ἔμπροσθεν ἁπάντων ἐσπούδασε δεῖξαι. ὅτι κἂν ὀλίγοι ὦσιν οἱ διασεσωσμένοι, τὰ τῆς ἐπαγγελίας ἔστηκε. διὰ τοῦτο οὐδὲ ἁπλῶς εἶπε τὸν λαόν· ἀλλὰ προσέθηκεν “ ὃν προέγνω.” εἶτα ἐπάγων ἀπόδειξιν τοῦ μὴ ἀπῶσθαι τὸν λαὸν, φησὶν, “ καὶ γὰρ ἐγὼ Ἰσραηλίτης, ἐκσπέρματος Ἁβραὰμ φυλῆς Βενϊαμίν.” ἐγὼ φησὶ ὁ διδάσκαλος,
ὁ κήρυξ. ἐπεὶ οὖν ἐδόκει ἐναντίον εἶναι τοῖς ἔμπροσθεν εἰρημένοις, τοῖς λέγουσι, “ τίς ἐπίστευσε τῇ ἀκοῇ ;” καὶ “ “ τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα. καὶ παραζηλώσω ὑμᾶς ἐπ’ οὐκ ἔθνει·” οὐκ ἠρκέσθη τῇ ἀπαγορεύσει, οὐδὲ τῷ εἰπεῖν “ μὴ γένοιτο·” ἀλλὰ καὶ
κατασκευάζει αὐτὸ, πάλιν ἀναλαμβάνων καὶ λέγων, “ οὐκ ἀπώσατο “ ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.” ἀλλὰ τοῦτο οὐκ ἔστι κατασκευὴ φησὶν, ἀλλ’ ἀπόφασις· ὅρα οὑν τὴν κατασκευὴν, τήν τε προτέραν καὶ τὴν μετ’ ἐκείνην. προτέρα μὲν γάρ ἐστι τὸ δεῖξαι, ὅτι αὐτὸς ἐκεῖθεν ἦν. οὐκ ἂν δὲ, εἰ ἀπωθεῖσθαι αὐτὸν ἔμελλεν, ᾧ τὲ κήρυγμα ἅπαν,
καὶ τὰ πράγματα τῆς οἰκουμένης ἐνεπίστευσε, καὶ τὰ μυστήρια πάντα, καὶ τὴν οἰκονομίαν ὅλην, τοῦτον ἐκεῖθεν ἐξελέξατο. αὕτη μὲν οὖν μία κατασκευή. δευτέρα δὲ μετ’ ἐκείνην, τὸ εἰπεῖν “ τὸν “ λαὸν ὃν προέγνω,” τουτέστιν, ὃν ᾔδει σαφῶς ἐπιτήδειον ὄντα, καὶ τὴν πίστιν δεξάμενον. καὶ γὰρ τρισχίλιοι καὶ πεντακισχίλιοι, καὶ
μυρίοι ἐξ ἐκείνων ἦσαν πιστεύσαντες. ἵνα γὰρ μὴ λέγῃ τις, σὺ οὖν ὁ λαὸς εἶ. καὶ ἐπειδὴ σὺ ἐκλήθης, τὸ ἔθνος ἐκλήθη, ἐπήγαγεν, “ οὐκ ἀπώσατο τὸν λαὸν ὃν προέγνω·” ὡς ἂν εἰ ἔλεγεν, ἔχω μετ’ ἐμοῦ τρισχιλίους, ἔχω πεντακισχιλίους, ἔχω μυρίους.
τὸν λαὸν καὶ ἐξ ἑτέρων πολλῶν παρασχεῖν, καὶ ἀγαγεῖν εἰς μέσον, τούς τε ἐν Ἱεροσολύμοις πεπιστευκότας τρισχιλίους. καὶ τὰς πολλὰς μυριάδας, περὶ ὧν ὁ μέγας Ἰάκωβος ἔφη, “ καὶ “ τοὺς κατὰ τὴν οἰκουμένην τῶν Ἰουδαίων δεξαμένους τὸ κήρυγμα.” ἀλλ’ ἀντὶ τούτων πάντων ἑαυτὸν ἐπιδείκνυσιν. εἰ ἀπώσατο, λέγων, ὁ Θεὸς τὸν λαὸν, εἷς ἃν ἦν τῶν κατηγορουμένων κἀγώ. ἐξ ἐκείνης γὰρ κἀγὼ τῆς ῥίζης ἐβλάστησα, καὶ τὸν Ἁβραὰμ αὐχῶ πρόγονον, καὶ τὸν Βενϊαμὶν φύλαρχον· καὶ τῇ τοῦ Ἰσραὴλ προσηγορίᾳ σεμνύνομαι. καλῶς δὲ “ καὶ ὃν προέγνω,” προσέθηκε. τουτέστι,
τοὺς τῆς θεογνωσίας ἀξίους, τοὺς τῆς πίστεως δεξαμένους τὴν αἴγλην.
Ισραηλίτης ὤν ;
γε μὴν τῆς ἄνωθεν οὐκ ἀπογυμνοῖ, οὔτε μὴν ὁλοτρόπως τῆς πρὸς Θεὸν οἰκειότητος, ἐξωσθῆναι φησίν. καὶ σαφῶς τοῦ πράγματος ποιεῖται ἀπόδειξιν· ἑαυτὸν παραθεὶς ὄντα Ἰσραηλίτην, ἐκ σπέρματος Ἁβραὰμ, εὐφυέστατα, καὶ Θεοῦ λαὸν ἀποκαλῶν ἔτι, καὶ προστιθεὶς τὸ, “ μὴ γένοιτο,” τοῖς περὶ τοῦ ἀπῶσθαι λόγοις. ταῦτα
δὲ ἦν, οἱονεὶ περισαίνοντος τοὺς ἀπειθεῖν ἑλομένους, καὶ θωπικῶς ὑποτρέχοντος, καὶ εἰς ἕξιν αὐτοὺς ἀποφέροντος τὴν εὐσεβῆ καὶ εὐήνιον. εἴπερ οὐν ἐστιν ἐναργὲς, ὡς κέκληται πρὸς ἀποστολὴν αὐτός· τέθειται δὲ καὶ τῶν τοῦ Σωτῆρος μυστηρίων ἱερουργὸς εἰς τὰ ἔθνη, κήρυξ καὶ Ἀπόστολος. καίτοι ὑπάρχων ἐξ Ἰσραὴλ, πρόδηλον,
ὡς οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
εἰς τρισχιλίους καὶ πεντακισχιλίους, καὶ μυρίους περιέστη, τὸ σπέρμα ἐκεῖνο τὸ μιμούμενον τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ τὴν ἄμμον τὴν θαλαττίαν. καὶ οὕτως ἡμᾶς ἀπατᾷς, τὸν λαὸν ἅπαντα σαυτῷ τιθείς. καὶ τοὺς ὀλίγους τοὺς μετὰ σοῦ, καὶ κεναῖς ἡμᾶς ἐφύσησας ἐλπίσι, τὴν ἐπαγγελίαν πεπληρῶσθαι λέγων,
πάντων ἀπελειμμένων, καὶ εἰς ὀλίγους τῆς σωτηρίας περιστάσης ; ἵν᾿ οὖν μὴ ταῦτα λέγωσιν, ὅρα πῶς διὰ τῶν ἑξῆς τὴν λύσιν ἐπάγει. τὴν μὲν ἀντίθεσιν τιθείς· πρὸ δὲ τῆς ἀντιθέσεως τὴν λύσιν αὐτῆς ἀπὸ παλαιᾶς ἱστορίας κατασκευάζων. τίς οὖν ἡ λύσις ; “οὐκ ἀπώ- “σατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.” εἰ γὰρ ἀπώσατο, οὐδένα ἃν ἐδέξατο.
εἰ δὲ ἐδέξατο τινὰς, οὐκ ἀπώσατο. καὶ μὴν φησὶ, εἰ μὴ ἀπώσατο, ἅπαντας ἃν ἐδέξατο. οὐδαμῶς. καὶ γὰρ ἐπὶ Ἠλίᾳ ἐν ἑπτακισχιλίοις περιέστη τὰ τῆς σωτηρίας. καὶ νῦν δὲ εἰκὸς πολλοὺς εἶναι τοὺς πεπιστευκότας. εἰ δὲ ἀγνοεῖτε ὑμεῖς, θαυμαστὸν οὐδέν. ἐπεὶ καὶ ὁ προφήτης ἐκεῖνος, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ἠγνόει.
ἀλλ’ ὁ Θεὸς ᾠκονόμει τὰ ἑαυτοῦ, καὶ τοῦ προφήτου ἀγνοοῦντος.
τοῦτο ἤθελεν, ἀλλ’ ἓν δεῖξαι μόνον ἐσπούδαζεν· ὅτι ἐν τοῖς ὀλίγοις ὁ λαὸς, εἶπεν ἃν ὅτι καὶ ἐπὶ Ἠλίᾳ, ἑπτακισχιλίους ὑπελείφθησαν. νυνὶ δὲ ἄνωθεν ἀναγινώσκει τὴν μαρτυρίαν ἅπασαν. πανταχοῦ γὰρ ἐσπούδακε δεῖξαι, οὐδὲν ξένον ποιήσαντας ἐπὶ τοῦ Χριστοῦ καὶ τῶν Ἀποστόλων, ἀλλὰ τὰ συνήθη καὶ μεμελετημένα. ἵνα γὰρ μὴ λέγωσιν
ὅτι ὡς πλάνον ἀνείλομεν τὸν Χριστὸν, καὶ ὡς ἀπατεῶνας διώκομεν τοὺς Ἀποστόλους, παράγει τὴν μαρτυρίαν τὴν λέγουσαν, “ Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου “ κατέσκαψαν.” εἶτα ὥστε μὴ ποιῆσαι τὸν λόγον ἐπαχθῆ, ἑτέραν τῇ τῆς μαρτυρίας ἐπαγωγῇ, περιτίθησιν αἰτίαν. οὐ γὰρ ὡς προηγουμένως αὐτῶν κατηγορῆσαι βουλόμενος παράγει, ἀλλ’ ὡς ἕτερά τινα ἀποδεῖξαι σπουδάζων. καὶ ἀποστερεῖ πάσης αὐτοὺς συγγνώμης, καὶ ἀπὸ τῶν ἔμπροσθεν γεγενημένων. ὅρα γὰρ πῶς ἐπιτεταμένη ἡ κατηγορία, καὶ ἀπὸ τοῦ προσώπου γίνεται. οὐδὲ γὰρ Παῦλος
ἐστὶν ὁ κατηγορῶν, οὐδὲ Πέτρος καὶ Ἰάκωβος, καὶ Ἰωάννης, ἀλλ’ ὁ μάλιστα πάντων παρ’ αὐτοῖς θαυμαζόμενος τῶν προφητῶν. τι οὖν οὗτος φησι ; “ Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν,” καὶ τὰ ἑξῆς. τι τῆς θηριωδίας ταύτης γένοιτ’ ἄνα. δέον γὰρ παρακαλεῖν ὑπὲρ τῶν ἤδη πλημμεληθέντων. οἱ δὲ, καὶ αὐτὸν ἐβούλοντο
ἀνελεῖν. ἅπερ ἅπαντα πάσης ἀπεστέρει συγγνώμης αὐτούς. οὐδὲ γὰρ τοῦ λιμοῦ κρατοῦντος, ἀλλὰ τῆς εὐετηρίας γενομένης, καὶ τῆς αἰσχύνης λυθείσης, καὶ τῶν δαιμόνων καταισχυνθέντων, καὶ τῆς τοῦ Θεοῦ δειχθείσης δυνάμεως, καὶ τοῦ βασιλέως ὑποκύψαντος, ἐτόλμων ταῦτα ἐκεῖνοι, ἀπὸ φόνων εἰς φόνους μεταβαίνοντες,
καὶ τοὺς διδασκάλους, τοὺς διορθοῦντας αὐτῶν τὴν γνώμην, ἀναιρουντας.
ὁρᾷς πόσης φιλονεικίας, πόσης ὕβρεως ἐξήνεγκον ἀεὶ δείγματα ;
ἔφη, ἑπτακισχιλίους ἄνδρας. ὁ μέντοι προφήτης καὶ τοῦτο ἠγνόει. καὶ ἐν αὐτῷ μόνῳ τὰ λείψανα σεσῶσθαι τῆς εὐσεβείας ἐνόμιζεν. οὐδὲν οὖν καινὸν, εἰ καὶ ὑμεῖς ἀγνοεῖτε τοὺς ἐξ ὑμῶν τῷ Σωτήρι’ πεπιστευκότας· οὓς λαὸν τῶν ἁπάντων ὁ Κύριος προσαγορεύει καὶ Θεός.
σκεύετο τὰ χειρότμητα παρὰ τοῦ Ἰσραήλ. θυσίαι τε ἦσαν, καὶ τεμένη πανταχοῦ. ἐδεδίεσαν δὲ πάντως οἱ Θεῷ προσκείμενοι, καὶ δύσοιστον οὕτω τὴν δόξαν ὑπομεμενήκασιν, ὡς καὶ ἐν σπηλαίοις, καὶ πετρῶν καταδύσεσι κρύπτεσθαι προφήτας. ὅτε καὶ αὐτὸς Ἠλίας, ἀνέθει μὲν εἰς βαθεῖαν ἔρημον, προσέπιπτε δὲ τῷ
Θεῷ λέγων, “ τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ τοὺς προφή- “ τὰς σου ἀπέκτειναν. κἀγὼ κατελείφθην μόνος, καὶ ζητοῦσι τὴν “ ψυχήν μου ἀπ’ ἐμοῦ.” ἀντήκουε δὲ πρὸς τοῦτο εὐθὺς, “ κατέλι- “ πον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ “ τῇ Βάαλ.” ἀλλ’ ὥσπερ τότε, Θεὸς μὲν οὐκ ἦν, ὁ ταῖς οὕτω
δειναῖς ἀνοσιουργίαις ἐνιεὶς τὸ Ἰσραὴλ, ἰδίαις δὲ μᾶλλον ἀπονοίαις χρώμενοι κατώλισθον αὐτοί. οὕτω δὴ πάλιν προθέντος ἅπασι τοῦ Θεοῦ καὶ Πατρὸς τὴν διὰ Χριστοῦ σωτηρίαν, διωθουμένου τὲ παντελῶς οὐδένα, κατώλισθον ἐθελοντὶ πρὸς ἀπόστασιν, προσαπωσάμενοι τὸν λυτρωτήν. οὐκοῦν οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.
προσέθηκε γὰρ, ὡς ἔφην, τὸ, εἴπερ ἕλοιντο μεταλαχεῖν τῆς διὰ Χριστοῦ σωτηρίας. χρηματισμὸς δέ ἐστιν ὁ τοῦ Θεοῦ λόγος.
σώζειν εἴωθεν· κἂν πρὸς ἅπαν τὸ ἔθνος ἡ ἐπαγγελία κειμένη ἦ. ὃ καὶ ἄνωθεν ἔδειξε, δι’ ὧν ἔλεγεν, “ ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν “ Ἰσραὴλ, ὡς ἡ ἄμμος τῆς θαλάσσης.” καὶ “εἰ μὴ Κύριος Σαβαὼθ “ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἃν ἐγενήθημεν.” ὅρα δὲ ἑκάστην λέξιν τὴν οἰκείαν εὐγένειαν διασώζουσαν, καὶ τὴν τοῦ
Θεοῦ χάριν, καὶ τὴν τῶν σωζομένων εὐγνωμοσύνην ἐμφαίνουσαν. τῷ μὲν γὰρ εἰπεῖν ἐκλογὴν, ἔδειξεν ἐκείνων τὴν δοκιμήν. τῷ δὲ εἰπεῖν “ χάριτος,” ἔδειξε τὴν τοῦ Θεοῦ δωρεάν.
παντὸς γένους ὑμῶν. ὥσπερ γὰρ τότε κατὰ τὸν γραφικὸν λόγον, οὐδ’ ἃν εἷς σέσωστο, μὴ ἑαυτῷ τοὺς ἑπτακισχιλίους ὑπολειπομένου Θεοῦ, τουτέστι, μὴ θείας χάριτος αὐτοὺς ἐπὶ τῆς γνώμης τῆς εὐσεβοῦς φυλαττούσης, οὕτως οὕτως καὶ νῦν.
ἐστὶ χάρις. ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις.
Θεὸς παρεκάλει, καὶ τὰ πράγματα ἐβόα, καὶ ἡ παραζήλωσις ἱκανὴ ἡμᾶς ἐπισπάσασθαι ἦν. φορτικὰ δὲ τὰ ἐπιταττόμενα, καὶ διὰ τοῦτο οὐκ ἐδυνήθημεν προσελθεῖν. ἐπειδὴ ἔργων ἐπίδειξιν ἀπῃτούμεθα, καὶ κατορθώματα ἐπίπονα. πῶς γὰρ ἃν ταῦτα ἀπῄτησεν ο Θεὸς παρ’ ὑμῶν, ὁπότε καὶ τὴν χάριν αὐτοῦ τοῦτο ἐπισκιάζειν
ἔμελλε; ταῦτα δὲ εἶπε, βουλόμενος ἐνδείξασθαι ὅτι σφόδρα ἐβούλετο αὐτοὺς σωθῆναι. οὐ γὰρ ἡ σωτηρία αὐτοῖς προεχώρει μόνον εὐκόλως, ἀλλὰ καὶ τῷ Θεῷ δόξα μεγίστη ἦν, τὸ τὴν φιλανθρωπίαν ἐπιδείξασθαι τὴν ἑαυτοῦ. τί τοίνυν ἐφοβήθης προσελθεῖν, οὐκ ἀπαιτούμενος ἔργα; τί δὲ στασιάζεις καὶ φιλονεικεῖς, χάριτος προκειμένης;
καὶ νόμον μοι προβάλλῃ εἰκῆ καὶ μάτην; οὔτε γὰρ ἐκεῖθεν σωθήσῃ. καὶ ταύτην λυμήνῃ τὴν δωρεάν. εἰ γὰρ φιλονεικεῖς ἐκεῖθεν σώζεσθαι, ἀναιρεῖς τοῦ Θεοῦ τὴν χάριν ταύτην. εἶτα ἵνα μὴ νομίσωσι τοῦτο ξένον εἶναι, προλαβὼν καὶ τοὺς ἑπτακισχιλίους ἐκείνους, ἀπὸ χάριτος ἔφη σεσῶσθαι. ὅταν γὰρ εἴπῃ ὅτι οὕτω καὶ
ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονε, δείκνυσιν, ὅτι καὶ ἐκεῖνοι χάριτι ἐσώθησαν. καὶ οὐ τούτῳ μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν “ κατέλιπον ἐμαυτῷ.” τοῦτο γὰρ ἐμφαίνοντός ἐστιν ὅτι τὸ πλέον αὐτὸς εἰσήνεγκε. καὶ εἰ χάριτι, φησὶν, διατί μὴ πάντες ἐσωζόμεθα; ὅτι μὴ βούλεσθε. ἢ γὰρ χάρις, κἂν χάρις ᾖ, τοὺς ἐθέλοντας σώζει· οὐ τοὺς ἀποστρεφομένους αὐτὴν, καὶ πολεμοῦντας αὐτὴ διηνεκῶς καὶ ἐναντιουμένους.
