά εἰσι τὸ σπέρμα τοῦ Ἁβραάμ. πῶς οὖν ὁ Ἰσαὰκ ἐγεννήθη; οὐ κατὰ νόμον φύσεως, οὐδὲ κατὰ δύναμιν σαρκός. ἀλλὰ κατὰ δύναμιν ἐπαγγελίας·
“κατὰ τὸν καιρὸν τοῦτον,” φησὶν, “ἐλεύσομαι, καὶ ἔσται “τῇ Σάρρα υἱός.” αὕτη τοίνυν ἡ ἐπαγγελία, τὰ τέκνα τοῦ Θεοῦ διέπλασέ τε καὶ ἐγέννησε διὰ τῶν τοῦ Θεοῦ ῥημάτων. τί γὰρ εἰ καὶ μήτρα ὑπέκειτο, καὶ νηδὺς γυναικός; οὐ γὰρ ἡ δύναμις τῆς νηδύος, ἀλλὰ τῆς ἐπαγγελίας ἡ ἰσχὺς, ἔτεκε τὸ παιδίον. οὕτω
καὶ ἡμεῖς γεννώμεθα διὰ τῶν τοῦ Θεοῦ ῥημάτων. ἐν γὰρ τῇ κολυμβήθρᾳ τῶν ὑδάτων, ῥήματα εἰσὶ τὰ Θεοῦ γεννῶντα ἡμᾶς, καὶ διαπλάττοντα. εἰς γὰρ ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος βαπτιζόμενοι, γεννώμεθα. αὕτη δὲ οὐχὶ φύσεως, ἀλλ’ ἐπαγγελίας Θεοῦ ἡ γέννησις. ὥσπερ γὰρ τὴν τοῦ Ἰσαὰκ προσαγορεύσας
γέννησιν, τότε αὐτὴν ἐπλήρωσεν· οὕτω καὶ τὴν ἡμετέραν πρὸ πολλῶν προανεφώνησε χρόνων, διὰ τῶν προφητῶν ἁπάντων· καὶ μετὰ ταῦτα εἰς ἔργον ἐξήγαγεν. εἰ δὲ λέγοιεν οἱ Ιουδαῖοι, ὅτι τὸ “ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,” τοῦτο ἐστὶ, τὸ τοὺς ἐκ τοῦ Ἰσαὰκ γενομένους αὐτῷ λογίζεσθαι εἰς
σπέρμα· ἔδει καὶ τοὺς Ἰδουμαίους καὶ πάντας ἐκείνους υἱοὺς αὐτοῦ χρηματίζειν. ὁ γὰρ πρόγονος αὐτῶν Ἡσαῦ, υἱὸς ἦν τοῦ Ἰσαάκ· νῦν δὲ οὐ μόνον οὐ χρηματίζουσι παῖδες, ἀλλὰ καὶ σφόδρα εἰσὶν ἠλλοτριωμένοι. ὁρᾷς ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας; ἀλλὰ καὶ ἐν αὐτῇ τῇ φύσει ἡ διὰ τοῦ βαπτίσματος ἄνωθεν προυπογέγραπτο γέννησις. εἰ δὲ τὴν μήτραν μοι λέγεις, ἔχω κἀγὼ τὸ ὕδωρ εἰπεῖν. ἀλλ’ ὥσπερ ἐνταῦθα τὸ πᾶν τοῦ Πνεύματος, οὕτω κἀκεῖ τὸ πᾶν τῆς ἐπαγγελίας. τοῦ γὰρ ὕδατος ψυχροτέρα ἦν ἡ μήτρα διὰ τὴν
στείρωσιν καὶ τὸ γήρας.
βουλομένων καρπώσασθαι, ἔχουσι τἀληθὲς αἱ πρὸς τοὺς πατέρας ἐπαγγελίαι· πῶς ἔχουσιν; “οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι “σραήλ.” οὐ γὰρ τῆς φύσεως ὁ Θεὸς, ἀλλὰ τῆς ἀρετῆς ἐπιζητεῖ τὴν συγγένειαν. εἶτα διδάσκει τοῦτο σαφέστερον. οὐδὲ ὅτι εἰσὶ σπέρμα τοῦ Ἁβραὰμ, πάντες τέκνα. τουτέστι Θεοῦ. τοῦτο γὰρ
μετὰ βραχέα διδάσκει. “ἀλλ’ ἐν Ἰσαὰκ κληθήσεται σοι σπέρ- “μα.” καὶ τεθεικὼς τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, ἀναπτύσσει ταύτην, καὶ τῇ ἑρμηνείᾳ σαφῆ τὸν λόγον ποιεῖ. καλεῖ δὲ σαρκὸς μὲν τέκνα, τὰ κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν γεγεννημένα. ἐπαγγελίας δὲ, τὰ κατὰ χάριν παρεσχημένα. τῆς γὰρ φύσεως ἀπειρηκυίας,
κατὰ θείαν φιλοτιμίαν ἀπεφάνθη πατήρ. λέγει δὲ τοῦτο, ὅτι καὶ Ἰσμαὴλ τοῦ Ἁβραὰμ ἦν υἱὸς, καὶ πρωτότοκος υἱός. διὰ τί τοίνυν μέγα φρονεῖς, ὦ Ἰουδαῖε, ὡς μόνος σπέρμα τοῦ Ἁβραὰμ προσαγορευόμενος; εἰ δὲ νομίζεις ἐκεῖνον ὡς ἡμίδουλον ἐκβεβλῆσθαι τῆς συγγενείας, οὐκ εἰκότως νομίζεις. ἐκ πατέρων γὰρ, ἀλλ’ οὐκ ἐκ
μητέρων ἔθος γενεαλογεῖν τῇ θείᾳ γραφῇ. καὶ ἐδύνατο μὲν ὁ θεῖος Απόστολος παραγαγεῖν καὶ τοὺς ἐκ τῆς Χετούρας γεγενημένους, σπέρμα δὲ τοῦ Ἁβραὰμ οὐ καλουμένους. ῥᾴδιον ἦν αὐτῷ καὶ τοὺς δυοκαίδεκα παῖδας τοῦ Ἰακὼβ, ἐκ διαφόρων δεῖξαι μητέρων γεγεννημένους. μένους. καὶ τοὺς τέτταρας ἡμιδούλους, καὶ ὅλους Ἰσραὴλ
χρηματίζοντας· καὶ οὐδὲν ἐκ τῆς τῶν μητέρων παραβλαβέντας δουλείας. ἀλλὰ μετὰ φειδοῦς τοὺς ἐλέγχους προσφέρων, τοῦτο μὲν παραλέλοιπεν. ἐκ πολλοῦ δὲ τοῦ περιόντος ἐνίκησε. τεθεικὼς γὰρ τὸ ὑπὸ τοῦ Θεοῦ πρὸς τὸν Ἁβραὰμ εἰρημένον, “ ὅτι ἐν Ἰσαὰκ “κληθήσεταί σοι σπέρμα,” δείκνυσιν ὅτι οὐδὲ τὸ τούτου γένος ἅπαν τῆσδε τῆς εὐλογίας μετειληφὸς εὑρίσκεται. τῶν γὰρ τούτου παίδων ὁ μὲν, τὴν εὐλογίαν εἴληφεν· ὁ δὲ, ταύτης διήμαρτεν. ὃ παρακατιὼν δηλοῖ.
ἐπηγγελμένα ἐνέφηνεν, ὅτι εἰς τὰ ἔθνη μετετέθη, ὅπερ ἦν κατηγόρημα τοῦ Θεοῦ, ὡς διαψευσαμένου τὰς ἐπαγγελίας, καὶ μηδὲν δεδωκότος τῷ σπέρματι τοῦ Ἁβραὰμ, δείκνυσιν ὅτι οὐ τοὺς κατὰ σάρκα Ἰσραηλίτας ἐδήλου ἡ γραφὴ, ἀλλὰ τοὺς διὰ τῆς εὐσεβείας δεικνύντας, ὅτι ἄξιοι εἰσὶν Ἰσραηλῖται προσαγορεύεσθαι,
καὶ τέκνα τοῦ Ἀβρααμ κἂν μὴ ὦσι σπέρμα αὐτοῦ. τῶν γὰρ τοιούτων πατέρα αὐτὸν ἔσεσθαι ὁ Θεὸς ἐπηγγείλατο. εἰπὼν δὲ οὐ “πάντες οἱ ἐξ Ἰσραὴλ,” ἔδειξεν ὅτι γεγόνασι πιστοὶ καὶ ἐν τῷ Ισραήλ· εἰ καὶ ὀλίγοι. διὰ γὰρ τοῦτο μετέστησεν ὁ Θεὸς τὴν χάριν ἐπὶ τὰ ἔθνη, ἐπεὶ οἱ πλείους τοῦ Ἰσραὴλ ἐξέκλιναν. εἰπὼν
δὲ “ἐν Ἰσαὰκ, δηλοῖ ἐν τρόπῳ τοῦ Τσαάκ. τουτέστιν, ἐξ ἐπαγγελίας ὥσπερ ὁ Ἰσαάκ. οὐ γὰρ οἱ ἐκ σαρκὸς Ἁβραὰμ, οὗτοι πάντως τέκνα Θεοῦ, ἀλλ’ ἐκεῖνοι εἰσὶ τέκνα Ἁβραὰμ, οἱ δίκαιοι. οὗτοι γάρ εἰσιν οἱ ἐξ ἐπαγγελίας, οὓς κατὰ πρόγνωσιν ἐπηγγείλατο ὁ Θεὸς υἱοὺς τοῦ Ἁβραάμ· οὓς καὶ προεγίνωσκεν ἀξίους
ὄντας ἐπιγράφεσθαι πατέρα τὸν Ἁβραάμ. καὶ γὰρ ὁ ἐξ ἐπαγγελίας Ἰσαὰκ γεγονὼς τῷ Ἁβραὰμ, δίκαιος ὤφθη. ὃν εἰδὼς δίκαιον ἔσεσθαι ὁ Θεὸς ἐπηγγείλατο. ὁμοίως δὲ καὶ τοὺς ἐξ ἐθνῶν, προειδὼς τῶν ἐσομένων ἐθνῶν τὴν εὐσέβειαν.
διὸ καὶ τὸν πρωτότοκον αὐτοῦ τὸν Ἰσμαὴλ παρέδραμεν, ὡς μὴ δίκαιον. ἀσφαλῶς οὖν οὐκ εἶπε γενηθήσεταί σοι σπέρμα, ἀλλὰ “κληθήσεται.” οὐ γὰρ φυσικοὺς υἱοὺς ἐπηγγείλατο, ἀλλὰ κληθησομένους διὰ τὴν τῆς εὐσεβείας πρὸς αὐτὸν οἰκείωσιν. καὶ ἀκόλουθον μὲν ἦν εἰπεῖν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα
τοῦ Ἁβραάμ· ἀλλ’ εἶπε “τοῦ Θεοῦ,” ἵνα δείξη ὅτι τὰ ἄξια τέκνα τοῦ Ἁβραὰμ, ἄξια ἦν καὶ Θεοῦ λέγεσθαι διὰ τὸ τῆς πολιτείας καθαρόν. οἱ μὴ ἄξιοι οὖν τοῦ Ἁβραὰμ, οὐδ’ ἂν ὦσιν ἐξ αὐτοῦ, λογισθήσονται εἰς τέκνα. ἀλλ’ οἱ τὴν πολιτείαν αὐτοῦ ζηλοῦντες, κἂν μὴ ὠσιν ἐξ αὐτοῦ. ἡ δὲ ὅλη κατασκευὴ τοῦ λόγου,
ὅτι κατὰ πρόγνωσιν ἡ ἐπαγγελία τοῦ Θεοῦ, ἥτις γίνεται κατὰ δικαιοκρισίαν· καὶ ὡς ἐπὶ τοῦ Ἰσαὰκ, οὕτω καὶ ἐπὶ τῶν ἐθνῶν.
ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένη, οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ τοῦ καλοῦντος, ἐρρήθη αὐτῇ, ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι, καθὼς γέγραπται, τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα.
ἐπεχείρησε λῦσαι τὴν ἀπορίαν. εἰ γὰρ παράδοξον τὸ μετὰ τοσαύτας ἐπαγγελίας ἐκπεσεῖν ἐκείνους, πολλῷ παραδοξότερον τὸ καὶ ἡμᾶς εἰς τὰ ἐκείνων εἰσελθεῖν ἀγαθὰ, τοὺς μηδὲν προσδοκήσαντας τοιοῦτον. εἰ γὰρ πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, πῶς πάντων ἀναξίων ὄντων, τὰ ἔθνη ἐσώθη μόνα; μετὰ δὲ
τούτου, καὶ ἕτερον ἄν τις διαποροίη. εἰ γὰρ μὴ ἔμελλεν αὐτοῖς πληροῦν τὰς ὑποσχέσεις ὁ Θεὸς, τίνος ἕνεκεν ὑπισχνεῖτο· ἐπιστάμενος ὅτι ἀναξίους ἑαυτοὺς καταστήσουσι τῶν ὑποσχέσεων, καὶ διὰ τοῦτο οὐδὲν λήψονται τῶν εἰρημένων; πῶς οὖν αὐτὸ ἔλυσεν ὁ Παῦλος; ἀπὸ τοῦ δεῖξαι τίς ἐστιν ὁ Ἰσραὴλ, ᾧ ὑπέσχετο. τούτου
γὰρ δειχθέντος, κἀκεῖνο συναποδέδεικται, τὸ πεπληρῶσθαι τὰς ἐπαγγελίας ἁπάσας. διὰ τοῦτο οὐδὲ τὸ τοῦ Ἰακὼβ ὄνομα τέθεικεν· ἀλλὰ τὸ τοῦ Ἰσραήλ. ὅπερἀρε τῆς ἦν τοῦ δικαίου, καὶ τῆς ἄνωθεν δωρεᾶς, καὶ τοῦ Θεὸν ἑωρακέναι, σύμβολον. εἰ οὖν πάντες ἥμαρτον, πῶς φησι, “οἱ μὲν, ἐσώθησαν· οἱ δὲ, ἀπώλοντο;“ὅτι μὴ
πάντες προσελθεῖν ἠβουλήθησαν. ὡς, τόγε αὐτοῦ μέρος, διεσώθησαν ἅπαντες. καὶ γὰρ ἐκλήθησαν ἅπαντες. ἀλλὰ τέως τοῦτο οὐ τίθησι· ἀλλ’ ἐκ περιουσίας αὐτὸ λύει, καὶ ἐκ παραδείγματος ἑτέρου· ἄλλο ζήτημα εἰς μέσον ἀγαγών. καθάπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλυσεν ἀπορίαν μεγίστην, δι’ ἀπορίας ἑτέρας.
πρὸς γὰρ Ἰουδαίους ὁ ἀγὼν ἦν αὐτῷ. διά τοι τοῦτο τὰ μὲν παραδείγματα ἅπερ ἤγαγεν εἰς μέσον, οὐ σφόδρα λύει. οὐ γὰρ ἦν ὑπεύθυνος ἐν τούτοις, ὡς ἐν τῇ πρὸς Ἰουδαίους μάχῃ. τὰ δὲ ἑαυτοῦ πάντα ἐξ ἐκείνου ποιεῖ σαφέστερα· τί θαυμάζεις φησί. ὅτι τῶν Ἰουδαίων οἱ μὲν, ἐσώθησαν· οἱ δὲ, οὐκ ἐσώθησαν νῦν ; καὶ
γὰρ καὶ ἐπὶ τῶν πατριαρχῶν τοῦτο γινόμενον ἴδοι τίς ἄν. διατί γὰρ ὁ Ἰσαὰκ σπέρμα καλεῖται μόνος ; καὶ τοι γε καὶ τοῦ Ἰσμαὴλ αὐτὸς ἦν πατὴρ, καὶ ἑτέρων πολλῶν. ἀλλὰ ἀπὸ δούλης ἦν μητρὸς φησί. καὶ τί τοῦτο πρὸς τόν γε γεγεννηκότα ; πλὴν οὐδὲν φιλονεικῶ. ἐκβεβλήσθω διὰ τὴν μητέρα οὗτος. τί ἃν ἄρα εἴποιμι περὶ
τῶν ἀπὸ τῆς Χεττούρας ; οὐχὶ ἐλεύθεροι, καὶ ἐξ ἐλευθέρας ; διὰ τι μὴ τοῖς αὐτοῖς ἐτιμήθησαν τῷ Ἰσαάκ ; καὶ τί λέγω τούτους ; ἡ γὰρ Ῥεβέκκα μόνη τῷ Ἰσαὰκ ἐγένετο γυνή· καὶ δύο τεκοῦσα παῖδας, ἐκ τοῦ Ἰσαὰκ ἔτεκεν ἀμφοτέρους. ἀλλ’ ὅμως οἱ τεχθέντες τοῦ αὐτοῦ πατρὸς ὄντες, τῆς αὐτῆς μητρὸς, τὰς αὐτὰς λύσαντες
ὠδῖνας, καὶ πρὸς τούτοις καὶ δίδυμοι ὄντες, οὐ τῶν αὐτῶν ἀπήλαυσαν. ὡς ἐπὶ σαφέστερον οὖν ἐλθὼν παράδειγμα, οὐ μόνον δὲ ἐπὶ τοῦ Ἰσαὰκ τοῦτο συνέβη φησὶν, “ ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς “ κοίτην ἔχουσα” καὶ τὰ ἑξῆς.
διὰ τί ὁ μὲν ἐδούλευεν, ὁ δὲ ἐδουλεύετο ; ἐπειδὴ ὁ μὲν, πονηρός· ὁ δὲ, ἀγαθὸς ἦν. καὶ τοι μηδέπω γεννηθέντων, ὁ μὲν, ἐτιμᾶτο, ὁ δὲ, κατεδικάζετο· οὔπω γὰρ γεννηθέντων, ὁ Θεὸς εἶπεν· “ ὁ μείζων δουλεύσει τῶ ἐλάττονι.” τίνος οὖν ἕνεκεν τοῦτο εἶπεν; ὅτι οὐκ ἀναμένει καθάπερ ἄνθρωπος, ἀπὸ τοῦ τέλους τῶν πράξεων, ἰδεῖν
τὸν ἀγαθὸν καὶ τὸν οὐ τοιοῦτον· ἀλλὰ καὶ πρὸ τούτων οἶδε. καὶ τοῦτο ἐπὶ τῶν Ἰσραηλιτῶν γέγονε μετὰ πλείονος τοῦ θαύματος. τί γὰρ λέγω φησὶν, περὶ τοῦ Ἡσαῦ καὶ περὶ τοῦ Ἰακώβ ; ὧν ὁ μὲν, πονηρὸς ἦν, ὁ δὲ ἀγαθός. ἐπὶ γὰρ τῶν Ἰσραηλιτῶν, κοινὸν τὸ ἁμάρτημα ἦν. πάντες γὰρ τὸν μόσχον προσεκύνησαν. ἀλλ’ ὅμως
οἱ μὲν, ἠλεήθησαν, οἱ δὲ, οὐκ ἠλεήθησαν· “ ἐλεήσω γάρ,” φησιν, “ ὃν ἃν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἃν οἰκτείρω.” τοῦτο καὶ ἐπὶ τῶν κολαζομένων ἴδοι τίς ἄν. τι γὰρ ἃν εἴποις περὶ τοῦ Φαραὼ, ὅτι ἐκολάσθη οὕτως; ὅτι σκληρὸς ἦν καὶ ἀπειθής; ἀλλ’ ἦσαν καὶ ἕτεροι τοιοῦτοι πῶς οὖν οὗτος, οὕτω σφοδρῶς ἐκολάζετο; τί δή
ποτε καὶ ἐπὶ τῶν Ἰουδαίων, τὸν οὐ λαὸν, ἐκάλεσε λαόν· καὶ πάλιν οὐ πάντας τῆς αὐτῆς ἠξίωσε τιμῆς; ἐὰν γὰρ ὦσι, φησὶν, ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. ὅρας ὅσης ἀπορίας ἐνέπλησε τὰ κείμενα;
ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως ἡμῖν πράγματα παρέχεις; καί τοι γε ἔχω ἐγὼ καὶ δικαίαν αἰτίαν εἰπεῖν, δι’ ἣν τὰ ἔθνη ἐδικαιώθη, ὑμεῖς δὲ ἐξεπέσετε. τίς οὑν ἡ αἰτία; ὅτι οἱ μὲν, ἐκ πίστεως· ὑμεῖς δὲ ὡς ἐξ ἔργων νόμου. καὶ ταύτῃ φιλονεικήσαντες, προεδόθητε πάντες. “ ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην,” φησὶ, “ καὶ τὴν ἰδίαν
“ δικαιοσύνην στῆσαι ζητοῦντες, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπε- “ τάγησαν.” ἡ μὲν οὖν λύσις τοῦ χωρίου παντὸς, ὡς ἐν κεφαλαίῳ εἰπεῖν τὸ πᾶν, οὕτω προάγεται παρὰ τῆς μακαρίας ψυχῆς ἐκείνης. ἵνα δὲ καὶ σαφέστερα ταῦτα γένηται, καὶ καθ’ ἕκαστον τῶν εἰρημένων ποιησώμεθα τὴν ἐξέτασιν· ἐκεῖνο εἰδότες, ὅτι τὸ σπουδαζόμενον
τῷ Παύλῳ τοῦτο ἦν· δεῖξαι διὰ πάντων, ὅτι τοὺς ἀξίους ὁ Θεὸς οἶδε μόνος· ἀνθρώπων δὲ οὐδὲ εἷς. καὶ οὐκ ἀναμένει ἀπὸ τῆς τῶν πράξεων ἐκβάσεως ἰδεῖν τὸν ἀγαθὸν καὶ τὸν οὐ τοιοῦτον, ἀλλὰ καὶ προλαμβάνων, τὸν μὲν, εὐεργετεῖ, τὸν δὲ, κολάζει. πλὴν ἐπ’ αὐτὰ τὰ ἀποστολικὰ ῥήματα ἴωμεν. “ οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥε-
“ βέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα.” ἠδυνάμην γάρ, φησὶν, εἰπεῖν καὶ τοὺς ἀπὸ τῆς Χεττούρας· ἀλλ’ οὐ λέγω. ἀλλ’ ὥστε ἐκ περιουσίας τὴν νίκην ἄρασθαι, τοὺς ἐξ ἑνὸς πατρὸς καὶ μίας τεχθέντας μητρὸς, εἰς μέσον ἀγάγω.
