δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην στῆσαι ζητοῦντες, τῇ δικαιοσύνη τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.
φησὶ, μὴ δὲ ταῖς κατηγορίαις καὶ ταῖς διαβόλαις. ἀλλ’ ὅτι οὐκ ἀπὸ διανοίας ἐχθρᾶς ταῦτα φθέγγομαι. οὐ γάρ ἐστι τοῦ αὐτοῦ σωθῆναι τὲ αὐτοὺς ἐπιθυμεῖν. καὶ οὐ μόνον ἐπιθυμεῖν, ἀλλὰ καὶ εὔχεσθαι· καὶ πάλιν μισεῖν καὶ ἀποστρέφεσθαι. καὶ γὰρ εὐδοκίαν ἐνταῦθα, τὴν σφοδρὰν ἐπιθυμίαν φησί. καὶ ὅρα καὶ τὴν δέησιν, πῶς ἀπὸ διανοίας ποιεῖται. οὐ γὰρ ὥστε ἀπαλλαγῆναι κολάσεως μόνον, ἀλλ’ ὥστε καὶ σωθῆναι αὐτοὺς, πολλὴν καὶ τὴν σπουδὴν ποιεῖται καὶ τὴν εὐχήν. οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς, δείκνυσι τὴν εὔνοιαν ἣν ἔχει πρὸς αὐτούς. ἀπὸ γὰρ τῶν ἐγχωρούντων,
ὡς οἷόν τε ἦν, βιάζεται καὶ φιλονεικεῖ, ζητῶν σκιὰν γοῦν τινα ἀπολογίας αὐτοῖς εὑρεῖν. καὶ οὐκ ἰσχύει· ὑπὸ τῆς τῶν πραγματων νικώμενος φύσεως.
ἐμὸν οὕτως οὕτως εὐνοίας ἔχω περὶ αὐτοὺς, ὡς συνεύχεσθαι τὴν σωτηρίαν αὐτοῖς. καὶ τὸ εὔλογον τῆς διαθέσεως δεικνὺς, φησί. “ μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσι.” σύνοιδα φησὶ καὶ μαρτυρῶ ζήλῳ θείῳ πρὸς τὸ εὐαγγέλιον ἀνειληφέναι μάχην αὐτούς. εἰς γὰρ ἢν ποτὲ τούτων καὶ αὐτός. ζήλῳ μέντοι γνώσεως
ἀληθινῆς ἀπεστερημένῳ· οὐ γὰρ συνιέντες τῆς δικαιοσύνης τὸ μέγεθος, ὅτι θείᾳ χάριτι μόνως ἃν αὐτῆς ἄνθρωποι τεύξωνται, φιλονεικοῦσιν εὐήθως τὰ αὐτοῖς δοκοῦντα κυρῶσαι. καὶ τῆς δικαιώσεως δι’ οἰκείων ἔργων ἐπιτυχεῖν. ἀντιλέγοντες τῇ ὑπὸ Θεοῦ νῦν ἐν Χριστῷ δοθείσῃ ὑμῖν.
“ καιοσύνην,” πάλιν τὸ ῥῆμα συγγνώμης. ἀλλὰ τὸ ἑξῆς, κατηγορίας ἐπιτεταμένης, καὶ πᾶσαν ἀναιρούσης ἀπολογίαν. “ καὶ τὴν ἰδίαν “ γάρ,” φησιν, “ δικαιοσύνην στῆσαι ζητοῦντες.” ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι ἀπὸ φιλονεικίας καὶ φιλαρχίας μᾶλλον ἢ ἐξ ἀγνοίας ἐπλανήθησαν. καὶ ὅτι οὐδὲ αὐτὴν ταύτην τὴν δικαιοσύνην τὴν ἀπὸ
τῶν νομίμων ἔστησαν. τὸ γὰρ εἰπεῖν “ ζητοῦντες στῆσαι,” τουτέστιν ἐμφαίνοντες. καὶ σαφῶς μὲν αὐτὸ οὐ τέθεικεν. οὐδὲ γὰρ εἶπεν ὅτι ἑκατέρας τῆς δικαιοσύνης ἐξέπεσον. ἠνίξατο δὲ αὐτὸ συνετῶς σφόδρα, καὶ μετὰ τῆς προσηκούσης αὐτοῦ σοφίας. εἰ γὰρ ἐκείνην ἔτι ζητοῦσι στῆσαι, εὔδηλον ὅτι οὐκ ἔστησαν. εἰ δὲ
ταύτῃ οὐχ ὑπετάγησαν, καὶ ταύτης ἐξέπεσον. ἰδίαν δὲ δικαιοσύνην αὐτὴν καλεῖ, ἣ διὰ τὸ μηκέτι τὸν νόμον ἰσχύειν, ἣ διὰ τὸ πόνων εἶναι καὶ ἱδρώτων. ταύτην δὲ τοῦ Θεοῦ δικαιοσύνην τὴν ἐκ πίστεως, διὰ τὸ ὁλόκληρον αὐτὴν ἐκ τῆς ἄνωθεν εἶναι χάριτος· καὶ οὐχὶ πόνοις, ἀλλὰ Θεοῦ δικαιοῦσθαι δωρεᾷ. ἀλλ’ οἱ ἀεὶ τῷ Πνεύματι
τῷ Ἁγίῳ ἀντιπίπτοντες, καὶ φιλονεικοῦντες διὰ τοῦ νόμου δικαιωθῆναι, οὐ προσῆλθον τῇ πίστει. μὴ προσελθόντες δὲ τῇ πίστει, μὴ δὲ λαβόντες τὴν ἐξ αὐτῆς δικαιοσύνην, καὶ ἀπὸ τοῦ νόμου δικαιωθῆναι μὴ δυνηθέντες, πάντοθεν ἐξέπεσον.
ἐλέγχει πεπλανημένους. ὅτι δέον θαυμάζειν τὸν Χριστὸν ἐξ ὧν ἐποίει ὡς φύσει Θεὸν, οἱ δὲ, ἔλεγον, “ ὅτι περὶ καλοῦ ἔργου οὐ “ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας. ὅτι σὺ ἄνθρωπος ὣν, “ ποιεῖς σεαυτὸν θεόν,” ἢ οὕτως. ἠγνοήκασι μὲν τὴν ἐκ Θεοῦ δικαιοσύνην, τουτέστι, Χριστόν. ἤτοι, τὴν διὰ πίστεως τῆς εἰς
αὐτόν. οἰόμενοι δὲ τῷ διὰ Μώσεως συνασπίζειν νόμῳ, μεμενήκασιν ἀπειθεῖς, οὐ ζητήσαντες τὸν Υἱὸν τὸν ἐλευθεροῦν ἰσχύοντα· τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ τὴν δυσκατόρθωτον τοῦ νόμου δικαιοσύνην, οἰκονομικῶς συστέλλοντα. ἵνα δυσχερείας ἀπαλλάξῃ καὶ τριβῆς.
ὠήθησαν. καὶ οὐδ’ ὡς προφητεύοντι τῷ νόμῳ ἐπίστευσαν. λόγῳ δὲ ψίλῳ καὶ φόβῳ, ἀλλ’ οὐ διαθέσει καὶ πίστει ἠκολούθησαν.