ὄντα παντελῶς τὸν νόμον τῇ χάριτι· καὶ οὐ δυνάμενα κατὰ ταυτὸν ἀμφότερα ταῦτα, ἀλλὰ ἀναγκαίως ἔχον θατέρῳ θάτερον ὑπεξίστασθαι. ὥστε εἰ χάριτι ἐκλεγόμεθα, ῥᾴδιον τὸ προσελθεῖν καὶ πιστεῦσαι Χριστῷ. οὐδὲ γὰρ ἔργων δεόμεθα εἰς τὸ προσδραμεῖν αὐτῷ καὶ πιστεῦσαι Χριστῷ. ἀλλὰ μόνη γνώμη καὶ προαίρεσις
ἀρκεῖ. κατὰ χάριν γὰρ, οὐ δι’ ἔργα προσδέχεται. ὥστε εἰ χάριτι καλεῖ καὶ προσδέχεται, οὐκ ἔχομεν εἰς τοῦτο χρείαν ἔργων. ἐπεὶ εἰ χρείαν σχοίημεν ἔργων, οὐκέτι ἡ χάρις, χάρις μένει. οὐ μόνον δὲ τοῦτο ἀκολουθήσει τὸ ἄτοπον, ἐὰν νομίσωμεν ὅτι δεῖ ἡμῖν ἔργων εἰς τὸ προσελθεῖν, καὶ πιστεῦσαι Χριστῷ, ἀλλὰ καὶ ἕτερον ὅμοιον.
εἰ γὰρ ἐξ ἔργων προσιέναι δεῖν ἡμᾶς νομίσομεν, δῆλον ὡς ἀνήρηται ἡ χάρις. ἐπεὶ εἰ μὴ ἀνήρηται, οὐκέτι οὐδὲ τὸ ἔργον μένει ἔργον· τῆς χάριτος οὐκ ἐώσης ὅλως ἔργον ὑποστῆναι· ἀλλὰ προῖκα τὴν ἐκλογὴν ἐπιδεικνυμένης. κεχώρισται μὲν γὰρ ἀπ’ ἀλλήλων τῇ φύσει χάρις καὶ ἔργον. καὶ τῷ μὲν ἔργῳ ἕπεται μισθὸς καὶ οὐ
χάρις. ἡ δὲ χάρις δίδοται, οὐχ ὡς ἀντιμισθία, ἀλλὰ δῶρον καὶ φιλοτιμία. δῆλον οὖν, ὅτι τὴν εὐεργεσίαν τῆς χάριτος παρεχομένης· εἴ τις οἴεται διὰ τῶν ἔργων ταύτης ἀπολαύειν, ἀναιρεῖ τὴν χάριν τὸ ὅσον ἐφ’ ἑαυτῷ, καὶ οὐ μένει ἡ χάρις ἔτι χάρις. πάλιν οὐδὲ τὰ ἔργα μένει ἔργα. τὴν γὰρ οἰκείαν οὐ σώζει φύσιν. ἐπεὶ
τοῖς ἔργοις μισθὸς, ἀλλ’ οὐ χάρις ἀκολουθεῖ. τῆς χάριτος οὖν χορηγούσης τὴν εὐεργεσίαν, κἄν τις δι’ ἔργων ταύτης τυχεῖν πειρασθείη, εἰς μάτην ἔσται ἡ πείρα. μήτε τῶν ἔργων, ἔργων ἔτι δυναμένων μεῖναι. οὐ γὰρ ἔσται τούτοις μισθὸς, τῆς χάριτος προλαβούσης. καὶ ματαιοπονοῦντος λαβεῖν δι’ ἔργων, ὃ προῖκα παρέσχεν
ἡ χάρις. εἰ γοῦν χάριτι φησὶ, οὐκέτι ἐξ ἔργων· ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνήρηται ἡ χάρις, χάρις εἶναι. πάλιν εἰ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις. ἐπεὶ εἰ συγχωρηθῇ ἡ χάρις, οὐκέτι μένει τὸ ἔργον, ἔργον.
ἐχαρίσατο; λεκτέον, ὅτι ἡ χάρις, ἐν τῇ πίστει καὶ τῷ βαπτίσματι δίδοται. ᾧπερ ἀπιστήσαντες, πῶς ἔμελλον τυχεῖν τῆς χάριτος καὶ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν;
δεικνὺς ὅτι εἰς τοὺς ἀξίους ἦλθεν ἡ ἐπαγγελία· καὶ ὅτι οὗτοι, εἰ καὶ ὀλίγοι εἰσι, δύνανται εἶναι λαὸς τοῦ Θεοῦ. καὶ τοι γε ἐν προοιμίοις τῆς Ἐπιστολῆς μετὰ πλείονος αὐτὸ ὑπερβολῆς τέθεικεν, εἰπὼν, “ τί γὰρ εἰ ἠπίστησάν τινες ;” καὶ μὴ δὲ μέχρι στὰς, ἀλλ’ ἐπάγων, “ γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος
“ ψεύστης.” καὶ νῦν δὲ πάλιν ἑτέρως αὐτὸ κατασκευάζει, καὶ τῆς χάριτος δείκνυσι τὴν ἰσχύν· καὶ ἀεὶ τοὺς μὲν, σωζομένους, τοὺς δὲ, ἀπολλυμένους.
ἐκλογήν. ὑπ’ αὐτοῦ δὴ καὶ μάλα ἐμφρόνως. καὶ φησὶν, “ τι οὖν ” τουτέστι, τί οὖν περὶ τούτου φημί; “ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου “ οὐκ ἐπέτυχεν. ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν.” ἐπιζητεῖ μὲν γὰρ ὁ Ἰσραὴλ τὴν ἐκ νόμου δικαίωσιν. εἶτα πῶς ἦν αὐτὸν δικαιοῦσθαι φησὶν, τετελειωκότος οὐδένα τοῦ νόμου· οὐκοῦν
τὴν διὰ τύπου δικαίωσιν ἐπιζητεῖ μὲν ὁ Ἰσραήλ· οὐκ ἐπέτυχε δέ. ἀλλ’ οἱ γε ἀπολογάδην καὶ τῶν ἄλλων ἐξῃρημένοι, διὰ τὸ εὐπειθὲς ἐπέτυχον. δεδικαίωνται γὰρ διὰ πίπτεως. πεπώρωνται δὲ οἱ λοιποί. τουτέστιν οἱ σκληροὶ τε καὶ ἀνουθέτητοι.
μάχεται, φησὶν, ὁ Ἰουδαῖος, ζητῶν δικαιοσύνην ἣν οὐ οὐ b βούλεται λαβεῖν. εἰτα ἀποστερῶν αὐτοὺς πάλιν συγγνώμης, ἀπὸ τῶν εἰληφότων δείκνυσιν αὐτῶν τὴν ἀγνωμοσύνην. ἡ γὰρ ἐκλογὴ, φησὶ, ἐπέτυχε. κἀκεῖνοι τούτους κατακρινοῦσιν. ὅπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγεν, “ εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια. οἱ υἱοὶ
“ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο κριταὶ αὐτοὶ ὑμῶν ἔσονται.’ ἵνα γὰρ μηδεὶς τῇ τοῦ πράγματος ἐγκαλῇ φύσει, ἀλλὰ τῇ ἐκείνων γνώμῃ, δείκνυσι καὶ τοὺς ἐπιτυχόντας. διὸ καὶ σφόδρα ἐμφαντικῶς τῇ λέξει κέχρηται· καὶ τὴν ἄνωθεν χάριν καὶ τὴν αὐτῶν σπουδὴν ἐνδεικνύμενος. οὐδὲ γὰρ ἵνα ἀνέλῃ τὸ αὐτεξούσιον, φησὶν,
ὅτι ἐπέτυχον. ἀλλ’ ἵνα δηλώσῃ τῶν ἀγαθῶν τὸ μέγεθος. καὶ ὅτι πλέον τῆς χάριτος ἦν, οὐ τὸ πᾶν. καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, ὁ δεῖνα ἐπέτυχεν· ὁ δεῖνα εὗρεν. ὅταν πολὺ κέρδος ᾖ τὸ γινόμενον. οὐ γὰρ ἀνθρωπίνοις νόμοις c ἀλλὰ θείᾳ δωρεᾷ τὸ πλέον γέγονεν. “ οἱ δὲ λοιποὶ,” φησὶν, “ ἐπωρώθησαν.” ὅρα πότε ἐθάρρησεν εἰπεῖν
οἰκείᾳ φωνῇ τὴν τῶν λοιπῶν ἐκβολήν· εἶπε μὲν γὰρ αὐτὴν καὶ ἤδη· ἀλλὰ τοὺς προφήτας εἰσάγων κατηγοροῦντας. ἐνταῦθα δὲ καὶ ὁ αὐτὸς λοιπὸν ἀποφαίνεται.
κατηγορήσαμεν, καὶ τοὺς πεπιστευκότας δικαιότατα τὴν τῶν δογμάτων ἀλήθειαν προτετιμηκότας ἐδείξαμεν; “ ὃ ἐπιζητεῖ Ἰσραὴλ, “ τούτου οὐκ ἐπέτυχεν.” ὅτι τοῖς Ἰσραηλίταις τυχεῖν οὐκ ἐγένετο τούτου, ὃ δὴ ζητεῖν δοκοῦσιν. ἵνα εἴπῃ τῆς δικαιοσύνης. ὅμοιον γάρ ἐστι τῷ “ Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον
“ δικαιοσύνης οὐκ ἔφθασε.” λείπει δὲ τὸ, πάντες. ἵνα ἦ, τούτου πάντες οὐκ ἐπέτυχον. ἐπάγει γὰρ, “ ἡ δὲ ἐκλογὴ ἐπέτυχεν. οἱ δὲ “ λοιποὶ ἐπωρώθησαν.” ἵνα εἴπῃ, ἔτυχον μὲν τῆς δικαιώσεως οἱ 2 τῆς ἐκλογῆς, ἀπὸ τοῦ ἰδίου τρόπου νομισθέντες ἄξιοι. οἱ δὲ λοιποὶ πάντες ἀπεβλήθησαν διὰ τὴν αὐτῶν κακίαν.
εἴπῃ “ ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν,” οὐδὲν ἕτερον ἣ τὴν γνώμην αὐτῶν τὴν φιλόνεικον διαβάλλει. καὶ γὰρ ὀφθαλμοὺς ἔχοντες ὥστε ἰδεῖν τὰ θαύματα, καὶ ὦτα κεκτημένοι ὥστε ἀκοῦσαι τῆς θαυμαστῆς ἐκείνης διδασκαλίας, οὐδενὶ τούτων εἰς δέον ἐχρήσατο. τὸ δὲ “ ἔδωκεν” ἐνταῦθα μὴ ἐνέργειαν
εἶναι νόμιζε, ἀλλὰ συγχώρησιν. κατάνυξιν δὲ ἐνταῦθα, τὴν ἐπὶ τὸ χεῖρον ἕξιν τῆς ψυχῆς φησι, τὴν ἀνιάτως ἔχουσαν καὶ ἀμεταθέτως. ἐπεὶ καὶ ἀλλαχοῦ φησὶ ὁ Δαβὶδ, “ ὅπως ἃν ψάλλῃ σοι ἡ “ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ.” τουτέστιν, οὐ μὴ μεταστῶ, μὴ μεταβληθῶ. ὥσπερ γὰρ ὁ ἐν εὐλαβείᾳ κατανενυγμένος οὐκ ἂν
εὐκόλως μεταστῇ, οὕτω καὶ ὁ ἐν πονηρίᾳ κατανυγεὶς πάλιν, οὐκ ἃν ῥᾳδίως μεταβάλοιτο. κατανυγῆναι γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἣ τὸ ἐμπαγῆναί που καὶ προσηλῶσθαι. τὸ τοίνυν ἀνίατον αὐτῶν καὶ δυσμετάθετον τῆς γνώμης δηλῶν, “ πνεῦμα κατανύξεως” εἶπεν.
καὶ ἄνω εἶπε, “ μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ “ οὐ κατ’ ἐπίγνωσιν.”
κτίσαντα προσκυνήσαντες; καὶ πάλιν, “ παρέδωκεν αὐτοὺς ὁ Θεὸς “ εἰς νοῦν ἀδόκιμον, ποιεῖν τὰ μὴ καθήκοντα.” εἶτα αὐτὸ ἑρμηνεύων ἔφη, “ πεπληρωμένους πάσης ἀδικίας,” πλεονεξίας, κακίας. εἰ τοίνυν πεπληρωμένοι ἦσαν, πῶς παρέδωκε; θέα τὴν ἀκρίβειαν. οὐκ εἶπε παρέδωκε πληρωθησομένους, ἀλλ’ ὅτι πεπληρωμένους
ἀφῆκεν. ὥσπερ ἂν εἴ τις ποιμὴν ἀγαθὸς πρόβατα λοιμικῇ νόσῳ ἑαλωκότα, ἔξω τῆς ἀγέλης ἀπελάσειε, καὶ τρόπον τινὰ τοῖς λύκοις παραδοίη. οὐ τῷ εἰς τὰ τῶν λύκων ἐμβαλεῖν στόματα, ἀλλὰ τῷ γυμνῶσαι τῆς οἰκείας ἐπιμελείας καὶ προστασίας.
κατανύξεως,” καταγνώσεως ἔσται καὶ καταπλήξεως. τὸ γὰρ νύττειν, τιτρώσκειν ἐστὶ καὶ πλήττειν. κατὰ τὸ, “ ἔνυξαν τὴν πλευρὰν “ τοῦ Ἰησοῦ λόγχῃ.” ἐπεὶ οὖν πλῆξαι ἐστὶ τὸ νύξαι, τὸ κατατρωθῆναι, κατανυγῆναι εἰκότως εἴρηται. εἰκότως εἶτα ἑρμηνεύων αὐτὸς ὅτι κατέπληξεν ἐστὶν, ἔφη, “ ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ
“ ὦτα τοῦ μὴ ἀκούειν.” τοῦτο γὰρ συμβαίνειν εἴωθε τοῖς καταπληττομένοις. ἅτε γὰρ τοῦ νοῦ ταραχθέντος, αἱ αἰσθήσεις τὰς ἐνεργείας ἀρνοῦνται. ὅτι δὲ τοῦτο μηνύει, ἄκουε λεγούσης τῆς γραφῆς, “ μακάριος ὃς οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας. καὶ μὴν ἡ κατὰ Θεὸν λύπη, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.
τί οὑν ἐστιν ὁ φησιν; εἰ μὲν εἴποιμεν ὡς οἴονται τινὲς τὸν μηδόλως ἁμαρτήσαντα μακαρίζεσθαι ἐνταῦθα, τάχα οὐδεὶς τοῦ μακαρισμοῦ τούτου ἀπολαύσειε. πάντες γὰρ ἐσμὲν ἐν ἐπιτιμίοις. τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; εἰ δὴ φαίημεν ὅτι μακαρίζει
’ρίζει οὐ τὸν μὴ λυπηθέντα, ἀλλὰ τὸν μὴ καταπλαγέντα ὑπὸ τῆς λύπης, καὶ προδεδωκότα τὴν ἑαυτῶν σωτηρίαν, οἷον ἔπαθεν Ἰούδας, ἀγχόνῃ ἑαυτὸν ἀνελὼν, ὃ καὶ δεδίως ὁ θεσπέσιος Παῦλος, μὴ καὶ ὁ πεπορνευκὼς παρὰ Κορινθίοις πάθοι, ἔλεγε προσέσθαι αὐτὸν μετανοήσαντα, μή πὼς τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος,
τάχα πὼς τῆς ἀληθείας ἁψόμεθα τοῦ ῥητοῦ. εἰ δὲ ἐπὶ καλοῦ λέγεται ἡ κατάνυξις, θαυμαζέτω μηδείς. κἀκεῖ γὰρ τὸ τρωθῆναι τοῖς καλοῖς ἑρμηνεύει. ὡς καὶ ἡ τὸν θεῖον ἔρωτα ἔρωσα ψυχὴ ἐβόα, “ ὅτι τετρωμένη ἀγάπη ἐγώ.” χρὴ γὰρ εἰδέναι ὅτι οὐ πάντως τὰ ἀυτὰ ὀνόματα καὶ ῥήματα τὸ αὐτὸ παρίστησι νόημα.
ἐπεὶ καὶ ὁ Δαβὶδ ἔλεγεν, “ ὅπως ἃν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ “ μὴ κατανυγῶ.” ὅπερ οἶμαι δηλοῦν, τὸ, οὐ μὴ καταπλαγῶ, οὐδὲ μεταστῶ εἰς τὸ μηκέτι ὑμνεῖν ἐπήγαγε γὰρ, “ Κύριε, ὁ Θεός “ μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαι.” καὶ οἱ περὶ Συμεῶνα δὲ καὶ Λευῒ μετὰ τὸ ὑβρισθῆναι αὐτῶν τὴν ἀδελφὴν, κατενύγησαν·
τουτέστι, κατεπλάγησαν, καὶ κατετρώθησαν ὑπὸ τοῦ ζήλου· καὶ οὕτως εἰς ἀμετάθετον ἐξέπεσον ὀργὴν, ὡς καὶ δόλῳ οὐ μόνον τὸν ὑβριστὴν, ἀλλὰ καὶ πᾶσαν αὐτοῦ τὴν πόλιν ἡβηδὸν κατασφάξαι.
αὐτῶν· σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.
“ ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα. ἐπά- ρατος δὲ μάλα ὀρθῶς γέγονεν αὐτῶν ἡ τράπεζα. τουτέστιν, ἡ κακοξενία καὶ ἡ ὠμότης, ἣν ἐπὶ Χριστῷ πεποίηνται, κατὰ τὸν τοῦ σταυροῦσθαι καιρόν. δεδιψηκότι γὰρ αὐτῷ προσεκόμισαν ὄξος, χολῇ συμμιγές. διὰ τοῦτο καὶ ἐσκοτώθησαν τὸν νοῦν, καὶ κάτω
κεκύφασι, μόνα φανταζόμενοι τὰ ἐπὶ γῆς.
“ τράπεζα αὐτῶν.” τουτέστιν, ἡ τρυφὴ, τὰ ἀγαθὰ πάντα μεταβαλλέσθω, καὶ ἀπολλύσθωσαν, καὶ γενέσθωσαν εὐχείρωτοι τοῖς πᾶσι. καὶ δηλῶν ὅτι ἁμαρτημάτων τίνουσι δίκην ταῦτα πάσχοντες, ἐπήγαγε, “ καὶ εἰς ἀνταπόδομα αὐτοῖς, σκοτισθήτωσαν οἱ “ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,” καὶ τὰ ἑξῆς. ταῦτα οὖν ἔτι
ἑρμηνείας δεῖται τινός; οὐχὶ καὶ τοῖς σφόδρα ἀνοήτοις δῆλα; καὶ πρὸ τῶν ἡμετέρων λόγων, αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις προλαβοῦσα μαρτυρεῖ τοῖς εἰρημένοις. πότε γὰρ οὕτως εὐχείρωτοι γεγόνασι; πότε οὕτω τὸν νῶτον αὐτῶν συνέκαμψαν; πότε τοιαύτην δουλείαν ὑπέστησαν; καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ λύσις
ἔσται τῶν δεινῶν τούτων. ὃ καὶ αὐτὸς ὁ πορφήτης ἠνίξατο. οὐ δὲ γὰρ ἁπλῶς εἶπε, τὸν νῶτον αὐτῶν σύγκαμψον, ἀλλὰ διὰ παντός. εἰ δὲ φιλονεικεῖς, ὦ Ἰουδαῖε, περὶ τοῦ τέλους, ἀπὸ τῶν φθασάντων μάνθανε καὶ τὰ παρόντα. κατέβης εἰς Αἴγυπτον. ἀλλ’ ἐγένετο τετρακόσια ἔτη. καὶ ταχέως σε τῆς δουλείας ἐκείνης ἀπήλλαξεν
ὁ Θεός. καὶ ταῦτα, ἀσεβοῦντα καὶ πορνεύοντα τὴν χαλεπωτάτην πορνείαν. ἀπηλλάγης Αἰγύπτου· προσεκύνησας μόσχον. ἔθυσας τοὺς υἱούς σου τῷ Βεελφεγώρ. τὸν ναὸν ἐμόλυνας. πᾶν εἰδος ἐπῆλθες κακίας καὶ ἀσεβείας. ἀλλ’ ὅμως ἑβδομήκοντα ἔτεσι παραδοὺς Βαβυλωνίοις, πάλιν ἐπὶ τὴν προτέραν ἐπανήγαγεν ἐλευθερίαν.
