εὐάρεστον καὶ τέλειον.
“ φοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν.” καὶ γὰρ χαμαίζηλον τὸ σχῆμα τοῦ αἰῶνος τούτου, καὶ εὐτελὲς καὶ πρόσκαιρον, καὶ οὐδὲν ἔχον ὑψηλὸν, οὐδὲ διηνεκὲς, καὶ εὐθεές· ἀλλὰ πάντα διεστραμμένα. εἰ τοίνυν ὀρθὰ βούλει βαδίζειν, μὴ τυπώσῃς σεαυτὸν κατὰ τὸ σχῆμα τοῦ παρόντος βίου. οὐδὲν γὰρ τῶν ἐν αὐτῷ μένον καὶ βέβαιον
ἐστί. διὸ καὶ σχῆμα ἐκάλεσεν αὐτό. καὶ ἀλλαχοῦ πάλιν, “ παράγει τὸ σχῆμα τούτου.” οὐδὲν γὰρ διαρκὲς οὐδὲ πεπηγὸς ἔχει, ἀλλὰ πάντα πρόσκαιρα. διὸ καὶ τῷ “ αἰῶνι τούτῳ” εἶπε. διὰ τούτου μὲν, τὸ ἐπίκηρον δηλῶν· διὰ δὲ τοῦ σχήματος, τὸ ἀνυπόστατον. κἂν γὰρ πλοῦτον εἴπῃς, κἂν ἄλλο τι τῶν δοκούντων
εἶναι μεγάλων, σχῆμα μόνον ἐστὶν, οὐ πράγματος ἀλήθεια. ἀλλὰ σὺ μὴ συσχηματίζου τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦ, φησὶν, τῇ ἀνακαινώσει τοῦ νοός. οὐκ εἶπε μετασχηματίζου τῷ νοὶ, ἀλλὰ μεταμορφοῦ. δεικνὺς ὅτι τὰ μὲν τοῦ κόσμου, σχῆμα, τὰ δὲ, τῆς ἀρετῆς, οὐ σχῆμα ἀλλὰ μορφή τις ἀληθείας, φυσικὸν ἔχουσα
κάλλος, οὐ δεόμενον τῶν ἔξωθεν ἐπιτριμμάτων τὲ καὶ σχημάτων, τῶν ὁμοῦ τὲ φαινομένων καὶ ἀπολλυμένων. ἃν τοίνυν τὸ σχῆμα ῥίψῃς, ταχέως ἐπὶ τὴν μορφὴν ἥξεις. οὐδὲν γὰρ τῆς κακίας ἀσθενέστερον. εἶτα ἐπειδὴ ἀνθρώπους ὄντας, εἰκὸς καθ’ ἑκάστην ἁμαρτάνειν ἡμέραν, παραμυθεῖται τὸν ἀκροατὴν λέγων, ὅτι καθεκάστην
ἀνακαίνου σαυτόν. ὅπερ ἐπὶ τῶν οἰκιῶν ποιοῦμεν, παλαιουμένας αὐτὰς ἀεὶ διορθοῦντες, τοῦτο καὶ ἐπὶ σαυτοῦ ποίει. ἥμαρτες σή- μερον; ἐπαλαίωσάς σου τὴν ψυχήν; μὴ ἀπογνῷς, ἀλλ’ ἀνακαί- νίσον αὐτὴν μετανοίᾳ καὶ δάκρυσι καὶ ἐξομολογήσει, καὶ τῇ τῶν ἀγαθῶν ἐργασίᾳ· καὶ μηδέποτε τοῦτο διαλίπῃς ποιῶν.
οὕτω. δύνασθε ἀνανεωθῆναι, ἐὰν μάθητε τὰ συμφέροντα, καὶ τί ποτε βούλεται ὁ Θεός. ἃν γὰρ εἰδῇς τοῦτο, καὶ τῶν πραγμάτων μάθῃς διαγινώσκειν τὰς φύσεις, ἐπελάβου τῆς ὁδοῦ τῆς κατ’ ἀρετὴν ἁπάσης. καὶ τίς ἀγνοεῖ τὰ συμφέροντα φησίν. καὶ τί τὸ θέλημα τοῦ Θεοῦ; οἱ πρὸς τὰ παρόντα ἐπτοημένοι πράγματα,
οὗτοι καὶ τὰ συμφέροντα αὐτοῖς, καὶ τὰ θελήματα τοῦ Θεοῦ ἀγνοοῦσι. καὶ γὰρ ἀμφότερα ταῦτα ἓν τί ἐστι. τά τε γὰρ συμφέροντα ἡμῖν ὁ Θεὸς βούλεται. καὶ ἃ βούλεται ὁ Θεὸς, ταῦτα καὶ συμφέροντα ἡμῖν εἰσίν. ἅπερ οὖν ὁ Θεὸς βούλεται, τίνα ἐστίν; ἐν πενίᾳ ζῆν, ἐν θλίψει, ἐν ταπεινοφροσύνῃ, ἐν τοῖς ἄλλοις οἷς
ἐνομοθέτησεν ἅπασιν. ἀλλ’ οἱ πολλοὶ ταῦτα καὶ οἰωνίζονται. τοσοῦτον ἀπέχουσι νομίζειν εἶναι αὐτὰ συμφέροντα καὶ Θεοῦ θελήματα. διὸ χρὴ πρὸ τῶν ἄλλων ἁπάντων, τὴν κρίσιν ἡμῖν εἶναι τῶν πραγμάτων διηρθρωμένην. διάτοι τοῦτο καὶ αὐτὸς κελεύει ἀνανεοῦσθαι εἰς τὸ δοκιμάζειν τί τὸ θέλημα τοῦ Θεοῦ. ἐνταῦθα δέ
μοι καὶ Ἰουδαίων καθάπτεσθαι δοκεῖ τῶν ἐχομένων τοῦ νόμου. θέθημα γὰρ ἦν τοῦ Θεοῦ καὶ ἡ παλαιὰ πολιτεία, ἀλλ’ οὐ προηγούμενον. ἀλλὰ διὰ τὴν ἐκείνων ἀσθένειαν συγχωρηθέν. τὸ δὲ τέλειον καὶ εὐάρεστον, ἡ καινὴ πολιτεία. καὶ γὰρ λογικὴν ὅτε ἐκάλεσε λατρείαν, πρὸς ἐκείνην ἀντιδιαστέλλων αὐτὴν οὕτως ὠνόμασεν.