Ισαὰκ τοῦ γνησίου παιδὸς, τοῦ δοκίμου, περὶ οὗ ἔφησεν, “ ἐν “ Ἰσαὰκ κληθήσεταί σοι σπέρμα·” τοῦ πατρὸς ἡμῶν πάντων γενομένου. εἰ δὲ πατὴρ ἡμῶν ἐκεῖνος, καὶ τοὺς ἐξ ἐκείνου πατέρας εἶναι ἔδει. ἀλλ’ οὐκ ἐγένοντο. εἶδες πῶς πανταχοῦ πίστις καὶ ἀρετή ἐστιν ἡ διαλάμπουσα, καὶ τὴν ἀκριβῆ συγγένειαν χαρακ-
τηρίζουσα· καὶ οὐχ ὁ τρόπος τῆς γεννήσεως. εἰ γὰρ τοῦτο ἦν, ἔδει καὶ τὸν Ἡσαῦ ἀπολαῦσαι τῶν αὐτῶν τῶ Ἰακώβ. καὶ οὐ λέγει, ὅτι ἐπειδὴ ὁ μὲν, ἀγαθὸς, ὁ δὲ, πονηρὸς, διὰ τοῦτο προετιμήθη. ἵνα μὴ εὐθέως ἀντιπέσῃ αὐτῷ τοῦτο. τί οὖν ἀγαθοὶ οἱ ἐξ ἐθνῶν μᾶλλον ἣ οἱ ἐκ περιτομῆς; εἰ γὰρ καὶ οὕτως εἶχεν ἡ τοῦ
πράγματος ἀλήθεια· ἀλλ’ οὔπω αὐτὸ τίθησι. καὶ γὰρ ἐδόκει φορτικώτερον εἶναι. ἀλλ’ ἐπὶ τὴν τοῦ Θεοῦ γνῶσιν τὸ πᾶν ἐπέρριψεν. ᾗτινι μάχεσθαι οὐδεὶς ἃν ἐτόλμησε. μήπω γὰρ γεννηθέντος, φησὶν, “ ἐρρέθη αὐτῇ, ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι.” καὶ δείκνυσιν ὅτι οὐδὲ ἡ κατὰ σάρκα εὐγένεια ὠφελεῖ, ἀλλὰ ψυχῆς ἀρετὴν δεῖ
ζητεῖν. ἣν καὶ πρὸ τῶν ἔργων ὁ Θεὸς οἶδε. “ μήπω γὰρ γεννηθέν- “των,” φησὶν, “ μὴ δὲ πραξάντων τί ἀγαθὸν ἢ κακὸν, ἵν ἡ κατ’ ἐκλο- “ γὴν πρόθεσις τοῦ Θεοῦ μένῃ, ἐρρέθη αὐτῇ, ὅτι ὁ μείζων δουλεύσει “ τῷ ἐλάσσονι;” τοῦτο γὰρ προγνώσεως, τὸ καὶ ἐξ ὠδίνων αὐτῶν ἐκλέγεσθαι.
τῷ ἀκαταλήπτῳ τῆς ἐκλογῆς u. οἶδε γὰρ ἐκεῖνος μετὰ ἀκριβείας πάντα ποιεῖν. διὸ καὶ ἔλεγε, “ τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ “ Ἡσαῦ ἐμίσησα.” ὅτι γὰρ δικαίως, σὺ μὲν ἀπὸ τοῦ τέλους ἔγνως. αὐτὸς δὲ καὶ πρὸ τοῦ τέλους ᾔδει σαφῶς. οὐδὲ γὰρ ἑτέρων ἐπίδειξιν ζητεῖ μόνον ὁ Θεὸς, ἀλλὰ καὶ προαιρέσεως εὐγένειαν, καὶ
γνώμην εὐγνώμονα. ο γὰρ τοιοῦτος, κὰν ὕπο περιστασεως ποτε ἁμάρτῃ τινὸς, ταχέως ἑαυτὸν ἀνακτήσεται. κἂν ἐν κακίᾳ διατριβων τύχῃ, οὐ περιοφθήσεται· ἀλλὰ ταχέως αὐτὸν ἀνιμήσεται ὁ πάντα εἰδὼς Θεός.
καιρὸν ἐνταῦθα παραληφθεῖσαν τὴν Ῥεβέκκαν, τύπον οὖσαν τῆς τῷ Χριστῷ νυμφευθείσης ἐκκλησίας. ὡς γὰρ ὁ Ἀβραὰμ οὐκ ἠξίωσεν ἐκ τῶν θυγατέρων Χαναὰν, ἁρμόσαι γυναῖκα τῷ ἠγαπη- 4 μένω, φημὶ τῷ Ἰσαάκ. ἀλλ’ εἰς τὴν τῶν εἰδωλολατρούντων χώραν τὸν γνήσιον οἰκέτην ἀποτρέχειν ἐκέλευε, φροντιοῦντα γυναικὸς τῆς ὅτι μάλιστα πρεπωδεστάτης αὐτῷ, οὕτω καὶ ὁ Θεὸς καὶ Πατὴρ, οὐκ ἠθέλησε τὴν τῶν Ἰουδαίων συναγωγὴν νοητῶς συνάψαι Χριστῷ ὡς ἐν Ἰσαὰκ σημείῳ. ὀψιγενὴς γὰρ ὁ Ἰσαὰκ καὶ ἀγαπητός.
πέφηνε δὲ καὶ ἐν ἐσχάτοις καιροῖς ὁ Χριστός· καὶ ἔστιν ἠγαπημένος, τέρψις τὲ καὶ ἀγαλλίαμα· ἑρμηνεύεται γὰρ οὕτως ὁ Ἰσαάκ. ὅτι δὲ οἱ Χανααναῖοι τύπος ἃν νοοῖντο τῶν ἐξ Ἰσραὴλ, σαφὲς ἂν γένοιτο καὶ μάλα ῥαδίως ἀπόγε τῆς τοῦ ὀνόματος ἑρμηνείας. Χανααναῖοι γὰρ ἕτοιμοι πρὸς ταπείνωσιν. μᾶλλον δὲ ἤδη καὶ εἴκειν
πλὴν δὲ τοῖς Ἰουδαίοις. τεταπείνωνται γὰρ τῆς ἐν Χριστῷ δόξης ὠλισθηκότες, καὶ εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων κατερρηγμένοι. οὐκοῦν οὐκ ἐκ Χαναὰν, ἀλλ’ ἐκ μέσης τῶν ποταμῶν τῷ Ἰσαὰκ ἡ νύμφη.
τῷ Υἱῷ πνευματικῶς ἐκκλησία, πλὴν διὰ βουλῆς τοῦ Πατρὸς, μεσολαβούντων οἰκετῶν ὅτι μάλιστα πιστῶν καὶ γνησίων. ἵνα νοῶμεν τοὺς μαθητάς· οἳ καὶ ταμίαι γεγόνασι καὶ οἰκονόμοι μυστηρίων Θεοῦ. μόνον δὲ οὐχὶ καὶ ἐν χερσὶν ἔχοντες πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ. οὗτοι καταλιπόντες τὴν Ἰουδαίαν, καθάπερ ἀμέλει καὶ ὁ
τοῦ Ἁβραὰμ οἰκέτης τὴν Χαναναίαν, εἰς τὴν τῶν εἰδωλολατρούντων χώραν κατέβαινον. ἄνω θέμενοι τρόπον τινὰ τὰ ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἀγαθά. καὶ πλήρη μὲν ἔχοντες τὸν νοῦν σοφίας τῆς ἄνωθεν, ἐπίμεστοι δὲ χαρισμάτων τῶν διὰ τοῦ Πνεύματος. ἐπιτήρει δὲ, ὅτι καὶ ἀνώνυμος ὁ οἰκέτης τῷ Ἁβραάμ. ἵνα κατὰ παντὸς
φέρηται μαθητοῦ πιστοῦ τὲ καὶ δεδοκιμασμένου μένου τῆς διακονίας ὁ τύπος. καὶ κατέλυσε μὲν ἐκεῖνος πρὸς τῷ φρέατι τοῦ ὕδατος πρὸς ἑσπέραν. παρεκάλει δὲ δι’ εὐχῆς Θεὸν γενέσθαι συλλήπτορα, καὶ ἐφ’ ὕδατι δοκιμάζειν τὴν παρθένον ἤθελεν.
ταῖς τῶν ἐθνῶν χώραις, τὸ πρὸς ἑσπέραν. τουτέστιν, ἐν ἐσχάτοις ὄντος τοῦ αἰῶνος καιροῖς. καὶ παρ’ ὕδασι, τὴν νοητὴν ἐδοκίμαζον παρθένον. ἐπιτηδειοτάτη γὰρ λίαν ἡ ἐκκλησία, καὶ εὐρώστως ἔχουσα, πρός γε τὸ δύνασθαι φημὶ τὸν ζωοποιὸν ἀρύσασθαι λόγον ἐκ τῶν πηγῶν τοῦ σωτηρίου κατὰ τὸ γεγραμμένον. ἔχει δὲ καὶ
οὐκ ἀνικάνως τὸ γεννητικὸν εἰς νοῦ καὶ φρενῶν ἐπιτηδειότητα, πρὸς τὸ καὶ ἑτέραις δύνασθαι χορηγεῖν τὰ τελοῦντα πρὸς ζωήν. ἐπότιζε γὰρ ἡ Ῥεβέκκα αὐτὸν τὲ καὶ τοὺς οἰκέτας καὶ τὰς καμήλους. καὶ ὁ μὲν οἰκέτης τύπος ἂν νοοῖτο νῦν τῶν ἐξ Ἰσραήλ. ἄνθρωποι γὰρ οἱ νόμον ἔχοντες ἤδη παιδαγωγὸν, καὶ ὡς ἐν σκιαῖς μὲν ἔτι
τὸ Χριστοῦ μυστήριον. πλὴν οὐκ ἀπαιδαγώγητοι παντελῶς. κτηνῶν δὲ ἀλόγων οὐδὲν διαφέροντες οἱ ἐξ ἐθνῶν· οἱ καὶ ταῖς καμήλοις παρεικάζοντο ἂν εἰκότως. ἀνίερον γὰρ κατὰ νόμους τὸ ζῶον. τοιοίδε πάντες οἱ μήπω Θεὸν εἰδότες, τὸν φύσει τὲ καὶ ἀληθῆ. ἱκανωτάτη δὴ οὖν κατάρδειν ἡ ἐκκλησία τοῖς ἱεροῖς τὲ καὶ θείοις
νάμασι τούς τε ἐξ Ἰουδαίων ἥκοντας, ἐπὶ τὸ δεῖν ἑλέσθαι τὴν εἰς Χριστὸν ἀγάπην, καὶ τοὺς ἐξ ἐθνῶν κεκλημένους. ἐπειδὴ δὲ νῦν οἱ μαθηταὶ τοιαύτην τεθέανται τὴν παρθένον. ψελλίοις τὲ αὐτὴν κατηγλαΐζον εὐθύς· καὶ μέντοι τὸν ἐν ὠσὶ προσετίθεσαν κόσμον. τουτέστι λαμπρὰν ἐπετέλουν καὶ εὐπρεπεστάτην τοῖς εἰς εὐηκοΐαν
αὐχήμασι. κεκοσμημένη γὰρ ἀκοὴ παραδηλώσειεν ἃν τὸ εὐήκοον. περιφανῆ δὲ ὥσπερ ὁρᾶσθαι παρεσκεύαζον, καὶ τοῖς ἐξ ἔργων ἤτοι χειρῶν κατορθώμασι. τουτὶ γὰρ οἶμαί ἐστι τὸ καὶ αὐταῖς ἐνιέναι χερσὶ τὰ ψέλλια. καὶ ὁ μὲν οἰκέτης ὁ τοῦ Ἁβραὰμ, ἀφηγεῖτο τοῖς ἐν Χαρρὰν τοῦ ἰδίου δεσπότου τὸν πλοῦτον. καὶ ὅτι μόνον ἕνα
καὶ ἠγαπημένον ἔχει τὸν κληρονόμον. μεμυσταγωγήκασι γὰρ τὰ ἔθνη καὶ οἱ θεσπέσιοι μαθηταὶ, τὸν τοῦ Θεοῦ καὶ Πατρὸς ἀνακηρύττοντες πλοῦτον, τὴν ἐλπίδα, τὴν ζωὴν, τὸν ἁγιασμόν. ὡς εἷς δέ ἐστι καὶ μόνος κατὰ φύσιν Υἱὸς καὶ ἀληθῶς ὁ Χριστὸς, ὃς καὶ τῶν ὅλων τέθειται κληρονόμος, ἀπήγγελλον ἐναργῶς. καὶ ἠρωτᾶτο
μὲν ἡ παρθένος εἰ συμβαδιεῖται τῷ οἰκέτῃ προθύμως. ἡ δὲ, κατένευεν εὐθύς. ἑτοιμοτάτη γὰρ λίαν ἡ ἐξ ἐθνῶν ἐκκλησία. μονονουχὶ δὲ καὶ θερμὴ πρὸς τὴν ἀγάπην Χριστοῦ. καὶ μαρτυρήσει λέγων ὁ Δαβὶδ περὶ τῆς ἐξ ἐθνῶν ἀγέλης, “ τῇ ἑτοιμασίᾳ τῆς “ καρδίας αὐτῶν προέσχε τὸ οὖς σου.” ἐπειδὴ δὲ συνήφθη λοιπὸν
Ἰσαὰκ τῇ Ῥεβέκκᾳ, παρεκλήθη φησὶν περὶ τῆς μητρὸς αὐτοῦ. πάρεστι δὴ οὖν καὶ διὰ τοῦδε νοεῖν, ὅτι λελύπηται μὲν ὁ Χριστὸς, μονονουχὶ τεθνεώσης τῇ ἀπιστίᾳ τῆς Ἰουδαίων συναγωγῆς. ἐξ ἧς καὶ αὐτὸς κατὰ σάρκα γεγέννηται. ἐπειδὴ δὲ γέγονε νυμφίος τῆς ἐξ ἐθνῶν ἐκκλησίας, κατέληξε τρόπον τινὰ τῆς ἐπέκεινα λοιπὸν κατηφείας. εἴρηται γάρ που διὰ φωνῆς προφητῶν πρὸς τὴν ἐκ. κλησίαν, “καὶ ἔσται ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, “οὕτως εὐφρανθήσεται Κύριος ἐπὶ σοί.
“οὐ μόνον δὲ, ἀλλὰ καὶ Ῥεβέκκα,” συμπεπέρασται μὲν οὐδαμῶς ὁ τοῦ λόγου σκοπός. ἀπήρτηται δὲ μᾶλλον· καὶ δεῖται βραχείας τινὸς ἐπαγωγῆς, ἤγουν τῶν προσυπακουομένων· ἵνα μὴ σκάζων ὁρῷτο. ἔστι δὲ ὁ φημὶ τοιοῦτον. προαπέδειξε μὲν γὰρ ὡς ἀπὸ τοῦ δεδόσθαι τῷ Ἀβραὰμ ἐξ ἐπαγγελίας τὸν Ἰσαὰκ, ὅτι μὴ πάντως
τὰ τέκνα τῆς σαρκὸς ταῦτα αὐτῷ καταλογισθεῖεν ἃν καὶ εἰς σπέρμα. πρέποι δ ἃν τὸ χρηματίζειν αὐτὸν πατέρα τῶν ἐκ πί- στεως καὶ ἐπαγγελίας. ε7τα δέχεται τὴν Ῥεβέκκαν, καὶ τὰ ἐπ’ αὐτῇ γεγονότα, καὶ φησὶν, “οὐ μόνον δέ.” τουτέστιν, οὐ μέχρι δὲ μόνης τῆς Ἰσαὰκ γεννήσεως ὁ ἐμὸς ἀφίξεται λόγος. “ἀλλὰ γὰρ
“καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν. ’ καὶ ἦν ἀναγκαῖον προσεπενεγκεῖν, συμπαραληφθήσεται τυχὸν πρὸς ἀπόδειξιν καὶ πληροφορίαν· ἢ γοῦν ἔσται πρὸς ὑποτύπωσιν καὶ εἰκονισμὸν τῆς καὶ ἐκλογὴν τὲ καὶ πρόγνωσιν κλήσεως τε καὶ χάριτος. ἐπενηνεγμένου γὰρ τοιούτου τινὸς, ἔδοξεν ἃν τότε ἀρτίως
αὐτῷ πεποιῆσθαι ὁ λόγος. ἀλλ’ οὐκ οἶδα πῶς τοῦτο παρεὶς, ἐπ’ αὐτὰ κεχώρηκεν εὐθὺς, τὰ ἐπὶ τῇ γεννήσει τῶν ἐξ Iσαὰκ εἰρη- μένα καὶ πεπραγμένα·
ἑρμηνείας συμβάν. τὸ τινὰ μὲν ὕπερ καταλέγειν. τινὰ δὲ καὶ πρωθύστερα καὶ ἀντιστρόφως τιθέναι· πολλὴν δὲ καὶ τούτων τὴν χρῆσιν, οὐ μόνον ἐπὶ τῆς παλαιᾶς, ἀλλὰ καὶ ἐπὶ τῆς καινῆς δια- θήκης. ὁ γὰρ Ἀπόστολος μνησθεὶς τοῦτε Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, οὕτω φησίν· “ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ Θεοῦ μένῃ· “ἀντὶ
τοῦ, ἡ κατὰ πρόθεσιν ἐκείνων ἐκλογή. οὐ γὰρ κατὰ τὴν οἰκείαν πρόθεσιν ὁ Θεὸς, τὸν μὲν, ἐξελέξατο· τὸν δὲ, ἀπώσατο. ἀμφοτέ- ἀμφοτέρους γὰρ τό γε ἐπ’ αὐτῷ, ἐβούλετο εἶναι καλούς. ἀλλὰ κατὰ ἑκατέρου τούτων πρόθεσιν τὴν ἐκλογὴν ἐποιήσατο. τὸν μὲν, ἀγα- πήσας, διὰ τὴν ἀρετὴν τῆς αὐτοῦ προθέσεως· τὸν δὲ, μισήσας, διὰ τὴν κακίαν τῆς γνώμης, ἀφ’ ὧν δῆλον, ὅτι τὴν κατὰ πρόθεσιν ἐκλογὴν, καὶ οὐ τὴν κατ’ ἐκλογὴν πρόθεσιν, βούλεται ὁ Ἀπόστολος λέγειν.
λέγει. διὰ τὸ προτεθεῖσθαι τὸν Ἰακὼβ τοῦ Ἡσαῦ, οὐκ ἐξ ἔργων, ἀλλ’ ἐκ τοῦ καλοῦντος.
εἰπὼν δὲ “ οὐκ ἐξ ἔργων,” παρέδειξε τὸ μέγεθος τῆς κλήσεως καὶ τῆς χάριτος αὐτοῦ· ὅτι καὶ μηδὲν πραξάντων, ἐκλέγεται καὶ προσκαλεῖται. ἀλλ’ εἰ μηδὲν πραξάντων ἐκλέγεται, πῶς ἐκλέγεται; ἡ μὲν γὰρ ἐκλογὴ ἐπὶ τῶν κατά τι γίνεται διαφερόντων, οἱ δὲ μηδὲν πράξαντες, τι διαφέρουσι; καὶ πάνυ. ἀνθρωπίνοις μὲν
γὰρ ὀφθαλμοῖς ἐπεὶ οὐδὲν ἔπραξαν, οὐδὲ διαφέρουσι. θείᾳ δὲ προγνώσει τοῦ μέλλοντος, πολὺ διαφέρουσι. καὶ γὰρ ὁ μὲν, εὐηρέστησε τῷ Θεῶ· ὁ δὲ, οὐκέτι.
μὲν Ἰσαὰκ εἰς εἰκόνα καὶ τύπον τέθειται τοῦ Χριστοῦ. διηρμηνεύεται γὰρ ἡ τοιάδε κλῆσις ἀγαλλίαμα καὶ χαρά. ἀγαλλίαμα δὲ, τὸν Χριστὸν καὶ ὁ θεσπέσιος Δαβὶδ ὠνόμαζε, λέγων ὡς ἐκ προσώπου τῶν δεδιψηκότων τὴν δι’ αὐτοῦ σωτηρίαν, “ τὸ ἀγαλλίαμά “ μου λύτρωσαι με ἀπὸ τῶν κυκλωσάντων με.” διενηξάμεθα γὰρ
ὡς ἐν Χριστῷ τὰς τῶν φονώντων ἐπαναστάσεις καὶ πεπατήκαμεν ἐν αὐτῷ σκορπίους καὶ ἔχεις οἱ πεπιστευκότες. ὅτι δὲ ἀγαλλίαμα Χριστὸς παρὰ ταῖς θείαις γραφαῖς ὀνομάζεται, καὶ προφητικὸς ἡμᾶς ἀναπείσει λόγος. ἔχει γὰρ ὧδε. “ καὶ ἀνατέλει Κύριος δι- “ καιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.” γέγονε
γὰρ ὁ Ἐμμανουὴλ, οὐχὶ μόνοις τοῖς ἐξ ἐθνῶν, ἀλλὰ καὶ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσι τε καὶ λαοῖς, δικαιοσύνη καὶ ἀγαλλίαμα. δεδικαιώμεθα γὰρ ἐν αὐτῷ· καὶ τὴν ἐκ τῆς ἀρχαίας ἀρᾶς διεκρουσάμεθα δυσθυμίαν. μετημφιέσμεθα γὰρ ὥσπερ εὐφροσύνην καὶ χαρὰν, θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι. καὶ τί γάρ;
οὐχὶ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ καταπλουτήσαντες ἀγαθῶν; τοι γάρ τοι δοξολογεῖν δεδιδάγμεθα λέγοντες, “ ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα “ εὐφροσύνης περιέθηκέ μοι.” ὅτι δὲ οὗτος ἐστὶν ὁ τῆς εὐφροσύνης χιτὼν, σαφηνιεῖ λέγων ὁ σοφώτατος Παῦλος, “ ὅσοι εἰς Χρι-
“ στὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε.” “ ἐνδύσασθέ τε αὖθις “ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποι- “ εῖσθε εἰς ἐπιθυμίαν.”