καὶ τὸν ναὸν καὶ τὴν πατρίδα ἀπέδωκε, καὶ τὸ παλαιὸν τῆς προφητείας σχῆμα. καὶ προφῆται πάλιν, καὶ Πνεύματος χάρις. μᾶλλον δὲ οὐδὲ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας ίας ἐγκατελείφθης. ἀλλὰ καὶ ἐκεῖ Δανιὴλ καὶ Ἰεζεκιὴλ. καὶ ἐν Αἰγύπτῳ Ἱερεμίας, καὶ ἐν ἐρήμῳ Μωϋσῆς. μετ’ ἐκεῖνα πάλιν ἐπὶ τὴν προτέραν
ἐπανῆλθες κακίαν. καὶ ἐξεβακχεύθης, καὶ πρὸς τὴν Ἑλληνικὴν μετετάξω πολιτείαν, ἐπ’ Ἀντιόχου τοῦ ἀσεβοῦς. ἀλλὰ καὶ τότε, ἔτη τρία μόνον καὶ μικρόν τι πρὸς Ἀντιόχῳ παραδοθέντες, διὰ τῶν Μακκαβαίων τὰ λαμπρὰ πάλιν ἐστήσατε τρόπαια. ἀλλὰ νῦν, τοιοῦτον οὐδέν. ἀλλὰ τοὐναντίον ἅπαν γέγονεν. ὃ καὶ μάλιστα ἐστὶ θαυμάσαι. ὅτι τὰ μὲν τῆς κακίας ἔληξε· τὰ δὲ τῆς τιμωρίας, ἐπιτέταται. καὶ οὐδὲ ἐλπίδα τινὰ ἔχει μεταβολῆς. οὐδὲ γὰρ ἑβδομήκοντα ἔτη παρῆλθε μόνον, οὐδὲ ἑκατὸν, οὐδὲ δὶς τοσαῦτα, ἀλλὰ καὶ τριακόσια, καὶ πολλῷ πλείω. καὶ οὔτε σκιὰν
ἐλπίδος τοιαύτης ἔστιν εὑρεῖν· καὶ ταῦτα οὔτε εἰδωλολατρούντων ὑμῶν καθάπερ τότε, οὔτε τὰ ἄλλα ποιούντων, ἅπερ ἔμπροσθεν ἐτολμᾶτο. τι ποτ’ οὖν ἐστι τὸ αἴτιον; διεδέξατο τὸν τύπον ἡ ἀλήθεια, καὶ τὸν νόμον ἐξέκλεισεν ἡ χάρις. ἅπερ ἄνωθεν προαναφωνῶν ὁ προφήτης ἔλεγε, “ καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγ-
“ καμψον.” εἶδες προφητείας ἀκρίβειαν; πῶς καὶ τὴν ἀπιστίαν προανεφώνησε; καὶ τὴν φιλονεικίαν ἔδειξε, καὶ τὴν ἑψομένην δίκην ἐδήλωσε, καὶ τὸ ἀπέραντον τῆς κολάσεως ἐνεδείξατο;
εἰς τὸ παραζηλῶσαι αὐτούς.
προφητῶν εἰσήγαγε· τὴν δὲ παραμυθίαν, παρ’ ἑαυτοῦ τίθησιν. ὅτι μὲν γὰρ αὐτοῖς ἡμάρτηται μεγάλα φησὶν, οὐδεὶς ἀντερεῖ. ἴδωμεν δὲ εἰ τοιοῦτον τὸ πτῶμα ὡς καὶ ἀνίατον εἶναι, καὶ μηδεμίαν ἔχειν διόρθωσιν. ἀλλ’ οὐκ ἔστι τοιοῦτον. εἶδες πῶς αὐτῶν πάλιν καθάπτεται· καὶ ἐν προσδοκίᾳ παραμυθίας ὑπευθύνους ποιεῖ ἁμαρτημάτων
ὡμολογημένων; ἴδωμεν δὲ τίνα αὐτοῖς καὶ παραμυθίαν ἐπινοεῖ. ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, φησὶ, τότε πᾶς Ἰσραὴλ σωθήσεται, κατὰ τὸν καιρὸν τῆς συντελείας. ἀλλ’ εὐθέως μὲν τοῦτο οὐ λέγει. ἐπειδὴ δὲ σφοδρῶς αὐτῶν κατέδραμε, καὶ κατηγορίαις συνῆψε κατηγορίας. προφήτας ἐπὶ προφήταις εἰσάγων καταβοῶντας
αὐτῶν· ἵνα μὴ ταύτῃ καὶ τούτῳ εἰς ἀπόγνωσιν ἐμβαλὼν ἀποτειχίσῃ τὴν πρὸς τὴν πίστιν ἐπάνοδον, καὶ τοὺς ἐξ ἐθνῶν πάλιν πιστεύσαντας εἰς ἀπόνοιαν ἐπάρῃ. καὶ φυσηθέντες καὶ αὐτοὶ βλαβῶσιν εἰς τὸν τῆς πίστεως λόγον, πάλιν παραμυθεῖται αὐτοὺς, λέγων, “ ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία ἐν τοῖς “ἔθνεσι.”
μετὰ τῆς διανοίας ταύτης δεξώμεθα τὰ εἰρημένα, ἐν οὐδενὶ τούτων ὀψόμεθα δυσκολίαν οὖσαν. τὸ γὰρ σπουδαζόμενον αὐτῷ νῦν, τὴν ἐκ τῶν εἰρημένων ἐγγινομένην ἀπόνοιαν τοῖς ἐξ ἐθνῶν, καθελεῖν. οὕτω γὰρ καὶ οὗτοι ἀσφαλέστερον μένειν ἔμελλον ἐν τῇ πίστει, μετριάζειν μαθόντες. καὶ οἱ ἐξ Ἰουδαίων τῆς ἀπογνώσεως ἀπαλλαγέντες,
τῇ χάριτι προθυμότεροι προσιέναι. πρὸς τοῦτον τοίνυν τὸν σκοπὸν ὁρῶντες, πάντων ἀκούωμεν τῶν ἐν τῷ χωρίῳ τούτῳ λεγομένων. τί οὖν φησι; καὶ πόθεν δείκνυσιν, ὅτι οὐκ ἀνίατα ἔπταισαν, οὐδὲ εἰς τέλος ἐξεβλήθησαν ἀπὸ τῶν ἐθνῶν; οὕτω λέγων, “ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία ἐν τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλωσαι
αὐτούς.
ἐπειδὴ ἔσφαξαν οἱ γεωργοὶ τὸν κληρονόμον, τότε ἐξέδωκεν ἑτέροις τὸν ἀμπελῶνα. καὶ χωρὶς δὲ παραβολῆς ἔλεγεν αὐτοῖς ὁ Χριστὸς, “ οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπο- “ λωλοκότα οἴκου Ἰσραήλ.” καὶ τῇ Συροφοινικίσσῃ δὲ πλέον τί, πάλιν ἔλεγεν, “ οὐ γάρ ἐστι καλὸν λαβεῖν τὸν ἄρτον
“ τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις.” καὶ ὁ Παῦλος δὲ πρὸς τοὺς στασιάζοντας τῶν Ἰουδαίων, “ ὑμῖν ἦν πρῶτον,” φησὶ, “ ἀναγ- “ καῖον, λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἐκρί- “ νᾶτε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.” καὶ διὰ πάντων δηλοῦται, ὅτι ἡ μὲν ἀκολουθία τῶν πραγμάτων αὕτη ἦν· ἐκείνους
προσελθεῖν πρώτους, καὶ τότε τοὺς ἐξ ἐθνῶν. ἐπειδὴ δὲ ἠπίστησαν, ἀντεστράφη ἡ τάξις. καὶ ἡ ἀπιστία αὐτῶν καὶ τὸ παράπτωμα, πρώτους ἐποίησεν εἰσενεχθῆναι τούτους. διὸ φησὶ, “ τῷ αὐτῶν “ παραπτώματι ἡ σωτηρία ἐν τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι “ αὐτούς.” εἰ δὲ τὸ ἐξ ἀκολουθίας ἐκβὰν ὡς προηγουμένως γεγε-
νημένον λέγει, μὴ θαυμάσῃς. βούλεται γὰρ αὐτῶν παραμυθήσασθαι τὰς ψυχὰς πεπληγμένας.
ἀναισθησίαν, κἂν ἐκ τῆς πρὸς ἑτέρους φιλονεικίας αὐτοὺς πείσῃ προσελθεῖν. ἔδει μὲν γὰρ δεχθῆναι πρῶτον ἐκείνους, καὶ τότε ἡμᾶς. διὸ καὶ ἔλεγε, “ δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ “ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.” ἐπειδὴ δὲ οἱ ὕστεροι πρῶτοι γεγόναμεν. εἶδες τοίνυν, πόσην αὐτοῖς
κἀντεῦθεν συνάγει τιμήν; μίαν μὲν ὅτι τότε, φησὶν, ἡμᾶς κληθῆναι, ὅτε αὐτοὶ οὐκ ἠθέλησαν. δευτέραν δὲ, ὅτι διὰ τοῦτο φησὶ κληθῆναι, οὐχ ἵνα ἡμεῖς σωθῶμεν μόνον, ἀλλ’ ἵνα καὶ ἐκεῖνοι διὰ τῆς ἡμετέρας σωτηρίας ζηλώσαντες, βελτίους γένωνται. τι οὖν φησίν; εἰ μὴ διὰ τοὺς Ἰουδαίους, οὐκ ἂν ἐκλήθημεν καὶ ἐσώθημεν,
οὐκ ἃν πρὸ ἐκείνων, ἀλλ’ ἐν τῇ προσηκούσῃ τάξει. διὸ καὶ ὅτε τοῖς μαθηταῖς ἔλεγεν, οὐκ εἶπεν ἁπλῶς, “ πορεύεσθε πρὸς τὰ “ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ,” ἀλλὰ “πορεύεσθε “ πρὸς τὰ πρόβατα.” δεικνὺς ὅτι καὶ πρὸς ἐκεῖνα δεῖ μετὰ ταῦτα ἀπελθεῖν.
“ λέγω οὖν, μὴ, ἀπώσατο ὁ Θεός; μὴ, ἔπταισαν ἵνα πέσωσιν ” ἆρ’ οὖν τὴν ἁμαρτίαν αὐτῶν ἀνίατον εἰς τὸ παντελὲς εἶναι φημί; τὸ γὰρ “ ἵνα,” κἀνταῦθα, κατὰ τὸ σύνηθες λέγει. “ μὴ γένοιτο.” τοὐναντίον γὰρ τούτων πταισάντων προσεκλήθη. ὡς ἃν εἰς τὸν πρὸς αὐτοὺς ζῆλον ταύτῃ ἐρεθισθέντες, μὴ ἐναπομείνοιεν εἰς τὸ διηνεκὲς
ἐν τῳ πτώματι.
λαυσαν. ἱκανὸν δὲ τοῦτο παρακνίσαι τῶν Ἰουδαίων τοὺς ἀντιλέγοντας, καὶ εἰς ζῆλον ἐρεθίσαι καὶ προξενῆσαι τῆς σωτηρίας τὴν μετουσίαν. ὁρῶσι γὰρ τοὺς ἐσχάτους πρώτους γεγενημένους.
ἅμα μὲν εἰς τὴν πίστιν προτρέψαι, ἅμα δὲ καὶ παραμυθήσασθαι, φησὶ, ὅτι τὸ πταῖσμα αὐτῶν οὐκ εἰς κατάπτωσιν τελείαν γέγονεν, ἀλλὰ μόνον οἱον ὑπεσκελίσθησαν. καὶ τοῦτο δι’ οἰκονομίαν τινὰ συνεχωρήθη. ἵνα τῷ ἐκείνων παραπτώματι γένηται μὲν ἡ σωτηρία τοῖς ἔθνεσι, γένηται δὲ καὶ αὐτῶν ἐκείνων διόρθωσις, παραζηλούντων
καὶ μιμουμένων τοὺς ἐξ ἐθνῶν. ὥστε τὸ προσπταῖσαι αὐτοὺς τρόπον τινὰ εἰς ἀνόρθωσιν συντελεῖ τὴν αὐτῶν. εἴπερ ἐν μὲν τῷ παραπτώματι αὐτῶν ἡ σωτηρία τοῖς ἔθνεσιν· ἐν δὲ τῇ σωτηρίᾳ ἐκείνων ἡ τούτων παραζήλωσις· διὰ δὲ τῆς παραζηλώσεως ἡ τῶν πεπτωκότων ἐπανόρθωσις. τοιαύτη γὰρ ἡ τοῦ Θεοῦ πρόνοια. ἐξ
ἀπόρων πόρους παρέχει, καὶ ἐκ τῶν ἐναντίων τὰ χρηστότερα· οἱ μὲν γὰρ Ἰουδαῖοι, ἔπταισαν, ὥστε πεσεῖν καὶ κεῖσθαι, καὶ μήτε ἑαυτοῖς μήτε ἑτέροις χρηστοῦ τινὸς γενέσθαι αἴτιοι. ὁ δὲ Χριστὸς τῷ αὐτῶν παραπτώματι, καὶ εἰς τὴν τῶν ἐθνῶν σωτηρίαν, καὶ εἰς τὴν αὐτῶν ἐκείνων ἐχρήσατο ἐπανόρθωσιν.
παραζηλοῦντες, μεταμαθεῖν ἕλοιντο τὰ αἰσχίω d. καὶ φρονεῖν ἄμεινον ἣ πρίν· παραδέξαιντό τε οὕτω τὸν λυτρωτήν. παραστήσεται δὲ ὁ λόγος ὡς ἐν βραχεῖ παραδείγματι. παῖδες μὲν γὰρ ἔσθ’ ὅτε μικροὶ τὲ καὶ ἄνηβοι, τὰς τοῖς ἔτι νηπίοις πρεπούσας εἰσδέχονται λύπας. εἶτα πατέρες ἣ μητέρες ἀποδραμόντες
βραχὺ, ἀπροφάσιστον μὲν τῶν ὀμμάτων καταχέουσι δάκρυον. λυποῦσι δὲ οὐ μετρίως τοὺς γεγεννηκότας. φέρει γὰρ εἰς τοῦτο, τῆς φυσικῆς φιλοστοργίας ὁ νόμος. καὶ δὴ τῆς μικροψυχίας καὶ εἰ- 3 καιότητος νηπιοπρεποῦς ἀφιστάντες εὐτέχνως, παιδίον ἁπλῶς τὸ παρατυχὸν ἁρπάζουσι. καὶ τούτῳ προσάγουσι τὰς παρὰ σφῶν τιμάς. παραζηλοῦντες ἐκεῖνο καὶ οἷον κατερεθίζοντες εἰς ὑποστροφὰς, καὶ ἀγάπησιν τὴν ἐφ’ ἑαυτοῖς. τοιοῦτόν τι πεπρᾶχθαι καθάπερ ἐγῷμαι, καὶ ὁ θεσπέσιος ἔφη Παῦλος, ἀπογινώσκειν οὐκ
ἐφιεὶς, καίτοι προσκεκρουκότα τὸν Ἰσραήλ.
γὰρ εἰ μυριάκις οὗτοι παρέπεσον, οὐκ ἃν ἐσώθησαν τὰ ἔθνη, εἰ μὴ πίστιν ἐπεδείξαντο. ὥσπερ οὖν οὐδ’ ἃν Ἰουδαῖοι ἀπώλοντο, εἰ μὴ ἠπίστησαν καὶ ἐφιλονείκησαν. ἀλλ’, ὥσπερ ἔφην, παραμυθεῖται αὐτοὺς κειμένους. ἐκ περιουσίας παρασκευάζων θαρρεῖν ὑπὲρ τῆς σωτηρίας αὐτῶν, εἰ μετάθοιντο. εἰ γὰρ ὅτε, φησὶ, προσέκρουσαν,
τοσοῦτοι σωτηρίας ἀπέλαυσαν, καὶ ἐν τῷ ἐκβληθῆναι ἐκείνους τοσοῦτοι ἐκλήθησαν, ἐννόησον τι ἔσται ὅταν ἐπιστρέψωσιν. οὐ γὰρ εἶπε, πόσῳ μᾶλλον ἡ ἐπιστροφὴ αὐτῶν, οὐδὲ ἡ μεταβολὴ αὐτῶν, οὐδὲ τὸ κατόρθωμα αὐτῶν, ἀλλὰ “ πόσῳ μᾶλλον τὸ πλήρωμα “ αὐτῶν ;” τουτέστιν ὅταν πάντες εἰσιέναι μέλλουσι. τοῦτο δὲ
εἶπε, δεικνὺς καὶ τότε τὸ πλέον τῆς χάριτος ἐσόμενον, καὶ τῆς δωρεᾶς τοῦ Θεοῦ. καὶ σχεδὸν τὸ πᾶν.
μονονουχὶ θανάτου λύσις, καὶ οἷον, ζωὴ ἐκ νεκρῶν; καὶ ὅτι μέλλουσιν ἐπιστρέφειν, ἐκ πολλῶν ἐστι θείων καταμαθεῖν λογίων.
ἀγαθῶν πᾶσιν ἀνθρώποις ἐγένοντο ἃν πρόξενοι. ῥᾷον γὰρ ἐπίστευον πάντες, οὐκέτι τούτων ἀντιλεγόντων, ἀλλὰ μεθ’ ἡμῶν τὴν ἀλήθειαν κηρυττόντων.