ἐστι καὶ λέγεται· τὰ δὲ, κατ’ ὀργὴν, διὰ τὰς ἁμαρτίας ἡμῶν, ἅπερ κακὰ ὀνομάζεται. “ ἐγὼ γάρ εἰμι,” φησὶν, “ ὁ ποιῶν εἰρήνην “ καὶ κτίζων κακά.” κακὰ δὲ οὐχ ὑπὲρ ὧν κολαζόμεθα, ἀλλὰ δι’ ὧν παιδευόμεθα. τὰ δὲ παιδεύοντα καὶ διὰ τῆς παιδεύσεως εἰς ἐπιστροφὴν ἄγοντα, γίνεται εἰς ἀγαθόν. ὅσα μὲν οὖν μακροθυμῶν καὶ χρηστευόμενος θέλει ὁ Θεὸς, ταῦτα καὶ ἡμᾶς καὶ θέλειν καὶ μιμεῖσθαι ἀναγκαῖον. “ γίνεσθε γάρ φησι, οἰκτίρμονες, καθὼς “ καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν.” ἔτι δὲ καὶ ὁ Ἀπόστολος φησὶν, “ γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά. καὶ
“ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς.” ὅσα δὲ κατ’ ὀργὴν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐπάγει, ταῦτα κακὰ λεγόμενα, ὡς εἶπον τῷ λόγῳ τῆς κακώσεως, οὐ πάντως καὶ ἡμῖν ἔξεστι ποιεῖν. οὐδὲ γὰρ ἐπειδὴ θέλημα Θεοῦ ἐστι, λιμῷ πολλάκις, ἢ λοιμῷ ἣ πολέμῳ, ἣ ἄλλῳ τινὶ τοιούτῳ διαφθαρῆναι ἀνθρώπους,
τῷ θελήματι τούτῳ ἐξυπηρετεῖσθαι ἡμᾶς χρή. πρὸς γὰρ τὰ τοιαῦτα καὶ ὑπηρέταις κακοῖς ὁ Θεὸς κέχρηται, κατὰ τὸ εἰρημένον, ὅτι “ ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ.” θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, Ἀπόστολος δι’ ἀγγέλων πονηρῶν. οὐκοῦν πρῶτον δεῖ ζητεῖν τί τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν. εἶτα ὅταν γνωρίσωμεν
τὸ ἀγαθὸν, ἐξετάζειν εἰ τὸ ἀγαθὸν τοῦτο, καὶ εὐάρεστον ἐστὶ τῷ Θεῷ. ἔστι γάρ τι, ὃ τῷ μὲν ἰδίῳ λόγῳ, καὶ θέλημα Θεοῦ ἔστι καὶ ἀγαθόν ἐστιν. ὅταν δὲ ἢ παρὰ καιρὸν, ἣ παρὰ πρόσωπον γένηται, οὐκέτι καὶ εὐάρεστον τῷ Θεῷ ἐστιν. οἷον θέλημα Θεοῦ ἦν, καὶ ἀγαθὸν ἦν, τὸ θυμιᾶν Θεῷ, ἀλλ’ οὐκ ἦν εὐάρεστον τῷ Θεῷ
τοὺς περὶ Δαθὰν καὶ Ἀβειρὼν τοῦτο ποιεῖν. καὶ πάλιν θέλημα Θεοῦ ἐστι καὶ ἀγαθόν ἐστι, τὸ ἐλεημοσύνην ποιεῖν. ἀλλὰ τὸ ἕνεκεν τοῦ δοξασθῆναι ὑπὸ ἀνθρώπων ποιεῖν, οὐκέτι καὶ εὐάρεστον τῷ Θεῷ. θέλημα Θεοῦ καὶ ἀγαθὸν ἦν, τὸ τοὺς μαθητὰς ὃ πρὸς τὸ οὖς ἤκουσαν, κηρύξαι ἐπὶ τῶν δωμάτων. ἀλλὰ τὸ πρὸ καιροῦ τί εἰπεῖν,
οὐκέτι εὐάρεστον τῷ Θεῷ· “ μηδενὶ γὰρ εἴπητε,’ φησὶν, “ τὸ “ ὅραμα τοῦτο, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου, ἐκ νεκρῶν ἀναστῇ.” καὶ καθόλου πᾶν θέλημα Θεοῦ, ἀγαθὸν τότε καὶ εὐάρεστόν ἐστιν, ὅταν πληρωθῇ ἐπ’ αὐτῷ τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένον, “ πάντα “ εἰς δόξαν Θεοῦ ποιεῖτε.” καὶ “ πάντα εὐσχημόνως καὶ κατὰ
“ τάξιν γινέσθω.” πάλιν δὲ ὅταν καὶ θέλημα τι ᾖ ἀγαθὸν καὶ εὐάρεστον ᾖ, οὐδαμῶς ἀμεριμνεῖν χρή. ἀγωνιᾶν δὲ καὶ φροντίζειν, ὅπως καὶ τέλειον καὶ ἀνελλιπὲς τοῦτο· ᾖ. ἐν μέτρῳ ποτὲ μὲν τοῦ γινομένου, εἰ κατὰ τὸ προστεταγμένον γίνεται. ποτὲ δὲ τῆς τοῦ ποιοῦντος δυνάμεως. “ ἀγαπήσεις γάρ,” φησιν, “ Κύριον τὸν Θεόν “ σου ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεως σου, καὶ “ τὸν πλησίον ὡς σεαυτόν.” καθὼς καὶ ὁ Κύριος ἐν τῷ κατὰ Ἰωάννου Εὐαγγελίῳ ἐδίδαξε. καὶ πᾶσαν δὲ ἐντολὴν καθὼς γέγραπται.
προσαγόντων. τοῦτο δὲ εἰπὼν, ἵνα μή τινες τῶν Ἰουδαίων εἴπωσιν, οὐκοῦν οὐδόλως δεῖ ἡμᾶς μετασχηματίζεσθαι, ἀπὸ τῆς παραδεδομένης ἡμῖν τοῦ νόμου διδασκαλίας, διὰ τοῦτο ἐπάγει, “ ἀλλὰ μεταμορφοῦσθε.” τουτέστι, δεῖ ἡμᾶς κατὰ τὸ θέλημα τοῦ Θεοῦ μετατίθεσθαι. πολὺ δὲ τὸ μέσον τῆς ἀπὸ τοῦ νόμου
διδασκαλίας, καὶ τῆς κατὰ τὸ θέλημα τοῦ Θεοῦ σοφίας. ἡ μὲν γὰρ, καὶ αὐτὸ τὸ σχῆμα τὸ νομικὸν ἀπόλλυσιν, εἰς ἄλλο σχῆμα κακίας καὶ διαφθορᾶς ἄγουσα· ἡ δὲ, οὐ μόνον οὐκ ἀπόλλυσι τὸ του νόμου σχῆμα, ἐν σχήματι γὰρ καὶ σκιᾷ καὶ τύποις του νόμου ὑπῆρχεν, ἀλλὰ καὶ τελειοῖ αὐτό· τὴν λειπομένην αὐτῷ μορφὴν
καὶ τὸ κάλλος ἀπαρτίζουσα καὶ ἀναπληροῦσα. διὸ δὴ καλῶς φησὶν, “ μὴ συσχηματίζεσθε, ἀλλὰ μεταμορφοῦσθε. τὸ μὲν γάρ ἐστιν, ἀπώλεια, τὸ δὲ, σωτηρία καὶ τελειότης.
ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.
ἑαυτὸν ἀξιόπιστον εἶναι φησὶ, πρὸς τὴν τοσαύτην παραίνεσιν καὶ συμβουλήν. ἀλλὰ ποτὲ μὲν, τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ παραλαμβάνει μεθ’ ἑαυτοῦ, ποτὲ δὲ τὴν χάριν. οὐ γὰρ ἐμὸν λόγον λέγω, φησὶν, ἀλλὰ τὸν ἀπὸ τοῦ Θεοῦ. καὶ οὐκ εἰπε, λέγω γὰρ ὑμῖν διὰ τῆς σοφίας τοῦ Θεοῦ, ἀλλὰ “ διὰ τῆς χάριτος.” συνεχῶς τῶν εὐεργεσιῶν ἀναμιμνήσκων, ὥστε ἀγνωμονεστέρους ποιῆσαι, καὶ δεῖξαι καὶ ταύτῃ ὑπευθύνους ὄντας τῇ τῶν λεγομένων ὑπακοὴ.
μοι ἔφη, ἀντὶ τοῦ, ὡς τὴν περὶ τούτων διδάσκειν ἐξουσίαν ἐκ θείας χάριτος εἰληφώς.
γέροντι. κοινὸς γὰρ οὗτος ὁ νόμος, ἐπειδὴ καὶ δεσποτικός. οὕτω καὶ ἀνεπαχθῆ τὸν λόγον ποιεῖ· πᾶσι προτιθεὶς τὰ διδάγματα, καὶ τοῖς οὐκ οὖσιν ὑπευθύνοις. ἵνα οἱ ὑπεύθυνοι τὴν τοιαύτην ἐπιτίμησιν καὶ διόρθωσιν εὐκολωτέραν δέξωνται. καὶ τί λέγεις εἰπέ μοι; “ μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ φρονεῖν.” τὴν μητέρα τῶν ἀρετῶν
ἐνταῦθα εἰσάγει πρώτην, τὴν ταπεινοφροσύνην· τὸν διδάσκαλον αὐτοῦ μιμούμενος. καθάπερ γὰρ ἐκεῖνος εἰς τὸ ὄρος ἀναβὰς, καὶ τὸν ἠθικὸν μέλλων ὑφαίνειν λόγον, ἐντεῦθεν ἤρξατο. λέγων οὕτως, “ μακάριοι οἱ πτωχοὶ, τῷ πνεύματι.” οὕτω καὶ αὐτὸς ἀπὸ τῶν δογματικῶν ἐπὶ τὰ ἠθικώτερα νῦν ἐκβὰς, ἐδίδαξε μὲν καθόλου τὴν
ἀρετὴν, τὴν θαυμαστὴν θυσίαν παρ’ ἡμῶν ἀπαιτήσας. μέλλων δὲ καὶ κατὰ μέρος αὐτὴν ὑπογράφειν, ὥσπερ ἀπὸ κεφαλῆς τῆς ταπεινοφροσύνης ἄρχεται. καὶ φησὶν, “ μὴ ὑπερφρονεῖν παρ’ ὃ δεῖ “ φρονεῖν.” τοῦτο γὰρ θέλημα τοῦ Θεοῦ. “ ἀλλὰ φρονεῖν εἰς τὸ “ σωφρονεῖν.” ὃ λέγει, τοῦτό ἐστιν. ἐλάβομεν φρόνησιν, οὐχ ἵνα
εἰς ἀπόνοιαν αὐτῇ χρησώμεθα, ἀλλ’ ἵνα εἰς σωφροσύνην. καὶ οὐκ εἶπεν εἰς τὸ ταπεινοφρονεῖν, ἀλλ’ “ εἰς τὸ σωφρονεῖν.” σωφροσύνην ἐνταῦθα λέγων, οὐ τὴν ἀντιδιαστελλομένην τῇ ἀσελγείᾳ ἀρετήν· οὐδὲ τὸ ἀπηλλάχθαι ἀκολασίας. ἀλλὰ τὸ νήφειν καὶ ὑγιαίνειν κατὰ διάνοιαν. καὶ γὰρ καὶ τοῦτο σωφροσύνη λέγεται, ἀπὸ
τοῦ σώας ἔχειν τὰς φρένας. δεικνὺς τοίνυν, ὅτι τὸν μὴ μετριάζοντα οὐδὲ σωφρονεῖν ἔνι. τουτέστι, καθεστηκέναι καὶ ὑγιαίνειν. ἀλλὰ παραπαίει καὶ ἐξέστηκεν ὁ τοιοῦτος, καὶ παραπλῆγος παντός ἐστι μανικώτερος. σωφροσύνην ἐκάλεσε τὴν ταπεινοφροσύνην.