Ῥεβέκκα γυνή. διερμηνεύοιτο δ᾿ ἂν καὶ αὕτη πλείστη τὲ καὶ ὅση ὑπομονή. ἀλλὰ καὶ τὸ τῆσδε πρόσωπον εἰς τὴν ἐκκλησίαν παραληψόμεθα, νοοῦντες ὀρθῶς. ἧς τὸ εὐδόκιμον, ἐν ὑπομονῇ. καὶ γοὖν τοῖς ταύτης τέκνοις, ὡς ἐν πίστει φημὶ καὶ πνεύματι, σωτηρίας ὁδὸς πέφηνεν ἡ ὑπομονή. ἱεροὶ γὰρ αὐτοῖς προσπεφωνήκασι λόγοι.
ποτὲ μὲν, “ ὅτι ἐν τῇ ὑπομονὴ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. ποτὲ δ᾿ αὖ, “ ὑπομονῆς γὰρ ἔχετε χρείαν. ἵνα τὸ θέλημα τοῦ “ Θεοῦ ποιήσαντες, κομίσησθε τὰς ἐπαγγελίας.” ὅρα τοίνυν τὴν Ῥεβέκκαν ὀψὲ καὶ μόλις ὠδίνουσαν· στεῖρα γὰρ ἦν. ἀποτεκοῦσαν δ᾿ οὖν ὅμως ἐκ φιλοτιμίας Θεοῦ, καὶ ἐξ αἰτήσεως Ἰσαὰκ, τόν τε
Ἡσαῦ πρωτότοκον, καὶ εὐθὺς κατόπιν ἰόντα τὸν Ἰακώβ. δι’ ὧν εὖ μάλα ἐξεικονισθεῖεν ἃν οἱ δύο λαοί. ὁ τε ἐξ Ἰσραὴλ, καὶ μέντοι καὶ ὁ ἐξ ἐθνῶν λαός. καὶ πρωτότοκος μὲν ὁ Ἰσραήλ. κέκληται γὰρ διὰ νόμου. δεύτερος δὲ καὶ μετ’ ἐκεῖνον, ὁ ἐν πίστει διὰ Χριστοῦ.
“ εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου· καὶ τὸ μέτωπόν σου “ χαλκοῦν.” πτερνιστὴς δὲ ὁ Ἰακώβ· τουτέστι, τεχνίτης· ἤτοι νικᾶν εἰδώς. πτερνιεῖ γάρ τις ὃν ἃν ἡττήσῃ. νικᾷ δὲ δὴ πάντως, οὐχ ὁ ἐν νόμῳ λαὸς, ἀλλ’ ὁ ἐν Χριστῷ· διὰ πίστεως καὶ τὰ ἐκ τῆς ἁμαρτίας διαδραμὼν ἐγκλήματα· καὶ αὐτὸ καταμβλύνων τοῦ
θανάτου τὸ κέντρον. καὶ ὁ μὲν Ἡσαῦ πυρράκης ἦν ὅλος. γέγραπται γὰρ οὕτως, καὶ ὡσεὶ δορρὰ δασύς. ἀνὴρ δὲ λεῖος Ἰακώβ. αἴνιγμα δὴ οὖν πυρρότης, θυμοῦ καὶ ὀργῆς. εἶπέρ ἐστιν ἀληθὲς ὡς ἐρυθρόν πὼς ἀεὶ τὸ χρῶμα τοῖς ἐν ὀργαῖς. θηριοπρεπὲς δὲ ὅτι τὸ δασὺ τὲ καὶ λασιότριχες, πῶς ἃν ἐνδοιάσειέ τις; κατίδοι δ᾿ ἃν
οἰμαι πᾶς ὁστισοῦν ἐν τούτοις ὄντα τοῖς τρόποις τὸν Ἰσραήλ· καὶ θυμῷ μὲν μᾶλλον ἣ λογισμῷ τὰ καθήκοντα διοικούμενον· ἀπονενευκότα δὲ λίαν εἰς τὸ θρασὺ καὶ ἀνήμερον. τοι γάρ τοι καὶ ἀπεκτόνασι μὲν ἁγίους προφήτας· δεδυσσεβήκασι δὲ καὶ εἰς αὐτὸν ἐν ἐσχάτοις τὸν Ἐμμανουήλ. ἡ δέ γε λειότης, ἀνθρωποπρεποῦς
ἰδέας, μήνυσις ἐναργής. ἤπιος δὲ λίαν, καὶ πολὺ ἤδη βλέπων ἐπὶ τὸ ἥμερον ὁ νέος τὲ καὶ ἐν πίστει λαός. ἡ γὰρ τοῦ σωματος λειότης, εἰς παράδειξιν ἔσται σαφῆ τοῦ νοητοῦ τὲ καὶ ἔσωθεν κάλλους. καθάπερ ἀμέλει καὶ ἀγριότητος ἐν Ἡσαῦ σημεῖον εἶναι δεδώκαμεν, τὸ δασύ τε καὶ ἐρυθρόν.
ἐν ἑνὶ πνεύματι, κατὰ τὸ γεγραμμένον. ἀλλ’ ἦν ἐξήνιος ὁ Ισραὴλ, καὶ ἀσύμφωνος τῷ νέῳ λαῷ· ὁ κατὰ χρόνον πρεσβύτερος. δηλοῖ γὰρ οἶμαι τουτὶ τὸ καὶ ἐν αὐτῇ τῇ νηδύι ἀνασκιρτᾶν τὰ βρέφη, τὴν ἐσομένην ὥσπερ ἔχθραν ὑποσημαίνοντα. ὅτι δὲ ἀμείνων ὁ νεὸς ἔσται, καὶ ἐν εὐκλείᾳ τῇ προφερεστέρᾳ παρὰ τὸν
Ἰσραὴλ τὸν πρωτότοκον, κατεσήμαινεν εὐθὺς ὁ πάντα εἰδὼς, αὐτῷ λέγων, ὅτι λαὸς λαοῦ ὑπερέξει· “ καὶ ὁ μείζων δουλεύσει τῷ “ ἐλάσσονι.” προεκηρύττετο μὲν γὰρ τὸ ἐπ’ ἀμφοῖν μυστήριον διὰ φωνῆς ἁγίων. καὶ ὅτι κατόπιν ἥξει τῶν ἐθνῶν ὁ Ἰσραὴλ, πολυτρόπως ἡμῖν προαπηγγέλλετο. Θεοῦ δὲ τὸ χρῆμα καὶ ἐν αὐτῷ
τῷ τόκῳ δεικνύοντος. προεξέπιπτε μὲν τῆς νηδύος ὁ Ἡσαῦ· εἵπετο δὲ ὁ Ἰακώβ. καὶ ὅτι πτερνιεῖ καὶ νικήσει τὸν ἀδελφὸν, διὰ τοῦ τῆς πτέρνης ἐπειλῆφθαι καταδείκνυσι.
βάνοντος. καὶ δι’ ἑτέρων δὲ οὐδὲν ἧττον ἰόντες ἐννοιῶν, φέρε λέγωμεν ὡς ἔνι τὰ ἐπ’ ἀμφοῖν. μήνυσις γὰρ ἔσται τῆς ἑκατέρου γνώμης, καὶ αὐτὸς ὁ τοῦ βίου τρόπος.
ἀνὴρ ἄπλαστος, οἰκῶν οἰκίαν. καὶ ὁ μὲν, ἀκάθεκτος εἰς ἐπιθυμίας σαρκικάς· καὶ τῶν ἄγαν εὐτελεστάτων τὰ κάλλιστα τῶν οἰκείων γερῶν κατόπιν ὥσπερ ἱείς· καὶ τὰ ψυχρὰ τὲ καὶ ἕωλα τῶν ἀναγκαίων ἀντωνούμενος. ὁ δὲ, τῶν ἀρίστων ἄπλητος ἐραστής· καὶ τὰ δι’ ὧν ἃν γένοιτο λαμπρὸς, πανταχόθεν ἀναζητῶν. ἐξεπρίατο
γὰρ τὰ πρωτοτοκία παραρριπτοῦντος αὐτὰ τοῦ Ἡσαῦ· καὶ τὸν τῆς γαστρὸς κόρον, τῶν ἰδίων ἀξιωμάτων ἀτημελῶς προτετιμηκότος. ταύτῃ λοιπὸν ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Ἐδώμ. τουτέστι, γήινος. γηΐνου γὰρ ἀληθῶς καὶ χαμαλωτάτου φρονήματος ἔλεγχος ἀληθὴς, τὸ ἀλογῆσαι μὲν δόξης τῆς ἐνούσης αὐτῷ, καὶ τὰ τῆς γενέσεως
πρεσβεῖα παρ’ οὐδὲν ποιεῖσθαι παντελῶς. ἀνθέλεσθαι δὲ μᾶλλον ὡς ἀμείνω καὶ προφερεστέραν τὴν πρόσκαιρον ἡδονὴν, κἂν εἰ πολλὴν ἔχοι τὴν ζημίαν.
τινα τῶν εἰς τοῦτο φαυλότητος κατωλισθηκότων παρατιθεὶς τὸν Ἡσαῦ· λέγων, “ μή τις πόρνος ἣ βέβηλος, ὡς Ἡσαῦ. ὃς ἀντὶ “ βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκα αὐτοῦ.” οὐκοῦν τοῖς τῶν νεανίσκων τρόποις ἀντιπαρεξάγοντες ἀκριβῶς, καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν σκοπὸν, καὶ τῆς ἐξ ἐθνῶν πληθύος τὸ εἰλικρινὲς καὶ
ἐλεύθερον, τὰ εἰκότα λέγωμεν. ἦν μὲν γὰρ ὁ Ἰσραὴλ ἄγροικος τὸν νοῦν, καὶ γεωδεστέραν τὴν φρένα· γαῦρος τὲ καὶ φιλοπόλεμος, καὶ πολὺ λίαν ἐπτοημένος εἰς μιαιφονίας, κατὰ τὸν ἄγροικον τὲ καὶ θηριοκτόνον Ἡσαῦ. καὶ γοῦν προφητικὸς μὲν αὐτοῖς ἐγκαλεῖ λόγος, ὅτι παγίδας ἔστησαν διαφθεῖραι ἄνδρας. αὐτὸς δὲ ὁ Χριστὸς
ἐπηρᾶτο λέγων, “ ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος “ αὐτῶν· μάτην ὠνείδισαν τὴν ψυχήν μου. ἐλθέτω αὐτοῖς παγὶς “ ἣν οὐ γινώσκουσι· καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς.” πεπόμφασι γάρ τινας τῶν Φαρισαίων μετὰ τῶν καλουμένων Ἡρωδιανῶν, δασμολόγοι δὲ οὗτοι, πειράζοντές τε καὶ λέγοντες, “ εἰ
“ ἔξεστι δοῦναι φόρους Καίσαρι ἣ οὔ;” θηρευτὴς οὖν καὶ ὁ Ἰσραήλ. ὁ δὲ γενναῖος καὶ ἐν πίστει λαὸς, κατὰ τὸν θεσπέσιον Ἰακὼβ, ἀστεῖος καὶ φιλέστιος· πρᾷος καὶ καθεστηκώς· ἁπλοῦς καὶ ἀκάκουργος, οἰκῶν οἰκίαν. τῶν ἐν πίστει δεδικαιωμένων ἡ πραοτάτη πληθὺς πόλιν ὧσπέρ τινα λαμπρὰν καὶ εὐνομουμένην
ἀπεγράψατο τὴν ἐκκλησίαν. καὶ οἶκον ἐρηρεισμένον τοῖς πειράζουσιν ἀκατάσειστον, τὴν ἐν Χριστῷ πολιτείαν καὶ ζωὴν ἐχαρίσατο. καὶ ἁπλοῦς μὲν αὐτοῖς ὁ νοῦς, καὶ δυστροπίας πάσης ἀπηλλαγμένος. ἀπηχθημένον δὲ σφόδρα ποιοῦντα τὸ ὡς ἐν γνώμῃ τὲ καὶ τρόποις πεπλάσθαι δοκεῖν. καὶ περὶ αὐτῶν οἶμαί που λέγειν
τὸν θεσπέσιον Δαβὶδ, “ Κύριος κατοικίζει μονοτρόπους ἐν οἴκῳ.” μονότροπος γὰρ, ὁ ἁπλοῦς ἐν Χριστῷ, ὃς καὶ ἐν οἴκῳ κατοικίζει. καί τοι τῷ Ἰσραὴλ ἐπιφωνοῦντος τινὸς τῶν ἁγίων προφητῶν, “ ταῖς πολυοδίαις σου ἐκοπίασας.” οὐκοῦν ἐναυλίζονται μὲν οἱ ἐν Χριστῷ, καθάπερ εἰς οἶκον, τὴν ἐν ὁσιότητι καὶ ἁγιασμῷ πολιτείαν
καὶ ζωήν. αὐτοὶ δὲ τὸ χρῆμα ταῖς σφῶν κεφαλαῖς οἷά τινα στέφανον ἀναπλέκοντες ἁλοῖεν ἄν. καὶ μὴν καὶ εὐημερίας καταλογιζόμενοι τρόπον. ταύτῃ τοι φασὶ, “ ὅτι ηὐφράνθην ἐπὶ τοῖς “ εἰρηκόσι μοι, εἰς οἶκον Κυρίου πορευσόμεθα.”
τῷ γὰρ Μωϋσῇ λέγει, Ἐλεήσω ὃν ἃν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἃν οἰκτείρω. ἄρα οὖν αὐτοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς τοῦτο ἐξήγειρά σε, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ
τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. ἄρα οὖν ὃν ἃν θέλῃ ἐλεεῖ· ὃν δὲ θέλει, σκληρύνει. ἐρεῖς οὖν μοι, τί ἔτι μέμφεται; τῷ γὰρ θελήματι αὐτοῦ τίς ἀνθέστηκε; μενοῦν γε, ὦ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως;
ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν εἰς τιμὴν σκεῦος, ὃ δὲ εἰς ἀτιμίαν;
ποιῶν. ἵνα δὲ σαφέστερον γένηται τὸ λεγόμενον, ἑρμηνεῦσαι αὐτὸ ἀναγκαῖον. εἶπε, φησὶν, ὁ Θεὸς, ὅτι μείζων δουλεύσει πρὸ τῆς ὠδῖνος x. τί οὖν; μὴ ἄδικος ὁ Θεός; μὴ γένοιτο. οὐκοῦν ἄκουε καὶ τῶν ἑξῆς. ἐκεῖ μὲν γὰρ, κἂν ἡ ἀρετὴ, καὶ ἡ κακία διέκρινεν, ἐνταῦθα δὲ ἓν τὸ ἁμάρτημα πάντων ἦν Ἰουδαίων, τὸ τῆς μοσχοποιΐας.
καὶ ὅς, οἱ μὲν, ἐκολάσθησαν· οἱ δὲ, οὔ. διὸ καὶ ἔλεγεν, ἐλεήσω ὃν ἃν ἐλεῶ. οὐ γὰρ σόν ἐστιν, εἰδέναι, φησὶ, ὦ Μωϋσῆ, τίνες ἄξιοι φιλανθρωπίας. ἐμοὶ παραχώρει τούτου. εἰ δὲ Μωϋσέος οὐκ ἦν εἰδέναι, πολλῷ μᾶλλον ἡμῶν. διὰ γὰρ τοῦτο οὐδὲ ἁπλῶς τέθεικε τὸ εἰρημένον, ἀλλὰ καὶ πρὸς τίνα εἶπεν, ἐμνημόνευσε. τῷ
γὰρ Μωϋσῇ φησιν λέγει. ἵνα καὶ τῷ ἀξιώματι τοῦ προσώπου τὸν ἀντιλέγοντα ἐντρέψῃ. εἰπὼν τοίνυν τὴν λύσιν τῶν ἀπορουμένων, διὰ μέσου διακόπτει, πάλιν ἑτέραν ἀντίθεσιν εἰσάγων, καὶ λέγων. “ἄρα “ οὖν οὐ τοῦ τρέχοντος, οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ εὐδοκοῦντος “ Θεοῦ· λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς αὐτὸ τοῦτο ἐξή-
“ γειρά σε. ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου. καὶ ὅπως “ διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.” ὥσπερ γὰρ ἐκεῖ, φησιν, οἱ μὲν, ἐσώθησαν. οἱ δὲ, ἐκολάσθησαν. οὕτω καὶ ἐνταῦθα, οὗτος εἰς αὐτὸ τοῦτο ἐτηρεῖτο. εἶτα πάλιν ἀντίθεσιν ἐπάγει. “ ἄρα οὖν “ ὃν ἂν θέλῃ ἐλεεῖ. ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοί, τι ἔτι
“ μέμφεται; τῷ γὰρ βουλήματι τοῦ Θεοῦ τίς ἀνθέστηκεν;”
τὴν ἄκαιρον περιεργίαν ἀναστέλλων· καὶ παιδεύων εἰδέναι, τί μὲν Θεὸς, τί δὲ ἄνθρωπος. καὶ πῶς ἀκατάληπτος αὐτοῦ ἡ πρόνοια, καὶ πῶς ἅπαντα αὐτῷ πείθεσθαι δεῖ. καὶ ὅταν τοῦτο κατασκευάσῃ 5 παρὰ τῷ ἀκροατῇ· καὶ καταλεάνῃ αὐτοῦ τὴν γνώμην, τότε μετὰ πολλῆς εὐκολίας ἐπάγων τὴν λύσιν, εὐπαράδεκτον αὐτῷ ποιήσει τὸ λεγόμενον. καὶ οὐ λέγει ὅτι ἀδύνατον τὰ τοιαῦτα λύειν, ἀλλ’ ὅτι παράνομον τὰ τοιαῦτα ζητεῖν. δεῖ γὰρ πείθεσθαι τοῖς ὑπὸ τοῦ Θεοῦ γινομένοις, καὶ μὴ περιεργάζεσθαι, κἂν τὸν λόγον αὐτῶν
ἀγνοῶμεν. διὸ φησίν· “ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ; εἶδες πῶς ἐξηυτέλισε· πῶς κατήνεγκε τὸ φύσημα; σὺ τίς τίς εἶ; κοινωνὸς εἶ τῆς ἀρχῆς; ἀλλὰ δικαστὴς ἐκάθισας τῷ Θεῷ. πρὸς γὰρ τὴν ἐκείνου σύγκρισιν, οὐδὲ εἶναί τι δύνασαι· οὐ τόδε ἣ τόδε, ἀλλ’ οὐδὲ εἶναί τι. τοῦ γὰρ εἰπεῖν οὐδὲν εἶ, πολὺ τὸ εἰπεῖν τίς
οὐδαμινώτερον. καὶ ἄλλως πλείονα τὴν ἀγανάκτησιν ἐνδείκνυται τῆ ἐρωτήσει. καὶ οὐκ εἶπε, σὺ τίς εἶ, ὁ ἀποκρινόμενος τῷ Θεῷ; ἀλλ’ “ ὁ ἀνταποκρινόμενος.” τουτέστιν, ὁ ἀντιλέγων, ὁ ἐναντιούμενος. τὸ γὰρ εἰπεῖν ὅτι οὕτως ἔδει, καὶ οὐχ οὕτως ἔδει, ἀνταποκρινομενου ἐστιν.
συνηγορεῖν, τοῖς αὐτοῦ λόγοις τὸ ἀντιφέρεσθαι δοκοῦν οἱονεί πὼς ἀνθιστάς. εἰ γὰρ δή, φησι, καὶ πρίν τι δράσαι τὰ βρέφη, ὁ μὲν, τῆς ἀγάπης ἠξίωται, ὁ δὲ, μεμίσηται, τέτακτο δὲ καὶ εἰς δοῦλον τῷ ἐλάσσονι, τάχα που καὶ ἄδικος ὁ Θεός. εἶτα πῶς, φησιν, τοῦτο οὐκ ἀπόπληκτον; εἰ μὲν γὰρ οὐ γέγονεν ἀνὴρ ἀγαθὸς ὁ
Ἰακὼβ, εἰ μὴ πονηρὸς ὁ Ἡσαῦ, φαίη τίς ἃν εἰκότως πεπλανῆσθαι τάχα που τὴν πρόγνωσιν· καὶ ῥοπῆς εἰκαίας, καὶ θελημάτων οὐκ ἀσφαλῶν ἔργον γενέσθαι, τὰ ἐπ’ ἀμφοῖν ὡρισμένα. ἐπειδὴ δὲ σκαιὸς μὲν λίαν ἦν ὁ Ἡσαῦ, σοφὸς δὲ ὁ Ἰακὼβ, ἀδικήσειεν ἃν ἡ τοῦ Θεοῦ πρόγνωσις τὸ σύμπαν οὐ χαριζομένη καὶ πρὸ καιροῦ, τῷ
μὲν ἀγαθῷ τοὺς τρόπους, τὸ ἀγαπᾶσθαι, τῷ δὲ μὴ τοιούτῳ, τὸ κατακρίνεσθαι. ἀνεξικακῆσαι μὲν γὰρ τὸν Θεὸν, καὶ τὸν τῶν δρωμένων περιμεῖναι καιρὸν, χαλεπὸν οὐδέν. ἵνα ἐξ αὐτῶν ἑκάτερος διαφαίνοιτο τῶν πραγμάτων.