πίστις, ἀλλὰ καὶ μάλα σύμφωνος. ὁ γὰρ νόμος ἡμᾶς πρὸς τὸν δεσπότην Χριστὸν ἐποδήγησε. τὸν τοῦ νόμου τοίνυν πληρῶν σκοπὸν, ὁ πιστεύων τῷ δεσπότῃ Χριστῷ. καλῶς δὲ πάλιν “ παντὶ τῷ “ πιστεύοντι” τέθεικε. συμπεριέλαβε γὰρ, πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν. κἂν γὰρ Ἕλλην ᾐ, κἂν βάρβαρος, πιστεύσῃ δὲ, τῆς σωτηρίας μεταλαγχάνει.
καὶ εἴπωσιν, ὅτι εἰ καὶ μὴ νῦν ἐπληρώσαμεν, ἀλλὰ πάντως πληρώσομεν, ὅρα τί κατασκευάζει· καὶ δείκνυσιν, ὅτι μία πίστις ἐστὶν ἡ δικαιοσύνη· καὶ ἐκείνη, εἰς ταύτην ἀνακεφαλαιοῦται. καὶ ὅτι ὁ μὲν ταύτην ἑλόμενος τὴν διὰ πίστεως, κἀκείνην ἐπλήρωσεν. ὁ δὲ ταύτην ἀτιμάσας, κἀκείνης μετὰ ταύτης ἐξέπεσεν.
εἰ γὰρ τοῦ νόμου τέλος ὁ Χριστὸς, ὁ τὸν Χριστὸν οὐκ ἔχων, κἂν ἐκείνην ἔχειν δοκῇ, οὐκ ἔχει. ὁ δὲ τὸν Χριστὸν ἔχων, κἂν μὴ ᾖ κατωρθωκὼς τὸν νόμον, τὸ πᾶν εἴληφε. καὶ γὰρ τέλος ἰατρικῆς, ὑγεία. ὥσπερ οὖν ὁ δυνάμενος ὑγιᾶ ποιεῖν, κἂν μὴ τὴν ἰατρικὴν ἔχῃ, τὸ πᾶν ἔχει. ὁ δὲ μὴ εἰδὼς θεραπεύειν, κἂν μετιέναι
δοκῇ τὴν τέχνην, τοῦ παντὸς ἐξέπεσεν· οὕτως ἐπὶ τοῦ νόμου καὶ τῆς πίστεως. ὁ μὲν ταύτην ἔχων, καὶ τὸ ἐκείνου τέλος ἔχει. ὁ δὲ ταύτης ἔξω ὢν, ἀμφοτέρων ἔστιν ἀλλότριος. τι γὰρ ἐβούλετο ὁ νόμος ; δίκαιον ποιῆσαι τὸν ἄνθρωπον ; ἀλλ’ οὐκ ἴσχυσεν. οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. τοῦτο οὑν τέλος ἦν τοῦ νόμου, καὶ εἰς τοῦτο
πάντα ἔβλεπεν. ἀλλὰ τοῦτο τὸ τέλος ἤνυσε μειζόνως ὁ Χριστὸς διὰ τῆς πίστεως· μὴ τοίνυν φοβηθῇς, φησι, ὡς τὸν νόμον παραβαίνων, ἐπειδὴ τῇ πίστει προσῆλθες. τότε γὰρ αὐτὸν παραβαίνεις, ὅταν δι’ αὐτὸν τῷ Χριστῷ μὴ πιστεύσῃς. ὡς ἃν πιστεύσῃς αὐτῷ, κἀκεῖνον ἐπλήρωσας, καὶ πολλῷ πλέον ἣ ἐκέλευε. πολλῷ
γὰρ μείζονα δικαιοσύνην ἔλαβες.
ὀρθῶς. ἣ οὐχὶ παντὸς αἰνίγματος ἀσαφοῦς νοοῖτ’ ἃν εἰκότως πλήρωμα ὑπάρχειν τὸ ἀληθές ; καίτοι πῶς ἃν ἐνδοιάσειέ τις ; οὔκουν ἀναίρεσιν τῶν διὰ Μώσεως ποιεῖται νόμων ἡ πρός γε τὸ ἀληθὲς τῶν ἐν σκιαῖς μεταφοίτησις. ἀλλ’ ἐκφανεστέραν αὐτῶν καθίστησι τὴν διάνοιαν.
διαψεύσαιτο λέγων, “ οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πλη- “ ρῶσαι.” ὥσπερ γὰρ τὰς ἐν τοῖς πίναξι προανατυπουμένας σκιὰς, τὸ τῶν χρωμάτων πολυειδὲς, ἐν καιρῷ προσενηνεγμένον· ἥκιστα μὲν ἀναιρεῖ, μεθίστησι δὲ μᾶλλον εἰς ὄψιν ἐναργεστέραν· κατὰ τὸν ἶσον τουτωῒ τρόπον, οὐκ ἀνατετράφθαι φαμὲν τὰς τοῦ νόμου
σκιὰς, ἐκπεπεράνθαι δὲ μᾶλλον ὡς ἐν προόδῳ τῇ πρὸς ἀλήθειαν.
νόμου. ὅτι τε εχρησατο αὐτῷ· καὶ ὅτι ἔπαυσεν αὐτὸν.
δείκνυσιν ἡμῖν τὴν ἐκ τοῦ νόμου δικαιοσύνην, ὁποία τίς ἐστι. ποία τοίνυν ἐστὶ καὶ πόθεν συνίσταται ; ἀπὸ τοῦ πληρωθῆναι τὰς ἐντολάς. “ ὁ ποιήσας αὐτά, φησι, “ ἐν αὐτοῖς ζήσεται.” καὶ ἄλλως οὐκ ἔνι δίκαιον γενέσθαι ἐν νόμῳ, ἀλλ’ ἣ πάντα πληρώσαντα. τοῦτο δὲ οὐδενὶ γέγονε δυνατόν. οὐκοῦν διαπέπτωκεν ἡ δικαιοσύνη αὕτη.
πληρώσας, ἐκείνων μόνων ἀπολαύσειε τῶν διὰ τοῦ νόμου ἐπηγγελμένων ἀγαθῶν· τουτέστι γῆς ῥεούσης μέλι καὶ γάλα.
τὴν ἄβυσσον; τουτέστι, Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν· ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμα ἐστὶν, ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου· τουτέστι, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν· ὅτι ἐὰν ὀμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ
σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.