τὸ νουθετεῖν καὶ ἐπιτάττειν ἄλλοις ἐνίοτε ἐξ ὑπερφροσύνης γίνεται, προλαβὼν ἰάσατο τοὺς τοιούτους λογισμούς. οὐκ ἔστι γάρ, φησι, ἐξ ἐμῆς ὁρμῆς τὸ νουθετεῖν ὑμᾶς· ἀλλὰ ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ, αὐτοῦ διάταγμα πληρῶ· ἐμέρισε δὲ τὰ χαρίσματα οὐ κατὰ φιλοτιμίαν, ἀλλὰ κατὰ τὸ μέτρον τῆς πίστεως. πίστεως δὲ, οὐ
τῆς κατὰ τὴν λατρείαν φησίν. πάντες γὰρ πιστοὶ καὶ τέλειοι ἐν αὐτῇ εἰσὶ δηλονότι, οἱ χαρισμάτων ἀξιωθέντες, ἀλλὰ τῆς κατὰ τὰ χαρίσματα πίστεως. καθὼς καὶ ἐν εὐαγγελίοις εἴρηται, “ Κύριε, πρόσθες ἡμῖν πίστιν.” καὶ πάλιν, “ ἐὰν ἔχητε πίστιν “ ὡς κόκκον σινάπεως.” καὶ πάλιν, “ διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν.”
δῆλον γὰρ, ὡς ἕτερον τοῦτο τῆς πίστεως τὸ σημαινόμενον, παρὰ τὸ ἐπὶ τῆς εὐσεβείας λαμβανόμενον.
μικρὸν ὑποσύρει. εἰπὼν γὰρ ὅτι “ δεῖ φρονεῖν εἰς τὸ σωφρονεῖν,” ἐπήγαγεν, “ ἑκάστῳ ὡς ὁ Θεὸς ἐμέρισε μέτρον πίστεως.” πίστιν ἐνταῦθα τὸ χάρισμα καλῶν. εἰπὼν δὲ ὅτι “ ἐμέρισε,” καὶ τὸν, ἔλαττον εἰληφότα παρεμυθήσατο· καὶ τὸν μείζονος ἀπολαύσαντα, καταστέλλει. εἰ γὰρ ὁ Θεὸς ἐμέρισε, φησὶν, καὶ μὴ σὸν τὸ
κατόρθωμα, τι μέγα φρονεῖς; εἰ δέ τις τὴν πίστιν ἐνταῦθα μὴ τὸ χάρισμα λέγοι καλεῖσθαι, καὶ τούτῳ πάλιν μειζόνως δείκνυσιν αὐτὸν ταπεινοῦντα τοὺς ἀλαζόνας. εἰ γὰρ ὃ τοῦ χαρίσματός ἐστιν αἴτιον ἡ πίστις, καθ’ ἣν τὰ θαύματα γίνεται, καὶ τοῦτο παρὰ τοῦ Θεοῦ, πόθεν σὺ μέγα φρονεῖς; καὶ γὰρ εἰ μὴ παρεγένετο, μὴ
δὲ ἐσαρκώθη, οὐδ’ ἃν τὰ τῆς πίστεως προεχώρησεν. ὥστε πάντα ἐκεῖθεν τὴν ἀρχὴν ἔχει τὰ ἀγαθά. εἰ δὲ αὐτὸς δίδωσιν, οἶδε πῶς μερίζει. πάντα γὰρ αὐτὸς ἐποίησε, καὶ πάντων ὁμοίως κήδεται. καὶ ὡσπερ τὸ δοῦναι ἄπο φιλανθρωπίας γέγονεν, οὐτῶ καὶ τὸ πόσον δοῦναι. οὐ γὰρ δὴ περὶ τὸ κεφάλαιον ἐπιδειξάμενος τὴν ἀγαθότητα, ὅπερ ἐστι τὸ δοῦναι τὰ χαρίσματα, ἐν τῷ μετρίῳ σε προδιδοναι ἔμελλεν. εἰ μὲν γὰρ ἀτιμάσαι ἐβούλετο, οὐδ’ ἃν ἔδωκε τὴν ἀρχήν. εἰ δὲ σῶσαι καὶ τιμῆσαι ἐβούλετο, διὰ γὰρ τοῦτο καὶ παρεγένετο, καὶ τοσαῦτα διένειμεν ἀγαθὰ, τί θορυβῇ καὶ
ταράττῃ, καὶ εἰς μωρίαν ἀποκέχρησαι τῇ φρονήσει; Κυρίλλου. Ἐνταῦθα μὲν οὖν “ ὁ Θεὸς,” φησὶν, “ ἐμέρισεν “ ἑκάστῳ μέτρον πίστεως.” ἐν ἄλλοις δὲ τῇ τοῦ πνεύματος ἐξουσίᾳ τὴν τῶν θείων χαρισμάτων διανομὴν ἀνατιθείς. “ καὶ ᾧ μὲν “ δίδοται, πνεῦμα σοφίας.” εἶτα μεθ’ ἕτερα, “ ἑτέρῳ δὲ πίστις”
εἰπὼν, ἐπιλέγει, “ ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ “ Πνεῦμα, διαιροῦν ἰδία ἑκάστῳ καθὼς βούλεται.” οὐκοῦν εἰ πρὸς τοῖς ἄλλοις ἀγαθοῖς καὶ πίστεως φαίνεται τὸ Πνεῦμα παρεκτικὸν, καὶ τὸ ἀρκοῦν ἑκάστῳ μέτρον ὁρίζον ὡς Θεὸς, πῶς οὐ λίαν ἀσεβὲς ἐπαριθμεῖν αὐτὸ τοῖς κτίσμασι, καὶ μὴ μᾶλλον ἐκ Θεοῦ
πεφηνέναι;
οὐχὶ σῶμα ἐσμὲν ἅπαντες ἓν, καὶ μεγάλοι καὶ μικροί; ὅταν οὖν κατὰ τὸ κεφάλαιον ἓν ὦμεν, καὶ ἀλλήλων μέλη, τι τῇ ἀπονοίᾳ σχίζεις σαυτόν; τί ἐπαισχύνῃ τὸν ἀδελφόν; ὥσπερ γὰρ ἐκεῖνος σοῦ μέλος, οὕτω κἀκείνου, σύ. καὶ πολλὴ κατὰ τοῦτο ἡ ὁμοτιμία. δύο γὰρ ἱκανὰ καθελεῖν αὐτῶν τὴν ἀπόνοιαν τέθεικε.
καὶ ὅτι ἀλλήλων ἐσμὲν μέλη, καὶ ὅτι ἓν ἐσμὲν ἅπαντες σῶμα· μᾶλλον δὲ, καὶ τρία. καὶ γὰρ καὶ χάρισμα ἔδειξε τὸ δοθέν. μὴ τοίνυν μέγα φρόνει. ἐδόθη γάρ σοι παρὰ Θεοῦ. οὐχὶ σὺ ἔλαβες, οὐδὲ εὗρες.
ἓν οἱ πιστεύσαντες. μέλους δὲ χρείαν, ἕκαστος ἡμῶν πληροῖ.
δοθεῖσαν ἡμῖν· εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως· εἴτε διακονίαν, ἐν τῆ διακονίᾳ· εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ· εἴτε ὁ παρακαλῶν, ἐν τῆ παρακλησίᾳ· ὁ μεταδιδοὺς, ἐν ἁπλότητι· ὁ προιστάμενος, ἐν σπουδῇ· ὁ ἐλεῶν, ἐν ἰλαρότητι· ἡ ἀγάπη
ἀνυπόκριτος.