ἔσται πατὴρ ἐθνῶν τῶν ἐξ ἐπαγγελίας, ὡς καὶ ἐν πίστει κληρωθησομένων. εἰ δὲ δὴ κατὰ γνῶσιν, οὓς ἃν ἕλοιτο τυχὸν, μᾶλλον δὲ καὶ οἷς ἂν εἰκότως τὸ ἐλεεῖσθαι πρέποι, οἰκτείρει· ἔφη γάρ που πρὸς Μωσέα, “ καὶ οἰκτειρήσω ὃν ἃν οἰκτείρω,” πῶς οὐχ ἁπάσης διαβολῆς τυχὸν ἐκτὸς ἔσται τὸ χρῆμα; προαναθρήσας δὲ
οἶμαι σαφῶς ὁ Ἀπόστολος, ὡς τάχα που οἰήσονται τινὲς νεύμασι τοῖς θείοις, τοὺς μὲν, εἶναι ἀγαθοὺς, τοὺς δὲ, ἀπειθεῖς, ἀναγκαίως αὐτὸς ἀνθυποφέρει τὰ ἐκ τῆς ἐκείνων ἀμαθίας, καὶ φησὶν, “ ἄρα “ οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος “Θεοῦ.” εἰ γὰρ μεμίσηται μὲν ὁ Ἡσαῦ, καὶ πρίν τι δράσαι τῶν
φαύλων· τετίμηται δὲ καὶ πρὸ τῆς εἰς τὸ εἶναι παρόδου ὁ Ἰακώβ. ἐλεεῖ δὲ πάλιν οὓς ἐλεεῖ, πῶς οὐκ ἐκεῖνο λοιπὸν περινοεῖν ἄξιον, ὡς οὐδὲν ὀνίνησιν ὁ τρέχων ἣ θέλων; τουτέστιν, ὁ δράσαι τί τῶν ἀγαθῶν προθυμούμενος. ἀπήρτηται δὲ πάντα τὰ καθ’ ἡμᾶς τῶν παρὰ Θεοῦ νευμάτων. εἶτα τούτοις ἐπισωρεύει καὶ τὰ προσεμπεδοῦν
δυνάμενα τὴν ἐπὶ τῷδε δόξαν· καὶ φησὶν, “ λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ, ὅτι εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε. ὅπως ἐνδείξω- “ μαι ἐν σοὶ τὴν δύναμίν μου.” προσεπάγει δὲ τούτοις τὸ οἱονεὶ συμπέρασμα τοῦ παντὸς προβλήματος, καὶ φησίν. “ ἄρα οὖν ὃν “ ἂν θέλῃ ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. ἐρεῖς οὖν μοι τί ἔτι
“ μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ, τίς ἀνθέστηκε;”
τὸ πρέπον αὐτῷ. κατοικτείρει γὰρ καὶ ἐλεεῖ τοὺς οἷς ἃν ἁρμόσῃ τὸ ἐλεεῖσθαι δεῖν. ὑποφέρει δὲ δίκαις οὐκ εὐθὺς καὶ κατὰ πόδας τῶν αἰτιαμάτων τὰς τιμωρίας· προλαβούσης μᾶλλον μακρᾶς ἀνεξικακίας. ὡς οἴεσθαι που τινὰς καὶ ἀφειδῆσαι μᾶλλον τῶν ἐπὶ γῆς τὸν Θεόν. ἀντεξάγει δὴ οὖν ὁ Παῦλος, καὶ τοῖς ἐκεῖνα λέγουσιν ἀντανίσταται· τοῦ λόγου τὴν δύναμιν ἐπαφεὶς τῷ προσώπῳ τῶν παρενηνεγμένων, Ἡσαῦ φημὶ καὶ Φαραώ. ἔφη τοίνυν ὡς πρὸς ἑκάτερον τῶν ὠνομασμένων, “ ὦ ἄνθρωπε, μενοῦνγε σὺ τίς εἶ ὁ “ ἀνταποκρινόμενος τῷ Θεῷ; μὴ, ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι,
“ τί με ἐποίησας οὕτως ;” ἀποφαίνει μὲν γὰρ ὡς ἐκ παραδείγματος ἐναργοῦς, ὅτι παγχάλεπον τὸ θείοις κρίμασιν ἐπιτιμᾶν. εἰ γὰρ δή τις ἕλοιτο τὰ εἰκότα φρονεῖν, ἀναδήσει μὲν τῷ πάντα εἰδότι Θεῷ τό γε κρίνειν ἕκαστα, καθ’ ὃν αὐτὸς εἰδείη τρόπον. ἐνδοιάσει δὲ κατ’ οὐδὲν ὡς ἔστιν ὅσιον, ὅπερ ἃν ἕλοιτο δρᾶν, διαπλάττων ἐπ’
ἐξουσίας τὰ ἐφ’ ἑκάστου τυχόν. οὐκοῦν αἰτιᾶται λίαν τοὺς τοῖς θείοις νεύμασιν ἐνιέντας ὅλως τὸν βασανίζοντα νοῦν, πότερα καλῶς ἢ οὐχ οὕτως ἔχει· ἔδει γάρ φησιν ἀπομιμεῖσθαι μᾶλλον αὐτοὺς τὸ διὰ χειρὸς κεραμέως πλαττόμενον, καὶ μετὰ σιγῆς ὑπομένειν τὰ παρὰ Θεοῦ. οὐ γὰρ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας
οὕτως;~
τοιοῦτον ἔχειν ’τον τρόπον, καθ’ ὂν καὶ πεποίηται. ὥστε ο μὲν τις ἐστὶν εἰς ἀτιμίαν γεγονὼς, καὶ φύσιν τοιαύτην ἀπεκληρώσατο. πεποίηται δέ τις ἕτερος, ἤγουν ἐξεγήγερται σκληρός· ἵνα, ὡς αὐτὸς φησὶν, διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ. ποία τοίνυν ἐστὶ τοῖς πταίουσιν ἡ γραφή. γεγόνασι γὰρ εἰς τοῦτο. πρὸς δὴ τὰ
τοιαῦτα φαίη τίς ἃν, ὅτι μάλιστα μὲν οὐκ ἃν ἔχοιεν εἰπεῖν, ὅτι φύσεων διαφορὰς ἐν τούτοις ἡμῖν ἡ τῶν νοημάτων δύναμις ὑπεσήμηνεν. οὐ γὰρ ἔφη πεποιῆσθαι τινὰς ὠμοὺς καὶ ἀπεσκληκότας, ἤγουν εἰς σκεύη ἀτιμίας· οὐδὲ φύσει αὐτοῖς τὴν τοιαύτην ἐκνενέμηκεν ὅλως. ἐκεῖνο δὲ μᾶλλον ἀναπείθει φρονεῖν, ὅτι διαπλάττονται
τινὲς οἷά περ σκεύη κεραμεικά· ἃ μὲν εἰς τιμήν· ἃ δὲ εἰς ἀτιμίαν. καὶ τόν γε τοῦ παραδείγματος τρόπον ἐκ προφητικῶν ὑμῖν πεποίηται λόγων. τίνα οὖν τρόπον ἄρα διαπλάττονται τινες οἷά περ ἐκ κεραμέως, οἱ μὲν, εἰς τιμήν· οἱ δὲ, εἰς ἀτιμίαν, καὶ ἐπὶ ποίαις αἰτίαις, εἰδείη τίς ἃν, τοῖς Ἱερεμίου λόγοις ἐντυχών.
γέγραπται δὲ οὕτως· “ ἀνάστηθι καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ “ κεραμέως· καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου. καὶ κατέβην εἰς “ τὸν οἶκον τοῦ κεραμέως. καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν “ λίθων. καὶ ἔπαισε x τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν “ αὐτοῦ. καὶ πάλιν αὐτὸς ἐποίει ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν
“ αὐτῷ τοῦ ποιῆσαι. καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων, εἰ “ ὡς ὁ κεραμεὺς οὗτος, οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς οἶκος “ Ἰσραήλ; ἰδοὺ ὡς πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστὲ, ἐν ταῖς χερσί “ μου. πέρας λαλήσω ἐπὶ ἔθνος ἣ ἐπὶ βασιλείαν τοῦ ἐξᾶραι αὐ- “ τούς. καὶ ἐπιστρέψουσι τὸ ἔθνος ἐκεῖνο ἀπὸ πάντων τῶν κακῶν
“ αὐτοῦ. καὶ μετανοήσω περὶ τῶν κακῶν ὧν ἐλογισάμην τοῦ ποιῆσαι αὐτοῖς.
τῶν ὅλων ὁ ποιητὴς, τὸν ἐκ τρόπων ἀγαθῶν πρὸς τὰ αἰσχίω μεταφοιτῶντα· καὶ τὸν ἐκ τῶν αἰσχιόνων μεταχωροῦντα πρὸς τὰ βελτίω, τιμαῖς στεφανοῖ, πῶς οὐκ ἀληθὲς εἰπεῖν, ὡς ἥκιστα μὲν κατὰ φύσιν γεγόνασι φαῦλοι τινὲς, ἤγουν διαπλάττονται δι’ αὐτοῦ. σκεύη δὲ μᾶλλον γεγόνασιν ἀτιμίας; ὅτι καίτοι μετὸν αὐτοῖς εὐδοκιμεῖν
ἑλέσθαι παρὰ Θεῷ, ἐθελούσιον ἠρρωστήκασι τὴν εἰς τὰ φαῦλα τιμήν. ἀλλ’ ἐσκλήρυνε, φησὶν, αὐτὸς τὴν καρδίαν Φαραώ· καὶ δὴ καὶ ἔφασκε πρὸς αὐτὸν, “ εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε· “ ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου.” οὐκοῦν εἰ καὶ σκληρύνει τινὰς, καὶ ἐξανίστησιν αὐτοὺς ὀργῆς ὄντας σκεύη, καὶ
κατηρτίσθαι λεγόμενα εἰς ἀπώλειαν, “ τί ἔτι μέμφεται; τῷ γὰρ “ βουλήματι αὐτοῦ, τίς ἀνθέστηκε ;” πῶς δ’ ἃν γέγονεν ἀγαθὸς παρ’ αὐτοῦ σκλυρυνόμενος; τί οὑν ἔχομεν πρὸς ταῦτα εἰπεῖν; ἀπόχρη πρός γε τὸ εἰδέναι τὸ ἀληθὲς, τὸ διακεῖσθαί τε καὶ φρονεῖν ὡς οὐκ ἃν γένοιτο τῶν φαύλων δημιουργὸς, πάντα γὰρ ὅσα
ἐποίησε, καλὰ λίαν. εἰ μὲν οὖν οὐκ ἄνθρωπον εἶναι διατείνονται τὸν Αἰγύπτιον, καὶ τῆς αὐτῆς ἡμῖν φύσεως μεταλαχεῖν, ἀποδεικνύντων, καὶ ἡμεῖς σιωπήσομεν. εἰ δὲ ἢν καθ’ ἡμᾶς, ἣ τῆς θείας 6 ἐναργῶς καταγορευόντων φωνῆς, ὡς οὐ τὸ καλὸν ὁρώσης καὶ τὸ μὴ τοιοῦτον· ἣ εἰ τοῦτο πεφρίκασιν, ὁμολογούντων εἶναι καλὰ τὰ παρ’ αὐτοῦ πρὸς ὕπαρξιν παρενηνεγμένα. οὕτω γὰρ τὴν προβλεπεστάτην ἀποκρούσονται δόξαν. τὸ δὲ “ εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε,” πρὸς τὸν Φαραὼ εἰρημένον, κατασημαίνει, οὐ τὸ, ἔκτισα ἣ δεδημιούργκα·
κέκληκα δὲ μᾶλλον, εἰς τὸ θελῆσαι δεῖν ἀντιπράττειν ἐμοί· καὶ οὐκ ἐν ἀρχῇ τῆς γεννήσεως, ἀλλ’ ὅτε Μώσης ἀπεστέλλετο λυτρωσόμενος τὸν Ἰσραήλ.
τὴν ἐντεῦθεν τοῖς ἄλλοις γενησομένην προορῶν ὠφέλειαν. ἀναγκαίως δὲ καὶ τοῦ Μώσεως ἐμνήσθη ἐν τῷ, “ τῷ γὰρ Μωϋσῇ λέγει. ἐλεήσω ὃν ἂν ἐλεῶ. ἵνα καὶ διὰ τοῦ εἰρηκότος, καὶ διὰ τοῦ ἀκηκοότος, δείξῃ τῶν εἰρημένων τὸ ἀξιόπιστον. εἶτα ἐπισυλλογίζεται· “ ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος.” καὶ τὴν
λύσιν οὐκ ἐπάγει· ἀλλ’ ἐπιτείνει τῇ τῶν ἐπιφερομένων προσθήκῃ τὴν ζήτησιν. λέγει γάρ, φησιν, ἡ γραφὴ τῷ Φαραώ. εἶτα συλλογιστικῶς ἐπάγει. “ ἄρα οὖν ὃν ἂν θέλῃ ἐλεεῖ· ὃν δὲ θέλει σκλη- “ ρύνει.” σά, φησιν, ταῦτα τὰ γράμματα. οὐ γὰρ ἑτέρωθεν αὐτὰ συλλέξας προσφέρω. αὐτοῦ ἤκουσα τοῦ Θεοῦ εἰρηκότος, “ ἐλεήσω
“ ὃν ἃν ἐλεῶ· καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.” αὐτοῦ πάλιν ἐστὶ τὰ περὶ τοῦ Φαραώ. αὐτὸς καταλιπὼν τὸν Ἰσμαὴλ καὶ τοὺς ἀπὸ τῆς Χεττούρας, τὸν Ἰσαὰκ ἐξελέξατο. αὐτὸς καὶ τὸν Ἰακὼβ τοῦ Ησαυ προτεθεικε· τι τοίνυν θαυμαστὸν, εἰ καὶ νῦν ταὐτὸ τοῦτο πεποίηκε; καὶ τοὺς ἐξ ὑμῶν πεπιστευκότας ἐδέξατο, τοὺς δὲ τὴν
ἀκτῖνα ταύτην μὴ δεξαμένους ἀπώσατο; ἀλλὰ τοῦτο μὲν τέως οὐ λέγει. αὔξει δὲ τῶν ζητημάτων τὴν ἀπορίαν· καὶ φησίν· “ ἐρεῖς “ οὖν μοι τί ἔτι μέμφεται; εἰ γὰρ ὃν θέλει ἐλεεῖ καὶ ὃν θέλει σκληρύνει, τῆς αὐτοῦ βουλῆς ἐξήρτηται τῶν ἀνθρώπων ἡ γνώμη. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, οὐκ ἐνδίκως τοῖς ἁμαρτάνουσιν ἐπιφέρει
τὰς τιμωρίας. ἀντιστῆναι γὰρ τοῖς αὐτῷ δοκοῦσιν οὐχ οἷόν τε. οὕτω τὰς ἀντιθέσεις πάσας προτεθεικὼς, ἐπήγαγε, “ μενοῦν γε ὦ “ ἄνθρωπε, σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;” ἐπειδὴ φησὶν, “ τῷ βουλήματι αὐτοῦ τίς ἀνθέστηκε.” σὺ τίς εἶ; οὐκ ἄνθρωπος; πῶς οὖν ἀνταποκρίνῃ καὶ περιεργάζῃ τὰς θείας οι'κονο-
μιᾶς; εἰ γὰρ οὐκ αὐτεξούσιος ἦσθα, οὐδὲ γνώμῃ τὸ πρακτέον ᾑροῦ, ἀλλὰ τῇ τοῦ θείου βουλήματος ἀνάγκῃ ἐδούλευες, παραπλησίως ἃν τοῖς ἀνθρώποις ἐσίγησας, τὰ οἰκονομούμενα στέργων. ἐπειδὴ δὲ λόγῳ τετίμησαι, καὶ τὰ δοκοῦντά σοι καὶ λέγεις καὶ πράττεις, οὐκ ἀγαπᾷς τὰ γινόμενα, ἀλλὰ τῶν θείων οἰκονομιῶν
τὰς αἰτίας ἐπιζητεῖς; ἀπόβλεψον εἰς τὸν τοῦ κεραμέως πηλόν· ὃς οὐκ ἀντιλέγει τῷ πλάττοντι. ἀλλὰ κἂν εἰς ἀτίμου σκεύους ἐργασίαν ἀφορισθῇ, σιγῇ τὸ γενόμενον δέχεται. σὺ δὲ ἀντιτείνεις καὶ ἀντιλέγεις. οὐ τοίνυν φυσικαῖς ἀνάγκαις προσδέδεσαι, οὐδὲ παρὰ γνώμην παρανομεῖς· ἀλλ’ ἑκὼν ἀσπάζῃ καὶ τὴν πονηρίαν,
καὶ τοὺς τῆς ἀρετῆς πόνους. ὀρθὴ οὖν ἄρα καὶ δικαία τοῦ Θεοῦ τῶν ὅλων, ἡ ψῆφος. ἐνδίκως γὰρ κολάζει τοὺς ἁμαρτάνοντας, ὡς γνώμῃ τοῦτο ποιοῦντας. ἔχει δὲ καὶ ἡ φιλανθρωπία τὸ δίκαιον. πρόφασιν γὰρ λαμβάνουσα, ὀρέγει τὸν ἔλεον.
“ ἄρ’ οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος “ Θεοῦ.” τινὲς γὰρ αἰτιώμενοι φασίν· εἰ μὴ τοῦ τρέχοντος οὐδὲ τοῦ θέλοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ· οὐκ ἐκ τοῦ ἐφ’ ἡμῖν τὸ σώζεσθαι, ἀλλ’ ἐκ προαιρέσεως τοῦ, ὅτε βούλεται ἐλεοῦντος, πρὸς οὓς ῥητέον. φησὶν ἐν τῇ βίβλῳ τῶν ψαλμῶν ὁ Σολομῶν· αὐτοῦ
γάρ ἐστιν ἡ ᾠδὴ τῶν ἀναβαθμῶν, ἐξ ἧς παραθησόμεθα τὰ ῥητά, “ ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκο- “ δομοῦντες. ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν “ ὁ φυλάσσων.” οὐκ ἀποτρέπων ἡμᾶς ἀπὸ τοῦ οἰκοδομεῖν, οὐ δὲ διδάσκων μὴ ἀγρυπνεῖν ἡμᾶς εἰς τὸ φρουρεῖν τὴν ἐν τῇ ψυχῇ
πόλιν, ἀλλὰ παριστὰς ὅτι τὰ χωρὶς Θεοῦ οἰκοδομούμενα, καὶ τὰ μὴ τυγχάνοντα τῆς ἀπὸ τούτου φυλακῆς, μάτην οἰκοδομεῖται, καὶ ἀνηνύτως τηρεῖται. εὐλόγως ἃν ἐπιγραφομένου Κυρίου τῆς οἰκοδομῆς τοῦ Θεοῦ, καὶ ἄρχοντος τῆς φρουρᾶς τῆς πόλεως τοῦ τῶν ὅλων Θεοῦ. ὥσπερ οὖν εἰ λέγομεν, οὐ τοῦ οἰκοδομοῦντος, ἀλλὰ
τοῦ Θεοῦ ἐστιν ἔργον, τόδε τὸ οἰκοδόμημα· καὶ οὐ τοῦ φυλάξαντος κατόρθωμα, ἀλλὰ τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ μηδὲν πεπονθέναι ὑπὸ πολεμίων τήνδε τὴν πόλιν, οὐκ ἃν πταίοιμεν. ὑπακουομένου μὲν, τοῦ καὶ κατὰ τὸν ἄνθρωπον γεγονέναι. τοῦ δὲ ἀνδραγαθήματος εὐχαρίστως ἐπὶ τὸν τελειωτὴν Θεὸν ἀναφερομένου. οὕτως ἐπεὶ
οὐκ ἀρκεῖ τὸ ἀνθρώπινον θέλειν πρὸς τὸ τυχεῖν τοῦ τέλους, οὐδὲ τὸ τῶν οἱονεὶ ἀθλητῶν τρέχειν, πρὸς τὸ καταλαβεῖν τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ. Θεοῦ γὰρ συμπαρισταμένον, ταῦτα ἀνύεται. καλῶς λέγεται “ οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντος Θεοὕ.” ὡς εἰ καὶ ἐπὶ
γεωργίας, ὅπερ καὶ γέγραπται, ἐλέγετο, “ ἐγὼ ἐφύτευσα. Ἀπολ- “ λῶς ἐπότισεν. ἀλλ’ ὁ Θεὸς ηὔξησεν. ὥστε οὔτε ὁ φυτεύων ἔστι τι, οὔτε ὁ ποτίζων. ἀλλ’ ὁ αὐξάνων Θεός.” καὶ τὸ τοὺς καρποὺς πλήρεις γεγονέναι, οὐκ ἃν εὐσεβῶς λέγοιμεν ἔργον εἶναι τοῦ γεωργοῦ, ἣ ἔργον τοῦ ποτίσαντος· ἀλλ’ ἔργον τοῦ Θεοῦ. οὕτω καὶ ἡ
ἡμετέρα τελείωσις, οὐχὶ μηδὲν πραξάντων γίνεται, οὐ μὴν ἀφ’ ἡμῶν ἀπαρτίζεται. ἀλλ’ ὁ Θεὸς τὸ πολὺ ταύτης ἐνεργεῖ.
λαμπρότητα συνεργούντων τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ, πόστον ἃν ἀριθμὸν ἔχειν λέγοιτο τῆς ἐπὶ τὸν λιμένα καταστάσεως ἡ κυβερνητικὴ τέχνη ; οὐδὲ τῶν κυβερνητῶν αὐτῶν δι’ εὐλάβειαν πολλάκις τολμώντων ὁμολογεῖν τὸ σεσωκέναι τὴν ναῦν, ἀλλὰ Θεῷ τὸ πᾶν ἀναφερόντων. οὐ τῷ μηδὲν αὐτοὺς ἐνηργηκέναι, ἀλλὰ τῷ εἰς ὑπερβολὴν
πολλαπλάσιον εἶναι τὸ ἀπὸ τῆς προνοίας, τοῦ ἀπὸ τῆς τέχνης. καὶ ἐπὶ τῆς ἡμετέρας γοῦν σωτηρίας, πολλαπλάσιον ἐστὶν εἰς ὑπερβολὴν τὸ ἀπὸ τοῦ Θεοῦ, τοῦ ἀπὸ τοῦ ἐφ’ ἡμῖν. διόπερ ἡγοῦμαι γεσθαι τὸ, “ οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος· ἀλλὰ τοῦ ἐλεοῦν- “ τος Θεοῦ.” εἰ γὰρ ὡς ἐκεῖνοι ὑπολαμβάνουσι, δεῖ τοῦτο ἐκλαμβάνειν,
περισσαὶ αἱ ἐντολαί· καὶ μάτην ὁ Παῦλος αἰτιᾶταί τινας ὡς παραπεπτωκότας, καὶ ἀποδέχεταί τινας ὡς κατωρθωκότας, καὶ νομοθετεῖ ταῖς ἐκκλησίαις. εἰκῆ δὲ ἡμεῖς ἐπιδίδομεν ἑαυτοὺς ἐπὶ τὸ θέλειν τὰ κρείττονα. ἀλλὰ τοῦτο μὲν τοιοῦτον. οἷα δὲ καὶ τὰ περὶ τοῦ Φαραὼ εἰρημένα· ὡς σκληρυνομένου παρὰ Θεοῦ ἵνα μὴ ἀποστείλῃ
τὸν λαόν. τί δὲ καὶ τὸ, “ἄρ᾿ οὐν ὃν ἃν θέλῃ ἐλεεῖ ὃν δὲ “ θέλει σκληρύνει ” ἐπεὶ γὰρ χρῶνται τούτοις τινὲς τῶν τὸ αὐτεξούσιον ἀναιροῦντες, διὰ τὸ φύσεις εἶναι λέγειν ἀπολλυμένας, ἀνεπιδέκτους τοῦ σώζεσθαι· καὶ ἑτέρας σωζομένας, ἀδυνάτως ἐχούσας πρὸς τὸ ἀπολέσθαι· τόν τε Φαραὼ φασὶ, φύσεως ὄντα ἀπολλυμένης, διὰ τοῦτο σκληρύνεσθαι ὑπὸ τοῦ Θεοῦ· ἐλεοῦντος μὲν τοὺς πνευματικοὺς, σκληρύνοντος δὲ τοὺς χοικοὺς, φέρε ἴδωμεν ὅτι ποτε καὶ λέγουσι.