αὕτη μὲν γὰρ πλήρωσιν ἀπαιτεκῖ πάντων. ὅταν γὰρ ποιήσῃς, φησὶ, πάντα, τότε ζήσῃ. ἡ δὲ ἐκ πίστεως δικαιοσύνη, οὐ τοῦτο λέγει. ἀλλὰ τί; “ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, “καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς ἤγειρεν αὐτὸν ἐκ “νεκρῶν, σωθήσῃ.” εἶτα ἵνα μὴ δόξῃ πάλιν τὸ εὔκολον εὐκαταφρόνητον
αὐτὴν ποιεῖν, καὶ εὐτελῆ δεικνύναι, ὅρα πῶς πλατύνει τὸν λόγον τὸν περὶ αὐτῆς. οὐ γὰρ εὐθέως ἐπὶ τοῦτο ἦλθεν ὄπερ εἰρήκαμεν, ἀλλὰ τί φησι; “ἡ δὲ ἐκ πίστεως δικαιοσύνη, οὕτως “λέγει. μὴ εἴπῃς, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι
τῶν πολλῶν διάνοιαν. καὶ δεῖ νεανικωτέρας ψυχῆς, ὥστε αὐτοὺς διακρούσασθαι. διὰ δὴ τοῦτο, καὶ αὐτὸς τούτους εἰς μέσον ἄγει z, καὶ δείκνυσιν ὅτι φιλοσόφου διανοίας χρεία, καὶ γνώμης οὐρανομήκους τινὸς καὶ μεγάλης. καὶ οὐκ εἶπε μὴ εἴπῃς ἁπλῶς, ἀλλὰ “ μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου.” τουτέστι, μὴ δὲ ἐννοήσῃς ἀμφιβαλεῖν,
καὶ εἰπεῖν κατὰ σεαυτόν· καὶ πῶς τοῦτο δυνατόν;
ὅτι οὐ δυνατὸν ἐκ πίστεως δικαιωθῆναι. ἀλλ’ αὐτὸς ἐφ’ ἕτερον ἄγει τὸ γεγενημένον. ἵνα ὅταν δείξῃ μέγα οὕτως ὂν, ὡς κα; μετὰ τὸ γεγενῆσθαι πίστεως αὐτὸ δεῖσθαι, δικαίως δόξη τούτοις τὸν στέφανον πλέκειν. καὶ κέχρηται ῥήμασι τοῖς ἐν τῇ παλαιᾷ κειμένοις, σπουδάζων ἀεὶ τὰ τῆς καινοτομίας καὶ τῆς πρὸς ἐκείνην
μάχης ἐγκλήματα, διαφεύγειν. τοῦτο γὰρ ὃ περὶ πίστεως ἐνταῦθα φησὶ, περὶ τῆς ἐντολῆς αὐτοῖς λέγει Μωϋσῆς, δεικνὺς ὅτι πολλῆς ἀπέλαυσαν παρὰ Θεῷ τῆς εὐεργεσίας· οὐ γάρ ἐστιν εἰπεῖν, φησιν, ὅτι εἰς τὸν οὐρανὸν ἀναβῆναι δεῖ, καὶ πέλαγος διαβῆναι μέγα, καὶ τότε λαβεῖν τὰς ἐντολάς· ἀλλὰ τὰ οὕτω μεγάλα καὶ
ὑπέρογκα, εὔκολα ἡμῖν ἐποίησεν ὁ Θεός. τι δέ ἐστιν, “ ἐγγύς σου “ τὸ ῥῆμα ἐστί;” τουτέστιν εὔκολόν ἐστιν. ἐν γὰρ τῇ διανοίᾳ σου καὶ τῇ γλώττῃ ἡ σωτηρία, οὐ μακρὰν ὁδὸν βαδίσαντας, οὐδὲ πέλαγος πλεύσαντας, οὐδὲ ὄρη παρελθόντας, οὕτω σωθῆναι δεῖ. ἀλλ’ εἰ μὴ δὲ αὐτὸν βουληθείης ὑπερβῆναι τὸν οὐδὸν, ἔξεστι σοι
καὶ οἴκοι καθημένῳ σωθῆναι. ἐν γὰρ τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου ἔστι τῆς σωτηρίας ἡ ἀφορμή. εἶτα καὶ ἑτέρωθεν εὔκολον ποιῶν τὸν τῆς πίστεως λόγον, φησὶ, ὅτι ὁ Θεὸς αὐτὸν 1 ἤγειρεν ἐκ νεκρῶν. ἐννόησον γὰρ τὸ ἀξίωμα τοῦ ποιήσαντος· καὶ οὐκέτι ὄψει δυσκολίαν οὐδεμίαν ἐν τῷ πράγματι. οὐκοῦν ὅτι μὲν Κύριος, ἐκ τῆς ἀναστάσεως δῆλον, ὃ καὶ ἀρχόμενος τῆς Ἐπιστολῆς ἔλεγε. “ τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει, κατὰ Πνεῦμα “ ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν.” ὅτι δὲ καὶ ἡ ἀνάστασις
εὔκολον, ἐκ τῆς τοῦ ποιήσαντος ἰσχύος ἀποδέδεικται, καὶ τοῖς σφόδρα διαπιστοῦσιν. ὅταν οὖν καὶ μείζων ᾖ ἡ δικαιοσύνη, καὶ κούφη καὶ εὐπαράδεκτος, καὶ ἄλλως δικαιωθῆναι μὴ ᾖ, οὐκ ἀσχέτου φιλονεικίας τὸ τοῖς ἀδυνάτοις ἐπιχειρεῖν τὰ εὔκολα ἀφέντας καὶ ῥᾴδια; οὐ γὰρ ἔχοιεν ἃν εἰπεῖν, ὅτι ὡς φορτικὸν τὸ πρᾶγμα
παρῃτήσαντο.
πόνων τὴν τῶν πρακτέων διδασκαλίαν ἐδέξαντο. ὁ μέντοι θεῖος Ἀπόστολος, εἰς τὸν περὶ πίστεως ταῦτα ἐξείληφε λόγον. διδάσκων, ὡς, οὐ δεῖ τὴν δεσποτικὴν οἰκονομίαν περιεργάζεσθαι, ἀλλὰ πίστει καρποῦσθαι τὴν σωτηρίαν. καὶ ἐπάγει, τουτέστι, τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. ὅπερ Μωϋσῆς φησι περὶ τῶν νομικῶν
εἴρηκεν ἐντολῶν, τοῦτο ἡμεῖς περὶ τῆς πίστεως λέγομεν, “ ὅτι “ ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματι σου Κύριον Ἰησοῦν· καὶ πιστεύ- “ σῇς ἐν τῇ καρδίᾳ σου, σωθήσῃ. καρδίᾳ γὰρ πιστεύεται εἰς “ δικαιοσύνην· στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.” ἀμφοτέρων γὰρ χρεία. καὶ πίστεως ἀληθοῦς, καὶ βεβαίας ὁμολογίας σὺν
παρρησίᾳ γινομένης. ἵνα καὶ ἡ καρδία κοσμῆται τῷ ἀναμφιβόλῳ τῆς πίστεως· καὶ ἡ γλῶττα λαμπρύνηται, ἀδεῶς κηρύττουσα τὴν ἀλήθειαν.
οὐ χρὴ οὖν διαπιστεῖν ἡμᾶς, ἢ περὶ τῆς ἐξ οὐρανοῦ τοῦ Σωτῆρος καθόδου, ἣ περὶ τῆς ἐκ νεκρῶν αὐτοῦ πάλιν ἀνόδου. ἀλλὰ τελείᾳ καρδίᾳ πεπιστευκότας, ὁμολογεῖν καὶ διὰ γλώττης τὴν χάριν. περιγενήσεσθαι γὰρ ἡμῖν τοῦτο ποιοῦσι τὴν διὰ τῆς δικαιώσεως σωτηρίαν συμβῇ. τὸ γὰρ εἰς δικαιοσύνην καὶ τὸ εἰς σωτη-
ρίαν, διεῖλε συνήθως. καὶ τὸ μὲν, τῆ πίστει τῆς καρδίας· τὸ δὲ, τῇ ὁμολογίᾳ τοῦ στόματος ἀποδέδωκεν. ἑκατέροις ἁρμόζοντος ἑκατέρου. καρδίᾳ μὲν γάρ, φησι, πιστευόμενος ὁ Χριστὸς δικαιοῖ· στόματι δὲ ὁμολογούμενος, σώζει.