λήγει. εἰπὼν γὰρ προφητείαν καὶ διακονίαν καὶ ὅσα τοιαῦτα, κατέληξεν εἰς ἐλεημοσύνην, καὶ σπουδὴν καὶ ἀντίληψιν. ἐπειδὴ γὰρ εἰκὸς ἦν τινὰς ἐναρέτους μὲν εἶναι, μὴ ἔχειν δὲ προφητείαν, δείκνυσιν ὅτι καὶ τοῦτο χάρισμα· καὶ πολλῷ μεῖζον ἐκείνου· ὥσπερ ἔδειξεν ἐν τῇ πρὸς Κορινθίους. καὶ τοσούτῳ μεῖζον, ὅσῳ τὸ
μὲν, ἔχει μισθὸν, τὸ δὲ, ἐστέρηται ἀμοιβῆς. ὅλον γὰρ δωρεὰ καὶ χάρις ἐστίν. ἐπειδὴ δὲ ἱκανῶς αὐτοὺς παρεμυθήσατο, βούλεται καὶ ἐναγωνίους ποιῆσαι καὶ σπουδαιοτέρους· δεικνὺς ὅτι αὐτοὶ τὰς ἀφορμὰς παρέχουσι, τοῦ μεῖζον ἣ ἔλαττον λαβεῖν. λέγει μὲν γὰρ αὐτὰ καὶ παρὰ τοῦ Θεοῦ δίδοσθαι. ὡς ὅταν λέγῃ, “ ἑκάστῳ ὡς ὁ
“ Θεὸς ἐμέρισε.” καὶ πάλιν· “ κατὰ τὴν χάριν τὴν δοθεῖσαν “ ἡμῖν.” ἵνα καταστείλῃ τοὺς ὑπερηφάνους. λέγει δὲ καὶ παρ’ αὐτῶν τὰς ἀρχὰς γεγενῆσθαι, ἵνα διεγείρῃ τοὺς ῥᾳθυμοτέρους. “ κατὰ τὴν ἀναλογίαν,” γάρ φησιν, “ τῆς πίστεως.” εἰ γὰρ καὶ χάρις ἐστὶν, οὐχ ἁπλῶς ἐκχεῖται, ἀλλὰ τὰ μέτρα παρὰ τῶν δεχομένων λαμβάνουσα, τοσοῦτον ἐπιρρεῖ, ὅσον ἃν εὕρῃ σκεῦος πίστεως ἀυτῇ προσενεχθὲν.
ἐπισυνάπτων· οὕτω γάρ φησιν νοητέον, μέλη ἀλλήλων ἐσμέν· ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα. εἰ γὰρ καὶ διάφορα ταῦτα, ἀλλ’ οὖν, εἰς κοινὴν ὠφέλειαν ὑπὸ τῆς θείας κεχορήγηται χάριτος.
δεικνύωμεν τὴν χάριν. ἵνα ᾖ τοιοῦτον. ἔχοντες χαρίσματα διάφορα, εἴτε προφητείαν, εἴτε διακονίαν, εἴτε διδασκαλίαν, οἱ μὲν ἔχοντες προφητείαν, ἐν προφητείᾳ δεικνύωμεν τὴν χάριν. οἱ δὲ διακονίαν, ἐν διακονία. οἱ δὲ διδασκαλίαν, ἐν διδασκαλίᾳ. καὶ ἕκαστος ἐν ἡ ἐγκεχείρισται λειτουργίᾳ.
ἀπὸ κοινοῦ, καὶ ζεῦγμα καλεῖται. ὅτι ζευγνύει πληθυντικὸν, ἑνικῷ, καὶ μετοχὴν, ῥήματι. οὕτως οὑν ἄπο κοίνου τὸ ἔχοντες κάτα το ζεῦγμα λαμβανόμενον, ἀπηρτισμένην κατὰ τοῦτο τέως τὴν ἔννοιαν καὶ τὰ χωρία ποιεῖ. ἐλλειπιτκῶς δὲ πάλιν ἐσχημάτισται, ὅτι λείπει πρὸς αὐτοτέλειαν τοῦ νοήματος. οἷον, τὸ μενέτω ἐν ᾧ ἔλαβεν
ἕκαστος χαρίσματι. ἣ ἀρκείσθω, ἢ στοιχείτω, ἣ τί τοιοῦτον. οἷον, εἴτε προφητείαν ἔχει τίς, εἴτε διακονίαν, μενέτω ἕκαστος ἐν ᾧ ἔλαβε. καὶ πολλή ἐστιν ἡ τῶν τοιούτων χρῆσις παρὰ τῷ θαυμασίῳ Παύλῳ. καὶ μὴ θαυμάσῃς εἰ ἀμαθὴς ὢν τούτων, ἐκέχρητο τούτοις. ἡ γὰρ χάρις ἡ τὰ μείζω χορηγοῦσα, καὶ τῶν εύτελῶν
πολλάκις παρέχει τὴν γνῶσιν. οὐχ ὡς μεγάλων τούτων ὑπαρχόντων. τί γὰρ ἃν καὶ εἴη περὶ λέξεις καὶ συλλαβὰς καὶ τὴν τούτων συνθήκην μικρολογουμένων ἀνθρώπων πόνος καὶ ὀνόματα. οὔκουν ὡς μεγάλα τισὶν ἐκέχρητο τούτοις, ἀλλ’ εἰς τὸ καταισχύνειν τοὺς ἐπὶ τοῖς τοιούτοις μέγα φρονοῦντας, καὶ κερδῆσαι αὐτοὺς εἰς
ταπεινοφροσύνην καὶ ὑπακοὴν τῆς αὐτοῦ νουθεσίας. ἄοκνα γὰρ ὑπῆρχεν ἅπαντα Παύλῳ ὅσα σωτηρίαν ἀνθρώποις ἔφερεν ἀληθῶς. διὸ καὶ χρήσεις ποιητικῶν στίχων, καὶ ἱστορίας Ἑλληνικὰς, οὐκ ὀκνεῖ προσκομίζειν, ἃν καὶ διὰ τούτων ἐλπίζῃ σωτηρίαν κατορθῶσαι ἀνθρώπῳ.
διακονίας κανόνα, γινώσκων ἐν τάξει καταδεεστέρα. οἷον αἱ χεῖρες, ὑπὸ τὴν κεφαλήν. πάλιν ὁ διδάσκαλος ὑπὸ τὸν προφήτην, ἐν τοῖς τῆς διδασκαλίας μέτροις μενέτω. λείπει γὰρ τὸ, μενέτω. δεύτερον γὰρ προφήτας, τρίτον διδασκάλους. τῶν γὰρ ἐκ προφητείας λόγων ἐξηγηταὶ καὶ διδάσκαλοι, ὥσπερ ὦτα ἀκούοντες, καὶ συνιέντες
τὰ ὀφθαλμοῖς ὁρώμενα καὶ δηλούμενα. καὶ ταῦτα μὲν τὰ πνευματικά. ἐπισυνάπτει δὲ καὶ τὰ περὶ τὸ σῶμα. μεταδόσεις δαψιλεῖς, προτασίας σπουδαίας, ἔλεον φιλάνθρωπον. ἐπήγαγε γὰρ, “ὁ ἐλεῶν, ἐν ἱλαρότητι.”
πρᾶγμα ἐνταῦθα τίθησι. καὶ γὰρ ἡ ἀποστολὴ διακονία λέγεται. καὶ πᾶν ἔργον πνευματικὸν, διακονία. ἔστι μὲν γὰρ καὶ ἰδικῆς οἰκονομίας ὄνομα τοῦτο. ἐνταῦθα μέντοι καθολικῶς εἴρηται.
τὴν ἐπὶ τὴν ἀρετὴν προτροπήν. καὶ προφητείαν, οὐ μόνον τῶν ἐσομένων τὴν πρόγνωσιν, ἀλλὰ καὶ τῶν κεκρυμμένων τὴν γνῶσιν.
τὴν ἀπόλυτον συμβουλήν. παράκλησιν δὲ, τὴν κατάλληλον διδασκαλίαν. ἁπλότητα, τὸ ἁπλοικὸν τὲ καὶ ἄφθονον. ἱλαρότητα, τὴν πρόθυμον εἰς ἔλεον γνώμην, τὴν σὺν χαρᾷ τὸν οἶκτον ἐνδεικνυμένην. τὸ μέντοι κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, οὐ τῇ προφητείᾳ μόνον προσήκει, κοινὸν δὲ κατὰ πάντων ἐστί. καὶ πρὸς
αὐτὸ τὴν ἀναφορὰν ἔχει πάντα. “ εἴτε ὁ διδάσκων ἐν τῇ διδα- “ σκαλίᾳ.” ὅρα πῶς ἀδιαφόρως τὰ χαρίσματα. τὸ μικρὸν, πρῶτον, καὶ τὸ μέγα, ὕστερον. πάλιν τὸ αὐτὸ τοῦτο παιδεύων, τὸ μὴ φυσᾶσθαι μὴ δὲ ἐπαίρεσθαι.
τὸ δοῦναι. ἀλλὰ δεῖ καὶ μετὰ δαψιλείας τοῦτο ποιεῖν. ἁπλότητα γὰρ τοῦτο οἶδε πανταχοῦ. ἐπεὶ καὶ αἱ παρθένοι ἔλαιον εἶχον, ἐπειδὴ τὸ ἀρκοῦν οὐκ εἶχον, τοῦ παντὸς ἐξέπεσον.