τε καὶ ἥττημα πλούτου παραίτιον τοῖς ἐν κόσμῳ πᾶσιν ἔθνεσι γέγονεν. εἰς τοσοῦτον αὐτοὺς οἴμαι πεφιληκότος Θεοῦ, ὥστε δι’ αὐτοὺς χαρίσασθαι τὴν σωτηρίαν τοῖς ἔθνεσιν. ἵνα ταύτῃ γοῦν παρερεθισθέντες, εἰς τὴν τῆς ἀληθείας ἐπίγνωσιν ἐπανέλθοιεν. Θεοδώρου Μονάχου. Ἤ πλήρωμα αὐτῶν λέγει, τὸ συναπαρτισθῆναι
καὶ αὐτοὺς τοῖς σωζομένοις. εἰ γὰρ καὶ τούτων ἐλλειπόντων, φησὶν, πλοῦτος κόσμου γέγονε, καὶ πλοῦτος ἐθνῶν, πόσω μᾶλλον τὸ συναπαρτισθῆναι καὶ αὐτοὺς ἔσται πλοῦτος κόσμου καὶ πλοῦτος ἐθνῶν;
δείκνυσιν ὅτι καὶ ἡ τῶν Ἰουδαίων παρανομία σωτηρίας πρόφασις γέγονε τῷ κόσμῳ. Ἰουδαίων γὰρ μὴ φυλαξάντων τὸν νόμον, ἀναγκαῖα ἦν ἡ τοῦ Χριστοῦ ἐπιδημία διὰ τὴν χάριν. ἧκεν οὖν ὁ Κύριος χάριτι τὰ παραπτώματα συγχωρῶν. καὶ ἐπειδὴ οὐ πάντες Ἰουδαῖοι ἐδέξαντο τὸν Χριστὸν, εἰ μὴ μόνον τὸ κατάλειμμα, ἡ
ἀπιστία αὐτῶν τὴν χάριν παρεσκεύασεν ἐλθεῖν ἐπὶ τὰ ἔθνη. καὶ τὸ παράπτωμα αὐτῶν, πλοῦτον ἐδωρήσατο τῷ κόσμῳ. τουτέστι, πλῆθος σωζομένων. εἰ δὲ διὰ τὰ ἐπιστρέψαντα ἔθνη ἐπλούτησεν ὁ κόσμος, πῶς οὐκ ἃν εἴη μεῖζον τί ἀγαθὸν καὶ πλοῦτος τελειότατος τῷ κόσμῳ, εἰ μεταγνόντων τῶν Ἰουδαίων, τὸ ἐλλεῖπον αὐτῷ προστεθείη
πλήρωμα. ὥστε τὰ ἔθνη καὶ τοὺς Ἰουδαίους πρὸς μίαν τελείαν εὐσέβειαν συνδραμεῖν; πλήρωμα δὲ ἔθος τῷ Ἀποστόλῳ λέγειν, τὸ σύστημα τὸ πεπληρωμένον Πνεύματος Ἁγίου. ἤτοι ἐπειδὴ ἡ ἄνω λογικὴ φύσις ἐδοξολόγει τὸν Θεὸν, ἐνέλειπε δὲ ἡ ἀνθρωπότης ἀποστᾶσα, ὥστε κατὰ τοῦτο ἀπλήρωτον εἶναι τὴν
δοξολογίαν, ἦλθεν ὁ Κύριος, ἵνα πιστεύσωσιν οἱ ἄνθρωποι. καὶ τὸ ἐλλεῖπον πληρωθῇ, καὶ εἰρηνεύσῃ τοῖς ἐπουρανίοις τὰ ἐπίγεια. πᾶν οὑν σύστημα ἅγιον ὡς ἀναπληροῦν τὸ ἐλλεῖπον, πλήρωμα λέγεται. πλήρωμα δέ ἐστι τὸ ὅλον ὡς πρὸς τὸ ὀλίγον.
ἐθνῶν Ἀπόστολος, τὴν διακονίαν μου δοξάζω. εἴ πὼς παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς ἐξ ἀυτῶν.
αὐτῶν τὰ φρονήματα. ἠρέμα δὲ παρακνίζει τὸν Ἰουδαῖον. καὶ περιέρχεται μὲν ἐπιζητῶν περιστεῖλαι καὶ παραμυθήσασθαι τὴν τοσαύτην ἡμῶν ἀπώλειαν. οὐδὲν δὲ εὑρίσκει διὰ τὴν τῶν πραγμάτων φύσιν. καὶ γὰρ ἐξ ὧν εἴρηκε, μείζονος ἦσαν κατηγορίας ἄξιοι· ὅταν τὰ αὐτοῖς ηὐτρεπισμένα, ἕτεροι σφόδρα αὐτῶν ἀποδέοντες,
εἰληφότες ὦσι. διὰ δὴ τοῦτο, ἀπὸ τῶν Ἰουδαἰων ἐπὶ τοὺς ἐξ ἐθνῶν μεταβαίνει, καὶ μέσον παρεντίθησι τὸν περὶ τούτων λόγον· ἐνδείξασθαι βουλόμενος ὅτι πάντα ταῦτα λέγει, ἵνα αὐτοὺς μετριάζειν παιδεύσῃ. ἐπαινῶ γὰρ ὑμᾶς, φησι, διὰ δύο ταῦτα. δι’ ἓν μὲν, ὅτι ἀνάγκην ἔχω τὴν διακονίαν ὑμῶν ἐγκεχειρισμένος. δι’ ἕτερον
δὲ, ἵνα δι’ ὑμῶν ἑτέρους σώσω. καὶ οὐ λέγει τοὺς ἀδελφούς μου, ἢ τοὺς συγγενεῖς μου, ἀλλὰ “ τὴν σάρκα.” εἶτα τὴν φιλονεικίαν αὐτῶν ἐνδεικνύμενος, οὐ λέγει, εἴ πὼς πείσω, ἀλλὰ “ παραζη- “ λώσω.” καὶ οὐδὲ ἐνταῦθα ἅπαντας, ἀλλὰ “ τινὰς, ἐξ αὐτῶν.” οὕτως ἦσαν σκληροί. καὶ ἐν αὐτῇ δὲ τῇ ἐπιτιμήσει λαμπρὰ
δείκνυσι πάλιν τὰ τῶν ἐθνῶν. εἰ γὰρ καὶ αἴτιοι γίνονται σωτηρίας αὐτοῖς, οὐ διὰ τῶν αὐτῶν εἰσιν. οἱ μὲν γὰρ, τούτοις ἐξ ἀπιστίας. οὗτοι δὲ ἐκείνοις ἀπὸ πίστεως πρόξενοι γίνονται τῶν ἀγαθῶν. ὅθεν δοκεῖ καὶ ἰσάζειν καὶ πλεονεκτεῖν τὰ τῶν ἐθνῶν. τι γὰρ ἃν εἴποις, ὦ Ἰουδαῖε, εἰ μὴ ἐξεβλήθημεν ἡμεῖς, οὐκ ἃν ἐκλήθητε εὐθέως
ὑμεῖς. τὸ αὐτὸ λέγει καὶ ὁ ἐξ ἐθνῶν· εἰ μὴ ἐσώθην ἐγὼ, οὐκ ἃν ἐζήλωσας σύ. εἰ δὲ ᾧ πλεονεκτοῦμεν βούλει μαθεῖν, ἐγὼ μὲν ἐκ τοῦ πιστεῦσαί σε σώζω. σὺ δὲ προσκεκρουκὼς, πάροδον ἡμῖν ἔδωκας σου προτέραν.
καὶ Ἰουδαίων ἐφέλκεται. ἵνα μὴ ἐπαίρωνται, ἀλλὰ τῷ Θεῷ τὰ χαριστήρια ἀναθῶσιν, ὡς ἀμνησικάκως χαρισαμένῳ τὴν τῶν παραπτωμάτων ἄφεσιν. δοξάζειν δέ φησιν τὴν ἑαυτοῦ διακονίαν, οὐ δόξης εἰκείας ἐπιθυμῶν, ἀλλ’ ἵνα, φησὶ, παραζηλώσωμεν τὴν σάρκα. σάρκα δὲ ὀνομάζει τὸν Ἰσραήλ· ἤτοι τὸ κατὰ σάρκα γένος. ὁμοῖον οὖν ὡς εἰ λέγοι. εὐκλεᾶ καὶ φιλαιτάτην Θεῷ τὴν ἀποστολὴν τὴν ἐμὴν εἶναι λέγω, καὶ πᾶσιν ἀνθρώποις χρειωδεστά- χρειωδεστάτην. οὐχ ἵνα ταῖς διακένοις τιμαῖς καὶ ἐκτόποις φιλοκομπίαις τὴν ἐμαυτοῦ φαίνοιμι στεφανῶν κεφαλήν. ἀλλ’ ἴνα σώσω τὸ κάτα
σάρκα μου γένος. διανύττων οἷά τινι κέντρῳ τῷ ζήλῳ, εἰς τὸ ἑλέ- σθαι τὴν διὰ Χριστοῦ δικαιοῦσαν χάριν. οὓς συγγενεῖς καὶ ἀδελ- φοὺς ἀνωτέρω εἰπὼν, ἐνταῦθα “σάρκα” καλεῖ, πλέον αὐτοὺς οἰκειούμενος.
μὲν τὸ φρόνημα ἀλλοτρίους ὄντας, μόνης δὲ αὐτῷ κοινωνοῦντας τῆς συγγενείας. τοῖς δὲ ἐξ ἐθνῶν πεπιστευκόσιν, ἐντεῦθεν προσ- φέρει παραίνεσιν, μετρίῳ κεχρῆσθαι φρονήματι. δύο κατὰ ταὐτὸν μηχανώμενος. καὶ τούτων τὴν ὀφρῦν καταστέλλων, καὶ δεδιέναι παρασκευάζων· καὶ Ἰουδαίους εἰς τὴν τῆς πατρῴας κληρονομίας
κοινωνίαν προτρέπων. ἐπειδή με γάρ, φησι, τῶν ἐθνῶν ὁ Θεὸς προὔβαλε κήρυκα, ἀναγκαίως τὴν σωτηρίαν τῶν ἐθνῶν πραγμα- τεύομαι, καὶ τοὺς ὑπὲρ τούτων ποιοῦμαι λόγους. καὶ τοὺς θείους προφήτας ἄνωθεν ταῦτα δείκνυμι προθεσπίσαντας· ἵνα ταύτῃ γοῦν Ἰουδαίους εἰς ζῆλον ἐρεθίσω, καί τινας ἐξ αὐτῶν μεταλαχεῖν πα..
ρασκευασω τῆς σωτηρίας.
ἄλλοι μὲν ἐκ τῶν ἁμαρτημάτων αὐτῶν ἐκέρδανον, οὗτοι δὲ, ἐκ κατορθωμάτων ἑτέρων ὠφελήθησαν. εἰ δὲ τὸ ἐξ ἀνάγκης συμβὰν τοῦτο ἐκείνων εἶναι λέγει, μὴ θαυμάσῃς. ἵνα γὰρ καὶ τούτους, ὃ πολλάκις εlπον, καταστείλῃ, κἀκείνους προτρέψηται, οὕτω σχη- ματίζει τὸν λόγον· ὅπερ γὰρ ἔφθην εἰπὼν, εἰ καὶ μυριάκις ἀπε-
βλήθησαν Ιουδαῖοι, πίστιν δὲ μὴ ἐπεδείξαντο τὰ ἔθνη, οὐκ ἃν ἐσώθησάν ποτε. ἀλλὰ τῷ ἠσθενηκότι παρίσταται μέρει, καὶ βοηθεῖ τῷ πεπονηκότι. ὁρ́α δὲ καὶ ἐν οἷς χαρίζεται διὰ ῥημάτων αὐτὸν παραμυθούμενον μόνων. εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν, φησὶν, καταλ- λαγὴ κόσμου. καὶ τί τοῦτο πρὸς Ἰουδαίους; “ τίς ἡ πρόσληψις, “ εἰ μὴ ζωὴ ἐκ νεκρῶν; ἀλλ’ οὐδὲ τοῦτο τι πρὸς ἐκείνους, εἰ μὴ προσελήφθησαν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. εἰ ὁ ὀργιζόμενος αὐτοῖς τοσαῦτα ἐχαρίσατο ἑτέροις, ὅταν αὐτοῖς καταλλαγῇ, τι οὐ χαριεῖται; ἀλλ’ ὥσπερ ἡ ἀνάστασις τῶν νεκρῶν, οὐ διὰ τὴν πρόσληψιν
αὐτῶν· οὕτως οὐδὲ ἡ σωτηρία νῦν ἡ ἡμετέρα δι’ αὐτούς. ἀλλ’ ἐξεβλήθησαν μὲν ἐκ τῆς ἀνοίας αὐτῶν ἐκεῖνοι. ἐσώθημεν δὲ ἀπὸ τῆς πίστεως ἡμεῖς, καὶ τῆς ἄνωθεν χάριτος. τούτων δὲ οὐδὲν ἐκείνους ὠφελῆσαι δυνήσεται, εἰ μὴ προσήκουσαν ἐπεδείξαντο πίστιν.
προτέρας ἀγνοίας ἠλευθερώθη, δῆλον ὡς εἰ πάντες οὗτοι πιστεῦσαι θελήσαιεν, οὐδὲν ἕτερον ὑπολείπεται, ἢ τὸ γενέσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν. τοῦτο δὲ καὶ ὁ Κύριος ἔφη, “ κηρυχθήσεται τὸ “ εὐαγγέλιον τοῦτο τῆς βασιλείας εἰς πάντα τὰ ἔθνη, εἰς μαρτύριον “ αὐτοῖς. καὶ τότε ἥξει τὸ τέλος.”
πεσόντας καὶ χαμαὶ κειμένους τοὺς Ἰουδαίους στεφανοῖ. ζωὴν γὰρ εἶναι φησὶ ἐκ νεκρῶν τὴν πρόσληψιν αὐτῶν. εἴγε ἐστὶν ἀψευδὲς, ὡς γέγονεν ἡ ἀποβολὴ αὐτῶν, κόσμου καταλλαγή.
ὁ προσλαμβάνων Θεός;
δαίων, λέγων, “ εἴπως παραζηλώσω μου τὴν σάρκα, καὶ σώσω τινὰς “ ἐξ αὐτῶν.” τίς ἐστιν ὁ τοσοῦτός σου ἀγών; ναί φησι, προσήκει μοι σπεύδειν καὶ ἀγωνίζεσθαι. εἰ γὰρ καὶ τούτων ἐκλειπόντων, ὅμως κατηλλάγη ὁ Θεὸς τῷ κόσμῳ, καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς ἔχθρας, τι ἃν οὐ γένοιτο χρηστὸν καὶ ὑπ’ ὑπερθαύμαστον,
καὶ τούτων σωθέντων καὶ προστεθέντων; τίς οὖν ἔσται αὐτῶν ἡ πρόσληψις καὶ ἡ προσθήκη, εἰ μὴ τελεία καὶ ὁλόκληρος χαρὰ, ὡς ἐπὶ τελείᾳ καὶ κοινὴ ζωὴ καὶ ἀναβιώσει ἐκ νεκρῶν, πάντων, οὐ μόνον τῶν προσπταισάντων, ἀλλὰ καὶ τῶν μέχρι θανάτου καὶ νεκρώσεως καταπεσόντων; καὶ ὅρα· ἀρχόμενος μὲν, πταῖσμα τὴν
ἀπείθειαν ἐκάλεσε τῶν Ἰουδαίων· εἶτα παράπτωμα. ἐπειδὴ δὲ ἔδειξεν αὐτοῖς, ἐὰν βούλωνται μόνον πεισθῆναι, τὸ μέγεθος τῶν ἀγαθῶν, καὶ ἐπῆρεν αὐτοὺς, πλοῦτον ἐθνῶν καλῶν, καὶ καταλλαγὴν κόσμου, καὶ σάρκα οἰκείαν· τότε καὶ τῆς ἀπειθείας τὸ ἄτοπον ἡλίκον ἐστὶ δεικνύει. νεκροὺς αὐτῆς διὰ ταύτης γενέσθαι ἀποφαινόμενος.
ἀλλὰ καὶ τοῦτο λίαν θαυμασίως ποιεῖ καὶ σοφῶς. ἐπειδὴ γὰρ τὸ νεκροὺς αὐτοὺς ὀνομασθῆναι, λίαν πικρὸν ἦν καὶ καταφορικόν· καὶ εἰς ὕβριν μᾶλλον ἣ παραίνεσιν συντελοῦν· οὐχ οὕτως αὐτὸ τίθησι ξηρῶς, ἀλλὰ μίγνυσιν αὐτὸ, καὶ ἐν τάξει ἐπαίνου προάγει, λέγων, “ τίς ἡ πρόσληψις αὐτῶν, εἰ μὴ ζωὴ ἐκ
“ νεκρῶν ;” διὰ μὲν τοῦ, “ ζωὴ,” τὸ εὐφραῖνον τιθείς· διὰ “ ἐκ νεκρῶν,” ὑποσημαίνων, ὅτι ἡ ἀπείθεια αὐτῶν, νέκρωσις ἦν.
καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου, μὴ κατακαυχῶ τῶν κλάδων· εἰ δὲ κατακαυχᾶσαι, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα σέ.
ἰατρῶν μιμούμενος, οἳ τοσαῦτα παραμυθοῦνται τοὺς κάμνοντας, ὅσα ἡ τῆς ἀρρωστίας ἐνδίδωσι φύσις. ἀπαρχὴν δὲ ἐνταῦθα καλεῖ, τοὺς περὶ τὸν Ἁβραάμ· τοὺς προφήτας, τοὺς πατριάρχας, τοὺς ἐπὶ τῆς παλαιᾶς εὐδοκιμηκότας ἅπαντας· κλάδους δὲ, τοὺς ἐξ αὐτῶν πιστεύσαντας. εἶτα, ἐπειδὴ ἀντέπιπτεν αὐτῶ τὸ πολλοὺς ἠπιστηκέναι, ὅρα πῶς πάλιν ὑποτέμνεται αὐτὸ καὶ φησὶ, “ εἰ δέ “ τινες τῶν κλάδων ἐξεκλάσθησαν·” καὶ μὴν ἄνω ἔλεγες, ὅτι οἱ πλείους ἀπώλοντο, καὶ ὀλίγοι διεσώθησαν· πῶς ἐνταῦθα ἐπὶ τῶν ἀπολλυμένων τὸ, “ τινὲς” τέθεικας, ὅπερ ὀλιγότητος ἔστιν ἐμφαντικόν;
οὐκ ἐμαυτῷ φησὶ, περιπίπτων, ἀλλὰ θεραπεῦσαι θέλων, καὶ ἀνακτήσασθαι τοὺς πεπονηκότας. εἶδες, πῶς διὰ παντὸς τοῦ χωρίου τοῦτο δείκνυται κατασκευάζων, τὸ βούλεσθαι παραμυθήσασθαι αὐτούς; κἂν ἀνέλῃς αὐτὸ, πολλὰ ἕπεται τὰ ἐναντιώματα. σὺ δέ μοι σκόπει αὐτοῦ τὴν σοφίαν, πῶς δοκῶν ὑπὲρ αὐτῶν λέγειν,
πλήττει λανθανόντως, καὶ πάσης ἀπολογίας δείκνυσιν ἀπεστερημένους. ἐννόησον γὰρ πονηρίαν τῶν κλάδων. ὅταν καὶ ῥίζαν ἔχοντες γλυκεῖαν, μὴ μιμῶνται αὐτήν. καὶ τὴν κακίαν τοῦ φυράματος, ὅταν μὴ δὲ ἀπὸ τῆς ἀπαρχῆς μεταβάλληται. ἀλλ’ ὅπερ ἔφην, βούλεται αὐτοὺς παραμυθήσασθαι. διὰ τοῦτο οὐδὲ παρ’ ἑαυτοῦ
ἀλλὰ παρ’ ἐκείνων εἰσάγει τὸν λόγον. καὶ ἐν ταὐτῷ λανθανόντως αὐτῶν καθικνούμενος, καὶ δεικνὺς τῆς τοῦ Ἀβραὰμ συγγενείας ἐκπεπτωκότας. τοῦτο γὰρ ἦν ὃ ἔσπευδεν εἰπεῖν, ὅτι οὐδὲν κοινὸν πρὸς ἐκείνους ἔχουσιν. εἰ γὰρ ἁγία ἡ ῥίζα, οὗτοι δὲ οὐχ ἅγιοι, ἄρα πόρρω τῆς ῥίζης οὗτοι. εἶτα δοκῶν παραμυθεῖσθαι τὸν Ἰουδαῖον,
πάλιν πλήττει διὰ τῆς κατηγορίας τοὺς ἐξ ἐθνῶν. εἰπὼν γὰρ, “ εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν,” ἐπήγαγε, “ σὺ δὲ “ ἀγριέλαιος ὣν, ἐνεκεντρίσθης.” ὅσῳ γὰρ ἃν εὐτελὴς ᾖ ὁ ἐξ ἐθνῶν, τοσούτῳ μᾶλλον ὁ Ἰουδαῖος ἀλγεῖ, τοῖς αὐτοῦ τοῦτο ἐντρυφῶντα ὁρῶν. κἀκείνῳ δὲ οὐ τοσαύτη ἀπὸ τῆς εὐτελείας ἡ αἰσχύνη, ὅση
ἀπὸ τῆς μεταβολῆς ἡ τιμή.