στόματος ὁμολογεῖν τοῦ πιστευθέντος τὴν χάριν, ἔσται εὐκολώτερον; τὸ μὲν γὰρ, δηλοῖ, τὴν ἔμψυχον πρὸς τὸν πεποιηκότα ἀγάπην· τὸ δὲ, τὴν θεοφιλῆ πρὸς τὸν πλησίον διάθεσιν. ἀγάπη δὲ καὶ γνησία διάθεσις, ἤγουν πίστις καὶ ἀγαθὴ συνείδησις, ἔργον προδήλως τοῦ κατὰ καρδίαν ἀφανοῦς ὑπάρχει κινήματος· τῆς ἐκτὸς
ὕλης πρὸς γένεσιν παντελῶς οὐ δεομένη.
τοῦ στόματος ἐνέργειαν, καὶ τὴν τῆς ψυχῆς μελέτην. εἰπὼν, “ τὸ “ στόμα μου λαλήσει σοφίαν. καὶ ἡ μελέτη τῆς καρδίας μου “ σύνεσις.” ἐάν τε γὰρ μὴ ᾖ τὸ ἀγαθὸν ἐν τῇ καρδίᾳ προαποκείμενον, πῶς ἐνέγκῃ τὸν θησαυρὸν διὰ στόματος, ὁ μὴ κεκτημένος ἐν τῷ κρυπτῷ ; ἐάντε ἔχων τὰ τῆς καρδίας ἀγαθὰ μὴ δημοσιεύσῃ
τῷ λόγῳ, αὐτῷ λεχθήσεται σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανὴς, τίς ὠφέλεια ἐν ἀμφοτέροις ; διόπερ εἰς μὲν τὸ ἑτέρων ὠφέλιμον, λαλείτω τὸ στόμα σοφίαν. εἰς δὲ τὴν ἡμετέραν προκοπὴν, ἡ καρδία μελετάτω σύνεσιν.
οὐρανὸν ἀνελθεῖν, ἱν ἐκεῖθεν ἑλκύσῃς Χριστόν. οὐδὲ εἰς τὴν ἄβυσσον κατελθεῖν, ἵν ἐντεῦθεν αὐτὸν ἐκ νεκρῶν ἀναστήσῃς· ἣ τὴν πρώτην πολυπραγμονῶν φύσιν· ἣ τὴν τελειοτάτην οἰκονομίαν. ἐγγύς σου, φησὶν, τὸ ῥῆμα ἐστίν· ἡ διάνοια τοῦτον ἔχει τὸν θησαυρόν. οὐ μὴν ἀλλὰ καὶ ἡ γλῶττα. ἡ μὲν, πιστεύουσα, ἡ δὲ,
ὁμολογοῦσα. τι τούτου συντομώτερον τοῦ πλούτου ; τι τῆς δωρεᾶς εὐκολώτερον ; ὁμολόγησον Χριστὸν Ἰησοῦν, καὶ πίστευσον ὅτι ἐκ νεκρῶν ἐγήγερται, καὶ σωθήσῃ. δικαιοσύνη μὲν γὰρ καὶ τὸ πιστεῦσαι μόνον. σωτηρία δὲ παντελὴς, τὸ καὶ ὁμολογεῖν, καὶ προσθεῖναι τῆ γνώσει τὴν παρρησίαν. σὺ μεῖζον τι σωτηρίας ζητεῖ; τὴν ἐκεῖθεν δόξαν τὲ καὶ λαμπρότητα, ἐμοὶ καὶ τὸ σωθῆναι μέγιστον. καὶ τὰς ἐκεῖσε φυγεῖν βασάνους.
“ Ἰσραήλ· ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. νυνὶ δὲ “ ἐπιγνόντες Θεόν.” ἐνταῦθα τὸν τρόπον τῆς ἐπιγνώσεως αὐτοῖς ἐξηγούμενος λέγει, “ἐγγύς σου τὸ ῥῆμα ἐστὶ τῆς πίστεως, ὃ “ κηρύσσομεν. ὅτι, ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματι σου, ὅτι “ Κύριος Ἰησοῦς. καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς
“ αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ.” ὅτε τοίνυν ὁ πιστεύων εἰς Χριστὸν Ἰησοῦν, καὶ ὁμολογῶν ὅτι Κύριός ἐστιν, ὡς Θεὸν ἐπι- γνοὺς τὸν ἀληθινὸν δικαιοῦται, πῶς οὐκ ἔστι Θεὸς κατὰ φύσιν ὁ Υἱός ; ὁ δὲ τοῦτο ὢν, πῶς ἃν εἴη καὶ ποίημα ; λέγει γὰρ ἡ γραφή; “πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ, οὐ καταισχυνθήσεται.
“ οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τὲ καὶ Ἕλληνος. ὁ γὰρ αὐ- “ τὸς Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους “ αὐτόν. πᾶς γὰρ ὃς ἃν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθή- “ σεται ”.
αὐτὸ πιστοῦται καὶ τῆς πίστεως καὶ τῆς ὁμολογίας παρέχων μάρτυρας. τῷ μὲν γὰρ εἰπεῖν “ὅτι πᾶς ὁ πιστεύων,” τὴν πίστιν ἐδήλωσε· τῷ δὲ εἰπεῖν “ὅτι πᾶς ὃς ἂν ἐπικαλέσηται,” τὴν ὁμολο- γίαν ἐνέφηνεν. εἶτα πάλιν τὸ κοινὸν ἀνακηρύττων τῆς χάριτος. “ὁ γὰρ αὐτός,” φησι, “Κύριος πάντων, πλουτῶν εἰς πάντας.” ὁρᾷς
πῶς δείκνυσιν αὐτὸν σφοδρῶς ἐφιέμενον ἡμῶν τῆς σωτηρίας, εἴγε καὶ πλοῦτον οἰκεῖον ἡγεῖται ταύτην ; ὥστε μὴ δὲ νῦν αὐτοὺς ἀπο- γνῶναι, μὴ δὲ νομίσαι, εἴγε βουληθεῖεν μετανοῆσαι, ἀσυγγνώστους εἶναι. ὁ γὰρ πλοῦτον οἰκεῖον ἡγούμενος τὸ σώζειν ἡμᾶς, οὐ παύ- σεται πλουτῶν. ἐπεὶ καὶ τοῦτο πλοῦτος, τὸ εἰς πάντας ἐκχεῖσθαι
τὴν δωρεάν. ἐπειδὴ γὰρ καὶ τοῦτο μάλιστα αὐτοὺς ἐθορύβει τὸ προεδρίας ἀπολαύοντας ὑπὲρ τὴν οἰκουμένην ἅπασαν, νῦν ἐκ τῆς πίστεως ἀπὸ τῶν θρόνων καταβιβάζεσθαι ἐκείνων, καὶ μηδὲν πλέον τῶν λοιπῶν ἔχειν, συνεχῶς τοὺς προφήτας εἰσάγει ταύτην ἐπά- δόντας αὐτοῖς τὴν ἰσοτομίαν. “ πᾶς γάρ,” φησι, “ ὁ πιστεύων ἐπ’ “ αὐτῷ οὐ καταισχυνθήσεται.” καὶ, “ πᾶς ὃς ἃν ἐπικαλέσηται “ τὸ ὄνομα Κυρίου σωθήσεται.” καὶ πανταχοῦ τὸ πᾶς τέθειται, ἵνα μὴ ἀντιλέγωσι· καὶ τὸ ἐκείνων φύσημα καταστέλλων. ἃ διὰ πολλῶν ἔμπροσθεν ἀπέδειξε, ταῦτα ἐν βραχέσι πάλιν ἀναμιμνήσκει·
δεικνὺς, ὅτι οὐδέν τι μέσον Ἰουδαίου καὶ ἀκροβύστου. “ οὐ “ γάρ ἐστι διαστολή,” φησι, “ Ἰουδαίου καὶ Ἕλληνος.” καὶ ὃ περὶ τοῦ Πατρὸς εἴρηκεν ἐν τῇ περὶ τούτων ἀποδείξει, τοῦτο καὶ περὶ τοῦ Υἱοῦ λέγει ἐνταῦθα. ὥσπερ γὰρ ἔμπροσθεν αὐτὸ κατασκευάζων ἔλεγεν, “ἢ Ἰουδαίων μόνων ὁ Θεὸς, οὐχὶ καὶ ἐθνῶν ;” ναὶ καὶ ἐθνῶν. ἐπείπερ εἷς ὁ Θεὸς, οὕτω καὶ ἐνταῦθα φησί. ἀλλ’ οὐδὲν κενοδοξίας χεῖρον, αὕτη γὰρ, αὕτη μάλιστα πάντων αὐτοὺς ἀπώλεσε. διὸ καὶ ὁ Χριστὸς αὐτοῖς ἔλεγε, “ πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες ;
ἀγαθά.