δὲ λογισμοῖς κεχρημένος, εἴτε ἀπόχρη τὰ ὄντα, εἴτε καὶ μή. ἀλλὰ τῷ Θεῷ θαρρῶν, καὶ φιλοτίμως τὴν χορηγίαν ποιούμενος. Χρυσοστόμου. “ Ὁ προιστάμενος, ἐν σπουδῇ.” οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι. “ ὁ ἐλεῶν, ἐν ἱλαρότητι.” οὐ γὰρ ἀρκεῖ τὸ ἐλεῆσαι, ἀλλὰ μετὰ δαψιλείας καὶ γνώμης ἀλύπου τοῦτο δεῖ ποιεῖν.
μᾶλλον δὲ οὐ μετὰ ἀλύπου μόνον, ἀλλὰ καὶ μετὰ φαιδρᾶς καὶ χαιρούσης. οὐ γάρ ἐστιν ἶσον μὴ λυπεῖσθαι, καὶ χαίρειν. τοῦτο καὶ ἐν τῇ μεταδόσει τὴν ἁπλότητα ζητεῖ, καὶ ἐν τῷ ἐλέῳ τὴν ἱλαρότητα, καὶ ἐν τῇ προστασίᾳ τὴν σπουδήν. οὐδὲ γὰρ χρήμασι μόνον βούλεται τοῖς δεομένοις ἡμᾶς βοηθεῖν, ἀλλὰ καὶ
ῥήμασι, καὶ πράγμασι, καὶ σώματι, καὶ τοῖς ἄλλοις ἅπασι. καὶ εἰπὼν τὴν προηγουμένην προστασίαν, τὴν διὰ τῆς διδασκαλίας, τὴν διὰ τῆς παρακλήσεως· αὕτη γὰρ ἀναγκαιοτέρα, ὅσῳ καὶ ψυχῆς ἐστι τροφὴ, ἦλθεν ἐπὶ τὴν διὰ τῶν χρημάτων, καὶ τὴν διὰ τῶν ἄλλων πραγμάτων. εἶτα δεικνὺς πῶς ἃν ταῦτα κατορθωθείη, τὴν
μητέρα αὐτῶν εἰσάγει τὴν ἀγάπην.
μένος, σπουδαίως προίσταται ἑαυτοῦ γὰρ προίσταται. καὶ ὁ μεταδιδοὺς, μετὰ δαψιλείας τοῦτο ποιεῖ· ἑαυτῷ γὰρ παρέχει.
“ ἁπλότητι,” γάρ φησιν, “ ὁ μεταδιδούς.” ὡς εἰ ἔλεγεν, ὁ μεταδιδοὺς, ἐν τῇ μεταδόσει. καθὰ καὶ περὶ τῆς διακονίας, “ διακονῶν, “ ἐν τῆ διακονίᾳ.” ἁπλότης δὲ, ἡ δαψίλεια παρὰ τῷ Ἀποστόλῳ καλεῖται. ἐκ τῆς ἡπλωμένης χειρός. ὡσαύτως δὲ καὶ τὴν προστασίαν, σπουδὴν εἶναι ὁρίζεται, καὶ τὸν ἔλεον, ἱλαρότητα· διαστήσας
αὐτὸν τῆς μεταδόσεως. ἡ μὲν γάρ ἐστι πρὸς ἁγίους, κοινωνίας ἕνεκεν. ἐπὶ τῇ ἁπλότητι γάρ φησιν εἰς τοὺς ἁγίους τῆς κοινωνίας. διὸ καὶ δαψιλὴς ἡ δόσις ὡς Θεῷ προσφορὰ, καὶ Χριστῷ διακονία, καὶ φιλοποιὸς κοινωνία. ὁ δὲ ἔλεος πρὸς τοὺς οἰκτροὺς ἐνδείας ἕνεκα, ὁποῖοι τινὲς ἃν ὦσι. “ παντὶ γὰρ τῷ αἰτοῦντι σε διδου,”
ἕνεκα φιλανθρωπίας. ἱλαρότητος δὲ τῷ ἐλέῳ δεῖ. ἐπεὶ πρὸς ἐλάττους γίνεται ὡς μὴ ἐξ ὑπεροψίας διδόντες, λυποίημεν, ἀλλ’ ἐκ φιλανθρωπίας, εὐφραίνοιμεν. εἰ δὲ καὶ περὶ σωματικὴν ἀνάπαυσιν αἱ μεταδόσεις καὶ προστασίαι καὶ ἐλεημοσύναι φέρουσιν, ἀλλ’ οὖν χαρίσματά εἰσιν, ἐπὶ δυνάμει πνεύματος ἐπιτελούμενα, ἐν τάξει
ποδῶν τῷ ἁγίῳ σώματι συνάπτουσα τοὺς τὰ τοιαῦτα διακονοῦντας. καὶ γὰρ οὐ μόνον εἴ τις λαλεῖ, “ ὡς λόγια Θεοῦ,’ φησὶ ὁ Πέτρος, ἀλλὰ καὶ εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός. διακονίαν δὲ, τὴν λειτουργίαν τὴν ἀναπληροῦσαν τὰ ὑστερήματα τῶν ἁγίων, φησὶν ὁ Παῦλος. πολυτρόπως τῆς διακονίας λεγομένης.
καὶ ἀγάπη ἐπὶ πονηροῖς πράγμασι, οἷα ἡ τῶν ἀκολάστων ἐστὶν, ἡ τῶν ἐπὶ χρήμασι καὶ ἁρπαγαῖς ὁμονοούντων, ἡ τῶν ἐπὶ μέθαις καὶ συμποσίοις· ἐκκαθαίρων αὐτὴν ἀπὸ τούτων, φησὶ, “ ἀποστυ- “ γοῦντες τὸ πονηρόν.” καὶ οὐκ εἰπεν ἀπεχόμενοι, ἀλλὰ μισοῦντες. καὶ οὐχ ἁπλῶς μισοῦντες, ἀλλὰ καὶ σφόδρα μισοῦντες. τὸ γὰρ
ἀπὸ, τοῦτο ῥῆμα πολλαχοῦ ἐπιτάσεως ἐστὶ παρ’ αὐτῷ· ὡς ὅταν λέγῃ “ ἀποκαραδοκίαν,” καὶ, “ ἀπεκδεχόμενοι,” καὶ, “ ἀπολύ- “ τρωσιν.” ἐπειδὴ γὰρ πολλοὶ καὶ μὴ πράττοντες τὰ κακὰ, ὅμως τὴν ἐπιθυμίαν αὐτῶν ἔχουσι, διὰ τοῦτο εἶπεν “ ἀποστυγοῦντες.” αὐτὸς γὰρ καὶ τὴν διάνοιαν καθαρεύειν βούλεται, καὶ πολλὴν ἡμᾶς
ὤραν ἔχειν πρὸς τὴν κακίαν, καὶ μῖσος, καὶ πόλεμον. καὶ οὐκ ἀρκεῖται τούτῳ μόνῳ, ἀλλὰ καὶ τὴν τῆς ἀρετῆς ἐργασίαν εἰσάγει. οὕτω λέγων, “ κολλώμενοι τῷ ἀγαθῷ.” οὐκ εἶπε ποιοῦντες μόνον, ἀλλὰ καὶ διακείμενοι. τοῦτο γὰρ τὸ κολλᾶσθαι δηλοῖ. οὕτω καὶ ὁ Θεὸς συνάπτων τὸν ἄνδρα τῇ γυναικὶ ἔλεγε, “ προσκολληθήσεται
“ πρὸς τὴν γυναῖκα αὐτοῦ.” εἶτα, καὶ αἰτίας λέγει δι’ ἃς ὀφείλομεν ἀλλήλους ἀγαπᾶν. “ τῇ φιλαδελφίᾳ, εἰς ἀλλήλους φιλόστοργοι.” ἀδελφοὶ φησὶν ἐστέ. οὐκοῦν καὶ διὰ τοῦτο δίκαιοι ἃν ἦτε φιλεῖν ἀλλήλους. τοῦτο δὲ καὶ Μωυσῆς ἃν ἔλεγε πρὸς τοὺς ἐν Αἰγύπτῳ μαχομένους, “ ἀδελφοὶ ἐστέ· ἵνα τι ἀδικεῖτε ἀλλήλους ” ὅταν
μὲν οὖν περὶ τῶν ἔξω λέγῃ, “ εἰ δυνατὸν τὸ ἐξ ὑμῶν μετὰ πάντων “ ἀνθρώπων εἰρηνεύετες,” φησί. ὅταν δὲ περὶ τῶν οἰκείων διαλέγηται, “ τῇ φιλαδελφίᾳ, εἰς ἀλλήλους φιλόστοργοι.” ἐκεῖ μὲν γὰρ τὸ μὴ μάχεσθαι ζητεῖ, μὴ δὲ μισεῖν καὶ ἀποστρέφεσθαι. ἐνταῦθα δὲ καὶ τὸ φιλεῖν· καὶ οὐχ ἁπλῶς φιλεῖν, ἀλλὰ καὶ στέργειν.