“ σθης,” ἀπηλλάγη. καίτοι τὸ πᾶν ἐδήλωσεν ἐν τούτῳ. ἀλλ’ ὅμως ἐνδιατρίβει τῇ εὐημερίᾳ τούτου, καὶ εὐρύνει τὴν εὐδοκίμησιν. λέγων, “ καὶ συγκοινωνὸς τῆς ῥίζης, καὶ τῆς πιότητος τῆς ἐλαίας “ ἐγένου.” καὶ δοκεῖ μὲν αὐτὸ ἐν τάξει προσθήκης τεθεικέναι. δείκνυσι δὲ οὐδὲν ταύτῃ παραβλαπτόμενον, ἀλλὰ τὸ πᾶν ἔχοντα
ὅσον εἶχεν ὁ κλάδος, ὁ ἐκ τῆς ῥίζης ἀναβάς. ἵνα γὰρ μὴ ἀκούσας, σὺ δὲ ἐνεκεντρίσθης, ἠλαττῶσθαι αὐτὸν νομίζῃς, πρὸς τὸν ἔμφυτον κλάδον συγκρίνων, ὅρα πῶς αὐτὸν ἐξισοῖ λέγων, “ κοινωνὸς τῆς “ ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου.” τουτέστιν, εἰς τὴν αὐτὴν κατέστης εὐγένειαν, εἰς τὴν αὐτὴν φύσιν. εἰτα ἐπιπλήξας,
καὶ εἰπὼν, “ μὴ κατακαυχῶ τῶν κλάδων,” δοκεῖ μὲν παραμυθεῖσθαι τὸν Ἰουδαῖον, δείκνυσι δὲ αὐτοῦ τὸ εὐτελὲς καὶ τὴν πολλὴν ἀτιμίαν. διὰ τοῦτο οὐδὲ εἶπε μὴ καυχῶ, ἀλλὰ “ μὴ κατα- “ καυχῶ.” μὴ κατ’ ἐκείνων καυχῶ, ὥστε αὐτοὺς ἀπορρῆξαι· καὶ γὰρ εἰς τὰ ἐκείνων ἕστηκας, τῶν ἐκείνων ἀπολαύεις. ὁρᾷς πῶς δοκεῖ
μὲν ἐπιπλήττειν τούτους, δάκνει δὲ ἐκείνους; “ εἰ δὲ κατακαυχᾶ- “ σαι,” φησὶν, οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ’ ἡ ῥίζα, σέ. τί οὑν πρὸς τοὺς κλάδους τοῦτο τοὺς ἐκκοπέντας; οὐδέν. ὅπερ γὰρ ἔφην, σκιάν τινα παραμυθίας ἀσθενῆ δοκῶν ἐπινοεῖν, καὶ ἐν αὐτῷ τῷ πρὸς τὸν ἐξ ἐθνῶν ἀποτείνεσθαι, καιρίαν αὐτοῖς δίδωσι πληγήν. εἰπὼν
γὰρ, “ μὴ κατακαυχῶ,” καὶ ὅτι, “ εἰ κατακαυχᾶσαι, οὐ σὺ τὴν “ ῥίζαν βαστάζεις,” ἔδειξε τῷ Ἰουδαίῳ ὅτι καυχήσεως ἄξια τὰ γεγενημένα, εἰ καὶ μὴ κατακαυχᾶσθαι δεῖ· καὶ διεγείρων αὐτὸν καὶ παροξύνων εἰς πίστιν, καὶ δεικνὺς αὐτῷ τὴν ζημίαν ἣν ὑπέμεινε, καὶ ὅτι τὰ ἐκείνου κατέχουσιν ἕτεροι.
ὑμεῖς ἐξ ἑτέρας συγγενείας ὁρμώμενοι, εἰς ταύτην ἐνεκεντρίσθητε, καὶ τῆς εὐσεβοῦς ῥίζης ἐδέξασθε τὴν πιότητα. λογίζου δὲ ὁ ἐξ ἐθνῶν καὶ τοῦτο, ὅτι σὲ ἡ ῥίζα φέρει, οὐ σὺ τὴν ῥίζαν. καὶ σὺ ἐκείνης δέη.
ἀκαρπίᾳ, ἐνεκεντρίσθης δὲ εἰς καλλιέλαιον, εἰς τὸν τῶν κατὰ φύσιν κλάδων ἐμβιβασθεὶς τόπον. διὸ μὴ ὑψηλὰ φρόνει κατὰ τῶν ὠλισθηκότων· μὴ δὲ κατακαυχῶ ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς. οὐ γὰρ δύνασαι καυχᾶσθαι ἔπι σοῖς πατράσιν οὐ γὰρ σὸς προπάτωρ ὁ Ἀβραὰμ, ᾧ γέγονας υἱὸς διὰ πίστεως.
Οἰκουμενίου. Ἁγίους γε μὴν αὐτοὺς καλεῖ ὁ Ἀπόστολος, εἰς τὴν πίστιν προτρέπων. ὡς εἰ εἶπεν, ἐπιτήδειοι ἐστὲ καὶ πρέποντες. τὸ θέλειν ὑμῖν λείπει μόνον.
οὐ μία ’δε προαίρεσις, ὡσπερ επι του αγριου καὶ ἡμέρου. αγριον καλῶν, τὸ ἀπηλλοτριωμένον καὶ ἄχρηστον τῷ δεσπότῃ· ἥμερόν δὲ, τὸ καρποφόρον. ἐγκεντρισμὸν δὲ, τὸ ἐγκεντρισθῆναι ἐν τῇ πίστει τοῦ Ἀβραὰμ, ὃν ῥίζαν ὀνομάζει. τὸν δὲ ἐγκεντρισμὸν φησὶ παρέχειν ζωήν.
Ἁβραάμ· ἐξ οὗπερ ὅλον ἔφυ τὸ γένος. καλῶς ἐξ ἑκατέρου τὸ πρὸς τὴν εὐσέβειαν αὐτῶν ἐπιτήδειον εἰπεῖν προθέμενος. γελοῖον γὰρ, τὴν μὲν ἀπαρχὴν αὐτῶν ἁπάσης ἀξίαν ἡγεῖσθαι τιμῆς, τούτους δὲ προσιέναι βουλομένους τῇ εὐσεβείᾳ, ἀπωθεῖσθαι ὡς οὐκ ἀξίους τοῦ πράγματος.
“ σὺ δὲ τῇ πίστει ἕστηκας.” ἰδοὺ πάλιν ἕτερον ἐγκώμιον, καὶ ἐκείνων κατηγορία· ἀλλὰ πάλιν αὐτῶν καταστέλλει τὸ φρόνημα, ἐπάγων καὶ λέγων, “ μὴ ὑψηλοφρόνει· ἀλλὰ φόβου· οὐ γὰρ φύσεως τὸ πρᾶγμα ἐστὶν, ἀλλὰ πίστεως καὶ ἀπιστίας. καὶ δοκεῖ μὲν πάλιν ἐπιστομίζειν τὸν ἐξ ἐθνῶν. διδάσκει δὲ τὸν Ἰουδαῖον ὅτι οὐ δεῖ
τῇ τῆς φύσεως συγγενείᾳ προσέχειν. διὸ καὶ ἐπάγει, “ μὴ ὑψηλο- “ φρόνει, ἀλλὰ φοβοῦ.” καὶ οὐκ εἶπε ταπεινοῦ. ἡ γὰρ ἀπόνοια, καταφρόνησιν ἐμποιεῖ καὶ ῥαθυμίαν. εἶτα ἐκτραγῳδεῖν μέλλων αὐτῶν τὴν συμφορὰν, ὥστε ἀνεπαχθέστερον ποιῆσαι τὸν λόγον, ἐν τάξει τῆς πρὸς ἐκεῖνον ἐπιτιμήσεως αὐτὸ τίθησιν, οὕτω λέγων, “ εἰ
“ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο,” καὶ οὐκ εἶπεν, οὐδὲ σοῦ φείσεται. ἀλλὰ “ μήπως οὐδὲ σοῦ φείσηται.” ὑποτεμνόμενος τοῦ λόγου τὸ φορτικὸν τῇ ἀμφιβολίᾳ, καὶ ποιῶν ἐναγώνιον εἶναι τὸν πιστόν. κἀκείνους ἐφελκόμενος, καὶ τοῦτον καταστέλλων.
καλῶς, συναινεῖ τοῖς ἔθνεσιν ὡς ἀληθῆ εἰρηκόσιν.
παρὰ Θεοῦ. καὶ προτρέπεται εἰς τὸ ἑδραῖον ἐν πίστει καὶ εὐσεβείᾳ. ἐὰν γὰρ οὕτω μείνῃς, κλάδος εὐγενὴς τῆς ἁγίας ἀπομένεις ῥίζης. εἰ δὲ ἀπειθήσεις, ἔξω καὶ αὐτὸς γενήσῃ τῆς ῥίζης.
πολλῷ μᾶλλον σὺ μὴ φυλάξας τὴν χάριν, γενήσῃ τῆς ῥίζης ἀλλότριος.
ἐκτρίψεως, καὶ τῆς σῆς ἀναστάσεως, σωφρονίζων δέδιθι.
ἐγκεντρισθήσονται.
γὰρ χρηστὸς περὶ σὲ γέγονεν ὁ δεσπότης, διὰ τοῦτο φοβοῦ. οὐ γὰρ ἀκίνητά σοι μένει τὰ ἀγαθὰ, ἐὰν ῥαθυμῇς. ὥσπερ οὖν οὐ δὲ ἐκείνοις τὰ κακὰ, ἐὰν μεταβάλωνται. καὶ γὰρ σύ, φησιν, ἐὰν μὴ ἐπιμείνῃς τῇ πίστει, ἐκκοπήσῃ. καὶ ἐκεῖνοι δὲ, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται. οὐ γὰρ ὁ Θεὸς αὐτοὺς ἐξέκοψεν,
ἀλλ’ αὐτοὶ ἐξεκλάσθησαν καὶ κατέπεσον. καὶ καλῶς εἶπεν “ ἐξεκλάσθησαν.” οὐδέ ποτε γὰρ οὗτος αὐτοὺς ἐξέβαλε, καίτοι πολλὰ πολλάκις ἡμαρτηκότας. εἶδες πόσον τῆς προαιρέσεως τὸ κῦρος; πόση τῆς γνώμης ἡ ἐξουσία; οὐδὲν γὰρ τούτων ἀκίνητον· οὔτε τὸ σὸν καλὸν, οὔτε τὸ ἐκείνου κακόν. εἶδες πῶς καὶ ἐκεῖνον
ἀπογινώσκοντα ἀνέστησε, καὶ τοῦτον θαρροῦντα κατέστειλε; μήτε 4 γὰρ σὺ ἀποτομίαν ἀκούων, ἀπαγορεύσῃς. μήτε σὺ χρηστότητα, θαρρήσῃς. διὰ τοῦτό σε ἀποτόμως ἐξέκοψεν, ἵνα ποθήσῃς ἐπανελθεῖν. διὰ τοῦτό περὶ σὲ χρηστότητα ἐπεδείξατο, ἵνα ἐπιμείνῃς. καὶ οὐκ εἶπε τῇ πίστει, ἀλλὰ τῇ χρηστότητι. τουτέστιν, ἐὰν ἄξια τῆς τοῦ Θεοῦ φιλανθρωπίας πράττῃς. οὐ γὰρ πίστεως δεῖ μόνον.
αὐτῶν. τὸν δὲ Ἰουδαῖον, ἀπὸ τῶν τῷ Ἕλληνι παρασχεθέντων, θαρρεῖν παρασκευάζει. καὶ γὰρ καὶ σὺ ἐκκοπήσῃ, φησὶν, ἐὰν ῥαθυμῇς. καὶ γὰρ ὁ Ἰουδαῖος ἐξεκόπη· καὶ ἐκεῖνος ἐγκεντρισθήσεται, ἐὰν ζηλώσῃ. καὶ γὰρ σὺ ἐνεκεντρίσθης. πάνυ δὲ συνετῶς ὅλον τὸν λόγον πρὸς τὸν ἐξ ἐθνῶν τρέπει. ὅπερ ἀεὶ ποιεῖν εἴωθε, ἐν τῇ τῶν
ἰσχυροτέρων ἐπιπλήξει τοὺς ἀσθενεῖς διορθούμενος.
ἀπαλλαγέντας, αὖθις ἐκείνῃ συνάψει. καλῶς δὲ καὶ ἐπὶ τούτων τὸ, “ ἐγκεντρισθήσεται” τέθεικεν· ὡς τῆς ἀπιστίας αὐτοὺς παντελῶς χωρισάσης· καὶ τῆς πίστεως παραπλησίως τοῖς ἔθνεσι συναπτούσης τῇ ῥίζῃ.
ὄντας ἀποκλασθῆναι τῆς ἐλαίας. καὶ πεσόντας καλεῖ, τοὺς ἀμετανοητον γνώμην ἐσχηκότας ἐν τῇ εἰς ’τον Θέον ἀπιστίᾳ χρηστοτητα δέ φησιν, τὸ ἐγκεντρισθῆναι τῇ ἐλαίᾳ ἀγριέλαιον ὄντα.
καὶ “ χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν.” ποτὲ δὲ, “ ἀγάθυνον, “ Κύριε, τοῖς ἀγαθοῖς.” καὶ τοῦ Ἱερεμίου.” ἀγαθὸς Κύριος τοῖς “ ὑπομένουσιν αὐτόν.” πλατυτέραν οἶμαι εἶναι τὴν χρηστότητα εἰς εὐεργεσίαν τῶν ὁπωσδηποτοῦν ἐπιδεομένων ταύτης. συνηγμένην δὲ μᾶλλον τὴν ἀγαθωσύνην, καὶ τοῖς τῆς δικαιοσύνης λόγοις ἐν ταῖς εὐεργεσίαις συγχρωμένην.
οὗτοι οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαία :
τοῦ Θεοῦ δυνάμεως τὴν ἀπόδειξιν ἀκολουθίαν τίθησιν. εἰ γὰρ ἀπεκόπησαν καὶ ἀπερρίφησαν, καὶ ἄλλοι τὰ αὐτῶν προκατελάβοντο, μὴ δὲ οὕτως ἀπογνῷς. δυνατὸς γάρ ἐστι, φησὶ, ὁ Θεὸς πάλιν ἐγκεντρίσαι αὐτούς. ὁ καὶ τὰ ὑπὲρ ἐλπίδα ποιῶν. εἰ δὲ πραγμάτων τάξιν ἐπιζητεῖς, καὶ λογισμῶν ἀκολουθίαν, ἔχεις οἴκοθεν τὸ
ὑπόδειγμα, μετὰ πλείονος τῆς περιουσίας. εἰ γὰρ ἐπὶ σοῦ, φησι, τὸ παρὰ φύσιν ἴσχυσεν ἡ πίστις, πολλῷ μᾶλλον τὸ κατὰ φύσιν. εἰ γὰρ οὗτος, τῶν κατὰ φύσιν αὐτοῦ πατέρων ἐκκοπεὶς, ἦλθε παρὰ φύσιν πρὸς Ἁβραὰμ, πολλῷ μᾶλλον τὸ οἰκεῖον ἀπολαβεῖν σύ. τοῦ μὲν γὰρ ἐθνικοῦ, τὸ μὲν κακὸν κατὰ φύσιν, ἀγριέλαιος
γὰρ κατὰ φύσιν ἠν. τὸ ’δε καλὸν, παρὰ φύσιν. παρὰ φύσιν γὰρ ἐνεκεντρίσθη τῷ Ἁβραάμ. σοῦ δὲ τοὐναντίον, τὸ καλὸν, κατὰ φύσιν. οὐ γὰρ ἐν ἀλλοτρίᾳ ῥίζῃ ὥσπερ ὁ ἐθνικὸς, ἀλλ’ ἐν οἰκείᾳ παγήσῃ, ἐὰν βουληθῇς ἐπανελθεῖν. τίνος οὖν ἃν εἴης ἄξιος, ὅταν τοῦ ἐθνικοῦ τὸ παρὰ φύσιν δυνηθέντος, σὺ τὸ κατὰ φύσιν μὴ
ἰσχύσῃς, ἀλλὰ καὶ τοῦτο προδῷς; εἶτα ἐπειδὴ εἶπε, “ παρὰ “ φύσιν,” καὶ “ ἐνεκεντρίσθη,” ἵνα μὴ πλέον τι τὸν Ἰουσῖον ἔχειν νομίζῃς, πάλιν αὐτὸ διορθοῦται, λέγων “ αὐτὸν ἐγκεντρίζε- “ σθαι.” πολλῷ γὰρ μᾶλλον οὗτοι, φησὶ, οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ. καὶ πάλιν “ δυνατὸς ὁ Θεὸς ἐγκεν-
“ τρίσαι αὐτούς. καὶ πρὸ τούτου δὲ φησὶν, “ ὅτι ἐὰν μὴ “ νωσι τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται·” παρὰ φύσιν δὲ καὶ κατὰ φύσιν ὅταν ἀκούσῃς αὐτοῦ συνεχῶς λέγοντος, μὴ τὴν ἀκίνητον ταύτην φύσιν νόμιζε λέγειν αὐτὸν, ἀλλὰ τὸ εἰκὸς καὶ τὸ ἀκόλου- θον καὶ τὸ ἀπεικὸς πάλιν τούτοις δηλοῦν τοῖς ὀνόμασιν. οὐ γὰρ φυσικὰ τὰ καλὰ καὶ τὰ μὴ τοιαῦτα, ἀλλὰ γνώμης καὶ προαιρέσεως μόνης.