τῆς ἀγνοίας δίκην ὀφείλουσι τῷ Θεῷ. καὶ οὐ λέγει μὲν οὕτως. κατασκευάζει δὲ τοῦτο· κατ’ ἐρώτησιν προάγων τὸν λόγον, καὶ σαφέστερον ποιῶν τὸν ἔλεγχον, τῷ κατὰ ἀντίθεσιν καὶ λύσιν, ἅπαν ὑφάναι τουτὶ τὸ χωρίον. σκόπει ’δε ἄνωθεν. εἶπε, φησὶν, ὁ προφήτης, “ πᾶς ὃς ἃν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.” ἀλλ’ ἴσως ἔχοι τίς ἃν εἰπεῖν, καὶ πῶς ἠδύναντο ἐπικαλέσασθαι τοῦτον, ᾧ οὐκ ἐπίστευσαν ; εἶτα, ἐρώτησις παρ’ αὐτοῦ μετὰ τὴν ἀντίθεσιν. καὶ διατί οὐκ ἐπίστευσαν ; καὶ πάλιν ἀντίθεσις. πάντως ἔχει τίς εἰπεῖν, καὶ πῶς εἶχον πιστεῦσαι, μὴ ἀκοῦ.
σαντες; καὶ μὴν ἤκουσαν φησί. εἶτα ἕτερα πάλιν ἀντίθεσις. καὶ πῶς ἠδύναντο ἀκοῦσαι χωρὶς κηρύσσοντος ; εἶτα πάλιν λύσις. καὶ μὴν ἐκήρυξαν, καὶ ἀπεστάλησαν εἰς αὐτὸ τοῦτο πολλοί. καὶ πόθεν δῆλον ; ὅτι οὗτοι εἰσὶν ἐκεῖνοι οἱ ἀποσταλέντες. τότε δὴ λοιπὸν εἰσάγει τὸν προφήτην λέγοντα, “ ὡς ὡραῖοι οἱ πόδες.” ὁρᾷς πῶς
ἀπὸ τοῦ τρόπου τοῦ κηρύγματος, δείκνυσι τοὺς κήρυκας ; οὐδὲν γὰρ ἄλλο περιῄεσαν οὗτοι πανταχοῦ λέγοντες, ἀλλ’ ἣ τὰ ἀπόρρητα ἐκεῖνα ἀγαθὰ, καὶ τὴν τοῦ Θεοῦ πρὸς ἀνθρώπους γενομένην εἰρήνην. ὥστε ἀπιστοῦντες, οὐχ ἡμῖν ἀπιστεῖτε φησί· ἀλλὰ τῷ Ἠσαίᾳ τῷ πρὸ πολλῶν ἐπῶν εἰπόντι ὅτι καὶ ἀποσταλησόμεθα
καὶ κηρύξομεν, καὶ ἐροῦμεν ἅπερ εἰρήκαμεν. εἰ τοίνυν τὸ μὲν σωθῆναι ἐκ τοῦ ἐπικαλέσασθαι· τὸ δὲ ἐπικαλέσασθαι ἐκ τοῦ πιστεῦσαι ἐστί· τὸ δὲ πιστεῦσαι ἐκ τοῦ ἀκοῦσαι· τὸ δὲ ἀκοῦσαι ἐκ τοῦ κηρύξαι· τὸ δὲ κηρύξαι ἐκ τοῦ ἀποσταλῆναι· ἀπεστάλησαν δὲ καὶ ἐκήρυξαν· καὶ μετ’ αὐτῶν ὁ προφήτης περιῄει, δεικνὺς
αὐτοὺς, καὶ ἀνακηρύττων ὅτι οὗτοι εἰσὶν οὓς πρὸ πολλῶν ἄνωθεν ἐδήλουν χρόνων, ὧν καὶ τοὺς πόδας ἐνεγκωμίαζον διὰ τὸν τοῦ κηρύγματος τρόπον, εὔδηλον ὅτι τὸ μὴ πιστεῦσαι, ἐκείνων ἔγκλημα γέγονε μόνων. καὶ γὰρ τὰ παρὰ Θεοῦ πάντα ἀπήρτισται.
ἀδύνατον δὲ πιστεῦσαι τῆς διδασκαλίας οὐκ ἀκούσαντας. ταύτης δὲ τυχεῖν οἷόν τε οὐδαμῶς. τῶν κηρυττόντων οὐκ ὄντων. καὶ τούτους δὲ πάλιν ἡ χειροτονία ποιεῖ. οὕτω ταῦτα εἰς ἀπολογίαν τεθεικὼς Ἰουδαίων, δι’ αὐτῶν αὔξει τὴν κατ’ ἐκείνων κατηγορίαν. καὶ τὸ τελευταῖον πρῶτον τέθεικε, τὸ τῆς κηρύκων
ἀποστολῆς· δεικνὺς ἄνωθεν ταῦτα προτεθεσπισμένα. καὶ γὰρ ἀκόλουθον ἦν τοῦτο πρὸ τῶν ἄλλων ἐπιδεῖξαι. δεῖ γὰρ πρῶτον χειροτονηθῆναι τοὺς κήρυκας, εἶτα κηρύξαι. ἔπειτα τῶν κηρυγμάτων ἀκοῦσαι, καὶ τηνικαῦτα πιστεῦσαι. φέρει τοίνυν τὴν προφητείαν τοῦ Ἠσαίου, καὶ φησὶ, “ ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων
“ εἰρήνην.” καὶ γὰρ τοῖς Ἀποστόλοις ὁ Κύριος ἐνετείλατο εἰς οἰκίαν εἰσιοῦσι λέγειν, “ εἰρήνη τῷ οἴκῳ τούτῳ.” κατεμήνυον γὰρ τὰς θείας καταλλαγάς· εὐηγγελίζοντο δὲ καὶ τῶν ἀγαθῶν τὴν ἀπόλαυσιν. τούτων τοὺς πόδας ὡραίους ἀποκαλεῖ, ὡς τὸν καλὸν τρέχοντας δρόμον· ὡς ὑπὸ τῶν δεσποτικῶν ἀπονιφθέντας χειρῶν.
τὴν διδαχήν.
εἰρήνην καὶ τὰ ἀγαθά· τῇ μὲν καλλονῇ, τέρπουσαν· τῷ δὲ μεγέθει καθικνουμένην τῆς ἀκοῆς.