οὐ γὰρ δὴ μόνον φησὶν ἀνυπόκριτον εἶναι τὴν ἀγάπην χρὴ, ἀλλὰ καὶ ἐπιτεταμένην καὶ θερμὴν καὶ διάπυρον. τί γὰρ ὄφελος, ἃν ἀγαπᾷς μὲν ἀδόλως, μὴ θερμῶς δὲ ἀγαπᾷς; διὸ καὶ εἶπεν, “ εἰς ἀλλήλους φιλόστοργοι.” τουτέστι, καὶ φίλει, καὶ θερμῶς φίλει. μὴ μένε φιλεῖσθαι παρ’ ἑτέρου, ἀλλ’ αὐτὸς ἐπιπήδα τούτῳ καὶ κατάρχου.
φιλαδελφία ᾖ, ἀλλ’ ἐνδιάθετος καὶ διάπυρος, εἴρηται τὸ, “ τῇ “ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι.” ἄοκνοι, σπουδαῖοι.
καὶ γενομένη μένει. καὶ οὐδὲν οὕτω φίλους ποιεῖ, ὡς τὸ σπουδάζειν τῆ τιμὴ νικᾶν τὸν πλησίον. οὐ φιλία δὲ μόνον, ἀλλὰ καὶ τιμὴ μείζων ἐντεῦθεν γίνεται. τὰ μὲν γὰρ εἰρημένα πρότερον ἀπὸ τῆς ἀγάπης· ἡ δὲ ἀγάπη ἀπὸ τῆς τιμῆς. ὥσπερ οὖν καὶ ἡ τιμὴ ἀπὸ τῆς ἀγάπης.
οὐδὲν γὰρ οὕτως ὡς τιμὴ καὶ πρόνοια τὸ φιλεῖσθαι ποιεῖ. οὐ γὰρ ἀρκεῖ τὸ φιλεῖν, ἀλλὰ δεῖ καὶ τούτου. μᾶλλον δὲ ἐκ τοῦ φιλεῖν, καὶ τοῦτο γίνεται. ὥσπερ οὖν καὶ τὸ φιλεῖν ἀπὸ τούτου διαθερμαίνεται. καὶ ἀλλήλων εἰσὶ κατασκευαστικά. καὶ γὰρ εἰσὶ πολλοὶ κατὰ διάνοιαν μὲν φιλοῦντες, οὐκ ὀρέγοντες δὲ χεῖρα. διὰ
τοῦτο, πάντοθεν οἰκοδομεῖ τὴν ἀγάπην.
ζητεῖ; οὐ γὰρ εἶπε μεταδίδοτε μόνον, ἀλλὰ “ μετὰ δαψι- “ λείας.” οὐ δὲ προίστασθε, ἀλλ’ “ μετὰ σπουδῆς.” οὐδὲ ἐλεεῖτε, ἀλλ’ ἱλαρῶς. οὐδὲ τιμᾶτε, ἀλλὰ προηγεῖσθε. οὐδὲ ἀγαπᾶτε, ἀλλὰ ἀνυποκρίτως. οὐδὲ ἀπέχεσθε τῶν κακῶν, ἀλλὰ μισεῖτε. οὐδὲ ἔχεσθε τῶν ἀγαθῶν, ἀλλὰ κολλᾶσθε. οὐδὲ φιλεῖτε, ἀλλὰ φιλο-
στόργως. οὐδὲ σπουδάζετε, ἀλλὰ μὴ ὀκνηρῶς. οὐδὲ τὸ πνεῦμα ἔχετε, ἀλλὰ ζέον τὸ πνεῦμα. τουτέστιν, ἵνα ἦτε θερμοὶ καὶ διεγηγερμένοι. ἐὰν γὰρ ἐκεῖνα ἔχῃς τὰ προειρημένα, ἐπισπάσῃ τὸ Πνεῦμα. ἐὰν μένῃ τοῦτο παρὰ σοι, καὶ πρὸς ἐκεῖνά σε σπουδαῖον ἐργάσεται. καὶ πάντα εὔκολα ἀπὸ τοῦ Πνεύματος καὶ τῆς ἀγάπης
ἔσται.
“ σφόδρα.”
οὐκ ἔχοντες γὰρ καθαρὸν τῆς διανοίας τὸ ὄμμα, τὴν αἴγλην ἐκείνην οὐ δέχονται.
εἶδες ποῦ τὸ φρόνημα ἀνήγαγε τοῦ ταῦτα ἐργαζομένου; εἶτα δεικνὺς πῶς ἃν ἀναφθείη τοῦ πνεύματος ἡ φλὸξ, φησὶν, “ τῇ “ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσ- “ καρτεροῦντες.” ταῦτα γὰρ πάντα, ὑπεκκαύματά ἐστι τοῦ πυρὸς ἐκείνου. ἐπειδὴ γὰρ καὶ χρημάτων δαπάνην ἀπῄτησε, καὶ σωμάτων
πόνον, καὶ προστασίαν, καὶ σπουδὴν καὶ διδασκαλίαν, καὶ τὰ ἄλλα τὰ ἐπίπονα, ἀλείφει πάλιν τὸν ἀθλητὴν μετὰ τῆς ἀγάπης, μετὰ τοῦ Πνεύματος, διὰ τῆς ἐλπίδος. οὐδὲν γὰρ οὕτως ἀνδρείαν καὶ παράβολον πρὸς πάντα ποιεῖ τὴν ψυχὴν, ὡς ἐλπὶς χρηστή. εἶτα καὶ πρὸ τῶν ἐλπιζομένων ἀγαθῶν, ἕτερον πάλιν δίδωσιν
ἐπειδὴ γὰρ ἡ ἐλπὶς τῶν μελλόντων ἦν, φησὶ, “ τῇ θλίψει “ ὑπομένοντες.” καὶ γὰρ πρὸ τῶν μελλόντων ἐν τῷ παρόντι, μέγα καρπώσῃ καλὸν ἀπὸ τῆς θλίψεως, τὸ, καρτερικὸς καὶ δόκιμος γίνεσθαι. μετὰ δὲ τούτου, καὶ ἑτέραν παρέχει βοήθειαν, λέγων, “ τῇ προσευχῇ προσκαρτεροῦντες.” ὅταν οὖν καὶ ἀγάπη εὔκολον ποιῇ, καὶ Πνεῦμα βοηθῇ, καὶ ἐλπὶς κουφίζῃ, καὶ θλίψις δόκιμον ἐργάζηται καὶ ἐπιτήδειον πρὸς τὸ φέρειν πάντα γενναίως· καὶ ἔχῃς μετὰ τούτων καὶ ἕτερον ὅπλον μέγιστον τὴν προσευχὴν, καὶ τὴν ἀπὸ τῆς δεήσεως βοήθειαν, τι λοιπὸν ἔσται ἐπίπονον τῶν ἐπιταττομένων;
οὐδέν.
διηνεκῶς εἰς συμμαχίαν καλῶν. τοῦτο γὰρ εἶπε “ τῇ προσευχῇ “ προσκαρτεροῦντες.” τουτέστι, διηνεκῶς τοῦτο δρῶντες.
δὲ οὐχ ἁπλῶς ἐλεημοσύνης, ἀλλὰ τῆς εἰς τοὺς ἁγίους. ἄνω μὲν γὰρ εἰπὼν “ ὁ ἐλεῶν, ἐν ἱλαρότητι, πᾶσι τὴν χρείαν ἀνέῳξεν. ἐνταῦθα μέντοι ὑπὲρ τῶν ἁγίων φησίν. καὶ οὐκ εἰκε παρέχετε αὐτοῖς τὰς χρείας, ἀλλὰ κοινωνεῖτε αὐτῶν ταῖς χρείαις. δεικνὺς, ὅτι μείζονα λαμβάνουσιν, ἣ διδόασι. καὶ ὅτι εὐπορία τὸ πρᾶγμα
ἐστίν. εἰσφέρεις σὺ χρήματα, εἰσφέρουσι σοι παρρησίαν τὴν πρὸς ’τον Θέον ἐκεῖνοι.
ἔφη, “ τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα. ινα τὸ εκει- “ νῶν περίσσευμα γένηται, εἰς τὸ ὑμῶν ὑστέρημα.