καὶ καθαίροντας, καὶ τὴν προσήκουσάν σου ἐπιμέλειαν ποιουμένους, τῶν μὲν δυσσεβῶν ἐχωρίσθης προγόνων τὲ καὶ συγγενῶν, τῆς δὲ τοῦ Ἀβραὰμ πίστεως κοινωνὸς ἀπεφάνθης,; καὶ τοῦτον αὐχεῖς, ῥίζαν καὶ πατέρα καὶ πρόγονον, οὐ κατὰ φύσεως νόμον, ἀλλὰ διὰ τὴν θείαν φιλοτιμίαν, πολλῷ δήπουθεν εὐλογώτερόν τε καὶ φυσικώτερον
οὗτοι πιστεύσαντες, τῇ οἰκείᾳ συναφθήσονται ῥίζῃ. ταῦτα δὲ, ὡς ἔφην, λέγει, καὶ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας μετριάζειν διδάσκων, καὶ τοὺς ἀπιστήσαντας τῶν Ἰουδαίων, εἰς σωτηρίαν προτρέπων.
τοῦτο, ἵνα μὴ ἦτε παρ’ ἑαυτοῖς φρόνιμοι, ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται.
“ ἐγκεντρισθήσονται, ἐὰν μὴ ἐπιμείνωσι τῇ ἀπιστίᾳ, τὸ σκυθρωπότερον ἀφεὶς, τὸ χρηστότερον κατασκευάζει, καὶ εἰς αὐτὸ τελευτᾷ. μεγάλας τοῖς Ἰουδαίοις ὑποφαίνων ἐλπίδας, εἰ βουληθεῖεν. “ μυστήριον” δὲ ἐνταῦθα, τὸ ἀγνοούμενον λέγει, τὸ ἀπόρρητον. καὶ πολὺ μὲν τὸ θαῦμα, πολὺ δὲ τὸ παράδοξον ἔχον. τί
οὖν ἐστι τὸ μυστήριον τοῦτο; “ ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ “ γέγονεν.” ἐνταῦθα πάλιν πλήττειν τὸν Ἰουδαῖον δοκῶν, καταστέλλει τὸν ἐξ ἐθνῶν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὅπερ καὶ ἔμπροσθεν ἔλεγεν, ὅτι οὐκ ἐξ ὁλοκλήρου ἡ ἀπιστία, ἀλλ’ ἐκ μέρους.
ἀλλὰ μόνοις τοῖς θαρρουμένοις. λέγει δὲ ὅτι βούλομαι ὑμᾶς μαθεῖν, ὅπερ οἴδαμεν περὶ τῶν προκειμένων μυστήριον. ἵνα μὴ σφόδρα ἡγούμενοι ἑαυτοὺς συνετοὺς, ὑψηλὸν ἐντεῦθεν δέξησθε φρόνημα. τὸ δὲ μυστήριον ἐστὶν, “ ὅτι πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ. ἀπὸ μέρους· οὐ γὰρ πάντες ἠπίστησαν, ἀλλὰ πολλοὶ καὶ ἐξ ἐκείνων ἐπίστευσαν. παρεγγυᾷ δὲ μὴ δὲ τῶν ἄλλων ἀπαγορεῦσαι τὴν σωτηρίαν. τῶν γὰρ ἐθνῶν δεξαμένων τὸ κήρυγμα, πιστεύσουσι κἀκεῖνοι, Ἠλία τοῦ πάνυ παραγινομένου, καὶ τῆς πίστεως αὐτοῖς τὴν διδασκαλίαν προσφέροντος· τοῦτο γὰρ καὶ
ὁ Κύριος ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη, “ Ἠλίας ἔρχεται, καὶ “ ἀποκαταστήσει πάντα.” πάντα δὲ, Ἰσραὴλ κἀκεῖ, τοὺς πιστεύοντας, εἴτε ἐξ Ἰουδαίων εἶεν, τὴν φυσικὴν συγγένειαν πρὸς τὸν Ἰσραὴλ ἔχοντες, εἴτε ἐξ ἐθνῶν κατὰ τὴν τῆς πίστεως συγγένειαν αὐτῷ συναπτόμενοι.
ἐθνῶν. ὧν εἰσελθόντων, καὶ ὁ Ἰσραὴλ σωθήσεται, Ἠλία παραγεγονότος πρὸς αὐτούς. πλήρωμα δὲ ἐθνῶν λέγει, τὸ σύστημα τὸ πεπληρωμένον Πνεύματος Ἁγίου. ἣ καὶ πᾶν γένος ἐθνῶν, ὡς μηδὲν ἐλλείπειν, ἀλλὰ πλῆρες εἶναι καὶ τέλειον. ὥσπερ δὲ πάντα τὰ ἔθνη σώζεσθαι φαμὲν τῷ πανταχόθεν καὶ ἐκ πάντων τῶν ἐθνῶν
εἶναι τοὺς προσιόντας τῇ πίστει, οὕτω καὶ τὸ, “ πᾶς Ἰσραὴλ,” οὐ πανδημεὶ τοὺς πάντας σωθῆναι σημαίνει· ἀλλ’ ἤτοι τοὺς ὑπὸ τοῦ Ηλία καταλαμβανομένους, ἣ τῶν ἁπανταχῆ καὶ ἐν ὅλῳ τῷ κόσμῳ διεσπαρμένων, τοὺς μέλλοντας προσιέναι τῇ πίστει.
τὴν σωτηρίαν ἀπωθουμένων, ἐφ’ ὑμᾶς μετήνεγκε ταύτην ὁ Θεός. εἰσποιηθέντων μέντοι πάντων ὑμῶν, κἀκείνους αὖθις ἅπαντας περιλήψεται ἡ χάρις.
Ἰσραὴλ σωθήσεται· ἀλλ’ εἰ τις ἕλοιτο πρὸς τοῦτο εἰπεῖν. καίτοι πολλοὶ τῶν ἐθνῶν ἐν ἀπιστία τεθνήκασι. πῶς οὖν εἰσβέβηκε τὸ πλήρωμα τῶν ἐθνῶν; ἀλλ’ οὐδὲ πᾶς Ἰσραὴλ σωθήσεται, εἶπέρ ἐστιν ἀληθὲς, ὅτι τὸν τῆς ἀνομίας υἱὸν παραδέξονται Ἰουδαῖοι, τῆς εἰς Χριστὸν ἀγάπης ἠφειδηκότες. τοῦτο γὰρ αὐτὸς ἔφασκεν.
“ ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐ λαμβά- “ νετέ με. ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ οἰκείῳ ὀνόματι, ἐκεῖνον λήψεσθε. καὶ ὁ σοφώτατος Παῦλος, “ ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας “ οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ “ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει.”
τί ἐροῦμεν πρὸς τοῦτο; φαμὲν, ὅτι Θεοῦ προθέντος ἀφθονήτως ἅπασι τὴν διὰ πίστεως χάριν, ἐξείργοντος δὲ παντελῶς οὐδένα, πῶς οὐκ εἰσβέβηκε τὸ πλήρωμα τῶν ·ἐθνῶν, τό γε ἧκον, εἰς νοῦν καὶ σκοπὸν τοῦ κεκληκότος; οὐ γὰρ εἰ τινες ἐθελοντὶ παρώλισθον, καὶ τῆς δωρεᾶς διημαρτήκασι, ταύτητοι κατεψευσμένον τὸν
τῆς γραφῆς εὑρήσουσι λόγον. ἐξὸν γὰρ αὐτοῖς τῶν ἅπαξ δεδωρημένων μεταλαχεῖν, ἐθελούσιον ἀνθ’ ὅτου πεποίηνται τὴν ἀπόστασιν. οὐκοῦν ὅσον ἧκεν εἰς ἡμερότητα καὶ φιλανθρωπίαν τοῦ κεκληκότος, καὶ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσβέβηκε· σέσωσται δὲ καὶ ἅπας ὁ Ἰσραήλ. ἐπειδὴ δὲ ἀκαμπεῖς γεγόνασι, ταύτῃ τοι
καὶ πώρωσιν αὐτοῖς ἀπὸ μέρους γενέσθαι φησί. Διονυσίου Ἀλεξανδρίνου. Τὸ δὲ “ πᾶς Ἰσραὴλ,” ἀντὶ τοῦ, οἱ πλειόνες, κεῖται.
ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν. κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι’ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας. ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ.
τὸν προφήτην. καὶ ὅτι μὲν πώρωσις γέγονεν, οὐ παράγει μαρτυρίαν. καὶ γὰρ δῆλον ἅπασιν ἦν. ὅτι δὲ πιστεύσουσι καὶ σωθήσονται, τὸν Ἡσαίαν πάλιν εἰσάγει βοῶντα. Βοῶντα. τὸ παράσημον τῆς σωτηρίας τιθεὶς, ἵνα μή τις εἰς τοὺς ἔμπροσθεν χρόνους αὐτὸ ἑλκύσῃ, φησὶ, “ καὶ αὕτη αὐτῶν ἡ παρ’ ἐμοῦ δια- “ θήκη· ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.” οὐχ ὅταν περιτμηθῶσιν, οὐχ ὅταν θύσωσιν, οὐχ ὅταν τὰ ἄλλα νόμιμα ποιῶσιν, ἀλλ’ ὅταν ἁμαρτημάτων ἀφέσεως τύχωσιν. εἰ τοίνυν τοῦτο ἐπήγγελται, γέγονε δὲ ἐπ’ αὐτῶν οὐδέπω, οὐδὲ ἀπήλαυσαν τῆς διὰ
τοῦ βαπτίσματος ἀφέσεως, πάντως ἔσται. διὸ καὶ ἐπήγαγεν, “ ἀμεταμέλητα γὰρ τὰ χαρίσματα, καὶ ἡ κλῆσις τοῦ καὶ οὐδὲ τούτῳ μόνον αὐτοὺς παραμυθεῖται, ἀλλὰ καὶ τῷ ἤδη συμβεβηκότι καὶ ὅπερ ἐξ ἀκολουθίας συνέβη, τοῦτο ὡς προηγούμενον τίθησιν, οὕτω λέγων, “ κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι’
“ ὑμᾶς. κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας.” ἵνα γὰρ μὴ φυσῆται ὁ ἐξ ἐθνῶν λέγων, ἐγὼ ἕστηκα, μή μοι λέγε, τί ἃν ἐγένετο· ἀλλὰ τι γέγονε· καὶ ἐντεῦθεν αὐτὸν καταστέλλει, λέγων, “ κατὰ μὲν τὸ εὐαγγέλιον ἐχθροὶ δι’ ὑμᾶς.” ἐπειδὴ γὰρ ὑμεῖς ἐκλήθητε, φιλονεικότεροι γεγόνασιν ἐκεῖνοι. ἀλλ’ ὅμως ὁ
Θεὸς οὐδὲ οὕτως ἀνέκοψεν ὑμῶν τὴν κλῆσιν; ἀλλὰ μένει πάντα, τοὺς ἐξ ἐθνῶν μέλλοντας πιστεύειν, εἰσελθεῖν· καὶ τότε ἐκεῖνοι ἥξουσιν. εἶτα χαρίζεται τινὰ αὐτοῖς καὶ ἑτέραν χάριν, λέγων, “ κατὰ δὲ τὴν ἐκλογὴν, ἀγαπητοὶ διὰ τοὺς πατέρας.” καὶ τί τοῦτο; ἔνθα μὲν οἱ ἐχθροὶ, ἡ κόλασις αὐτῶν· ἔνθα δὲ ἀγαπητοὶ,
οὐδὲν πρὸς αὐτοὺς η τῶν προγόνων ἀρέτη, ἔαν μὴ πιστεύσωσιν. ἀλλ’ ὅμως, ὅπερ ἔφην, οὐ παύεται ῥήμασιν αὐτοὺς παραμυθούμενος, ἵνα ἐφελκύσηται.
πολιτεία δωρεῖται τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, αὐτὴν ὁ προφητικὸς προεθέσπισε λόγος. εἰ δὲ κολάζει μὲν ὁ νήιος τοὺς παραβαίνοντας· ἀεὶ δὲ παρανομίαν ἐνεκλήθησαν οἱ Ἰουδαῖοι, εὔδηλον ὡς τὴν διὰ τοῦ βαπτίσματος χορηγουμένην ἄφεσιν ὁ λόγος δηλοῖ· τὸ δὲ ἐχθροὶ δι’ ὑμᾶς, τοῦτό ἐστιν, ὅταν εἰς ὑμᾶς ἀποβλέψω,
ὧν τὴν διδασκαλίαν ἐνεχειρίσθην, ἐχθροὺς ἐκείνους ὑπολαμβάνω καὶ δυσμενεῖς, πάντα εἰς ὑμετέραν βλάβην ἐργαζομένους. ὅταν δέ γε εἰς τοὺς προγόνους ἀπίδοι, καὶ λογίσωμαι ὡς ἐκείνους ἐξ ἁπάσης τῆς οἰκονομίας ἐξελέξατο, στέργω δι’ ἐκείνους καὶ τούτους· καὶ τοῦτο δὲ, καὶ τὸ, “ ἀμεταμέλητα τὰ χαρίσματα καὶ
“ ἡ κλῆσις τοῦ Θεοῦ,” εἰς προτροπὴν λέγει τῶν Ἰουδαίων. ὅτι γὰρ ἃ δίδωσιν ὁ Θεὸς ἀγαθὰ πάλιν λαμβάνει, ὅταν ἴδῃ τοὺς εἰληφότας ἀχαριστήσαντας, μάρτυς ὁ Σαοὺλ, πνευματικῆς χάριτος ἀπολαύσας, εἶτα ταύτης ἔρημος μετὰ ταῦτα γεγενημένος. καὶ Σολομῶν δὲ ὡσαύτως εἰρήνης ἀπολαύσας διὰ τὴν θείαν φιλοτιμίαν, μετὰ
τὴν παράβασιν ἐγυμνώθη τῆς χάριτος. καὶ αὐτοὶ δὲ οἱ Ἰουδαῖοι προφητικῆς ἐπιμελείας διηνεκῶς ἀπολαύσαντες, ἐπὶ τοῦ παρόντος τῆς κηδεμονίας ταύτης ἐστέρηνται. τοῦτο καὶ τοῖς ἐξ ἐθνῶν πεπιστευκύσι πρὸ βραχέος ἠπείλησεν, “ ἐὰν ἐπιμείνῃς,” γάρ φησι, “ τῇ χρηστότητι. ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ.”
γεγόνασιν ἐχθροί. προσκεκρούκασι γὰρ διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. διὰ δὲ τὴν τῶν πατέρων εὐγένειαν, οἳ ἐτιμήθησαν ὡς ἅγιοι καὶ θεοφιλεῖς, λογισθεῖεν ἂν εἶναι δι’ ἐκείνους ἀγαπητοί. ὅμως ἐχθροὶ γεγόνασιν, ἵνα τεθῇ εἰς παραζήλωσιν τοῖς ἀπιστήσασιν.
αὐτοὶ δὲ γνώμης μοχθηρίᾳ τῆς ἀπὸ τοῦ Θεοῦ ἀλλοτριώσεως, αὐτοῖς γεγόνασι πρόξενοι.
διὰ μέντοι τοὺς πατέρας ἔτι ἀγαπῶνται. ὅθεν καὶ σωτηρίαν ἐκδέχονται. κλῆσιν δέ φησι, τὴν περὶ τὸ ἔθνος γεγενημένην.
πρὸ πάντων πιστεῦσαι, ἐπωρώθησαν τὴν καρδίαν. καὶ κατὰ μὲν τοῦτον τὸν λόγον, ἐχθροὶ εἰσὶ τοῦ Θεοῦ· ἀγαπητοὶ δὲ διὰ τοὺς πατέρας· ὧν εἰς τιμὴν φιλανθρωπεύσεται πρὸς τοὺς ἀπογόνους αὐτῶν. καὶ ἀγαπητοὺς ἡγήσεται, πιστεύσαντας, καὶ πολιτείαν ἐνδειξαμένους δυναμένην σῶσαι.
γίνονται, πῶς δι’ αὐτοὺς ἐχθροὶ γίνονται πάλιν τῆς πίστεως καὶ τοῦ εὐαγγελίου; ἀλλὰ πρῶτον φαμὲν, ὅτι οὐκ ἔφη διὰ τῆς πίστεως τῶν ἐθνῶν παραζηλοῦν καὶ μιμεῖσθαι τοὺς Ἰουδαίους. ἀλλὰ διὰ τοῦ δοξάζεσθαι αὐτοὺς διὰ τοῦ ἐπαινεῖσθαι. ἡ γὰρ δόξα καὶ ὁ ἔπαινος ὁ εἰς τοὺς ἐξ ἐθνῶν ἀνατρέχων, ἐρεθίσει αὐτοὺς καὶ
εἰς ζῆλον καὶ μίμησιν. ὥστε οὐκ ἐναντία ἐστὶν ἀλλήλων τὰ εἰρημένα. δεύτερον δὲ, ὅτι οὐ κατὰ ἀπόφασιν ἔφη παραζηλώσουσιν οἱ Ἰουδαῖοι, ἀλλ’ ἀμφιβόλως καὶ διστάζων. “ εἴ πως,” γάρ φησι, “ παραζηλώσω μου τὴν σάρκα.” οἷον, ἴσως, τάχα, ὥστε εἰ καὶ διὰ τῆς αὐτῶν πίστεως, οὐχὶ δὲ διὰ τῆς δόξης καὶ τῶν ἐπαίνων.
ἔλεγε παραζηλοῦν τοὺς Ἰουδαίους, οὐδ’ οὕτως ἐμάχετο ἑαυτῷ. διὰ μὲν γὰρ τοῦ εἰπεῖν, ἐχθροὶ δι’ ὑμᾶς, τῶν Ἰουδαίων τὴν ἀπιστίαν λέγει, καὶ τὴν αἰτίαν δι’ ἣν σφοδρότερον ἀπεχθάνονται τῇ πίστει. διὰ δὲ τοῦ, “ εἴ πὼς παραζηλώσω τὴν σάρκα, τὴν ἰδίαν ενδεικνυται σπουδὴν, ἣν εἶχεν εἰς τὸ σῶσαι τοὺς ἐξ Ἰουδαίων. καὶ χωρὶς
δὲ τῶν εἰρημένων, οὐδ’ οὕτως ἐμάχετο τὰ λεχθέντα, κἂν ἄμφω ἀποφαντικῶς εἴρητο. καὶ γὰρ οὐδὲν ἐκώλυε τινὰς μὲν τῶν πεπιστευκότων, ἀνερεθισθέντας τῇ πίστει τῶν ἐθνῶν, παραζηλῶσαι καὶ πιστεῦσαι. καὶ τῶν μὴ πεπιστευκότων πάλιν πολλοὺς, μίσει τῷ πρὸς τοὺς ἐξ ἐθνῶν, σκληροτέρους καὶ ἀπιστοτέρους καὶ ἀπειθε-
τέρους τῷ εὐαγγελικῷ κινεῖσθαι κηρύγματι. ὃ καὶ ἐπ’ αὐτῶν ἰδεῖν ἐστι τῶν πραγμάτων. οἱ μὲν γὰρ μιμούμενοι τοὺς ἐξ ἐθνῶν, προσέρχονται τῇ πίστει, καὶ σώζονται. οἱ δὲ τούτοις ἀπεχθανόμενοι, σφοδρότεροι ἐχθροὶ τῆς πίστεως καθίστανται.
δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, οὕτω καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλεέι, ἵνα καὶ αὐτοὶ δῆτα ἐλεηθῶσι. συνέκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ.