ἑαυτὸν ἀξιόπιστον ποιῶν. οὐ μόνον δέ φησιν, ὅτι ἀπέσταλμαι, ἀλλὰ καὶ ὅτι πάλαι τὸ δεῖν ἀποστολὴν γενέσθαι προείρηται. ἀξιόπιστος οὖν κατ’ ἄμφω. ἔκ τε τοῦ παρὰ Χριστοῦ ἀπεστάλθαι· ἔκ τε τοῦ προωρίσθαι τὴν ἀποστολήν.
γὰρ λέγει, Κύριε, τίς ἐπίστευσε τῆ ἀκοῇ ἡμῶν ; ἄρα ἡ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ.
τὴν σύνεσιν. πῶς αὐτὸ τοῦτο ὃ τὸν θόρυβον ἐποίει, τοῦ θορύβου καὶ τῆς ταραχῆς δείκνυσιν ὃν ἀναιρετικόν. τί γάρ σε σκανδαλίζει, ὦ Ἰουδαῖε, φησὶ, μετὰ τοσαύτην καὶ τηλικαύτην μαρτυρίαν, καὶ πραγμάτων ἀπόδειξιν ; ὅτι οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ ; τοῦτο μὲν οὖν αὐτὸ μετὰ τῶν ἄλλων ἱκανόν σε πιστώσασθαι ὑπὲρ τῶν εἰρημένων, τὸ μὴ πάντας ὑπακούειν. καὶ. γὰρ καὶ τοῦτο ἄνωθεν προεῖπεν ὁ προφήτης Ἡσαΐας· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ πολλῷ τούτου πλέον. ὑμεῖς μὲν γὰρ ἐγκαλεῖτε, διατί μὴ πάντες ὑπήκουσαν· ὁ δὲ Ἡσαΐας, πλέον τούτου
λέγει. τί γάρ φησι, “ Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν ; εἶτα, ἐπειδὴ τὸν θόρυβον τοῦτον ἐξεῖλε, παρεμβαλὼν τὸν προφήτην, πάλιν ἔχεται τῆς προτέρας ἀκολουθίας. ἐπειδὴ γὰρ εἶπεν ὅτι ἐπικαλέσασθαι ἔδει, τοὺς δὲ ἐπικαλουμένους, πιστεῦσαι· τοὺς δὲ πιστεύοντας ἀκοῦσαι πρῶτον· τοὺς δὲ μέλλοντας ἀκοῦσαι, τοὺς
κηρύσσοντας ἔχειν· τοὺς δὲ κηρύσσοντας, ἀπεστάλθαι· καὶ ἔδειξεν ὅτι ἀπεστάλησαν, καὶ ὅτι ἐκήρυξαν. ἑτέραν πάλιν μέλλων εἰσάγειν ἀντίθεσιν, ἀφορμὴν λαβὼν πρότερον ἀπὸ ἑτέρας ἀσφαλοῦς μαρτυρίας τοῦ προφήτου, καθ’ ἣν ἔλυσε τὴν μικρῷ πρὸ ταύτης ἀντίθεσιν, οὕτως αὐτὴν πλέκει, καὶ συνείρει τοῖς προτέροις. ἐπειδὴ
γὰρ παρήγαγε τὸν προφήτην λέγοντα, “ Κύριε, τίς ἐπίστευσε τῇ “ ἀκοῇ ἡμῶν ;” εὐκαίρως τῆς μαρτυρίας ἐπιλαβόμενος, “ ἄρα ἡ πίστις ἐξ ἀκοῆς.” τοῦτο δὲ οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ ἐπειδὴ καθ’ ἕκαστον καιρὸν, σημεῖον ἐζήτουν οἱ Ἰουδαῖοι, καὶ τὴν ὄψιν τῆς ἀναστάσεως· καὶ πολὺ πρὸς τὸ πρᾶγμα κεχηνότες ἦσαν,
φησὶ, ὅτι καὶ μὴν ὁ προφήτης, οὐ ταῦτα ἐπηγγείλατο, ἀλλ’ ὅτι ἐξ ἀκοῆς ὑμᾶς ἔδει πιστεῦσαι. διὸ πρότερον αὐτὸ κατασκευάζει καὶ φησὶ, “ ἄρα ἡ πίστις ἐξ ἀκοῆς.” εἶτα ἐπειδὴ ἐδόκει τοῦτο εὐτελὲς εἶναι, ὅρα πῶς αὐτὸ ἀνάγει. οὐ γὰρ ἁπλῶς ἀκοὴν εἶπον φησὶ, οὐδ’ ὅτι ἀνθρωπίνων δεῖ ῥημάτων ἀκοῦσαι καὶ πιστεῦσαι,
ἀλλὰ ἀκοὴν ῥημάτων Θεοῦ. “ ἡ γὰρ ἀκοὴ διὰ ῥήματος Θεοῦ.” οὐ γὰρ τὰ αὐτῶν ἔλεγον, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ μανθάνοντες ἀπήγγελλον. ὃ σημεῖον ἐστὶν ὑψηλότερον. τῷ γὰρ Θεῷ καὶ λέγοντι καὶ θαυματουργοῦντι, ὁμοίως καὶ πιστεύειν καὶ πείθεσθαι δεῖ. Γενναδίου. τάχα δὲ θεὶς τὴν τοῦ Ἡσαίου φωνὴν, τὸ, “ Κύριε
“ τίς ἐπίστευσε τῆ ἀκοῇ ἡμῶν ;” ἔοικε συνιστᾶν ἐκ ταύτης, τὸ εὖ αὐτῷ προειρῆσθαι, τὸ, “ πῶς πιστεύσουσιν οὗ οὐκ ἤκουσαν·” λέγει γάρ· “ ἄρα ἡ πίστις ἐξ ἀκοῆς.” τοῦτο ἐκεῖνο, φησὶν, ὃ μικρῷ πρόσθεν ἐφάσκομεν. ὅτι τὸν πιστεύειν μέλλοντα δεῖ πρότερον τῆς περὶ τοῦ πιστευθησομένου διδασκαλίας ἀκοῦσαι. “ ἡ δὲ ἀκοὴ, διὰ
“ ῥήματος Θεοῦ.” ἀντὶ τοῦ, ἡ μέντοι διδασκαλία, δι’ ἐνεργείας θείας τοῖς διδάσκουσι παραγίνεται.
ἐπάγει λοιπὸν ἀντίθεσιν, καὶ φησὶ, “ἀλλὰ λέγω, μὴ, οὐκ ἤκουσαν ” τι γάρ φησιν, εἰ ἀπεστάλησαν οἱ κηρύσσοντες, καὶ ἐκήρυξαν ἅπερ ἐκελεύσθησαν, οὗτοι δὲ οὐκ ἤκουσαν ; εἶτα μεθ’ ὑπερβολῆς ἁπάσης ἡ λύσις τῆς ἀντιθέσεως. τί λέγεις ; οὐκ ἤκουσαν ; ἡ οἰκουμένη καὶ τὰ πέρατα τῆς γῆς ἤκουσαν. καὶ ὑμεῖς πη οἷς τοσοῦτον
’τον οἱ κήρυκες διέτριψαν χρόνον, καὶ ὅθεν ἦσαν, οὐκ ἠκούσατε ; καὶ πῶς ἃν ἔχοι λόγον ;
Κύριος πρὸς αὐτοὺς ἔφη, “ πορεύεσθε μᾶλλον πρὸς τὰ πρόβατα “ τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.” καὶ ἐν ταῖς Πράξεσιν οἱ Ἀπόστολοι, “ ὑμῖν ἦν πρῶτον ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ “ Θεοῦ. μὴ, τοίνυν, φησὶ, Θεὸς μὲν καὶ προεβίβασεν Ἀποστόλους, καὶ ἀπεκάλυψεν αὐτοῖς ἃ κηρύξουσιν, αὐτοὶ δὲ κατερραθύμησαν.