“ διώκοντας ὑμᾶς. εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.” διδάξας αὐτούς. πῶς πρὸς ἀλλήλους διακεῖσθαι χρή. καὶ συγκολλήσας τὰ μέλη μετὰ ἀκριβείας, οὕτως ἐξάγει λοιπὸν πρὸς τὴν ἔξω παράταξιν· εὐκολωτέραν αὐτὴν ἐντεῦθεν ποιῶν. ὥσπερ γὰρ ὁ τὰ πρὸς τοὺς οἰκείους μὴ κατωρθωκὼς, δυσκολώτερον τὰ πρὸς τοὺς ἀλλοτρίους οἰκονομήσει. οὕτως ὁ καλῶς ἀσκήσας ἑαυτὸν ἐν τούτοις, ῥᾷον καὶ τῶν ἔξωθεν περιέσται. διὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ὁδῷ προβαίνων, μετ’ ἐκεῖνα ταῦτα τίθησι καὶ φησὶ, “ εὐλογεῖτε τοὺς διώκοντας “ ὑμᾶς.” οὐκ εἶπε μὴ μνησικακεῖτε, μὴ δὲ ἀμύνεσθε. ἀλλὰ τὸ
πολλῷ πλέον τούτων ἐξῄτησεν. ἐκεῖνο μὲν γὰρ ἀνδρὸς φιλοσόφου. τοῦτο δὲ Ἀγγέλου λοιπόν. καὶ εἰπὼν, “ εὐλογεῖτε,” ἐπήγαγε, “ καὶ “ μὴ καταρᾶσθε.” ἵνα μὴ τοῦτο κἀκεῖνο ποιῶμεν, ἀλλ’ ἐκεῖνο μόνον. καὶ οὐχὶ τοὺς ὑβρίζοντας μόνον, ἀλλὰ καὶ τοὺς διώκοντας, καὶ διὰ τῶν πραγμάτων ἐπηρεάζοντας, τοῖς ἐναντίοις ἀμείβεσθαι
ἐκέλευσε. καὶ νῦν μὲν αὐτοὺς εὐλογεῖν ἐκέλευσε, προιὼν δὲ, καὶ ἔργοις εὐεργετεῖν παραινεῖ, “ χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν “ μετὰ κλαιόντων.”
διαθερμαίνεσθαι ἡμᾶς τῇ φιλίᾳ. διὸ καὶ τοῦτο ἐπήγαγεν ὥστε μὴ μόνον εὐλογεῖν, ἀλλὰ καὶ συναλγεῖν καὶ συμπάσχειν, εἴποτε ἴδοιμεν αὐτοὺς συμφορᾷ περιπεσόντας. φιλοσοφωτέρας δὲ δεῖται ψυχῆς τὸ χαίρειν μετὰ χαιρόντων μᾶλλον, ἣ τὸ κλαίειν μετὰ κλαιόντων. τοῦτο μὲν γὰρ, καὶ ἤ φύσις αὐτὴ κατορθοῖ· καὶ οὐδεὶς
οὕτω λίθινος, ὃς οὐ κλαίει τὸν ἐν συμφοραῖς ὄντα. ἐκεῖνο δὲ γενναίας σφόδρα δεῖται ψυχῆς, ὥστε μὴ μόνον τῷ εὐδοκιμοῦντι μὴ φθονεῖν, ἀλλὰ καὶ συνήδεσθαι. διὰ τοῦτο, καὶ πρότερον αὐτὸ τέθεικεν. οὐδὲν γὰρ οὕτως ἀγάπην συνάγει, ὡς ὅταν καὶ χαρᾶς καὶ λύπης κοινωνῶμεν ἀλλήλοις. σκόπει δέ μοι καὶ τὸ ἀνεπαχθὲς
τοῦ Παύλου. οὐ γὰρ εἶπε λῦσον τὴν συμφορὰν, ἵνα μὴ λέγῃς πολλάκις, ὅτι ἀδύνατον· ἀλλὰ τὸ κουφότερον ἐπέταξε, καὶ οὗ κύριος εἶ. κἂν γὰρ ἀνελεῖν μὴ δυνηθῇς τὸ δεινὸν, εἴσαγε δάκρυα, καὶ τὸ πλέον ἀνεῖλες κἂν μὴ δυνηθῇς αὐξῆσαι τὴν εὐημερίαν, εἴσαγε τὴν χαρὰν, καὶ πολλὴν τὴν προσθήκην ἐποίησας. διὰ τοῦτο
οὐ μόνον μὴ φθονεῖν, ἀλλὰ καὶ ὃ πλέον ἐστὶ παραινεῖ, τὸ καὶ συνήδεσθαι.
οὐχὶ δὲ ἐπὶ θανάτῳ ἀνθρώπων κατακλαύσαντα καὶ συνεκβοήσαντα τοῖς ἀνθρώποις τοῖς πενθοῦσι, πληρωτὴν προσήκει νομίζειν εἶναι τῆς ἐντολῆς. οὐδὲ γὰρ ἰατρὸν ἐπαινῶ, τὸν ἀντὶ τοῦ τοῖς κάμνουσι βοηθεῖν, αὐτὸν τῶν νοσημάτων ἀναπιμπλάμενον. τοιοῦτος δέ ἐστιν ὁ πρὸς τοὺς πενθοῦντας εἰσιὼν, καὶ μὴ τῆς ἐκ
τοῦ οἰκείου λόγου ὠφελείας μεταδιδοὺς, ἀλλὰ τῆς ἐκ τῶν ἀλλοτρίων παθῶν ἀσχημοσύνης μεταλαμβάνων. ἐπιστυγνάζειν μὲν οὖν ταῖς συμφοραῖς τῶν πενθούντων ἀκόλουθον. οὕτω γὰρ ἑαυτὸν οἰκειώσει τοῖς πάσχουσι. μὴ καθιλαρευόμενος τῶν συμφορῶν, μὴ δ ἐναδιαφορῶν τοῖς ἀλλοτρίων ἀλγήμασιν. οὐ μὴν περαιτέρω γε
συνεκφέρεσθαι τοῖς λυπουμένοις προσήκει· ὥστε ἣ συνεκβοᾶν ἣ συνθρηνεῖν τῷ πεπτωκότι τινὶ συμφορᾷ, ἣ ἐν τοῖς ἀλλοτρίοις μιμεῖσθαι καὶ ζηλοῦν τὸν ἐσκοτωμένον ὑπὸ τοῦ πάθους. οἷον συγκαθειργνύναι ἑαυτὸν, καὶ συμμελανειμονεῖν, καὶ χαμαὶ συγκαθῆσθαι καὶ κουρᾶς ἀμελεῖν. ἐκ τούτων γὰρ ἐπιτείνειν ἔστι μᾶλλον
τὴν συμφορὰν, οὐ πραΰνειν. ἀλλὰ δάκνεσθαι μὲν ὑπὸ τῶν γινομένων, καὶ ἡσυχῆ τοῖς λυπηροῖς ἐπιστυγνάζειν προσήκει· ἐν συννοίᾳ προσώπου καὶ σεμνότητι βάρος ἐχούσῃ, τὸ τῆς ψυχῆς πάθος διασημαίνοντα. φθεγγόμενον δὲ, οὐκ εὐθὺς ἐπιτιμᾶν προσήκει ταῖς ἐπιτιμήσεσιν, ὥσπερ ἐναλλόμενον καὶ ἐπεμβαίνοντα τοῖς κειμένοις.
φορτικὸν γὰρ τοῖς ὑπὸ λύπης τὴν ψυχὴν κεκακωμένοις, ἡ ἐπιτίμησις. καὶ ἅμα δυσπαράδεκτοι εἰσὶ τοῖς κάμνουσι, καὶ πρὸς παρηγορίαν ἀπίθανοι τῶν ἀπαθῶς παντάπασι διακειμένων οἱ λόγοι. ἀλλὰ συγχωρήσαντα, κενὰ καὶ ἄπρακτα ἐμβοῆσαι καὶ ὀλοφύρασθαι. ἤδη τοῦ κακοῦ ὑπανέντος τι καὶ χαλάσαντος, τότε
ἀμελῶς καὶ πράως τῆς παρακλήσεως ἅπτεσθαι. ὅταν δὲ πάλιν ἴδῃς ἐπὶ μετανοίᾳ τῶν ἡμαρτημένων τὸν ἀδελφὸν ὀδυρόμενον, σύγκλαυσον τῷ τοιούτῳ καὶ συμπάθει. οὕτω γάρ σοι ὑπάρξει ἐν ἀλλοτρίοις πάθεσι τὸ οἰκεῖον ἐπανορθοῦσθαι. ὁ γὰρ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀποστάξας δάκρυον, ἑαυτὸν ἐξιάσατο δι’ ὧν τὸν ἀδελφὸν ἀπωδύρατο.