κεκλημένους. εἶτα ἐπειδὴ οὐκ ἠθέλησαν ἐπακοῦσαι, τοὺς Ἰουδαίους ἐκλεγέντας, καὶ τὸ αὐτὸ πάλιν συμβὰν μετὰ ταῦτα. ἐπειδὴ γὰρ οὐκ ἠθέλησαν οἱ Ἰουδαῖοι πιστεῦσαι, πάλιν προσήχθη τὰ ἔθνη. ἀλλ’ οὐ μέχρι τούτου ἵσταται, οὐδὲ εἰς τὴν ἐκβολὴν αὐτῶν καταστρέφει τὸ πᾶν, ἀλλ’ εἰς τὸ καὶ αὐτοὺς ἐλεηθῆναι πάλιν. ὅρα
πόσον τοῖς τοῖς ἐξ ἐθνῶν, ὅσον ἔμπροσθεν Ἰουδαίοις. ἐπειδὴ γὰρ ὑμεῖς ἠπειθήσατε, φησὶ, οἱ ἐξ ἐθνῶν τότε, προσῆλθον οἱ Ἰουδαῖοι. πάλιν ἐπειδὴ οὗτοι ἠπείθησαν, προσήλθετε ὑμεῖς. “ συν- “ ἔκλεισε γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν.” τουτέστιν, ἤλεγξεν, ἐπέδειξεν ἀπειθοῦντας. οὐχ ἵνα μείνωσιν ἀπειθοῦντες,
ἀλλ’ ἵνα τοὺς ἑτέρους διὰ τῆς ἑτέρων σώσῃ φιλονεικίας. τούτους, δι’ ἐκείνων, καὶ ἐκείνους διὰ τούτων. σκόπει δή. ἠπειθήσατε ὑμεῖς, καὶ οὗτοι ἐσώθησαν. πάλιν οὗτοι ἠπείθησαν, καὶ ὑμεῖς ἐσώθητε. οὐ μὴν οὕτως ἐσώθητε, ὡς πάλιν ἐξελθεῖν καθάπερ οἱ Ἰουδαῖοι· ἀλλ’ ὥστε αὐτοὺς ἐπισπάσασθαι τῶ ζήλω.
τέως ἠπείθησαν τῷ ἐλέει τῶν ἐξ Ἰσραήλ. οὐ γὰρ πεπιστεύκασι ταῖς θεοσημίαις ταῖς διὰ Μώσεως, οὐκ ἤθελον εἰδέναι τὸν τῶν Ἑβραίων Θεόν. ἀλλ’ ἐξεπέμπετο μὲν μόλις ἱερουργήσων κατὰ τὴν ἔρημον τῶν Ἰουδαίων ὁ δῆμος· εἴχοντο δὲ αὐτοὶ τῆς ἀρχαίας ἀπάτης. ἀλλὰ νῦν ἠλέηνται προσκεκρουκότος τοῦ Ἰσραὴλ, ὃς ἠπεί- θησε τῷ ἐλέει τῶν ἐθνῶν, ἵνα καὶ αὐτὸς ἐλεηθείη κατὰ καιρούς. 7σα τοιγαροῦν, ὡς ἔφην, τὰ ἀμφοῖν ἐγκλήματα, τῆς τοῦ κατοικτεί- ροντος ἐπικουρίας ἐν ἴσῳ τόπῳ δεδεημένα. συγκεκλεῖσθαι δέ φησιν τοὺς πάντας εἰς ἀπείθειαν παρὰ Θεοῦ, ἵνα τοὺς πάντας ἐλεήσῃ.
καὶ οὔ τι που τῆς θείας βουλῆς ἔργον γενέσθαι λογιούμεθα τὸ ἀπειθῆσαι τινὰς, ἵνα καὶ κατοικτείροιντο πεσόντες εἰς τοῦτο. συνέκλεισε δὲ μᾶλλον εἰς ἀπείθειαν· ἐνόχους ὄντας ἀποφαίνων τοῖς τῆς ἀπειθείας ἐγκλήμασι, καὶ οἷον ἐξ αὐτῶν τῶν πραγμάτων ἐλη- λεγμένους. ὡς εἰς τοῦτο λοιπὸν καθίκοιντο δυσπραξίας, ὡς μονονοὺ
δεῖσθαι τοῦ κατοικτείρεσθαι τε καὶ ἐλεεῖσθαι.
ἀπιστησάντων, ὑμᾶς ἀντὶ τούτων ἐκάλεσεν. οὐδὲν τοίνυν ἀπεικὸς καὶ τοὺς νῦν ἀντιλέγοντας δεχθῆναι παρὰ τοῦ Θεοῦ, πιστεῦσαι θελήσαντας, καὶ τῆς αὐτῆς φιλανθρωπίαι τυχεῖν. τὸ δὲ “ἵνα “πάλιν,” κατὰ τὸ οἰκεῖον ἰδίωμα τέθεικεν. οὐδὲ γὰρ διὰ τοῦτο ἠπείθησαν, ἵνα ἐλεηθῶσιν, ἀλλ’ ἠπείθησαν μὲν, διὰ τὸ τῆς δία.
νοίας ἀντίτυπον· ἐλεηθήσονται δὲ, μεταμελείᾳ χρησάμενοι. καὶ τὸ, “συνέκλεισε δέ’ ἀντὶ τοῦ, ἤλεγξε τέθεικεν. ἤλεγξε δὲ καὶ τὰ ἔθνη, καὶ φυσικὴν εἰληφότα διάγνωσιν, καὶ τὴν κτίσιν ἐσχηκότα θεογνωσίας διδάσκαλον, καὶ μήτε ἐντεῦθεν, μήτε ἐκεῖθεν ὠφέλειαν εἰσδεξάμενα. ἤλεγξε δὲ καὶ Ἰουδαίους πλείονος μὲν
τετυχηκότας, πρὸς γὰρ τῇ φύσει καὶ τῇ κτίσει, καὶ νόμον ἐδέ- ξαντο, καὶ προφήτας τὸ δέον παιδεύοντας· καὶ μείζοσι τιμωρίαις ὑπευθύνους γεγενημένους. ἀλλ’ ὅμως καὶ τούτους κἀκείνους πανω- λεθρίας ὄντας ἀξίους, τῆς σωτηρίας ἠξίωσε, πιστεῦσαι μόνον θελήσαντος.
Ισραὴλ τινὲς ἐπωρώθησαν· ἀλλὰ πωρωθέντων τούτων, ἐκεῖνο καὶ τὸ, “ ἠπείθησαν δὲ τῷ ὑμετέρῳ ἐλέει. ἵνα καὶ “ αὐτοὶ ἐλεηθῶσι.” καὶ πάντα ὅσα τοιαῦτα, κατὰ τὸν αἰτιατικὸν ἐκδέδοται τρόπον. οὐκ ἔχοντα τὸν νοῦν αἰτιατικόν.
“ εἰς πάθη ἀτιμίας.” καὶ ἐπὶ τοῦ, “ ἐτύφλωσεν ὁ Θεὸς τὰ νοή- “ μάτα τῶν ἀπίστων,” οὐχ ὡς τοῦ Θεοῦ κακοποιοῦντος δεχόμεθα τὸν λόγον, ἀλλ’ ὡς συγχωροῦντος τοῖς ἀνθρώποις πράττειν ἃ βούλονται, διὰ τὸ αὐτεξούσιον· οὕτω καὶ νῦν τὸ, “ συνέκλεισε” νοητέον, ὅτι τοὺς βουληθέντας ἀπειθεῖν, εἴασεν ἀπειθεῖν. καὶ
συγχωρῶν διόλου τῷ ἀνθρώπῳ τὸ ἐφ’ ἑαυτοῦ ἔχειν, πράττειν ὃ βούλεται. συνεχώρησε δὲ ἀπειθεῖν, οὐχ ἵνα κατακρίνῃ παραμείναντας τοῖς ἁμαρτήμασιν. οὐ γὰρ τοῦτο βούλεται· ἀλλ’ ἵνα τῷ χρόνῳ αἰσθομένους ὧν ἁμαρτάνουσι, καὶ μεταγνόντας, ἐλεήσῃ. ἢ καὶ τὸ, “ συνέκλεισεν εἰς ἀπείθειαν,” ἀντὶ τοῦ, διήλεγξεν ἀπειθοῦντας
ἐστί. καὶ οἷον ἀπέκλεισεν αὐτοῖς πᾶσαν ἀπολογίαν. ἵνα αἴσθωνται ὅτι οὐκ ἐξ ἔργων λοιπὸν, ἀλλ’ ἐκ φιλανθρωπίας Θεοῦ καὶ ἐλέους σώζονται.
ἐλπίδας, καὶ πᾶσαν αἰσχύνην ἀναιρεῖ. μὴ αἰσχυνθῇς φησὶ, κἂν ἠπείθησας προσελθεῖν· μὴ δ’ ἀπελπίσῃς, ὡς βραδύτερον προσερχόμενος. τεύξῃ προσιὼν καὶ ὀψὲ τοῦ ἐλέους. καὶ γὰρ τὰ ἔθνη κληθέντα ἠπείθησαν πρότερον, ἀλλὰ νῦν ἐπίστευσεν. ἣ οὖν προτροπῆς καὶ παραινέσεως τόπον ἐπέχει τὰ εἰρημένα, ἣ καὶ προφητείας,
πιστούμενα τὸ μέλλον ἀπὸ τῆς τῶν ἐκβεβηκότων παραθέσεως καὶ μαρτυρίας. τὸ δὲ, “ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ,” καὶ “ ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει,” φησὶ, οὐχ ὅτι ἡ ἀπείθεια τῶν Ἰουδαίων αἰτία γέγονε τοῦ ἐλεηθῆναι τὰ ἔθνη, οὐδ’ ὅτι τὸ ἔλεος τῶν ἐθνῶν αἴτιον γέγονε τῆς τῶν Ἰουδαίων ἀπειθείας. ἀλλὰ ταῦτα φησί, δεικνὺς καὶ διδάσκων ὅτι ὁ Θεὸς οὐδέποτε διέλιπε τὸ αὐτοῦ ποιῶν, καὶ τὸ ἔλεος αὐτοῦ πηγάζων. κἂν πάλαι μὲν γὰρ ἠπείθησαν τὰ ἔθνη, νῦν δὲ ἀπειθοῦσιν Ἰουδαῖοι, αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν, οὐ διαλιμπάνει. καὶ δῆλον, ἐκ τοῦ, καὶ τότε ἐλεεῖσθαι
τοὺς Ἰουδαίους, ἀπειθούντων τῶν ἐθνῶν· καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη, τῶν Ἰουδαίων ἀπειθούντων. καὶ τὸ ἔτι σαφέστερον ὅτι τοὺς Ἰουδαίους κἂν ἠπείθησαν, ἐλεήσει ἔτι. ἅμα δὲ καὶ ἔνδειξις ἐστὶ πρὸς τοὺς Ἰουδαίους, ὅτι κἂν αὐτοί, φησι, ἐξέστητε τῆς πίστεως, μὴ νομίσητε ὅτι ἔλαττόν τι ἔσχεν ἡ πίστις. ὥσπερ γὰρ πάλαι τῶν
ἐθνῶν ἐξεστηκότων, οὐδὲν ἔλαττον ἔσχε τὰ τῆς εἰς Θεὸν θεραπείας· οὕτω καὶ νῦν ὑμῶν ἀποσχιζομένων τῆς πίστεως, οὐδὲν ἔλαττον τὰ τῆς πίστεως ἕξει. ἐσχημάτισε δὲ πρὸς τοὺς ἐξ ἐθνῶν τὰ εἰρημένα· ἀνεπαχθέστερον τὸν πρὸς τοὺς Ἰουδαίους ἔλεγχον βουλόμενος ποιῆσαι. δυνατὸν δὲ καὶ πρὸς τοὺς ἐξ ἐθνῶν ἐκλαβεῖν εἰρῆσθαι
ταῦτα, ὥστε μὴ μέγα φρονεῖν ὅτι ἐπίστευσαν. ἐλέει γὰρ ὑμεῖς τε πεπιστεύκατε· καὶ οἱ ἀπειθήσαντες, φησὶν, ἐλεηθήσονται καὶ πιστεύσουσιν.
αἱ ὁδοὶ αὐτοῦ. τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ 2,6 ἀνταποδοθήσεται αὐτῷ; ὅτι ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
ἐβόησε καὶ ἐξεπλάγη, εἰ μὴ πάντως ἔμελλεν ἔσεσθαι τοῦτο. καὶ ὅτι μὲν βάθος ἐστὶν, οἶδε. πόσον δὲ, οὐκ οἶδε. θαυμάζοντος γάρ ἐστιν ἡ ῥῆσις· οὐκ εἰδότος τὸ πᾶν. θαυμάσας δὲ καὶ ἐκπλαγεὶς τὴν χρηστότητα κατὰ τὸ ἐγχωροῦν αὐτῷ, διὰ δύο τῶν ἐπιτατικῶν ὀνομάτων αὐτὴν ἐνεκήρυξε, τοῦ πλούτου καὶ τοῦ βάθους· καὶ ἐξεπλάγη, ὅτι καὶ ἠθέλησε καὶ ἴσχυσε ταῦτα. καὶ διὰ τῶν ἐναντίων τὰ ἐναντία κατεσκεύασεν, “ ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ.” οὐ γὰρ μόνον καταλειφθῆναι αὐτὰ ἀδύνατον, ἀλλ’ οὐδὲ ἐρευνηθῆναι. “ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.” τουτέστιν, αἱ αἰκονομίαι.
καὶ γὰρ αὗται οὐ μόνον γνωσθῆναι, ἀλλ’ οὐδὲ ζητηθῆναι δύνανται. οὐδὲ γὰρ ἐγώ, φησιν, ἔγνων ἅπαντα, ἀλλὰ μέρος μικρὸν, οὐ τὸ πᾶν. μόνος γὰρ αὐτὸς οἶδε τὰ αὐτοῦ σαφῶς. διὸ καὶ ἐπήγαγε, “ τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἣ τίς σύμβουλος “ αὐτοῦ ἐγένετο; ἢ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται
“ αὐτῷ ;” ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ὅτι οὕτω σοφὸς ὢν, παρ’ ἑτέρου σοφός ἐστιν, ἀλλ’ αὐτός ἐστιν ἡ πηγὴ τῶν ἀγαθῶν. καὶ τοσαῦτα ἐργασάμενος καὶ χαρισάμενος ἡμῖν, οὐ παρ’ ἑτέρου δανεισάμενος, ταῦτα ἔδωκεν, ἀλλ’ οἴκοθεν ἀναβλύσας. οὐδὲ ἀμοιβὴν ὀφείλων τινὶ, ὡς εἰληφώς τι παρ’ αὐτοῦ, ἀλλ’
αὐτὸς κατάρχων ἀεὶ τῶν εὐεργεσιῶν. τοῦτο γὰρ μάλιστά ἐστι πλούτου, τὸ καὶ ὑπερχεῖσθαι καὶ μὴ δεῖσθαι ἑτέρου. διὸ καὶ ἐπήγαγεν, “ ὅτι ἐξ αὐτοῦ, καὶ δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα.” αὐτὸς εὗρεν· αὐτὸς ἐποίησεν· αὐτὸς συγκρατεῖ. καὶ γὰρ καὶ πλούσιός ἐστι, καὶ οὐ δεῖται παρ’ ἑτέρου λαβεῖν· καὶ σοφός ἐστι,
καὶ οὐ δεῖται συμβούλου. τί λέγω συμβούλου; οὐδὲ εἰδέναι τίς δύναται τὰ αὐτοῦ, ἀλλ’ ἢ μόνος αὐτὸς ὁ πλούσιος καὶ σοφός. καὶ γὰρ πολλοῦ πλούτου, τὸ τοὺς ἐξ ἐθνῶν εὐπόρους οὕτω ποιῆσαι· καὶ πολλῆς σοφίας, τὸ τοὺς Ἰουδαίων καταδεεστέρους, Ἰουδαίων κατασκευάσαι διδασκάλους. εἶτα ἐπειδὴ ἐξεπλάγη, καὶ εὐχαριστίαν
ἀναφέρει, λέγων, “ αὐτῷ ἡ δόξα εἰς αἰῶνας, ἀμήν.” ὅταν γάρ τι τοιοῦτον λέγῃ μέγα καὶ ἄπορον, θαυμάζων εἰς δόξαν καταλήγει. τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ ἐποίησε. καὶ γὰρ ἐκεῖ θαυμάσας αὐτὸ δὴ τοῦτο ὅπερ καὶ ἐνταῦθα, ἐπήγαγεν, “ ἐξ ὧν ὁ Χριστὸς “ τὸ κατὰ σάρκα. ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοῦς
“ αἰῶνας, ἀμήν.”
“ τίς ἔγνω νοῦν Κυρίου ;“πρὸς τὴν γνῶσιν. τὸ δὲ “ τίς σύμβου- “ λος αὐτοῦ ἐγένετο ;“πρὸς τὴν σοφίαν. τὸ δὲ, “ τίς προέδωκεν “ αὐτῷ ” πρὸς τὸν πλοῦτον. οὕτω γὰρ ἀμέτρητος ὁ τῆς ἀγαθότητος πλοῦτος, ὅτι καὶ τοῖς μὴ οὖσι τὸ εἶναι δέδωκε· καὶ τοῖς γεγονόσι τὸ εὖ εἶναι χαρίζεται. καὶ οὐκ ἀντιδίδωσιν, ἀλλὰ δίδωσι
τὰ ἀγαθά. φιλάνθρωπος δὲ ὣν, ἀντίδοσιν τὴν δόσιν καλεῖ. “ ὅτι “ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. αὐτῶ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν.” αὐτὸς γὰρ τὰ πάντα πεποίηκεν. αὐτὸς τὰ γεγονότα διατελεῖ κυβερνῶν. εἰς αὐτὸν ἀφορᾶν ἅπαντας προσήκει. ὑπὲρ μὲν τῶν ὑπαρξάντων, χάριν ὁμολογοῦντας. αἰτοῦντας δὲ, τὴν
ἔπειτα προμήθειαν. αὐτῷ δὲ χρὴ καὶ τὴν προσήκουσαν ἀναπέμπειν δοξολογίαν. ἔδειξε δὲ διὰ τούτων ὁ θεῖος Ἀπόστολος, ὡς οὐκ οἶδε τῆς ἐξ οὗ προθέσεως καὶ τῆς δι’ οὗ, διαφοράν. καὶ τὴν μὲν, ὡς μεῖζον τί σημαίνουσαν, προσήκουσαν τῷ Πατρί· τὴν δὲ, ὡς ἔλαττόν τι διδάσκουσαν, προσήκουσαν τῷ Υἱῷ. ἀμφοτέρας γὰρ,
ἐφ’ ἑνὸς προσώπου τέθεικεν. ὅπερ εἴτε Πατρὸς εἴποιεν εἶναι οἱ τὰ Ἀρείου φρονοῦντες καὶ Εὐνομίου, εὑρήσουσι τῇ ἐξ οὗ, καὶ τὴν δι’ οὗ συζευγνυμένην. εἴτε τῷ Υἱῷ προσαρμόσαιεν, ὄψονται τῇ δι’ οὗ, δαὶ τὴν ἐξ οὗ συνημμένην. εἰ δὲ ἡ μὲν ἐξ οὗ, μεῖζον τι σημαίνει, ἡ δὲ δι’ οὗ, τὸ ἔλαττον, ἀμφότερα δὲ ἐφ’ ἑνὸς κεῖται προσώπου,
αὐτὸς ἄρα ἑαυτοῦ μείζων μὲν διὰ τὴν ἐξ οὑ, ἐλάττων δὲ διὰ τὴν δι’ οὗ, εἰκότως ἃν νοηθείη.