καὶ τοῖς οὐ πιστεύσασι, τὸ μὴ ἀκοῦσαι τοῦ κηρύγματος τῆς ἀπιστίας παραίτιον γέγονεν ; οὐκ ἔστιν εἰπεῖν οὐδὲ τοῦτο. μᾶλλον γὰρ ἐπὶ τούτων ἀληθέστερον γένοιτο τὸ τοῦ Δαβὶδ, τὸ, “ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,” καὶ τὰ ἑξῆς. τοῦτο δὲ πρόδηλον, ὅτι οὐχ ὡς προφητικῶς περὶ αὐτῶν εἰρημένον τέθεικεν, ἀλλ’ ὡς ἁρμόττειν δυνάμενον τοῖς παροῦσι πράγμασιν.
“εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά.” καὶ πρὸ τούτου πάλιν ὁ νομοθέτης αὐτός. ὥστε κἀντεῦθεν ἐχρῆν γνωρίσαι τοὺς κήρυκας, οὐκ ἀφ’ ὧν ἠπίστησαν οὗτοι μόνον, οὐκ ἀφ’ ωτν εἰρήνην ἐκήρυττον ἐκεῖνοι, οὐκ ἀφ’ ωY̔ν τὰ ἀγαθὰ εὐηγγελίζοντο ἐκεῖνα, οὐκ ἀφ’ ὧν πανταχοῦ τῆς οἰκουμένης ὁ λόγος ἐσπείρετο, ἀλλὰ καὶ ἀφ’ ὣν
τοὺς καταδεεστέρους αὐτῶν τοὺς ἐξ ἐθνῶν εἶδον ἐν πλείονι ὄντας τιμῇ. ἃ γὰρ μηδέποτε ἤκουσαν οὗτοι, μὴ δὲ τούτων οἱ πρόγονοι, ταῦτα ἐξαίφνης ἐφιλοσόφουν ἐκεῖνοι. ὅπερ ἐπιτεταμένης ἦν τιμῆς, παρακνιζούσης αὐτοὺς, καὶ εἰς ζῆλον ἀγούσης· καὶ εἰς μνήμην τῆς προφητείας Μώσεως, τῆς λεγούσης” παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ
“ἔθνει.” οὐ γὰρ δὴ μόνον τὸ μέγεθος τῆς τιμῆς ἱκανὸν ἦν αὐτοὺς εἰς ζῆλον ἐμβαλεῖν, ἀλλὰ καὶ τὸ οὕτως εὐτελὲς εἶναι τὸ ἔθνος τὸ τοσούτων ἀπολαῦσαν, ὡς μὴ δὲ ἔθνος ἄξιον εἶναι λογίζεσθαι. “ἐγὼ “γὰρ παραζηλώσω ὑμᾶς, ἐπ’ οὐκ ἔθνει,” φησὶ, “ἐπὶ ἔθνει ἀσυνέτῳ “παροργιῶ ὑμᾶς.” τι γὰρ Ἑλλήνων ἀσυνετώτερον ἦν; τι δὲ
τελέστερον ’, ὁρᾷς πῶς διὰ πάντων γνωρίσματα καὶ σημεῖα σαφῆ τῶν καιρῶν τούτων ἄνωθεν δέδωκεν ὁ Θεὸς αὐτοῖς, ὥστε διανοῖξαι αὐτῶν τὴν πώρωσιν;, ἆρα οὖν Μώσης τοῦτο εἶπε μόνος;, οὐδαμῶς. ἀλλὰ καὶ ‘Hσαίας μετ’ ἐκεῖνον. διὸ καὶ Παῦλος ἔλεγε, “πρῶτος “Μωσῆς,” δεικνὺς ὅτι καὶ δεύτερος ἥξει, τὰ αὐτὰ λέγων,
τρανότερον καὶ σαφέστερον.
μύρια. καὶ ταύτα ποτε ἀσύνετα ἢν κα ἀνόητα· ὡσπερ τοίνυν ὑμεῖς φησὶν, τὸν ἕνα καταλιπόντες Θεὸν, πολλοὺς ψευδωνύμους προτετιμήκατε, οὕτως ἐγὼ τὸν ἕνα λαὸν ἀπορρίψας, πᾶσι τοῖς ἔθνεσι παρέξω τὴν γνῶσιν. ἀλλ’ ὑμεῖς μὲν τοὺς οὐκ ὄντας τετιμήκατε θεοὺς, καὶ ἀπεφήνατε θεούς. ἐγὼ δὲ τὰ ἀσύνετα ἔθνη θείας
ἐμπλήσω σοφίας. ὑμεῖς δὲ ὁρῶντες, τῷ φθόνῳ τακήσεσθε.
ὀφθαλμῶν ὑμῶν θεῖναι τὰ πράγματα. μᾶλλον ἑλόμενος κινδυνεύειν ἐκ τοῦ φανερῶς εἰπεῖν, ἣ τὴν οἰκείαν ὑφορώμενος σωτηρίαν, σκιὰν γοῦν ὑμῖν καταλιπεῖν ἀγνωμοσύνης. καίτοιγε προφητείας οὐκ ἦν τοῦτο σαφῶς οὕτως εἰπεῖν. ἀλλ’ ὅμως ὥστε ἐκ περιουσίας ὑμῖν ἐμφράξαι τὸ στόμα, σαφῶς πάνυ καὶ διαρρήδην ἅπαντα προλέγει.
καὶ τὴν ὑμῶν ἔκπτωσιν, καὶ τὴν ἐκείνων εἰσαγωγὴν οὕτω λέγων, “ εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ “ ἐπερωτῶσι.” τίνες οὖν οἱ μὴ ζητοῦντες ; καὶ τίνες οἱ μὴ ἐπερωτῶντες; οὐκ εὔδηλον ὅτι οὐκ Ἰουδαῖοι. ἀλλ’ οἱ ἐξ ἐθνῶν, οἱ μηδέποτε αὐτὸν ἐπιγνόντες. ὥσπερ οὖν Μωϋσῆς ἐχαρακτήρισεν αὐτους
εἴπων, ἐπ’ οὐκ ἔθνει, καὶ ἔπι ἔθνει ἀσυνετῶ, οὐτῶ καὶ ἐνταῦθα. ἀπὸ τῆς αὐτῆς ὑποθέσεως αὐτοὺς δηλοῖ τῆς ἀγνοίας τῆς ἐπιτεταμένης, ὃ μεγίστη κατηγορία Ἰουδαίων ἦν. ὅτι οἱ μὴ ζητοῦντες εὗρον, καὶ οἱ θητοῦντες, ἀπώλεσαν. πρὸς δὲ τὸν Ἰσραὴλ φησὶ λέγει, “ ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς “ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα.”