δὲ, ἐροῦμεν, ὅτι ὁ τῆς χοικῆς φύσεως πάντως ἀπειθεῖ τῷ Θεῷ. εἰ δὲ ἀπειθεῖ, τίς χρεία σκληρύνεσθαι αὐτοῦ τὴν καρδίαν; καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ πολλάκις. εἰ μὴ ἄρα, ἐπεὶ δυνατὸν ἦν πείθεσθαι αὐτὸν, καὶ πάντως ἐπείσθη ἄν, ἅτε οὐκ ὢν χοικὸς, ὑπὸ τῶν τεράτων καὶ σημείων δυσωπούμενος. χρήζει δὲ
αὐτοῦ ὁ Θεὸς, ὑπὲρ τοῦ ἐνδείξασθαι ἐπὶ σωτηρίᾳ τῶν πολλῶν τὰ μεγαλεῖα, ἐπὶ πλεῖον ἀπειθοῦντος· διὰ τοῦτο αὐτοῦ σκληρύνει τὴν καρδίαν. ταῦτα δὲ λελέξεται πρῶτον πρὸς αὐτοὺς εἰς τὸ ἀνατραπῆναι ὃ ὑπολαμβάνουσιν· ὅτι φύσεως ἦν ἀπολλυμένης ὁ Φαραώ. τὸ δ’ αὐτὸ καὶ περὶ τοῦ παρὰ τῷ Ἀποστόλῳ εἰρημένου, λεκτέον
πρὸς αὐτούς. τίνας γὰρ σκληρύνει ὁ Θεός ; τοὺς ἀπολλυμένους ; ὡς τί πεισομένους εἰ σκληρυνθεῖεν ; ἢ δηλονότι σωθησομένους, τῷ μὴ εἶναι αὐτοὺς φύσεως ἀπολλυμένης. τινας δὲ ἐλεεῖ; ἆρα τοὺς σωθησομένους ; καὶ πῶς χρεία ἐλέου δευτέρου αὐτοῖς, ἅπαξ κατασκευασθεῖσι σωθησομένοις, καὶ πάντως διὰ τὴν φύσιν μακαρίοις
ἐσομένοις ; εἰ μὴ ἄρα ἐπεὶ ἐπιδέχονται ἀπώλειαν, εἰ μὴ ἐλεηθεῖεν, ἐλεοῦνται. ἵν ὅπερ ἐπιδέχονται, μὴ λάβωσι τὸ ἀπολέσθαι. ἀλλὰ γένωνται ἐν χώρᾳ σωζομένων. καὶ ταῦτα μὲν πρὸς ἐκείνους. ἐπαπροητέον δὲ πρὸς τοὺς νομίζοντας νενοηκέναι τὸ, ἐσκλήρυνε. τί δή ποτε λέγουσι τὸν Θεὸν ἐνεργοῦντα σκληρύνειν καρδίαν ; καὶ τί
προτιθέμενον τοῦτο ποιεῖν ; τηρείτωσαν γὰρ καὶ ἔννοιαν Θεοῦ. κατὰ μὲν τὸ ὑγιὲς, δικαίου καὶ ἀγαθοῦ· εἰ δὲ μὴ βούλονται, ἐπὶ τοῦ παρόντος αὐτοῖς συγκεχωρήσθω δικαίου. καὶ παραστησάτωσαν, πῶς ὁ ἀγαθὸς καὶ δίκαιος. ἢ ὁ δίκαιος μόνον, φαίνεται δικαίως σκληρύνων καρδίαν, τοῦ διὰ τὸ σκληρύνεσθαι ἀπολλυμένου·
καὶ πῶς ὁ δίκαιος αἴτιος ἀπωλείας γίνεται καὶ ἀπειθείας, τῶν ὑπ’ αὐτοῦ διὰ τὸ σκληρύνεσθαι καὶ ἀπειθῆσαι αὐτῷ κολαζομένων ; τί δὲ αὐτῷ καὶ μέμφεται λέγων, “ σὺ δὲ οὐ βούλει ἐξαποστεῖλαι τὸν λαόν μου. ἰδοὺ πατάσσω πάντα τὰ πρωτότοκα ἐν Αἰγύπτῳ, καὶ “ τὸν πρωτότοκόν σου,” καὶ ὅσα ἄλλα ἀναγέγραπται, ὣ τοῦ Θεοῦ λέγοντος διὰ Μωὑσέος τῷ Φαραώ;
γυμνῇ τῇ κεφαλῇ ἵσταται πρὸς τὸ πονηρὸν εἶναι τὸν Θεὸν, ἄλλων ἔδει λόγων πρὸς αὐτόν. ἐπεὶ δὲ φασὶν διακεῖσθαι περὶ αὐτοῦ ὡς περὶ δικαίου, καὶ ἡμεῖς ὡς περὶ ἀγαθοῦ ἅμα καὶ δικαίου, σκοπήσωμεν, πῶς ἃν ὁ ἀγαθὸς καὶ δίκαιος σκληρύνοι τὴν καρδίαν Φαραώ. ὅρα τοίνυν, εἰ διά τινος παραδείγματος ὃ Ἀπόστολος ἐν τῇ
πρὸς Ἑβραίους ἐχρήσατο, δυνάμεθα παραστῆσαι πῶς μιᾷ ἐνεργείᾳ ὁ Θεὸς, ὃν μὲν ἐλεεῖ, ὃν δὲ σκληρύνει· οὐ προτιθέμενος σκληρύνειν, ἀλλὰ διὰ προθέσεως χρηστῆς, ᾖ ἐπακολουθεῖ διὰ τὸ τῆς κακίας ὑποκείμενον τοῦ παρ’ ἑαυτοῦ τὸ σκληρύνεσθαι· σκληρύνειν λεγόμενος τὸν σκληρυνόμενον. “ γῆ,” φησὶν, “ ἡ πιοῦσα τὸν ἐπ’
“ αὐτῆς ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις “ δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ὑπὸ τοῦ Θεοῦ. “ ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας “ ἐγγύς. ἧς τὸ τέλος, εἰς καῦσιν.” οὐκοῦν, μία ἐνέργεια ἡ κατὰ τὸ ὑετόν. μιᾶς δὲ οὔσης αὐτῆς, ἡ μὲν γεωργηθεῖσα γῆ, καρποφορεῖ·
ἡ δὲ ἀμεληθεῖσα καὶ χέρσος, ἀκανθοφορεῖ. καὶ δύσφημον μὲν ἃν δόξαι εἰναι τὸ λέγειν τὸν ὕοντα, ἐγὼ τοὺς καρποὺς ἐποίησα, καὶ τὰς ἀκάνθας τὰς ἐν τῇ γῇ. ἀλλ’ εἰ καὶ δύσφημον, ἀλλὰ ἀληθές. ὑετοῦ γὰρ μὴ γενομένου, οὔτ’ ἃν καρποὶ, οὔτ’ ἄκανθαι ἐγεγόνεισαν. τούτου δὲ εὐκαίρως καὶ μεμετρημένως ἐπιρρέοντος,
ἀμφότερα γεγένηται. οὐκοῦν τὸ μὲν ἀγαθὸν τοῦ ὑετοῦ, καὶ ἐπὶ τὴν χείρονα γῆν ἐλήλυθε· τὸ δὲ ὑποκείμενον ἠμελημένον καὶ ἀγεώργητον τυγχάνον, ἀκάνθας καὶ τριβόλους ἐβλάστησεν.
γῆ ἐστι καὶ ἡ ἠμελημένη. μία τῇ φύσει ὡς γῆ τυγχάνουσα. ὥσπερ δὲ εἰ καὶ ὁ ἥλιος ἔλεγε, φωνὴν προιέμενος, ἐγὼ τήκω καὶ ξηραίνω. ἐναντίων ὄντων τοῦ τήκεσθαι καὶ τοῦ ξηραίνεσθαι. οὐκ ἃν ψεῦδος ἔλεγε, παρὰ τὸ ὑποκείμενον· ἀπὸ τῆς μιᾶς θερμότητος τηκομένου μὲν τοῦ κηροῦ, ξηραινομένου δὲ τοῦ πηλοῦ. οὕτως ἡ μία ἐνέργεια ἡ διὰ Μώσεως γινομένη, σκληρούμενον μὲν ἤλεγχε τὸν Φαραὼ, διὰ τὴν κακίαν αὐτοῦ. πειθὼ δὲ, τὴν τῶν ἐπιμίκτων Αἰγυπτίων συνεξορμησάντων τοῖς Ἑβραίοις· καὶ τὸ κατὰ βραχὺ δὲ ἀναγεγράφθαι οἱονεὶ μαλάσσεσθαι τὴν καρδίαν Φαραὼ λέγοντος,
“ ἀλλ’ οὐ μακρὰν ἀποτενεῖται· τριῶν γὰρ ἡμερῶν πορεύεσθε· “ καὶ τὰς γυναῖκας ὑμῶν καταλείψετε·” καὶ ὅσα ἄλλα κατὰ βραχὺ ἐνδιδοὺς πρὸς τὰ τεράστια ἔλεγε, δηλοῖ ὅτι ἐνήργει μέν τι καὶ εἰς αὐτὸν τὰ σημεῖα, οὐ μὴν τὸ πᾶν κατειργάζετο. οὐκ ἂν δὲ οὐδὲ ταῦτα ἐγίνετο, εἰ τὸ νοούμενον ὑπὸ τῶν πολλῶν “ σκληρυνῶ
“ τὴν καρδίαν Φαραὼ,” ὑπ’ αὐτοῦ ἐνηργεῖτο.
δεῖ γὰρ τοῦ ἤθους ἀκοῦσαι καὶ τῆς δυνάμεως τοῦ λεγομένου, καὶ μὴ συκοφαντεῖν, μὴ κατακούοντας τοῦ βουλήματος τοῦ λόγου. ὁ γοῦν Παῦλος σαφῶς ταῦτα ἐξετάσας, φησὶν πρὸς τὸν ἁμαρτάνοντα, “ ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς “ μακροθυμίας καταφρονεῖς ; ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς
“ μετάνοιάν σε ἄγει. κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετα- “ νοητὸν καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ “ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ ;” ἃ γὰρ λέγει τὸν ἁμαρτάνοντα ὁ Ἀπόστολος, λεγέσθω πρὸς τὸν Φαραὼ, καὶ πάνυ ἁρμοδίως· κατὰ τὴν σκληρότητα καὶ ἀμετανόητον αὐτοῦ
καρδίαν, θησαυρίζοντα ἑαυτῷ ὀργὴν τῆς σκληρότητος. οὐκ ἂν οὕτως ἐλεγχθείσης οὐδὲ φανερᾶς γεγενημένης, εἰ μὴ τὰ σημεῖα ἐγεγόνει. ἔτι πρὸς τὸ μὴ εἶναι ἡμᾶς αὐτεξουσίους δόξει τὸ ἀποστολικὸν ῥητὸν περισπᾶν, ἔνθα φησί. “ μενοῦνγε, ὠ ἄνθρωπε, σὺ “ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ
“ πλάσαντι, τί με ἐποίησας οὕτως ; ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κερα- “ μεὺς τοῦ πηλοῦ, ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν, εἰς “ τιμὴν σκεῦος· ὃ δὲ, εἰς ἀτιμίαν ” ἐρεῖ γάρ τις. εἰ ὡς ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ φυράματος ποιεῖ. ὃ μὲν, εἰς τιμὴν σκεῦος· ὃ δὲ, εἰς ἀτιμίαν. οὕτως ὁ Θεός ἃ μὲν εἰς σωτηρίαν, ἃ δὲ εἰς ἀπώλειαν. οὐ παρ’ ἡμᾶς τὸ σώζεσθαι ἣ ἀπόλλυσθαι γίνεται. οὐ γὰρ ἐσμὲν αὐτεξούσιοι.
δὲ ὅτι τολμήσει τίς τοῦτο εἰπεῖν. εἰ τοίνυν μὴ ἑαυτῷ ἐναντία φθέγγεται ὁ Ἀπόστολος, πῶς κατὰ τὸν οὕτως ἐκδεξάμενον εὐλόγως αἰτιᾶται τὸν ἐν Κορίνθῳ πεπορνευκότα ; ἢ τοὺς παραπεπτωκότας καὶ μὴ μετανοήσαντας ; πῶς δὲ εὐλογεῖ ὡς εὖ πεποιηκότας οὓς ἐπαινεῖ. οὐ γὰρ κατὰ τὸν αὐτόν ἐστι ψέγειν ὡς ἄξιον μέμψεως
τὸν ἡμαρτηκότα. καὶ ἀποδέχεσθαι ὡς ἐπαινετὸν τὸν αὖ x πεποιηκότα; πάλιν δ’ αὖ ὡς μηδενὸς ὄντος ἐφ’ ἡμῖν φάσκειν παρὰ τὴν αἰτίαν τοῦ δημιουργοῦ εἶναι, τὸ μὲν, εἰς ἀτιμίαν σκεῦος, τὸ δὲ, εἰς τιμήν ; πῶς δὲ καὶ τὸ, πάντας ἡμᾶς παραστῆναι δεῖν ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ· ἵνα κομίσηται ἕκαστος τὰ
διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, ὑγιές ἐστι ; τῶν τὰ φαῦλα πεποιηκότων διὰ τὸ ἐκτίσθαι αὐτοὺς σκεύη ἀτιμίας, ἐπὶ τοῦτο πράξεων ἐληλυθότων· καὶ τῶν κατ’ ἀρετὴν βιωσάντων, τῷ ἀρχῆθεν αὐτοὺς ἐπὶ τούτω κατεσκευάσθαι, καὶ σκεύη τιμῆς γεγονέναι, τὸ καλὸν πεποιηκότων ; ἔτι δὲ πῶς οὐ μάχεται τῷ ὡς ὑπολαμβάνουσιν
ἐξ ὧν παρεθέμεθα ῥητῶν, ἔκτιμον ἣ ἄτιμον σκεῦος γεγονέναι, παρὰ τὴν τοῦ δημιουργοῦ αἰτίαν, τὸ ἀλλαχοῦ λεγόμενον, “ ἐν “ μεγάλη οἰκίᾳ, οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ “ καὶ ξύλινα καὶ ὀστράκινα. καὶ ἃ μὲν εἰς τιμήν· ἃ δὲ, εἰς ἀτι- “ μίαν· ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος εἰς τιμὴν ἡγι-
“ ασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ.” εἰ γὰρ ὁ ἐκκαθάρας ἑαυτὸν γίνεται σκεῦος εἰς τιμήν· ὁ δὲ ἀπερικάθαρτον ἑαυτὸν παριδὼν σκεῦος εἰς ἀτιμίαν· ὅσον ἐπὶ ταύταις ταῖς λέξεσιν, οὐδαμῶς αἴτιος ὁ δημιουργός. ποιεῖ μὲν γὰρ ὁ δημιουργὸς σκεύη τιμῆς, καὶ σκεύη ἀτιμίας. ἀλλὰ σκεύη μὲν τιμῆς, τοὺς ἐκκαθάραντας ἑαυτούς·
σκεύη δὲ ἀτιμίας, τοὺς ἀπερικαθάρτους ἑαυτοὺς περιιδόντας.
“ ὃ μὲν, εἰς τιμὴν σκεῦος, ὃ δὲ, εἰς ἀτιμίαν·” καὶ οὐκ ἔστιν ἐναντιώματα τὰ εἰρημένα ὑπ’ αὐτοῦ, συνακτέον ἀμφότερα, καὶ ἕνα λόγον ἐξ ἀμφοτέρων τέλειον ἀποδοτέον. οὔτε τοῦ ἐφ’ ἡμῖν, χωρὶς τῆς ἐπιστήμης τοῦ Θεοῦ, καὶ τῆς καταχρήσεως τοῦ κατ’ ἀξίαν τοῦ ἐφ’ ἡμῖν, ποιοῦντος εἰς τιμὴν ἣ εἰς ἀτιμίαν γενέσθαι τινά·
οὔτε τοῦ ἐπὶ τῷ Θεῷ μόνου κατασκευάζοντος εἰς τιμὴν ἣ εἰς ἀτιμίαν γενέσθαι τινὰ, ἐὰν μὴ ὕλην τινὰ διαφορᾶς σχῇ, τὴν ἡμετέραν προαίρεσιν, κλίνουσαν ἐπὶ τὰ χείρονα ἢ τὰ κρείττονα.
δημιουργός. οὐκ αὐτὸς δὲ τίμια κατασκευάζει ἣ ἄτιμα· ἀλλ’ ἡ οἰκεία ἑκάστου προαίρεσις. καὶ τοῦτο δῆλον ἐξ ὧν ὁ αὐτὸς Ἀπόστολος ἐν τῇ πρὸς Τιμόθεον Ἐπιστολῇ, φησίν. “ ἐν μεγάλῃ οἰ- “ κίᾳ, οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα “ καὶ ὀστράκινα. καὶ ἃ μὲν εἰς τιμήν· ἃ δὲ, εἰς ἀτιμίαν. ἐὰν οὖν
“ ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμέ- “ νον καὶ εὔχρηστον τῷ δεσπότῃ. εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμα- “ σμένον.” δῆλον δὲ, ὡς ἑκούσιος ἡ κάθαρσις. “ ἐὰν γάρ τις,” φησὶν, “ ἐκκαθάρῃ ἑαυτόν.” ἡ δὲ ἀκόλουθος ἀντιστροφὴ ἀντιφωνεῖ. ἐὰν δὲ μὴ ἐκκαθάρῃ, ἔσται σκεῦος εἰς ἀτιμίαν, ἄχρηστον τῷ δεσπότῃ,
συντριβῆς ἄξιον. τὸ οὖν προκείμενον ῥητὸν, καὶ τὸ, “ συνέκλεισεν “ ὁ Θεὸς πάντας εἰς ἀπείθειαν.” καὶ τὸ, “ ἔδωκεν αὐτοῖς ὁ Θεὸς “ ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν,” καὶ ὅσα τοιαῦτα, οὐχ ὡς ἐνεργήσαντος τοῦ Θεοῦ ἐκληπτέον, ἀλλ’ ὡς παραχωρήσαντος διὰ τὸ αὐτεξούσιον, καὶ τὸ ἀβίαστον εἶναι τὸ
καλόν. τὴν γὰρ παραχώρησιν αὐτοῦ, ὡς ἐνέργειαν καὶ ποίησιν αὐτοῦ, σύνηθες λέγειν τῇ γραφῇ.
ἐοικέναι ἐκείνῳ τῷ ἀψύχῳ, καὶ ταῖς χερσὶν ἑπομένῳ τοῦ κεραμέως, καὶ περιαγομένῳ ὅπου περ ἃν ἐκεῖνος ἐθέλοι. εἰς τοῦτο γὰρ μόνον τὸ ὑπόδειγμα ἔλαβεν· οὐκ εἰς τὴν τῆς πολιτείας ἐπίδειξιν· ἀλλ’ εἰς τὴν ἐπιτεταμένην ὑπακοὴν καὶ σιγήν. καὶ τοῦτο πανταχοῦ δεῖ παρατηρεῖν, ὅτι τὰ ὑποδείγματα οὐ πάντα καθόλου δεῖ
λαμβάνειν, ἀλλὰ τὸ χρήσιμον αὐτῶν ἐκλεξαμένους, καὶ εἰς ὃ παρήχθησαν, τὸ λοιπὸν ἅπαν ἐᾶν. ὥσπερ οὖν ὅταν λέγῃ “ ἀναπε- “ σῶν ἐκοιμήθη ὡς λέων.” τὸ ἄμαχον καὶ φοβερὸν ἐκλαμβάνει, οὐ τὸ θηριῶδες, οὐδ’ ἄλλο τι τῶν τῷ λέοντι προσόντων. καὶ πάλιν ὅταν λέγῃ, “ ἀπαντήσομαι αὐτοὺς ὡς ἄρκτος ἀπορουμένη,” τὸ τιμωρητικόν.
καὶ ὅταν λέγῃ, “ ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον,” τὸ δαπανητικὸν τὸ ἐκ τῆς κολάσεως λέγει. οὕτω καὶ ἐνταῦθα τὸν πηλὸν καὶ τὸν κεραμέα καὶ τὰ σκεύη ἐκλαμβάνειν ἀνάγκη. καὶ ὅταν δὲ λέγῃ “ ἣ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ, ἐκ “ τοῦ αὐτοῦ φυράματος ποιῆσαι, ὃ μὲν, εἰς τιμὴν σκεῦος, ὃ δὲ
“ εἰς ἀτιμίαν ” μὴ εἰς δημιουργίας λόγον ταῦτα νόμιζε εἰρῆσθαι τῷ Παύλῳ, μὴ δὲ εἰς γνώμης ἀνάγκην, ἀλλ’ εἰς οἰκονομιῶν ἐξουσίαν καὶ διαφοράν.