τοῦ Ἡσαΐου, ὅτι “ τίς ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ “ ἐγένετο ;” ;” ἐπήγαγε τὸ “ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ “ τὰ πάντα.” ἅπερ ὅτι περὶ Θεοῦ Λόγου, τοῦ δημιουργοῦ πάσης τῆς κτίσεως εἴρηται τῷ προφήτῃ, ἐκ τῶν κατόπιν ἂν μάθοις. “τίς “ ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν
“ τὴν γῆν δρακί; τίς ἔστησε τὰς νάπας ζυγῷ, καὶ τὰ ὄρη σταθμῷ; “ τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο ;” τὸ γὰρ “ τίς” ἐνταῦθα, οὐ τὸ ἄπορον παντελῶς, ἀλλὰ τὸ σπάνιον δηλοῖ. ὡς ἐπὶ τοῦ, “ τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους ;” καὶ, “ τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν ;“καὶ, “ τίς ἀναβήσεται εἰς
τὸ ὄρος Κυρίου; οὕτω δὴ καὶ ἐνταῦθα ἐστὶ, τίς ὁ εἰδὼς ’τον νοῦν τοῦ Κυρίου, καὶ τῆς βουλῆς αὐτοῦ κοινωνός. “ ὁ γὰρ Πατὴρ “ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ.” οὗτός ἐστιν ὁ συνέχων τὴν γῆν καὶ περιδεδραγμένος αὐτῆς· ὁ εἰς τάξιν πάντα καὶ διακόσμησιν ἀγαγών· καὶ ὄρεσιν ἰσορροπίαν, καὶ ὕδασι μέτρα,
καὶ πᾶσι τοῖς ἐν τῷ κόσμῳ τὴν οἰκείαν τάξιν ἀποκληρώσας. ὁ τὸν οὐρανὸν ὅλον μικρῷ μέρει τῆς ὅλης αὐτοῦ δυνάμεως περιέχων· ἣν σπιθαμὴν τροπικῶς ὁ προφήτου λόγος ὠνόμασεν. ὅθεν οἰκείως ἐπήγαγεν ὁ Ἀπόστολος τὸ “ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα.” ἐξ αὐτοῦ γὰρ τοῖς οὖσιν ἡ αἰτία τοῦ εἶναι, κατὰ τὸ θέλημα
τοῦ Θεοῦ καὶ Πατρός. δι’ αὐτοῦ τοῖς πᾶσιν ἡ διαμονὴ καὶ ἡ σύστασις, του κτίσαντος τὰ πάντα, καὶ τὰ πρὸς σωτηρίαν ἑκάστῳ τῶν γινομένων ἐπιμετροῦντος. διὸ δὴ καὶ εἰς αὐτὸν ἐπέστραπται ἅπαντα· ἀσχέτῳ τινὶ πόθῳ καὶ ἀρρήτῳ στοργῇ πρὸς τὸν ἀρχηγὸν τῆς ζωῆς καὶ χορηγὸν ἀποβλέποντα, κατὰ τὸ γεγραμμένον,
“ οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν.
ἀνάγκη πᾶσα προσοικειοῦν τῷ Θεῷ καὶ Πατρί. ἐκ δὲ τούτου, προδήλως αὐτοῖς διαπεσεῖται τὸ παρατήρημα. εὑρίσκεται γὰρ οὐ μόνον τὸ ἐξ οὗ, ἀλλὰ καὶ τὸ δι’ οὗ, τῷ Πατρὶ προσαγόμενον. ὅπερ εἰ μὲν οὐδὲν ταπεινὸν ἐμφαίνει, τι δήποτε ὡς ὑποδεέστερον ἀφορίζουσι τῷ Θεῷ καὶ Υἱῷ; εἰ δὲ πάντως ἐστὶ διακονίας δηλωτικὸν,
ἀποκρινέσθωσαν ἡμῖν, ὁ Θεὸς τῆς δόξης καὶ Πατὴρ τοῦ Κυρίου, τίνος ἐστὶν ἄρχοντος ὑπηρέτης; ἐκεῖνοι μὲν οὖν οὕτως ὑφ’ ἑαυτῶν περιτρέπονται· ἡμῖν δὲ ἑκατέρωθεν τὸ ἰσχυρὸν φυλαχθήσεται. ἐάν τε γὰρ νικήσῃ περὶ τοῦ Υἱοῦ εἰναι τὸν λόγον, εὑρεθήσεται τὸ ἐξ οὗ, τῷ Υἱῷ προσαρμόζον. ἐὰν δέ τις φιλονεικῇ ἐπὶ τὸν Θεὸν ἀνα-
φέρειν τοῦ προφήτου τὴν λέξιν, πάλιν τὴν δι’ οὗ φωνὴν, τῷ Θεῷ πρέπειν δώσει. καὶ τὴν ἴσην ἕξει ἀξίαν ἑκάτερα τῷ κατὰ τὸν ἶσον λόγον ἐπὶ Θεοῦ παρειλῆφθαι. καὶ οὕτω κἀκείνως ὁμότιμοι ἀλλήλοις ἀναφανήσονται, ἐφ’ ἑνὸς προσώπου καὶ τοῦ αὐτοῦ τεταγμένα. Γρηγορίου τοῦ θεολόγου ἐκ. * * Κἂν τοίνυν λέγωμεν, εἷς
Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα· καὶ ἓν Πνεῦμα Ἅγιον, ἐν ᾧ τὰ πάντα· τὸ ἐξ οὗ καὶ δι’ οὗ καὶ ἐν ᾧ, οὐ φύσεις τέμνουσιν. οὐδὲ γὰρ ἃν μετέπιπτον αἱ προθέσεις ἣ αἱ τάξεις τῶν ὀνομάτων, ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας. καὶ τοῦτο δῆλον ἐξ ὧν συνάγονται
πάλιν, εἴ τῷ μὴ παρέργως ἐκεῖνο ἀναγινώσκεται παρὰ τῷ αὐτῷ Ἀποστόλῳ, τὸ “ ἐξ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. ‘ αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας ἀμήν.
ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν ταύτην λατρείαν ὑμῶν.
Επιστολῶν. καὶ μάλα εἰκότως. δεῖ γὰρ ὡς εἷμαι τὸν ὡς ἄριστα βιώσεσθαι μέλλοντα, γνῶναι τε καὶ πιστεῦσαι τῷ Θεῷ πρῶτον, ὅτι ἔστιν. εἶθ’ ὅτι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν δι’ ἀγαθῆς πολιτείας, μισθαποδότης γίνεται. χωρῶν δὲ ἐπὶ τὴν συμβουλὴν ἐκ τῶν προειρημένων αὐτῷ, καὶ ἐν οἷς ἀπεπαύσατο τῶν δογματικῶν, ἐκ τούτων
τὴν ἄρχην ἀύτης ἐποιήσατο.
θεῖος Ἀπόστολος λόγοις, καὶ τὴν ἠθικὴν διδασκαλίαν προστέθεικε. τὴν τελεωτάτην κατασκευάζων ἐν ἡμῖν ἀρετήν. διὰ γὰρ δὴ Ῥωμαίων, πᾶσιν ἀνθρώποις τὴν ὠφέλειαν προσήνεγκε. καὶ νόμους τιθεὶς, κρύπτει τὴν ἐξουσίαν, καὶ μεθ’ ἱκετηρίας τὴν διδασκαλίαν προφέρει. καὶ τῆς θείας φιλανθρωπίας ἀναμιμνήσκει, περὶ ἧς ἐν τοῖς ἔμπροσθεν μακροὺς ἀπέτεινε λόγους.
πολιτείαν. καὶ τοσοῦτος ὣν καὶ τηλικοῦτος, οὐ παραιτεῖται παπακλεῖν. καὶ ταῦτα, οὐχ ὑπὲρ ὣν ἔμελλεν αὐτὸς ἀπολαύειν, ἀλλ’ ὑπὲρ ὧν ἐκεῖνοι κερδαίνειν εἶχον. καὶ τί θαυμάζεις, εἰ αὐτὸς οὐ παραιτεῖται παρακαλεῖν, ὅπου γε, καὶ τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ προβάλλεται; ἐπειδὴ γὰρ τὰ μυρία ἐντεῦθεν ὑμῖν, φησὶ, ἀγαθὰ,
ἀπὸ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ αὐτοὺς παρακαλοῦντας αἰδέσθητε· αὐτοὺς δυσωπήθητε. καὶ γὰρ αὐτοὶ τὴν ἱκετηρίαν τιθέασιν, ἵνα μηδὲν ἀνάξιον αὐτῶν ἐπιδείξησθε. δι’ αὐτῶν οὖν τούτων, φησὶν, παρακαλῶ, δι’ ὧν ἐσώθητε. ὥσπερ ἃν εἴτις τὸν μεγάλα εὐεργετη- θέντα ἐντρέψαι βουλόμενος, αὐτὸν τὸν εὐεργετήσαντα, ἱκέτην
ἀγάγοι. καὶ τί παρακαλεῖς, εἰπέ μοι; “ παραστῆσαι τὰ σώματα “ ὑμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα- “ τρείαν ὑμῶν.” ἐπειδὴ γὰρ εἶπε θυσίαν, ἵνα μή τις νομίσῃ, ὅτι κατασφάξαι κελεύει τὰ σώματα, ταχέως ἐπήγαγε “ ζῶσαν.” εἶτα διαιρῶν αὐτὴν ἀπὸ τῆς Ἰουδαϊκῆς, φησὶν, “ ἁγίαν, εὐάρεστον
“ τῷ Θεῷ, τὴν λογικὴν λατρείαν ὑμῶν.” ἐκείνη γὰρ σωματικὴ, καὶ οὐ σφόδρα εὐάρεστος. “ τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν “ χειρῶν ὑμῶν ;” καὶ πολλαχοῦ ἀλλαχοῦ φησὶν, τοιαῦτα· διακρουόμενος αὐτὰς, ἀλλ’ οὐχὶ ταύτην. ἀλλὰ καὶ ἐκείνης διδομένης, ταύτην ἐζήτει. διὸ καὶ ἔλεγε, “ θυσία αἰνέσεως δοξάσει με.” καὶ
πάλιν, “ αἰνέσω τὸ ὄνομα τοῦ Θεοῦ μου, μετ’ ᾠδῆς.” καὶ “ ἀρέσει “ τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς.” καὶ ἀλλαχοῦ ἐκβάλλων αὐτὴν καὶ λέγων, “ μὴ, φάγωμαι κρέα ταύ- “ ρων, ἣ αἷμα ταύρων πίωμαι ;” ἐπήγαγε, “ θῦσον τῷ Θεῷ θυ- “ σίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου.” οὕτω
καὶ Παῦλος κελεύει ἐνταῦθα “ παραστῆσαι ἦ Θεῷ θυσίαν ζῶσαν, τὰ σώματα·
I μον· καὶ γέγονεν ὁλοκαύτωμα. μᾶλλον δὲ οὐκ ἀρκεῖ ταῦτα, ἀλλὰ καὶ τῆς τῶν ἀγαθῶν ἡμῖν ἐργασίας δεῖ. ἵνα ἡ μὲν χεὶρ, ἐλεημοσύνην ποιῇ· τὸ δὲ στόμα, εὐλογῇ τοὺς ἐπηρεάζοντας. ἡ δὲ ἀκοὴ, θείαις σχολάζῃ διηνεκῶς ἀκροάσεσιν. ἡ γὰρ θυσία οὐδὲν ἔχει ἀκάθαρτον. ἡ θυσία, ἀπαρχὴ τῶν ἄλλων ἐστί. καὶ ἡμεῖς τοίνυν,
καὶ χειρῶν καὶ ποδῶν καὶ στόματος καὶ τῶν ἄλλων ἀπαρχώμεθα τῷ Θεῷ. ἢ τοιαύτη θυσία, εὐάρεστος· ὡς ἥ γε τῶν Ἰουδαίων, ἀκάθαρτος. “ αἱ θυσίαι γὰρ αὐτῶν,” φησὶ, “ ἄρτος πένθους αὐ- “τοῖς.” ἐκείνη τὸ τεθυμένον, νεκρὸν ἀπέφαινεν. αὕτη τὸ τεθυμένον ζῶν ἐργάζεται. ὅταν γὰρ νεκρώσωμεν ἡμῶν τὰ μέλη, τότε δυνησόμεθα
ζῆν. σκόπει δὲ πῶς καὶ ἑκάστῃ λέξει μετὰ πολλῆς κέχρηται τῆς ἀκριβείας. οὐ γὰρ εἶπε ποιήσατε τὰ σώματα ὑμῶν θυσίαν, ἀλλὰ “ παραστήσατε.” ὡς ἃν εἰ ἔλεγε, μηδὲν κοινὸν ἔχετε λοιπὸν πρὸς αὐτά. ἑτέρῳ αὐτὰ ἐξεδώκατε. καὶ γὰρ οἱ τοὺς ἵππους τοὺς πολεμιστηρίους παριστῶντες, οὐδὲν κοινὸν λοιπὸν πρὸς
αὐτοὺς ἔχουσι. καὶ σὺ τοίνυν παρέστησας τῷ πολέμῳ τῷ κατὰ τοῦ διαβόλου, τὰ μέλη. μὴ κάθελκε αὐτὰ πρὸς ἰδιωτικὸς διακονιας. καὶ ἕτερον δὲ ἐκ τούτου δείκνυσιν ὅτι καὶ δόκιμα αὐτὰ δεῖ ποιεῖν, εἴ γε παριστᾶν μέλλομεν. οὐ γάρ τινι τῶν ἐπιγείων ἀνθρώπων, ἀλλ’ αὐτῷ παριστῶμεν αὐτὰ τῷ βασιλεῖ τῶν ὅλων Θεῷ.
οὐχ ἵνα πολεμῇ μόνον, ἀλλ’ ἵνα καὶ αὐτὸν ἐπικαθήμενον ἔχῃ τὸν βασιλέα. ἐπεὶ οὖν καὶ παρίστασθαι μέλλει, καὶ θυσία ἐστὶ, πάντα μῶμον περίελε. ὡς ἐὰν ἔχῃ μῶμον, οὐκέτ’ ἃν εἴη θυσία.
τῷ θυσίαν αὐτὸ ὀνομάσαι. ἔδειξε γὰρ ὡς οὐδενὶ προσῆκεν εἰς τὸ ἐναντίον καταχρήσασθαι τῇ τοῦ σώματος ὑπηρεσίᾳ. ἐπείπερ οὐδὲ τὰς προσαγομένας τῷ Θεῷ κατὰ νόμον θυσίας τῶν ἀλόγων, τῇ κοινῇ χρήσει τῶν ἀνθρώπων παραδίδοσθαι θεμιτὸν ἦν ἔτι. εἶτα μὴ ἀρκεσθεὶς τούτῳ, καὶ ἕτερον ἐπάγει, “ κατὰ τὴν λογικὴν λατρείαν
“ ὑμῶν,” φησι· τουτέστι, κατὰ τοὺς ἐκείνης νόμους. τοῦτο γάρ ἐστιν ἁγίαν καὶ ζῶσαν καὶ εὐάρεστον θυσίαν τὰ σώματα ὑμῶν παραστῆσαι, τὸ μηδὲν ἔξω τῶν κατὰ τὴν λατρείαν ἡμῖν νομοθετηθέντων, πολιτεύεσθαι. δεῖ γὰρ ἄμφω, τὴν πίστιν, τῷ βίῳ, καὶ τὸν βίον συνομολογεῖν τῇ πίστει.
“ ἤγεσθε ἀπαγόμενοι.” ποτὲ δὲ, “ παραστήσατε τὰ σώματα “ ὑμῶν, θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λα- “ τρείαν ὑμῶν.” ὁ μὲν γὰρ, ὡς ἃν ἄγηται ἀπαγόμενος, ἄλογον λατρεύει λατρείαν. ἅτε δὴ μὴ ὑπὸ τοῦ λόγου καθηγουμένου ἰδίᾳ ὁρμῇ καὶ προθέσει κινούμενος. τῇ δὲ τοῦ ἄγοντος ἐξουσίᾳ πρὸς
ὅπερ ἃν ἄγηται, ὡς οὐ θέλει φερόμενος. ὁ δὲ μετὰ λόγου ὑγιοῦς, καὶ βουλῆς ἀγαθῆς, σὺν πολλῇ φροντίδι τὸ ἀρέσκον τῷ Θεῷ πάντοτε καὶ πανταχοῦ σκοπούμενος καὶ κατορθῶν, οὗτος πληροῖ τὴν ἐντολὴν τῆς λογικῆς λατρείας, κατὰ τὸν εἰπόντα, “ λύχνος τοῖς “ ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου.” καὶ πάλιν,
“ καὶ αἱ συμβουλαί μου τὰ δικαιώματά σου.”
καὶ τὸ, “ παραστήσατε τὰ μέλη ὑμῶν θυσίαν εὐάρεστον τῷ Θεῷ, “ τὴν λογικὴν λατρείαν ὑμῶν,” ἔφησεν. οὐ γὰρ ἱερεῦσι γράφων ἐπέστειλε ταῦτα, ἀλλ’ ὁλοκλήρῳ ἐκκλησίᾳ. ἕκαστον γὰρ ἑαυτοῦ ἐν τούτῳ τῷ μέρει ἱερέα εἶναι προσέταξεν. εἰ δὲ τοὺς ὑπηκόους ἡ ἁγνεία ἱερέας χειροτονεῖ, ἡ λαγνεία δηλονότι τοὺς ἱερέας ἀποχειροτονεῖ·
καὶ τοῦτο μὲν οἱ θεσμοὶ διαγορεύουσι. γίνεται δὲ τοῦτο οὐ πάνυ. δι’ ἃς δὲ αἰτίας, οὐκ ἐμὸν λέγειν. οἱ δὲ τὴν θείαν ἱερωσύνην ἐστεμμένοι, καὶ τῆς προεδρίας ἀξίως τετυχηκότες, εἰ καὶ τὴν τοῦ σώματος ἁγνείαν φυλάξαιεν, ὄντως ἱερῶν εἰσὶν ἱερώτεροι. ὥσπερ γὰρ ἐπὶ τῆς παλαιᾶς διαθήκης ἱερᾶσθαι οὐκ ἐξῆν, εἰ μὴ
τοῖς ἱερεῦσι μόνοις· ἐν δὲ τῷ καιρῷ τοῦ Πάσχα, πάντες τρόπον τινὰ ἱερωσύνῃ ἐτιμῶντο· ἕκαστος γὰρ τὸ πρόβατον ἔθυεν. οὕτω καὶ ἐπὶ τῆς καινῆς καὶ ἀδιαδόχου, ἔχουσι μὲν κατ’ ἐξαίρετον τὴν ἱερουργίαν τῆς ἀναιμάκτου θυσίας, οἷς ἔξεστι ταύτην προσάγειν· ἕκαστος δὲ τοῦ ἰδίου σώματος ἱερεὺς κεχειροτόνηται· οὐχ ἵνα χει-
ροτόνητος ἐπιπηδοίη τῇ τῶν ἱερέων ἀρχῇ. ἀλλ’ ἵνα τῆς κακίας ἄρξας, τὸ σῶμα τέμενος ἱερὸν τῆς ἁγνείας κατασκευάσῃ.
Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.