λέγοντος, “ τί οὖν ἐροῦμεν ; ὅτι ἔθνη, τὰ μὴ διώκοντα νόμον δι- “ καιοσύνης, κατέλαβε δικαιοσύνην. Ἰσραὴλ δὲ διώκων νόμον δι- “ καιοσύνης, εἰς νόμον δικαιοσύνης οὐκ ἔφθασε.” τοῦτο καὶ Ησαίας ἐνταῦθα φησίν. τὸ γὰρ “ εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. “ ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι,” ταὐτόν ἐστι τῷ
εἰπεῖν, ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην, κατέλαβε δικαιοσύνην. εἶτα δεικνὺς ὅτι οὐχὶ τῆς τοῦ Θεοῦ χάριτος μόνον ἦν τὸ γινόμενον, ἀλλὰ καὶ τῆς γνώμης τῶν προσελθόντων· ὥσπερ οὖν καὶ ἡ ἐκείνων ἔκπτωσις τῆς φιλονεικίας τῶν ἀπειθησάντων, ἄκουσον τι ἐπήγαγε. “ πρὸς δὲ τὸν Ἰσραὴλ λέγει ὅλην τὴν ἡμέραν ἐξε-
“ πέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. ἡμέραν ἐνταῦθα, τὸν πάντα χρόνον λέγων τὸν ἔμπροσθεν. τὸ δὲ ἐκπετάσαι τὰς χεῖρας, τὸ καλέσαι καὶ ἐπισπάσασθαι καὶ παρακαλέσαι δηλοῖ. εἶτα δεικνὺς τὸ ἔγκλημα ἅπαν ἐκείνων ὂν, φησὶ, “ πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀναλέγοντα.” εἶδες πόση ἡ κατηγορία;
οὗτοι μὲν γὰρ οὐδὲ παρακαλοῦντι ἐπείσθησαν. οὐ μόνον δὲ οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ ἀντεῖπον. καὶ ταῦτα οὐχ ἅπαξ, οὐ δὶς, οὐ τρὶς, ἀλλὰ διὰ παντὸς τοῦ χρόνου ταῦτα ποιοῦντα ὁρῶντες. ἕτεροι δὲ οἱ μηδέποτε αὐτὸν ἐγνωκότες, ἴσχυσαν αὐτὸν ἐπισπάσασθαι. ἀλλ’ οὐ λέγει ὅτι αὐτοὶ ἴσχυσαν αὐτὸν ἐπισπάσασθαι.
ἀλλὰ καθαιρῶν καὶ τῶν ἐξ ἐθνῶν τὰ φρονήματα, καὶ δεικνὺς τὴν αὐτοῦ χάριν τὸ πᾶν ἐργασαμένην, φησὶν, “ ὅτι ἐγὼ ἐμφανὴς ἐγε- “ νόμην,” καὶ “ ἐγὼ εὑρέθην.” οὐκοῦν κενοὺς πάντων ἐκεῖνοι, φησί; οὐδαμῶς. ἀλλὰ τὸ εὑρεθέντα λαβεῖν καὶ φανέντα ἐπιγνῶναι, τοῦτο παρ’ ἑαυτῶν εἰσήνεγκαν. εἶτα, ἵνα μὴ λέγωσιν οὗτοι, διατί οὖν
καὶ ἡμῖν ἀφανὴς ἐγένου ; τὸ πλέον τούτου τίθησιν· ὅτι οὐ μόνον ἐμφανὴς ἐγενόμην, ἀλλὰ καὶ παρέμεινα τὰς χεῖρας ἀναπεταννὺς, καὶ παρακαλῶν, πατρὸς φιλοστόργου, καὶ μητρὸς φιλόπαιδος κηδεμονίαν ἐπιδεικνύμενος.
θεογνωσίας τὴν πρόρρησιν. καὶ τὴν Ἰουδαίων μιαιφονίαν. τὸ γὰρ ἀποτολμᾷ, τοῦτο δηλοῖ. οὐκ ἔδεισε φησὶν φονῶντας Ἰουδαίους καὶ μεμηνότας, ἀλλὰ σὺν παρρησίᾳ πολλῇ τὴν τῶν ἐθνῶν προεκήρυξε σωτηρίαν. προεθέσπισε δὲ καὶ τῶν Ἰουδαίων τὴν ἀπιστίαν. τὸ δὲ “ ὅλην τὴν ἡμέραν,” τὸ διηνεκὲς λέγει. τοῦτο γὰρ καὶ ὁ Ἀκύλας
καὶ ὁ Σύμμαχος ἡρμήνευσαν.
δείξας τὴν γνώμην αὐτῶν αἰτίαν γενομένην τῆς ἀπωλείας, καὶ ὡς πάντοθεν ἀνάξιοι τῆς συγγνώμης εἰσί· καὶ ἀκούσαντες καὶ νοήσαντες τὰ λεγόμενα, καὶ οὐδὲ οὕτω βουληθέντας προσελθεῖν. καὶ τὸ πολὺ πλεῖον, ὅτι οὐ μόνον ἀκοῦσαι αὐτοὺς ταῦτα ἐποίησεν, οὐ μόνον δὲ νοῆσαι, ἀλλὰ καὶ ὃ μείζονα ἰσχὺν ἔχει πρὸς τὸ διεγεῖραι
καὶ φιλονεικοῦντας καὶ ἀντιλέγοντας ἐπισπάσασθαι, καὶ τοῦτο προσέθηκε· τὸ παρακνίσαι αὐτοὺς καὶ παραζηλῶσαι. ἴστε γὰρ τοῦ πάθους τὴν τυραννίδα, καὶ ὅσην ἔχει τὴν ἰσχὺν τῆς ζηλοτυπίας ἡ φύσις, πρὸς τὸ λῦσαι φιλονεικίαν ἅπασαν, καὶ τοὺς ἀναπεπτωκότας διαναστῆσαι. καὶ τί δεῖ λέγειν ἐπ’ ἀνθρώπων
τοῦτο ; ὅπου καὶ ἐπὶ ἀλόγων, καὶ ἐπὶ τῆς ἡλικίας τῆς ἀώρου τῶν παιδίων πολλὴν τὴν δύναμιν ἐπιδείκνυται. καὶ γὰρ παιδίον πολλάκις παρακαλούμενον, οὐκ εἶξε τῷ πατρὶ, ἀλλ’ ἔμεινε φιλονεικοῦν. ἑτέρου δὲ θεραπευθέντος παιδίου καὶ μὴ καλούμενον ἐπανῆλθε πρὸς τοὺς κόλπους τοὺς πατρικούς. καὶ ὅπερ οὐκ ἴσχυσεν
ἡ παράκλησις, τοῦτο ἐποίησεν ἡ παραζήλωσις. τοῦτο τοίνυν καὶ ὁ Θεὸς ἐποίησεν. οὐ γὰρ παρεκάλεσε μόνον καὶ τὰς χεῖρας ἐξεπέτασεν, ἀλλὰ καὶ τὸ τῆς ζηλοτυπίας ἐν αὐτοῖς διήγειρε πάθος τοὺς πολλῷ καταδεεστέρους αὐτῶν. ὃ μάλιστα ποιεῖ παραζήλωσιν· εἰσάγων οὐκ εἰς τὰ ἐκείνων ἀγαθὰ, ἀλλ’ ὃ πολλῷ μεῖζον ἢν, καὶ
τυραννικώτερον ποιεῖ τὸ πάθος, εἰς τὰ πολλῷ μείζονα ἐκείνων καὶ ἀναγκαιότερα, καὶ ἃ μὴ δὲ ὄναρ αὐτοὶ ποτε ἐφαντάσθησαν. ἀλλ’ οὐδὲ οὕτως εἶξαν. οὐδεμιᾶς οὖν εἶεν ἄξιοι συγγνώμης. ἀλλὰ τοῦτο αὐτὸς μὲν οὐ λέγει. καταλιμπάνει δὲ ἐκ τοῦ συμπεράσματος τῶν εἰρημένων αὐτὸ συλλογίζεσθαι.
Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.