πάσης αἰτίας ἐκτός· φανεῖται δὲ καὶ ὁ Παῦλος αὐτὸς ἑαυτῷ μαχόμενος, ὁ πανταχοῦ τὴν προαίρεσιν στεφανῶν. οὐδὲν τοίνυν ἐνταῦθα ἕτερον κατασκευάσαι βούλεται, ἣ ὅτι ὥσπερ ὁ κεραμεὺς ἐκ τοῦ αὐτοῦ φυράματος ἃ βούλεται ποιεῖ, καὶ οὐδεὶς ὁ ἀντιλέγων· οὕτω καὶ τὸν Θεὸν ἐκ τοῦ αὐτοῦ γένους τῶν ἀνθρώπων, τοὺς
μὲν, κολάζοντα, τοὺς δὲ, τιμῶντα, μὴ περιεργάζου, ἀλλὰ προσκύνει μόνον, καὶ μιμοῦ τὸν πηλόν. καὶ καθάπερ ἐκεῖνος ἕπεται ταῖς χερσὶ του κεραμέως, οὐτῶ καὶ σὺ τῇ γνώμῃ του οἰκονομοῦντος ταύτα· καὶ μὴ ἐπειδὴ τὸ αὐτὸ φύραμα τῆς οὐσίας ἡμῶν ἐστι, καὶ τὰς αὐτὰς προαιρέσεις πάντων εἶναι ἀξίου. οὐδὲ γὰρ ἐπὶ τοῦ κερα-
μέως, ἐκ τοῦ φυράματος τὸ ἄτιμον καὶ τὸ ἔντιμον· ἀλλὰ ἀπὸ τῆς χρήσεως τῶν μεταχειριζομένων. ὥσπερ οὖν καὶ ἐνταῦθα ἀπὸ τῆς προαιρέσεως.
τις. τι γὰρ οὐκ ἃν ἐκπλαγείη τοσοῦτον μακροθυμήσαντος τοῦ Θεοῦ. φησὶν οὖν, εἰς τοῦτο συγκεχώρηκα βασιλεῦσαι σε, ὅπως δειχθῇ, πῶς εἰμὶ μακρόθυμος. Γρηγορίου Νύσσησ. Τὸ δέ γε ἐσκληρύνθαι παρὰ Θεοῦ τὸν Αἰγύπτιον τύραννον, νοητέον, οὐχ ὡς τὴν ἀντιτυπίαν ἐν τῇ ψυχῇ
αὐτοῦ τῆς θείας βουλήσεως ἐντιθείσης, ἀλλ’ ὡς τῆς προαιρέσεως, διὰ τῆς πρὸς τὴν κακίαν προσκλίσεως, τὸν ἐκμαλάσσοντα τὴν ἀντιτυπίαν λόγον, οὐ δεχομένης.
ἀλλὰ ἀφράστῳ κεχρημένος μακροθυμίᾳ, μετρίας αὐτῷ παιδαγωγίας ἐπήγαγε. ταῦτα δὲ ἀντίτυπον ἐποίει τὴν ἐκείνου καρδίαν. οἰόμενος γὰρ μὴ δύνασθαι τὸν Θεὸν μείζοσι χρήσασθαι τιμωρίαις, τῶν μετρίων κατεφρόνει μαστίγων. ὅτι δὲ ἡ ἀντιτυπία τῆς καρδίας καὶ ἡ σκληρότης ἐξ ἡμῶν αὐτῶν γίνεται, μάρτυς ὁ
θεῖος Ἀπόστολος λέγων, “ τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε “ ἄγει. κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, “ θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς.” κἀκεῖνο δὲ σκοπητέον, ὡς εἰ φύσει πονηρὸς ἦν ὁ Φαραὼ, οὐκ ἃν αὐτοῦ τὴν γνώμην ἐνήλλαξε. νῦν δὲ ὁρῶμεν ὑπὸ μὲν τῆς παιδείας αὐτὸν μαλαττόμενον.
ὑπὸ δὲ τῆς μακροθυμίας σκληρυνόμενον. παιδευόμενος γὰρ, ἠντιβόλει τὸν νομοθέτην, “ προσεύξασθε,” λέγων, “ περὶ ἐμοῦ.” καὶ πάλιν, “ ὁ Κύριος δίκαιος· ἐγὼ δὲ καὶ ὁ λαός μου ἀσεβής.” τῆς δὲ τιμωρίας παυομένης, ἐβαρύνετο καὶ ἐσκληρύνετο. ἵνα δὲ καὶ ἔκ τινος εἰκόνος τὸ ἀμφιβαλλόμενον λύσωμεν· ὁ ἥλιος τῆ τῆς
θέρμης ἐνεργείᾳ, τὸν μὲν κηρὸν, ὑγραίνει, τὸν δὲ πηλὸν ξηραί καὶ τὸν μὲν, μαλάττει, τὸν δὲ, σκληρύνει. ὥσπερ τοίνυν οὗτος, τῇ ἐνεργείᾳ τῇ μιᾷ τὰ ἐναντία ποιεῖ· οὕτως τῇ τοῦ Θεοῦ τῶν ὅλων μακροθυμίᾳ, οἱ μὲν, ὠφέλειαν, οἱ δὲ, βλάβην καρποῦνται. καὶ οἱ μὲν, μαλάττονται, οἱ δὲ, σκληρύνονται. ὥσπερ δὲ οἱ ἰατροὶ,
τοὺς ἀνηκέστως διακειμένους, πολλῶν παρόντων τέμνουσιν· οὐκ ἐκείνοις ἐπικουροῦντες, ἴσασι γὰρ αὐτῶν τὴν νόσον ἀνίατον· ἀλλὰ τοὺς φοιτητὰς ’τον τῆς ἰατρείας διδάσκοντες τρόπον. οὐτῶ καὶ ’τον Φαραὼ, ὠμοτάτῃ καὶ θηριώδει χρησάμενον γνώμῃ, ταῖς παντοδαπαῖς τιμωρίαις ὑπέβαλεν ὁ Θεός. πάντας ὡς ἐπίπαν διδάσκων
ἀνθρώπους, ὡς αὐτὸς ἰθύνει τὴν κτίσιν· καὶ τοῖς μὲν ἀδικουμένοις ἐπαμύνει δικαίως, κολάζει δὲ τοὺς ἀδικοῦντας ἐνδίκως. τοῦτο γὰρ καὶ πρὸς αὐτὸν ἔφη τὸν Φαραώ. “ ἕνεκεν τούτου διετηρήθη· ἵνα “ ἐνδείξωμαι ἔν σοι τὴν ἰσχύν μου. καὶ ὅπως διαγγελῇ τὸ ὄνομά “ μου ἔν πάσῃ τῇ γῇ.”
καὶ ἐπιτείνων τὰς μάστιγας, οὐκ ἐμάλαξεν αὐτοῦ τὸ ἀνυπότακτον· ἀλλ’ εὕρισκεν αὐτὸν κα τῆς ἀνοχῆς καταφρονοῦντα, καὶ τοῖς ἐπαγομένοις αὐτῷ δεινοῖς ὑπὸ τῆς συνηθείας ἐμμελητήσαντα. Ὠριγένουσ ἐκ τῶν ἐκλογῶν. τὸ δὲ “ σὺ τίς εἶ ὁ ἀνταποκρι- “ νόμενος τῷ Θεῷ,” τάχα διδάσκει, ὅτι ὁ μὲν παρρησίαν ἔχων
πρὸς τὸν Θεὸν, ὡς πιστὸς καὶ εὖ βιοὺς, οὐκ ἂν ἀκοῦσαι, “ σὺ δὲ “ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;” ὁποῖος ἦν Μώσης. γὰρ ἐλάλει, “ ὁ δὲ Θεὸς ἀπεκρίνατο φωνῇ.” καὶ ὡς ἀποκρίνεται ὁ Θεὸς πρὸς Μωσέα, οὕτως ἀποκρίνεται καὶ ὁ ἅγιος πρὸς τὸν Θεόν. ὁ δὲ ταύτην μὴ κτησάμενος τὴν παρρησίαν, δηλονότι ἢ ἀπολωλεκὼς,
ἣ περὶ τούτων οὐ κατὰ φιλομάθειαν, ἀλλὰ κατὰ φιλονεικίαν ζητῶν, καὶ διὰ τοῦτο λέγων, “ τι ἔτι μέμφεται ; τῷ γὰρ θελή- “ ματι αὐτοῦ τίς ἀνθέστηκεν ;” οὗτος ἃν ἄξιος εἴη τῆς τῆς λεγούσης, “ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ ;
“ τίς ἀνθέστηκεν αὐτοῦ τῷ βουλήματι ;” ἐγὼ δέ σοι λέγω, σὺ πρὸ πάντων, ὁ ἀνταποκρινόμενος τῷ Θεῷ. τίς μὲν γὰρ εἶ που πάντως· καὶ οὐκ ἃν οὐδεὶς εἶναι ποτὲ καταδέξαιο. ἀντιλέγων δὲ Θεῷ, πῶς οὐκ ἀνθέστηκας ; οὐκοῦν τοῖς αὐτοῦ λόγοις ἑάλως· καὶ οἷς ἀρνῇ, τούτοις ὁμολογεῖς τὴν ἀντίστασιν. καὶ σαυτοῦ, πρὸ
ἐμοῦ κατήγορος γέγονας. ζητεῖς μὲν γὰρ, τίς ἀνθέστηκε ; τίς δὲ ὑπάρχεις αὐτός ; εἰ μὲν οὖν ὁμολογεῖς εἶναι μηδεὶς, συγχωρῶ σοι τὸ μέμφεσθαι τοῖς ἀνθρώποις εἰκῆ τὸν Θεόν. εἰ δὲ εἶ τίς, κἂν μυριάκις ἀρνοῖο, δίκαιος ὁ Θεὸς ἀποδέδεικται. καὶ παρὰ σοῦ πρώτου φέρεται τὴν νικῶσαν. ἀλλὰ γὰρ ὃ τινῶν ἐπὶ τοῦ παρόντος
τεθαύμακα, τοῦτο καὶ πρὸς σὲ, φίλτατέ μοι Πέτρε, βούλομαι διελθεῖν. ἐπιχειρήσαντες τουτὶ τῆς Ἐπιστολῆς τὸ μέρος ἑρμηνεῦσαι τινές· εἶτα οὐκ ἐξαρκέσαντες, τοῦ ἁγίου Παύλου τὴν οἰκείαν ἀπορίαν οὐκ ὤκνησαν καταψεύσασθαι. οὐ γὰρ ἐπιλυόμενον αὐτὸν τὰ παρὰ τῶν ἐναντίων προβλήματα, τὸ “ μενοῦνγε ὦτ’ ἄνθρωπε, σὺ τίς
“ εἶ ὁ ἀνταποκρινόμενος τῷ Θεῷ,” ἔφησαν εἰρηκέναι, ἀλλ’ ἐπιτιμῶντα καὶ ἐπιπλήττοντα, καὶ μονονοὺ βεβαιοῦντα τὸ τῷ Θεῷ παρ’ ἐκείνων ἐπαγόμενον κατηγόρημα. εἰ γὰρ οὐκ ἀποδίδωσι λόγον τοῦ πράγματος, ἀλλὰ τὰ τῆς ἐξουσίας χρηστοῦ τοῦ Θεοῦ προτεινόμενος, ἐπιστομίζει τὸν ἀντιλέγοντα· τῷ ἐκείνου λόγῳ συντρέχων,
σαφῶς ἐλέγχεται συνομολογεῖν οὐ δικαίως, ἀλλ’ αὐθεντίᾳ τὸν Θεὸν τὰ ἀνθρώπινα πράττειν. τοῖς δὲ, προσήκειν ἡσυχῆ στέργειν ὅπως ἃν ἔχοι τὰ κατ’ αὐτούς· ἐοικότας τοῖς ὑπὸ τῶν κεραμέων πλαττομένοις σκεύεσιν· οὐ διαδικάζεσθαι πρὸς τὸν δημιουργήσαντα φαύλους· εἶτα διότι φαῦλοι μεμφόμενον. οὓς εἰ μηδὲν
ἄλλο τῶν ὅλων, τοῦτο γοῦν ἐχρῆν συνιδεῖν, ὡς εἴπερ ὁ Ἀπόστολος ἠπίστατο μὴ δυνάμενος, κατὰ τὸν λόγον ἐκείνων, ἀπαντῆσαι ταῖς προτάσεσι ταύταις, οὐκ ἃν αὐτὰς προὐβάλετο τὰς ἀρχάς. οὐ γὰρ καὶ τοῦτο δήπουθεν ἠδύνατο· οὐδ’ ἃν αὐτὸς λαβὰς εἰς κατάλυσιν τοῦ ἰδίου κηρύγματος τοῖς ἀντιπάλοις παρείχετο.
καθάπερ τὰ ἐκείνων, οὐ τὰ οἰκεῖα προῃρημένος συνιστᾶν. τοῦτο γὰρ οὐδ’ ἃν ἔπαθεν ὁ πάντων εὐηθέστερος. ἀλλ’ οὐχ οὕτως ἔχει. τεθαρρηκὼς δὲ οἶμαι Χριστῷ καὶ τῇ ἀληθείᾳ συνηγορῶν, οὐδεμίαν τοῖς ἐναντίοις ὑπελείπετο πρόφασιν. ἀλλ’ ὥσπερ τῶν ἄλλων ἁπασῶν ἀντιθέσεων, οὕτω καὶ ταύτης ἰσχυροτέραν ἐποιήσατο τὴν ἀναίρεσιν.
καὶ τῶν βλασφήμων ἀπορράψας τὰ στόματα, προσεπάγει τούτοις καὶ ἕτερον ἐκ παραδείγματος τῷ πράγματι προσφυοῦς. τὸ μὲν ἐκείνων ἐπὶ πλέον ἀνατρέπων φρόνημα, τὸ δὲ εὐσεβὲς συνιστάς. μὴ, ἐρεῖ, φησὶν, τὸ πλάσμα τῷ πλάσαντι, τί με ἐποίησας οὕτως; οὕτω μέν, φησιν, αὐτὸς ὑφ’ ἑαυτοῦ διηλέγχθης. ἀνθιστάμενος
δὲ ἐγκαλεῖς Θεῷ, καὶ λέγεις “ τί ἔτι μέμφεται ;” ταῦτα ταῦτα τοῦτο, “ τῷ γὰρ βουλήματι αὐτοῦ τις ἀνθέστηκεν, ἀντειπὼν, ἑρμηνεύει λοιπὸν καὶ τῶν προτεθεισῶν ῥήσεων τὸν σκοπόν. ὣν ἐν μὲν τῇ πρὸς τὸν Μωϋσέα δηλοῦται φιλάνθρωπος· ἐν δὲ τῇ πρὸς τὸν Φαραὼ, τιμωρητικὸς ὁ Θεός * * *
ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.
σκληρότητος. πολλῆς γὰρ ἀπολαύσας μακροθυμίας, οὐκ ἐγένετο βελτίων, ἀλλ’ ἀδιόρθωτος ἔμενε. διὸ οὐδὲ σκεῦος ὀργῆς αὐτὸν ἐκάλεσε μόνον, ἀλλὰ “ κατηρτισμένον εἰς ἀπώλειαν.” τουτέστιν, ἀπηρτισμένον· οἴκοθεν μέντοι καὶ παρ’ ἑαυτοῦ. οὔτε γὰρ ὁ Θεὸς ἐνέλιπέ τι τῶν εἰς τὴν διόρθωσιν ἡκόντων τὴν ἐκείνου, οὔτε αὐτὸς
ἐνέλιπέ τι τῶν ἀπολλύντων αὐτὸν, καὶ πάσης ἀποστερούντων συγγνώμης. ἀλλ’ ὅμως καὶ ταῦτα εἰδὼς ὁ Θεὸς, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ· βουλόμενος αὐτὸν εἰς μετάνοιαν ἀγαγεῖν. ἐπεὶ δὲ οὐκ ἐθέλησεν ἐκεῖνος εἰς μετάνοιαν τῇ μακροθυμίᾳ χρήσασθαι, ἀλλὰ ἀπήρτισεν ἑαυτὸν εἰς ὀργὴν, ἐχρήσατο αὐτῷ εἰς τὴν ἑτέρων
διόρθωσιν· διὰ τῆς εἰς ἐκεῖνον κολάσεως, ἑτέρους σπουδαιοτέρους ποιῶν· καὶ τὴν δύναμιν αὐτοῦ, ταύτῃ δεικνύς.
δὲ ἐκεῖνος, ἤνεγκεν αὐτὸν ἐπὶ πολὺν χρόνον· ὁμοῦ μὲν τὴν αὐτοῦ χρηστότητα ἐπιδεικνύμενος, ὁμοῦ δὲ καὶ τὴν δύναμιν, εἰ μὴ βουληθείη τι κερδάναι ἀπὸ τῆς πολλῆς μακροθυμίας. ὥσπερ οὖν τοῦτον ἀδιόρθωτον μείναντα κολάσας, ἔδειξεν αὐτοῦ τὴν δύναμιν· οὐτῶ τοὺς πολλὰ ἁμαρτήσαντας καὶ μετανοήσαντας ἐλεήσας, ἐδήλωσεν αὐτοῦ τὴν φιλανθρωπίαν. ἀλλ’ οὐκ εἶπε τὴν φιλανθρωπίαν, ἀλλὰ τὴν δόξαν. δεικνὺς ὅτι τοῦτο μάλιστα δόξα Θεοῦ· καὶ τοῦτο πρὸ τῶν ἄλλων ἐσπούδακεν. ὅταν δὲ λέγῃ “ ἃ προητοίμασεν
“ εἰς δόξαν,” τοῦ Θεοῦ τὸ πᾶν εἶναι φησί. ἐπεὶ δὲ τοῦτο ἦν, οὐδὲν ἐκώλυεν ἁπάντας σώζεσθαι. ἀλλὰ πάλιν αὐτοῦ τὴν πρόγνωσιν δείκνυσιν· ἀναιρεῖ τὲ τὸ μέσον Ἰουδαίων καὶ ἐθνῶν. καὶ οὐ μικρὰν ἐντεῦθεν τῷ λόγῳ κατασκευάζει πάλιν ἀπολογίαν. οὐδὲ γὰρ μόνον ἐπὶ τῶν Ἰουδαίων, οἱ μὲν, ἀπώλοντο, οἱ δὲ, ἐσώθησαν. ἀλλὰ καὶ
ἐπὶ τῶν ἐθνῶν τοῦτο γέγονε. διόπερ οὐ λέγει τὰ ἔθνη πάντα, ἀλλ’ “ ἐξ ἐθνῶν.” οὐδὲ Ἰουδαίους πάντας, ἀλλὰ “ τοὺς ἀπὸ Ἰουδαίων. ὥσπερ οὖν ὁ Φαραὼ σκεῦος ὀργῆς γέγονεν, ἀπὸ τῆς οἰκείας παρανομίας, οὕτω καὶ οὗτοι σκεύη ἐλέους, ἀπὸ τῆς οἰκείας εὐγνωμοσύνης. εἰ γὰρ καὶ τὸ πλεῖστον ἐστὶ τοῦ Θεοῦ, ἀλλ’ ὅμως καὶ αὐτοὶ y
συνεισηνέγκαμεν. διὸ οὐδὲ εἶπε σκεύη κατορθωμάτων, οὐδὲ σκεύη παρρησίας, ἀλλὰ “ σκεύη ἐλέους.” δεικνὺς, ὅτι τὸ πᾶν ἐστὶ τοῦ Θεοῦ. καὶ γὰρ τὸ, “ οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος,” εἰ καὶ ἐν τάξει ἀντιθέσεως εἴρηται, ἀλλ’ ὅμως καὶ παρὰ τοῦ Παύλου λεγόμενον, ἀπορίαν οὐδεμίαν φέρει. ὅταν γὰρ εἴπῃ, “ οὐ τοῦ θέλοντος
οὐδὲ τοῦ τρέχοντος,” οὐ τὴν ἐξουσίαν ἀναιρεῖ· ἀλλὰ δείκνυσιν ὅτι οὐ τὸ πᾶν αὐτοῦ ἐστιν, ἀλλὰ δεῖται τῆς ἄνωθεν χάριτος. ἔδει μὲν γὰρ καὶ θέλειν καὶ τρέχειν· θαρρεῖν δὲ μὴ τοῖς οἰκείοις πόνοις, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ.
τοῦτο ὠνείδιζον, ὅτι χάριτι ἐσώθησαν· καὶ καταισχύνειν αὐτοὺς ’νόμιζον· ἐκ πολλῆς τῆς περιουσίας ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν. εἰ γὰρ τῷ Θεῷ δόξαν τὸ πρᾶγμα ἤνεγκε, πολλῷ μᾶλλον ἐκείνοις. δι’ ὧν καὶ ὁ Θεὸς ἐδοξάσθη. σκόπει δὲ αὐτοῦ σοφίαν ἄφατον. δυνάμενος γὰρ μὴ τὸν Φαραὼ παρενεγκεῖν εἰς τὸν περὶ τῶν κολαζομένων
λόγον, ἀλλ’ ἐξ Ἰουδαίων τοὺς ἡμαρτηκότας, καὶ σαφέστερον μᾶλλον ποιῆσαι τὸν λόγον, καὶ δεῖξαι ὅτι ἔνθα οἱ αὐτοὶ πατέρες, ἔνθα τὰ αὐτὰ ἁμαρτήματα, οἱ μὲν, ἀπώλοντο, οἱ δὲ, 8 ἐσώθησαν. καὶ πεῖσαι μηκέτι διαπορεῖν. εἰ καὶ ἐξ ἐθνῶν τινὲς ἐσώθησαν, Ἰουδαίων ἀπολομένων. ἵνα μὴ ποιήσῃ τὸν λόγον φορτικὸν, τὴν μὲν τῆς κολάσεως ἐπίδειξιν, ἀπὸ τοῦ βαρβάρου παράγει. ὥστε μὴ ἀναγκασθῆναι αὐτοὺς σκεύη ὀργῆς καλέσαι. τοὺς δὲ ἐλεουμένους, ἀπὸ τοῦ δήμου τῶν Ἰουδαίων παράγει. πόθεν οὖν
οἱ μὲν, σκεύη ὀργῆς, οἱ δὲ ἐλέους ; ἀπὸ προαιρέσεως οἰκείας. ὁ δὲ Θεὸς σφόδρα ἀγαθὸς ὣν, ἐπ’ ἀμφοτέρων τὴν αὐτὴν ἐπιδείκνυται χρηστότητα. καὶ γὰρ οὐχὶ τοὺς σωζομένους ἠλέησε μόνον, ἀλλὰ καὶ τὸν Φαραώ, τε αὐτοῖς μέρος. τῆς γὰρ αὐτῆς μακροθυμίας, καὶ ἐκεῖνοι καὶ οὗτος ἀπήλαυσαν· εἰ δὲ μὴ ἐκεῖνος ἐσώθη, παρὰ
την αὐτοῦ γνώμην τὸ πὰν·
καὶ ὅτου χάριν, ὁ μέγας ἡμῖν διατρανώσει Παῦλος. “ θέλων γὰρ,” φησι, “ ἐνδείξασθαι τὴν ὀργήν,” καὶ τὰ ἑξῆς. πεπλάνηται γὰρ ἡ σύμπασα γῆ, κάταγε τοὺς ἄνωθεν ἔτι καιρούς. οἱ μὲν γὰρ, τῇ κτίσει λελατρεύκασιν, οἱ δὲ, τὸ δοκοῦν ἐποιοῦντο σέβας. κέκληται δὲ μόλις εἰς ἐπίγνωσιν Ἁβραάμ. ἀνέφυ τὲ οὕτω τὸ ἐξ αὐτοῦ
γένος, ταῖς εἰς Θεὸν λατρείαις προσκείμενον. ἐπειδὴ δὲ καὶ αὐτοὶ κατέβησαν εἰς Αἴγυπτον, εἶτα χρόνους ἐν αὐτῇ διατετρίβασι μακροὺς, κατώλισθον εἰς ἀπάτην, καὶ τοῖς ἐγχωρίοις λελατρεύκασι Θεοῖς. ἀλλ’ ἐμέμνητο Θεὸς τῶν τοῖς πατράσιν ἐπηγγελμένων· καὶ προκεχείριστο μὲν εἰς ἀποστολὴν ὁ Μώσης, ἵνα τῆς
δουλείας ἀπολύσῃ τὸν Ἰσραήλ. ἀλλ’ ἦν ἀναγκαῖον καὶ τοῖς καλουμένοις εἰς τὴν ὑπ’ αὐτὸν λατρείαν καὶ πᾶσι τοῖς ἐπὶ γῆς, τὸ μὴ πυθέσθαι μόνον, ὅτι πεφανέρωται διὰ χρόνων μακρῶν ὁ τῶν Εβραίων Θεός· ἀλλὰ γὰρ καὶ ταῖς ἄγαν θαυματουργίαις προσεμπεδοῦσθαι εἰς τὴν ὑπ’ αὐτὸν πίστιν καὶ δόξαν· ὅτι μὴ κατὰ
τοὺς ἄλλους ἔστι θεοὺς, ἄφωνός τε καὶ ἄναλκις· πηδαλιουχεῖ δὲ μᾶλλον τὸ σύμπαν αὐτός. καὶ ὅτι τοῖς ἀντιπράττουσι τοῖς αὐτοῦ νεύμασι, κατασκήπτουσιν ὀργαί. ἀλλ’ ἔδει πάλιν τερατουργεῖν ἐθέλοντα τὸν Θεὸν, εὐαφόρμως ὁρᾶσθαι πρὸς τοῦτο ἰόντα. ἐξεγήγερται τοίνυν ὁ Φαραὼ πρὸς ἀντίστασιν οἰκονομικῶς· καὶ κατε-
σκληρύνετο τῆς θείας δυνάμεως. ταύτῃ τοι, ἐκολάζετο οὐκ ἀδίκως. ἀνόσιός τε γὰρ ἦν καὶ εἰδωλολάτρης· κατῄκιζέ τε τῷ πηλῷ καὶ τῇ πλινθείᾳ τὸν Ἰσραήλ· καὶ μισθὸν αὐτοῖς ἐπήρτισε, πόνον. διὸ καὶ σκεῦος ὀργῆς κεχρημάτικεν ἀναγκαίως, καὶ κατήρτιστο εἰς ἀπώλειαν. τουτέστιν, εἰς τοῦτο φαυλότητος διήλασε τρόπων, ὡς
σκεῦος εἶναι λοιπὸν ὀργῆς τὲ καὶ ἀπωλείας. τούτῳ Θεὸς προσεχρήσατο πρὸς ἔνδειξιν τῆς ἐνούσης ἰσχύος αὐτῷ, ἵνα διαγγελῇ τὸ ὄνομα αὐτοῦ ἐν πάσῃ τῇ γῇ, καὶ ἵνα παθὼν αὐτὸς, ὁρῷτο τοῦ παθεῖν ἄξιος· ᾦγε τὸ παθεῖν ὠφείλετο διὰ πρώτας ἁμαρτίας, καὶ εἰ μὴ προσκέκρουκε διὰ τῶν δευτέρων. οὐκοῦν λελύσθω πᾶς λόγος
καὶ φλυαρία κατὰ τοῦ Θεοῦ. θέλων γὰρ ἐνδείξασθαι τὴν ὀργὴν, καὶ γνωρίσαι τὸ δυνατὸν, ἤνεγκε πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, ἵνα ὠφελήσῃ σκεύη ἐλέους. τουτέστι, τοὺς ἠλεημένους διὰ πίστεως· κεκλήμεθα γὰρ οὐ μόνον ἐξ Ἰουδαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.
ἐργάσασθαι δύναμιν. μεθ’ ἧς τοὺς μὲν ὀργῆς ἀξίους, κολάσει. τοὺς δὲ οἰκτιρμῶν, ἐλεήσει· τὰ κατὰ τοὺς Αἰγυπτίους καὶ τοὺς Ἰσραηλίτας ἐπραγματεύσατο. διδασκαλίαν τῆς οἰκείας δικαιοκρισίας, ταύτην κοινὴν τῷ κόσμῳ προθείς. παμπονήρων γὰρ καὶ δυσσεβῶν ὄντων τῶν περὶ τὸν Φαραὼ, καὶ τὴν ἐσχάτην δίκην ὑπομεῖναι
δικαίων, μακροθυμίᾳ μὲν τὴν κατ’ αὐτῶν ἀνεβάλετο τιμωρίαν, καὶ συνεχώρησεν ὑψωθῆναι κατὰ τοῦ ἰδίου λαοῦ. περιβλέπτους δὲ καὶ περιβοήτους ἤδη δι’ ὠμότητα καταστάντας, ἐμφανῶς ἀπολώλεκε. καὶ τὸ τῶν Ἰσραηλιτῶν ἐλεήσας, πανδημεὶ διεσώσατο γένος. αὕτη μὲν τῆς ἀποστολικῆς ῥήσεως ἡ διάνοια. ἐνδεῖ δὲ
αὐτῇ πρὸς ἀποπλήρωσιν, τὸ τοῦτο μέμφῃ. ἵνα ᾖ τοιοῦτον τὸ πᾶν. εἰ δὲ θέλων ὁ Θεὸς ἐνδείξασθαι τὴν ὀργήν· καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ, ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν. καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, τοῦτο κατηγορεῖς ; πλη-
ῥώσας μέντοι τὰ πρὸς τὴν παροῦσαν ἀντίθεσιν ἄχρι τούτου, πρὸς τὴν τοῦ ζητήματος ἔρχεται λύσιν. ἀκόλουθον τοῖς προκειμένοις τὴν ἀπὸ τῆς παρενθέσεως ἐπάνοδον πρὸς τὰ πρότερα ποιησάμενος. εἰπὼν γὰρ “ ἃ προητοίμασεν εἰς δόξαν,” εἰρημένον περὶ τῶν ἐξ Αἰγύπτου, συνῆψεν, “ οὓς καὶ ἐκάλεσεν ὑμᾶς, οὐ μόνον ἐξ Ἰου-
“ δαίων, ἀλλὰ καὶ ἐξ ἐθνῶν.” ὥστε καὶ νῦν παραπλησίως φησὶ τῇ αὐτοῦ κρίσει τὲ καὶ προγνώσει δικαία τοὺς ἐξ Ἰουδαίων τὲ ἡμᾶς καὶ ἐθνῶν προσδραμόντας αὐτῷ κέκληκεν ὁ Θεός· καταλελοιπὼς τοὺς οὐ βουληθέντας. καὶ καινὸν οὐδὲν παρὰ τὰ πρόσθεν ἐστὶ τὸ συμβὰν ἐφ’ ἡμῶν.
ἐλπίδας, ἄκουσον τῶν ἑξῆς. “ θέλων γάρ,” φησι, “ ὁ Θεὸς ἐνδεί- “ ξασθαι τὴν ὀργὴν,” καὶ τὰ ἑξῆς. δι’ ὧν τοῦτο ἐμφαίνει, οὐχ ὁ Θεὸς δημιουργὸς τῆς τοῦ Φαραὼ πονηρίας, ἀλλ’ αὐτὸς τῇ μακροθυμίᾳ συνήθως ἐχρήσατο· ἐκεῖνος δὲ ὑπέλαβε τὴν μακροθυμίαν ἀσθένειαν· καὶ διὰ ταύτης τὴν οἰκείαν ηὔξησεν ἀπείθειαν.
ἀλλ’ ὅμως σοφὸς ὢν τῶν ὅλων ὁ πρύτανις, καὶ τούτῳ δικαίαν τὴν τιμωρίαν ἐπήγαγε, καὶ ἐκ τῆς τούτου πονηρίας τοῖς ἄλλοις ἀλεξίκακον κατεσκεύασε φάρμακον. οὕτω καὶ ὁ Θεὸς, οὐκ ἠβούλετο μὲν τὸν Φαραὼ τῆς τιμωρίας μεταλαχεῖν. ἐπειδὴ δὲ εἰς πολλὴν ἐκεῖνος θηριωδίαν ἐξώκειλε, παντοδαπὰς μὲν αὐτῷ τιμωρίας ἐπήγαγε·
τὴν δὲ οἰκείαν πᾶσιν ἀνθρώποις ἐπέδειξε δύναμιν. σκεύη δὲ ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν καλεῖ, τοὺς αὐθαιρέτῳ γνώμῃ τοῦτο γεγενημένους. τοῦτο γὰρ καὶ Τιμοθέῳ γέγραφεν· “ ἐν οἰκίᾳ “ μεγάλῃ οὐκ ἔστι μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ “ ξύλινα καὶ ὀστράκινα. καὶ τὰ μὲν, εἰς τιμὴν, τὰ δὲ, εἰς ἀτι-
“ μίαν.” καὶ διδάσκων ὡς ἑκών τις τοῦτο γίνεται ἢ ἐκεῖνο, ἐπήγαγεν, “ ἐὰν οὖν τις ἑαυτὸν ἐκκαθάρῃ ἀπὸ τῶν τοιούτων, ἔσται “ σκεῦος εἰς τιμὴν ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ· εἰς “ πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον,” οὕτω καὶ σκεύη ἐλέους ἐκάλεσε, τοὺς τῆς θείας φιλανθρωπίας ἀξίους. τὸ δὲ, “ ἃ προητοί-
“ μασεν εἰς δόξαν,” τὴν πρόγνωσιν τὴν θείαν παραδηλοῖ. τοῦτο γὰρ καὶ ἐν τοῖς πρόσθεν εἴρηκεν. “ οὓς προέγνω, καὶ προώ- “ρισεν.”
“ σμένα εἰς ἀπώλειαν,” μὴ κατασκευήν τινα πονηρὰν οἰηθῶμεν, τοῦ Φαραὼ εἶναι. οὕτω γὰρ ἐπὶ τὸν κατασκευάσαντα δικαιότερον ἡ αἰτία μετενεχθήσεται. ἀλλ’ ὅταν ἀκούσῃς “ σκεύη,” νόει, ὅτι ἕκαστος ἡμῶν πρός τι χρήσιμος πεποίηται. καὶ ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ, τὸ μέν ἐστι σκεῦος χρυσοῦν· τὸ δὲ, ἀργυροῦν, τὸ δὲ ὀστράκινον·
τῆς προαιρέσεως ἑκάστου τὴν πρὸς τὰς ὕλας ὁμοιότητα παρεχομένης. καὶ χρυσοῦν μέν ἐστι σκεῦος, ὁ καθαρὸς τὸν τρόπον καὶ ἄδολος· ἀργυροῦν δὲ, ὁ ὑποδέστερος ἐκείνου κατὰ τὴν ἀξίαν· ὀστράκινον δὲ, ὁ τὰ γήινα φρονῶν καὶ πρὸς συντριβὴν ἐπιτήδειος. καὶ ξύλινον, ὁ εὐκόλως διὰ τῆς ἁμαρτίας καταρρυπτούμενος, καὶ
ὕλη γινόμενος τῷ αἰωνίῳ πυρί. οὕτω καὶ ὀργῆς σκεῦος ὁ πᾶσαν τὴν τοῦ διαβόλου ἐνέργειαν ὥσπερ ἀγγεῖον χωρήσας, καὶ διὰ τὴν ἐγγενομένην αὐτῷ ἐκ τῆς φθορᾶς δυσωδίαν, οὐκέτι ἀχθῆναι πρὸς χρῆσιν δυνάμενος. ἀλλ’ ἀφανισμοῦ μόνου καὶ ἀπωλείας ὣν ἄξιος. διόπερ ἐπειδὴ ἔδει συντριβῆναι αὐτὸν, ὁ φρόνιμος καὶ πιστὸς τῶν
ψυχῶν οἰκονόμος, διῳκήσατο αὐτὸν περιφανῆ γενέσθαι καὶ πᾶσιν ἐξάκουστον. ἵνα ἄλλοις γοῦν ὠφέλιμος διὰ τοῦ πάθους γένηται. ἐπειδὴ αὐτὸς ὑπὸ τῆς ἄγαν κακίας ἀνίατος ἦν.
τοὺς τοιούτους ἁμαρτάνειν μέλλοντας καὶ μὴ μετανοεῖν, ἔκτισεν, ἄκουσον. ὁ Θεὸς δι’ ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει τὰ γινόμενα· καὶ τῶν πάντων ἐσομένων προγνώστης ἐστίν. εἰ μὲν οὖν μὴ ἔμελλον ἔσεσθαι, οὐδ’ ἂν κακοὶ ἔμελλον ἔσεσθαι. πρῶτον γὰρ τὸ εἶναι, καὶ τότε τὸ, καλὸν ἢ κακὸν εἶναι. εἰ δὲ
μέλλοντας ἔσεσθαι διὰ τὴν τοῦ Θεοῦ ἀγαθότητα, τὸ κακοὺς ἐξ οἰκείας προαιρέσεως μέλλειν ἔσεσθαι, ἐκώλυσεν αὐτοὺς γενέσθαι, ἐνίκα ἂν τὴν τοῦ Θεοῦ ἀγαθότητα. ποιεῖ τοιγαροῦν ὡς Θεὸς ἀγαθὰ ἅπαντα, ἃ ποιεῖ. ἕκαστος δὲ ἐξ οἰκείας προαιρέσεως, καλός τε καὶ κακὸς γίνεται. εἰ καὶ τοίνυν ἔφη ὁ Κόριος, “ συνέφερε τῷ “ἀνθρώπῳ ἐκείνῳ εἰ οὐκ ἐγεννήθη,” οὐ τὴν οἰκείαν κτίσιν κακίζων ἔλεγεν, ἀλλὰ τὴν ἐξ οἰκείας προαιρέσεως καὶ ῥαθυμίας ἐπιγενο- μένην τῷ κτίσματι αὐτοῦ κακίαν. ἡ γὰρ τῆς οἰκείας γνώμης ῥαθυμία, ἄχρηστον αὐτῷ τὴν τοῦ δημιουργοῦ εὐεργεσίαν ἐποίησεν. ὥσπερ ἃν εἴ τις πλοῦτον καὶ ἀρχὴν παρὰ βασιλέως ἐγχειρισθεὶς,
τυραννήσῃ τὸν εὐεργέτην. ὃν ἀξίως χειρωσάμενος τιμωρήσεται, εἰ μέχρι τέλους τῇ τυραννίδι αὐτὸν κατίδοι ἐναπομένοντα.
26λαόν μου· καὶ τὴν οὐκ ἠγαπημένην, ἠγαπημένην. καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη αὐτοῖς, οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ Θεοῦ ζῶντος.
τοὺς προφήτας ἐπεισάγει τὰ αὐτὰ προαναφωνοῦντας. ἵνα γὰρ μὴ λέγωσιν, ὅτι παραλογίζῃ ἡμᾶς ταῦτα λέγων, τὸν Ὠσηὲ ἐκάλεσε μάρτυρα βοῶντα καἰ λέγοντα, “καλέσω τὸν οὐ λαόν μου, λαόν *’ μου. τίς γὰρ ἢν ὁ οὐ λαός , τὰ ἔθνη δηλονότι. καὶ τίς ἡ οὐκ ἠγαπημένη ’, τὰ αὐτὰ πάλιν. ἀλλ’ ὅμως, ἔφησεν αὐτοὺς καὶ λαοὺς,
καὶ ἠγαπημένην, καὶ υἱοὺς Θεοῦ ἔσεσθαι. εἰ δὲ λέγοιεν περὶ τῶν ἐξ Ἰουδαίων πιστευσάντων τοῦτο εἰρῆσθαι, καὶ οὕτως ὁ λόγος ἵστα- τᾶι. εἰ γὰρ ἐπὶ τῶν ἀγνωμονησάντων τοσαύτη γέγονεν ἡ μετα- βολὴ, τι ἐκώλυε καὶ τοὺς οὐ μετὰ τὴν οἰκείωσιν ἀλλοτριωθέντας, ἀλλ’ ἐξ ἀρχῆς ἀλλοτρίους ὄντας, κληθῆναι, καὶ ὑπακούσαντας, τῶν
αὐτῶν ἀξιωθῆναι;
ὑμεῖς οὐκ ἀεὶ τῶν αὐτῶν ἀπελαύσατε. ἀλλὰ ποτὲ μὲν λαὸς, ποτὲ δὲ οὐ λαός· καὶ πάλιν λαὸς ἐχρηματίσατε. καὶ ποτὲ μὲν ἠγαπημένη, εἶτα οὐκ ἠγαπημένη· καὶ πάλιν ἠγαπημένη. οὐδὲν τοίνυν ἀπεικὸς οὐδὲ ἐπὶ τοῦ παρόντος ἐγένετο· συνήθως γὰρ ἀπεβλήθητε. ἀλλὰ κἂν πάλιν θελήσατε λαὸς καὶ ἠγαπημένος κληθῆναι. καὶ
γὰρ τὰ ἔθνη οὐ λαὸς ὄντα, νῦν λαὸς χρηματίζει.
κληθῆναι· τοὺς δὲ μὴ βουληθέντας, καταλειφθῆναι. καὶ πρώτην παράγει τὴν τοῦ Ὠσηὲ φωνήν. δι’ ἧς Ἰσραηλιτῶν, τῶν μὲν εἰς αἰχμαλωσίαν, ἀποβολὴν, τῶν δὲ πάλιν ἐξ αἰχμαλωσίας οἰκείωσιν, καὶ ἐθνῶν κλῆσιν προεσήμαινεν. εἶτα τὴν Ἡσαίου βοῶντος τὸ, παντὸς σχεδὸν τοῦ Ἰσραὴλ πλὴν ὀλίγων, ἔσεσθαι
ἀπόπτωσιν.
ἐπὶ τῆς γῆς.
οὐ πάντας λέγει σώζεσθαι, ἀλλὰ τοὺς ἀξίους σωθῆναι ; οὐ γὰρ αἰδοῦμαι τὸ πλῆθος φησίν· οὐ δυσωπεῖ με τὸ πλῆθος οὕτως ἐκκεχυμένον· ἀλλ’ ἐκείνους σώζω μόνους, τοὺς ἀξίους ἑαυτοὺς παρέχοντας. καὶ οὐχ ἁπλῶς ἄμμου θαλάσσης ἐμνημόνευσεν, ἀλλ’ ἀναμιμνήσκων αὐτοὺς παλαιᾶς ἐπαγγελίας, ἧς ἀναξίους ἑαυτοὺς
κατέστησαν. τί τοίνυν θορυβεῖσθε ὡς τῆς ὑποσχέσεως διαπεσούσης; τῶν προφητῶν ἁπάντων δηλούντων, οὐ πάντας εἶναι τοὺς σωζομένους.
τοὺς ἀπίστους, καὶ τοὺς πιστούς. ἐπειδὴ γὰρ ἔλεγον οἱ Ἰουδαῖοι, ὀλίγους ἐξ αὐτῶν δεδέχθαι τὸ κήρυγμα, τοὺς δὲ ἄλλους ἅπαντας ὡς ἐξαπάτην φυγεῖν, ἔδειξεν ἄνωθεν ταῦτα προειρημένα. Κυρίλλου. Οὐκοῦν ἃν πολλοὶ εἶεν ὡς ἡ ψάμμος ὁ Ἰσραὴλ, τὸ κατάλειμμα σωθήσεται. τουτέστιν, οἱ διὰ πίστεως τῆς εἰς
Χριστὸν δεδικαιωμένοι. τοῦτο δὲ γέγονεν, αὐτοὺς τοῦ Θεοῦ κατελεήσαντος.
ἑαυτῷ καὶ ἀφώρισεν.
παρήγαγε ; πῶς σφόδρα ἐπιτηδείαν ; οὐ γὰρ μόνον ὅτι τινὲς εἰσὶν οἱ σωζόμενοι καὶ οὐχὶ πάντες, δείκνυσιν ἡμῖν αὕτη· ἀλλὰ καὶ πῶς σωθήσονται, προστίθησι. πῶς οὖν σωθήσονται ; οὐ περιόδων, φησὶν, χρεία, καὶ πόνων καὶ ταλαιπωρίας τῆς ἀπὸ τῶν ἔργων τῶν νομίμων, ἀλλὰ μετὰ πολλῆς τῆς συντομίας ἔσται ἡ σωτηρία. τοιοῦτον γὰρ ἡ πίστις· ἐν βραχέσι ῥήμασιν ἔχει τὴν σωτηρίαν. “ ἐὰν γὰρ “ ὁμολογήσῃς,” φησὶ, “ ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ “ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ “ νεκρῶν, σωθήσῃ.” εἶ ’δες τί ἐστι, “ λόγον συντετμημένον ποιή-
“σει Κύριος ἐπὶ τῆς γῆς ” καὶ τὸ δὴ θαυμαστὸν, ὅτι ὁ βραχὺς οὗτος λόγος, οὐ σωτηρίαν μόνον, ἀλλὰ καὶ δικαιοσύνην ἡμῖν ἐκό- μισεν.
συντετμημένον λόγιον λόγιον ἡμῖν ἀποφήνας τὸ εὐαγγελικὸν κήρυγμα. ὁ γὰρ νόμος καὶ οἱ προφῆται διὰ πολλοῦ κύκλου λόγων μόλις ἡμῖν τὰς τῶν λεγομένων ἐννοίας διὰ τοῦ γράμματος παριστῶσι. τὸ δὲ κήρυγμα τὸ εὐαγγελικὸν, ἁπλοῦν τέ ἐστι καὶ λόγος συντετμημενος.
αἵματος, καὶ πνικτοῦ καὶ πορνείας. εἰς ταῦτα γὰρ ἐκ πολλῶν περιστήσαντες τὴν παρατήρησιν, εὐχερῆ τῆς δικαιοσύνης κατε- σκεύασαν τὴν πολιτείαν· ὅπερ καὶ ὁ θεῖος Ἀπόστολος διδάσκει λέγων, “ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας.” ἐπεὶ οὖν πολλὰ διέστελλεν ὁ νόμος περὶ βρωμάτων, οἱ Ἀπόστολοι μόνον
ἐκέλευσαν φυλάττεσθαι ἀπὸ τῶν εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτοῦ· καὶ ἀντὶ τοῦ τηρεῖν τὴν περιτομὴν, ἀντεισήγαγον φυλάττεσθαι ἀπὸ πορνείας· ἡ γὰρ περιτομὴ, εἰς σημεῖον καὶ ὑπόμνημα ἦν, τῆς τοῦ Ἁβραὰμ πίστεως. ἀλλ’ ἐδόθη καὶ ὡς σωφροσύνης σύμβολον· ἐμφαῖνον ὡς χρὴ περιτέμνειν τὴν ἀκολασίαν.
νόμος ἐδόθη, προδιατυποῦντος τοῦ Θεοῦ καὶ προδιαγράφοντος τὸν τῆς χάριτος. τὸν δὲ εὐαγγελικὸν δίδωσι, συντελῶν καὶ συντέμνων. τουτέστιν, ἀπαρτίζων ἅπαντα, καὶ εἰς τέλος ἄριστον ἄγων. τὸ δὲ “ λόγον συντελῶν,” ὡς αἰτίαν τῶν προειρημένων ἀπέδωκεν. ἐπειδὴ γὰρ εἶπε, “ καλέσω τὸν οὐ λαόν μου λαόν μου·” ἵνα μή τις εἴπῃ καὶ
τι τοῦτο ; ὥσπερ γὰρ ἐγένοντο ἐκ λαοῦ τινὲς οὐ λαός· οὕτω κἂν ἐξ οὐ λαοῦ λαὸς γένηται, οὐδὲν κωλύει καὶ τούτους πάλιν γενέσθαι οὐ λαόν. οὐχ οὕτω φησὶν, λόγον συντελῶν. ἐκεῖνα μὲν γὰρ, μετέπιπτεν ἐπὶ τὸ κρεῖττον· πάντων ὠφειλόντων μεταρρυθμίζεσθαι· νῦν δὲ, οὐκέτι. ὅτι τετελειωμένη ἐστὶν ἡ νῦν κλῆσις, καὶ ἡ πνευματικὴ
νομοθεσία. ἄλλως τε ἐπειδὴ εἶπεν, “ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν “ υἱῶν Ἰσραήλ,” καὶ τὰ ἑξῆς. ἵνα μὴ εἴπωσιν, ὅτι πολλάκις ἐπαγγελιῶν πολλῶν ἀκούσαντες, ἣ οὐδόλως ἐτύχομεν, ἣ μετὰ μικρὸν χρόνον· καὶ γὰρ πολλῶν ἐξέπιπτον διὰ τὴν ἀχαριστίαν καὶ ἀγνωμοσύνην αὐτῶν· οὐχ οὕτω καὶ νῦν φησὶν, ἀλλ’ ἐὰν βούλησθε,
τελεία καὶ σύντομος ἐπὶ χεῖρας ὑμῶν ἐστιν ἡ σωτηρία.
ἐν αὐτῇ γάρ ἐστιν ἡ ἀληθινὴ καὶ τελεία δικαίωσις ἡμῶν καὶ σωτηρία. καὶ μετὰ ταύτην, οὐκ ἔστιν ἄλλη. αὕτη δὲ, ἀεὶ ἔσται. ταῦτα δὲ δηλονότι φησὶ, προτρέπων εἰς τὴν εἰς Χριστὸν πίστιν καὶ τὴν πολιτείαν τὴν κατὰ τὸ εὐαγγέλιον. Καὶ καθὼς προείρηκεν Ἠσαίας, εἰ μὴ Κύριος Σαβαὼθ
ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
γὰρ καὶ ἐκεῖνοι πρόρριζον πάντες ἀπώλοντο, καὶ οὐδὲ τὸ τυχὸν σπέρμα αὐτῶν κατέλιπον. καὶ οὗτοι οὑν φησι, ὡς ἐκεῖνοι ἃν ἐγένοντο, εἰ μὴ πολλῇ ὁ Θεὸς ἐχρήσατο τῇ ἀγαθότητι, καὶ διετήρησε διὰ τῆς πίστεως αὐτούς. τοῦτο δὲ καὶ ἐπὶ τῆς αἰσθητῆς γέγονεν αἰχμαλωσίας. οἱ μὲν γὰρ πλείους ἀπήχθησαν καὶ ἀπώλοντο, ὀλίγοι δὲ διεσώθησαν.
Γομόρρων μὴ παθεῖν Ἰουδαίους· ἐκεῖνοι γὰρ πανωλεθρίαν ὑπέμειναν.
συγγενείᾳ τοῦ Ἁβραὰμ ἐναβρύνεσθε. ἣ μᾶλλον πρὸς τὸ, ποιήσει τὸν συντετμημένον λόγον λόγον ἐκληπτέον τὴν προφητικὴν ῥῆσιν. εἰ μὴ ἐποίησε, φησὶν, τοῦτο ὁ Κύριος, καὶ ἔδωκεν ἡμῖν τὸν τέλειον τοῦ εὐαγγελίου νόμον, διὰ τοῦ υἱοῦ αὐτοῦ, εἰς δικαίωσιν καὶ σωτηρίαν ἡμῶν, πάντες ἃν ὡς Σόδομα ἐγενήθημεν. τὸ γὰρ σπέρμα, τὸν
εὐαγγελικὸν νόμον σημαίνει· ὡς καὶ ὁ Κύριος φησίν· “ ἐξῆλθεν “ ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ.” τὸ δὲ ἐγκατέλιπεν, ὅτι οὐ μόνον φησὶ ἔσπειρεν, ἀλλ’ οὐδὲ εἴασεν αὐτὸ ἀναρπασθῆναι ὑπὸ τῶν πετεινῶν ἢ διαφθαρῆναι ὑπὸ ἑτέρων τινῶν ἀκαθάρτων πνευμάτων ἢ λογισμῶν. ἀλλὰ καὶ ἔσπειρε καὶ διετήρησεν, ὥστε ἐγκαταλειφθῆναι
ἡμῖν, καὶ εἰς γεωργίαν καὶ καρπὸν προελθεῖν. δύναιο δ᾿ ἃν σπέρμα καὶ τοὺς Ἀποστόλους ἐκλαβεῖν. οἳ ἐκ πάντων τῶν Ἰουδαίων ὡς σπέρμα ἀφαιρεθέντες, τῇ οἰκουμένῃ ἐγκατελείφθησαν. καὶ τὰ ἔθνη πάντα τῆς ἐκκλησίας ἐγεώργησαν. καὶ γὰρ ἐν τῷ εὐαγγελίῳ ἡ τῆς ζύμης παραβολὴ, καὶ αὐτοῖς ἐφαρμόζουσα τοῖς πατράσιν
ἡμῶν, οὐκ ὀλίγοις παρείληπται. ὅσον οὖν, φησι, εἰς τὴν Ἰουδαίων ἧκεν ἀπιστίαν, ὡς Σόδομα καὶ ὡς Γόμορρα ἂν ἐγενήθημεν. ἀλλὰ τὸ ἀπὸ Κυρίου Σαβαὼθ ἐγκαταλειφθὲν ἡμῖν σπέρμα οἱ Ἀπόστολοι καὶ τὰ ἔθνη καρποφορήσαντες, καὶ πολύχουν τὸ γεώργιον δείξαντες, τὰς εἰς τὸν Ἁβραὰμ γεγενημένας ἐπαγγελίας ἐπ’ αὐτῶν
ἀληθευούσας καὶ τελειουμένας δεικνύουσιν.
νόμον δικαιοσύνης οὐκ ἔφθασε· διατί; ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων νόμου.
Ιακώβ, καὶ ἀπὸ τῶν προφητῶν. καὶ τὴν κυριωτάτην ἐπάγει λύσιν ἐκ τοῦ Ὠσηὲ καὶ τοῦ Ἡσαίου· πρότερον τὴν ἀπορίαν αὐξήσας. καὶ γὰρ δύο ἐστὶ τὰ ζητούμενα. ὅτι καὶ τὰ ἔθνη ἐπέτυχε· καὶ μὴ διώκοντα ἐπέτυχε· τουτέστι, μὴ σπουδάσαντα. καὶ πάλιν ἐπὶ τῶν Ἰουδαίων ὁμοίως τὰ δύο ἄπορα. καὶ Ἰσραὴλ οὐκ ἐπέτυχε, καὶ
σπουδάζων οὐκ ἐπέτυχε. διὸ καὶ ταῖς λέξεσιν ἐμφαντικώτερον κέχρηται. οὐδὲ γὰρ εἶπεν ὅτι ἔσχε δικαιοσύνην, ἀλλ’ ὅτι κατέλαβε. τὸ γὰρ καινὸν μάλιστα καὶ παράδοξον, τοῦτό ἐστιν. ὅτι ὁ διώκων, οὐ κατέλαβεν· ὁ δὲ μὴ διώκων, κατέλαβε. καὶ δοκεῖ μὲν αὐτοῖς χαρίζεσθαι τῷ λέγειν, διώκων. ὕστερον δὲ καιρίαν
ἐπάγει τὴν πληγήν. ἐπειδὴ γὰρ ἔχει ἰσχυρὰν λύσιν ἐπαγαγεῖν, οὐδὲν δέδοικε χαλεπωτέραν ποιῶν τὴν ἀντίθεσιν. διὰ τοῦτο οὐδὲ περὶ πίστεως διαλέγεται, καὶ τῆς ἐντεῦθεν δικαιοσύνης. ἀλλὰ δείκνυσι καὶ πρὸ τῆς πίστεως καὶ ἐν τοῖς οἰκείοις ἡττηθέντας αὐτοὺς καὶ καταδεδικασμένους. σὺ μὲν γὰρ, ὦ Ἰουδαῖε, φησὶν,
οὐδὲ τὴν ἐκ τοῦ νόμου δικαιοσύνην εὗρες. παρέβης γὰρ αὐτὸν, καὶ ὑπεύθυνος γέγονας τῇ ἀρᾷ. οὗτοι δὲ οἱ μὴ διὰ τοῦ νόμου ἐλθόντες, ἀλλ’ ἑτέραν ὁδὸν, μείζονα πάντες εὗρον δικαιοσύνην, τὴν ἀπὸ τῆς πίστεως. ὅπερ καὶ ἀνωτέρω ἔλεγεν. εἰ γὰρ Ἁβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, ἀλλ’ οὐ πρὸς τὸν Θεόν. δεικνὺς ὅτι αὕτη
ἡ δικαιοσύνη μείζων ἐκείνης ἐστίν. ἔμπροσθεν μὲν οὖν ἔλεγεν ὅτι δύο ἐστὶ τὰ ἀπορούμενα. νυνὶ δὲ καὶ τρία τὰ ζητούμενα γέγονεν. ὅτι τὰ ἔθνη, καὶ εὗρε δικαιοσύνην, καὶ μὴ διώκοντα εὗρε, καὶ μεί- ζονα εὗρε τῆς ἐκ τοῦ νόμου. τὰ αὐτὰ δὴ ταῦτα καὶ ἐπὶ τῶν Ἰουδαίων διαπορεῖται πάλιν ἐξεναντίας. ὅτι Ἰσραὴλ οὐχ εὗρε, καὶ σπουδάζων οὐχε ὗρε, καὶ τὰ ἐλάττονα οὐχ εὗρεν. ἐμβαλὼν τοίνυν εἰς ἀπορίαν τὸν ἀκροατὴν, ἐπάγει λοιπὸν σύντομον τὴν λύσιν, καὶ τὴν αἰτίαν τίθησι τῶν εἰρημένων ἁπάντων. τίς οὖν ἐστιν ἡ αἰτία ;
ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων νόμου. αὕτη ἡ σαφεστάτη τοῦ χωρίου παντὸς λύσις. ἣν εἰ εὐθέως ἐν προοιμίοις εἰπεν, οὐκ ἂν οὕτως εὐπαράδεκτον ἐγεγόνει. ἐπειδὴ δὲ μετὰ πολλὰς ἀπορίας καὶ κατασκευὰς καὶ ἀποδείξεις αὐτὴν τέθεικε, καὶ προδιορθώσεσι μυρίαις ἐχρήσατο, εὐμαθεστέραν τὲ αὐτὴν λοιπὸν καὶ εὐπαράδεκτον μᾶλλον
ἐποίησε. τοῦτο γὰρ αἴτιον, φησὶ, τῆς ἀπωλείας αὐτῶν, ὅτι οὐκ ἐκ πίστεως, ἀλλ’ ὡς ἐξ ἔργων ἠθέλησαν δικαιωθῆναι. καὶ οὐκ εἶπεν ἐξ ἔργων, ἀλλ’ ὡς ἐξ ἔργων νόμου. δεικνὺς ὅτι οὐδὲ ταύτην ἔσχον τὴν δικαιοσύνην.
νόμον δικαιοσύνης, τὸν ἐν σκιαῖς δηλονότι καὶ τύποις, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε, τὸν ἐν πνεύματι κατὰ Χριστὸν τελειούμενον.
παραδόξου πράγματος. ἡ τῶν πλανωμένων πληθὺς μὴ ἔχουσα σκοπὸν ὅλως ἀγαθοεργῆσαι, δεδικαίωται. ὁ δὲ Ἰσραὴλ, καίτοι τῷ διὰ Μώσεως νόμῳ πρὸς δικαιοσύνην παιδαγωγούμενος, διήμαρτε τῆς ἐλπίδος, καὶ ἀμέτοχος γέγονε τῆς εἰς τοῦτο δωρεᾶς. τίς οὖν ἡ αἰτία ; σαφής. οὐ γὰρ προσήκαντο τὴν διὰ πίστεως σωτηρίαν,
καὶ τὴν ἐν Χριστῷ δικαίωσιν. ἐνόμισαν δὲ αὐτοῖς ἀρκεῖν τὰ ὡς ἐν σκιαῖς αὐχήματα. ἀπαιτεῖς, φησι, λόγους. διατί εἰς σπέρμα Ἁβραὰμ οἱ ἐκ περιτομῆς λογίζονται ; διατὶ ὁ οὐ λαὸς ἐγένετο λαός ; καὶ οἱ ἐκ περιτομῆς ἐκβάλλονται ; εἶπον μὲν πολλά. ὅτι οὐδόλως σε χρὴ ταῦτα λογοθετεῖν. ὅτι καὶ παρὰ σοὶ τῷ Ἰουδαίῳ,
πολλὰ γεγόνασιν ὧν ἀγνοεῖς τοὺς λόγους. νῦν δέ σοι καὶ τοῦτο προστίθημι. ὅτι διὰ τοῦτο οἱ μὲν ἐξ ἐθνῶν ἐδικαιώθησαν. σὺ δὲ οὐκέτι. διότι ἐκεῖνοι ἐκ πίστεως κατέλαβον τὴν δικαίωσιν, καὶ τὴν σωτηρίαν τὴν ἐκ πίστεως. σὺ δὲ φυσιούμενος δικαιωθῆναι διὰ τῶν τοῦ νόμου ἔργων, καὶ τὴν διὰ πίστεως δικαιοσύνην περιορῶν, εἰκότως καὶ τοῦ διὰ πίστεως δικαιωθέντος Ἁβραὰμ ἀλλότριος ὤφθης· καὶ ἀντὶ λαοῦ γέγονας οὐ λαός· καὶ τῆς τῶν πιστῶν σωτηρίας ἐξέπεσες. τι οὖν αἴτιον τοῦ μὴ φθάσαι τὴν δικαιοσύνην ; ὅτι ἐξ ἔργων ἐζήτησας δικαιωθῆναι. τίς δὲ ἐξ ἔργων δικαιοῦται
ἄνθρωπος ὢν;
ἐπ’ ἐλπίδι τῆς δικαιώσεως ὑπισχνούμενοι. τὸ μὲν γὰρ νόμον δικαιοσύνης διώκων, περὶ τοῦ Μωσαϊκοῦ λέγει. βουλόμενος εἰπεῖν ὅτι μετήεσαν νόμον, δικαιοσύνην ὑπισχνούμενον, εἴ τις αὐτὸν φυλάττοι. τὸ δὲ “ εἰς νόμον δικαιοσύνης,” κατὰ τὸ οἰκεῖον ἰδίωμα νόμον δικαιοσύνης, τὴν δικαιοσύνην καλῶν. ὡς καὶ νόμον πίστεως,
τὴν πίστιν.
πλανωμένους, καὶ τὴν δικαιοσύνην οὔτε ἔχοντας, οὔτε ζητῆσαι βουληθέντας, τῆς κατὰ χάριν δικαιοσύνης ἠξίωσεν. ὁ δέ γε Ισραὴλ, καίτοι τὸν νόμον κατέχων, καὶ τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου μεταδιώκων, διήμαρτε τοῦ σκοποῦ, καὶ τῆς δικαιοσύνης οὐκ ἔτυχεν. εἶτα πάλιν κατ’ ἐρώτησιν. διατί ; ὅτι ἐνόμισαν ἐξαρκεῖν
αὐτοῖς τὴν κατὰ νόμον πολιτείαν, εἰς κτῆσιν δικαιοσύνης, καὶ τῆς πίστεως κατεφρόνησαν. οὐ δὴ χάριν, καὶ τῶν τῆς πίστεως οὐ μετέλαχον δωρεῶν, καὶ τὴν ἐξ ἐκείνης τῆς πολιτείας, οὐκ ἔσχον δικαιοσύνην.
γέγραπται, ἰδοὺ, τίθημι ἐν Σιῶν λίθον προσκόμματος, καὶ πέτραν σκανδάλου· καὶ πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ καταισχυνθήσεται.
πιστεύων, μεγίστων τεύξεται ἀγαθῶν. τοῦτο γὰρ εἶπεν, οὐ καταισχυνθήσεται. ὡς τῶν ἐλπιζόντων μὲν, διαμαρτανόντων δὲ τῆς ἐλπίδος, αἰσχυνομένων.
ἀλλὰ καὶ περὶ παντὸς τοῦ τῶν ἀνθρώπων γένους. πᾶς γάρ φησι, κἂν Ἰουδαῖος, κἂν Ἕλλην, κἂν Σκύθης, κἂν Θρὰξ, κἂν ὁστισοῦν ἕτερος ᾖ, πιστεύσας, πολλῆς ἀπολαύσεται τῆς παρρησίας. τὸ δὲ θαυμαστὸν τοῦ προφήτου, οὐχ ὅτι πιστεύσουσι μόνον εἶπεν, ἀλλ’ ὅτι καὶ ἀπιστήσουσι. τὸ γὰρ προσκόψαι, τὸ ἀπιστῆσαι ἐστίν.
ὥσπερ οὖν ἀνωτέρω, τούς τε ἀπολλυμένους τούς τε σωζομένους ἐδήλωσεν εἰπὼν, ἐὰν ᾐ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος “ τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. καὶ εἰ μὴ Κύριος “ Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἃν ἐγενήθημεν, “ καὶ ὡς Γόμορρα ἃν ὡμοιώθημεν,” “ καὶ ἐκάλεσεν οὐ μόνον ἐξ Ἰου-
“ δαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν,” οὕτω δὴ καὶ ἐνταῦθα λέγει. ὅτι οἱ μὲν, πιστεύσουσιν, οἱ δὲ, προσκόψουσι. τόδε προσκόπτειν, ἐκ τοῦ μὴ προσέχειν γίνεται· ἐκ τοῦ πρὸς ἕτερα κεχηνέναι. ἐπεὶ οὖν καὶ οὗτοι τῷ νόμῳ οὐ προσεῖχον, προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος. προσκόμματος δὲ λίθον καὶ πέτραν σκανδάλου φησὶ, ἀπὸ
τοῦ τέλους καὶ τῆς γνώμης τῶν ἀπιστησάντων.
τινές. καὶ τοῦτο πάσχειν ἐξ ἀπειθείας. ἐποιεῖτο δὲ τὴν προαγόρευσιν χρησίμως. οὐχ ἵνα προσκόψειαν, ἀλλ’ ἵνα προεγνωκότες, ἀμείνους γένοιντο τοῦ κακοῦ. οὐκοῦν τέθειται μὲν ὁ Χριστὸς ὡς λίθος τίμιος· πλὴν τοῖς μὲν ἐξ ἀπιστίας προσκόπτουσιν, ὄλεθρος ἦν ἡ ζημία. τοῖς δὲ πεπιστευκόσι, ζωὴ καὶ δικαίωσις τὸ κέρδος.
τῆς ἀπιστίας προσπταίσαντες, καὶ βαρὺ τὸ κατάπτωμα υπομείναντες, μάταιον ἅπαντα τὸν ἐν τοῖς προειληφόσιν ἀπέφηναν δρόμον.
ἐν ταῖς τοῦ Ἡσαίου κεῖται προφητείαις. περὶ μὲν γὰρ ἀρχὴν τῆς βίβλου γέγραπται περὶ τοῦ Κυρίου κατὰ τὴν ἔκδοσιν τοῦ Ἀκύλου, ἤτ’ συμπεφώνηκε καὶ ἡ ἀποστολική· “ αὐτὸς φόβημα “ ὑμῶν· καὶ αὐτὸς θρόησις ὑμῶν. καὶ ἔσται εἰς ἁγίασμα, καὶ “ εἰς λίθον προσκόμματος, καὶ εἰς πέτραν σκανδάλου.” μετὰ
πολλὰ δὲ, “ ἰδοὺ ἐμβάλλω εἰς τὰ θεμέλια Σιῶν λίθον πολυτελῆ, “ ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον. καὶ ὁ πιστεύων, οὐ μὴ καται- “ σχυνθῇ.” καὶ ἔστι γε ἐνιδόντας ἀκριβῶς ἑκατέρω μέρει τῆς λέξεως, κατανοῆσαι σαφῶς τὸν ἐν τῷ ἑτέρῳ λίθον ἁπλῶς εἰρημένον. ἐν τῷ ἑτέρῳ τὸν Κύριον ἡρμηνευμένον ἐπὶ τοῦ θεικοῦ
ἀξιώματος.
Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.