τὴν σπουδήν. ὅθεν καὶ ἤρξατο τοῦ λόγου. καὶ γὰρ εἰκὸς ἦν φρονήματος μεστοὺς αὐτοὺς εἶναι καὶ ἀπὸ τῆς πόλεως, καὶ ἑτέρωθεν πολλαχόθεν. διὸ συνεχῶς ὑποσύρει τὸν νόσημα. οὐδὲν γὰρ οὕτως ἀποσχίζει σῶμα ἐκκλησίας, ὡς ἀλαζονεία. τί δέ ἐστι “ τὸ “ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες ” παρεγένετό σοι ὁ πένης εἰς τὴν
οἰκίαν; γενοῦ κατ’ ἐκεῖνον τῷ φρονήματι. μὴ μείζονα λάβῃς ὄγκον διὰ τὸν πλοῦτον. μὴ δὲ ἃν ἴδῃς πενθοῦντα, ἀνάξιον σαυτοῦ νομίσῃς παραβαλέσθαι. μὴ δὲ ἃν ἴδῃς εὐημεροῦντα, ἐρωθριάσῃς κοινωνῆσαι τῆς ἡδονῆς καὶ συνησθῆναι. ἀλλ’ ὃ περὶ σεαυτοῦ φρονεῖς, καὶ περὶ ἐκείνου. οἷον μέγαν σαυτὸν εἶναι νομίζεις; οὐκοῦν
καὶ ἐκεῖνον νόμιζε. ταπεινὸν καὶ μικρὸν ἐκεῖνον εἶναι ὑποπτεύεις; οὐκοῦν καὶ περὶ σαυτοῦ, τοῦτο ψηφίζου· καὶ πᾶσαν ἀνωμαλίαν ἔκβαλε. πῶς δ’ ἃν γένοιτο τοῦτο; εἰ τὴν ἀπόνοιαν ἐκβάλοις. διὸ καὶ ἐπήγαγε, “ μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς “ συναπαγόμενοι.” τουτέστιν, εἰς τὴν ἐκείνων εὐτέλειαν κατάβηθι,
συμπεριφέρου, συμπεριέρχου. μὴ ἁπλῶς τῷ φρονήματι ταπεινοῦ, ἀλλὰ καὶ χεῖρα ὄρεγε. μὴ δι’ ἑτέρων, ἀλλὰ διὰ σεαυτοῦ. ταπεινοὺς δὲ ἐνταῦθα οὐχ ἁπλῶς τοὺς ταπεινόφρονας φησὶ, ἀλλὰ τοὺς εὐτελεῖς καὶ εὐκαταφρονήτους.
μὴ νομίζετε ἀρκεῖν ἑαυτοῖς. καὶ γὰρ ἀλλαχοῦ φησὶν ἡ γραφὴ, “ οὐαὶ οἱ συνετοὶ παρ’ ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν έπι- “ στήμονες.” καὶ διὰ τούτων δὲ πάλιν τὴν ἀπόνοιαν ὑπορύττει, καὶ τὸ φύσημα καταστέλλει. οὐδὲν γὰρ οὕτως ἐπαίρει καὶ ἀποσχίζει τῶν λοιπῶν, ὡς τὸ νομίζειν τινὰ ἀρκεῖν ἑαυτῷ. διὸ καὶ ἐν
χρείᾳ ἀλλήλων κατέστησεν ἡμᾶς ὁ Θεός. κἂν γὰρ φρόνιμος εἰ, ἑτέρου δεήσῃ. ἃν δὲ νομίσῃς μὴ δεῖσθαι, ἀνοητότερος πάντων ἐγένου καὶ ἀσθενέστερος. ὁ γὰρ τοιοῦτος, καὶ ἔρημον ἑαυτὸν καταστήσει βοηθείας, καὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, οὐδεμιᾶς ἀπολαύσεται οὔτε διορθώσεως οὔτε συγγνώμης. καὶ τὸν Θεὸν παροξυνεῖ διὰ τῆς
διὰ τῆς ἀπονοίας. ἔστι γὰρ, ἔστι πολλάκις, καὶ τὸν φρόνιμον μὴ συνιδεῖν τὸ δέον, καὶ τὸν ἀνοητότερον εὑρεῖν τι τῶν προσηκόντων. μὴ τοίνυν νομίσῃς καθαιρεῖσθαι δεόμενος ἑτέρου. τοῦτο γάρ σε μᾶλλον ὑψοῖ.
μὲν, “ μὴ γίνεσθε ἄφρονες,” ποτὲ δὲ, “ μὴ γίνεσθε φρόνιμοι παρ’ “ ἑαυτοῖς.” δυνατὸν μὴ εἶναι φρόνιμον παρ’ ἑαυτῷ τὸν μὴ ἄφρονα; ἕκαστον πρόσταγμα ἴδιον ἔχει τὸν ὅρον. τὸ γὰρ “ μὴ γίνεσθε ἄφρονες,” ἐπιφέρει, “ ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Θεοῦ.” καὶ τὸ “ μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ τὲ τὸν Κύριον.
“ καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ.” ὥστε ἄφρων μέν ἐστιν, ὁ μὴ συνιεὶς τὸ θέλημα τοῦ Θεοῦ· φρόνιμος δὲ παρ’ ἑαυτῷ, πᾶς ὁ λογισμοῖς ἰδίοις χρώμενος, καὶ μὴ κατὰ πίστιν στοιχῶν τοῖς τοῦ Κυρίου ῥήμασιν. εἰ γοῦν τις βούλεται, μήτε φρόνιμος εἶναι, μήτε ἄφρων παρ’ ἑαυτῷ, συνιέναι ὀφείλει τὸ θέλημα τοῦ Κυρίου πίστει τῇ εἰς
αὐτό; καὶ ἐν τῷ φόβῳ τοῦ Θεοῦ μιμεῖσθαι τὸν Ἀπόστολον λέγοντα, “λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ “ τῆς γνώσεως τοῦ Θεοῦ. καὶ αἰχμαλωτίζοντες ἅπαν νόημα εἰς “ τὴν ὑπακοὴν τοῦ Χριστοῦ.”
παραχωρεῖν, ὡς κρείττοσι τῆς θείας διατάξεως λογισμοῖς. ἀλλ’ ὑπακούειν ἐκείνῃ, χαίρειν φήσαντας τούτοις.
κοινὸν τὸν νόμον ἔθηκεν. οὐ γὰρ εἶπε τῷ πιστῷ μὴ ἀποδῷς κακὸν, ἀλλὰ μηδενὶ, κἂν Ἕλλην ᾖ, κἂν μιαρὸς, κἂν ὁστισοῦν.
ἐν τῷ μηδενὶ διδόναι ψόγου πρόφασιν. καὶ τοῦτό ἐστι τὸ, “ λαμ- “ ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων.” οὐχ ἵνα πρὸς κενοδοξίαν ζῶμεν, ἀλλ’ ἵνα μὴ παρέχωμεν λαβὴν κα· ἑαυτῶν, τοῖς βουλομένοις. διὸ καὶ ἀλλαχοῦ ἔλεγεν, “ ἀπρόσκοποι γίνεσθε, καὶ “ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῆ ἐκκλησίᾳ τοῦ Θεοῦ.” καλῶς δὲ
τὸ ἑξῆς ἐκόλασεν εἰπὼν,
ἀνθρώπων τῶν ἄλλων τοῦτο οὐ πανταχοῦ δυνατόν; ὅπου καὶ ἐπὶ ἀνδρὸς καὶ ἐπὶ· γυναικὸς ταύτην ἔλυσε τὴν ἀνάγκην, εἰπὼν, “ εἰ “ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω.” ὃ δὲ λέγει, τοιοῦτόν ἐστι τὰ παρὰ σαυτοῦ πάρεχε, καὶ μηδενὶ δίδου πολέμου καὶ μάχης ἀφορμήν· μὴ Ἰουδαίῳ μὴ Ἕλληνι. εἰ δέ που τὴν εὐσέβειαν
παραβλαπτομένην ἴδῃς, μὴ προτίμα τὴν ὁμόνοιαν τῆς ἀληθείας ἀλλ’ ἵστασο γενναίως ἕως θανάτου. καὶ μὴ δὲ οὕτω ψυχῇ πολέμει, μὴ δὲ ἀποστρέφου γνώμῃ, ἀλλὰ τοῖς πράγμασι μάχου μόνον. τοῦτο γάρ ἐστι τὸ “ ἐξ ὑμῶν μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.” κἂν ἐκεῖνος μὴ εἰρηνεύῃ, σὺ μὴ πληρώσῃς χειμῶνος τὴν ψυχήν.
ἀλλ’ ἕσο φιλόσοφος κατὰ γνώμην. ὅπερ ἔφθην εἰπὼν, τὴν ἀληθείαν μηδαμῶς προδιδούς.
λόγον ἀγαγεῖν βούλοιο, θέα τὸν Χριστὸν, εἰ μετὰ πάντων ἐσπείσατο. εἰς τοσαύτην οὖν ἐξεβακχεύθησαν οἱ τῶν Ἰουδαίων ἄρχοντες μανίαν, ὡς καὶ σταυρῷ αὐτὸν προσηλῶσαι τί οὑν ἐστιν “ εἰ “ δυνατόν σοι ;” μὴ δίδου τινὶ λαβὴν ἔχθρας. μὴ δὲ δικαίως καὶ εὐλόγως ἔχε ἐχθρόν. εἰ δὲ ἀλόγως ἐκεῖνοι ἀπεχθάνονται, σὲ τοῦτο οὐ παραβλάψει. οὐ δὲ γὰρ ὁ Χριστὸς ὁ εἰρηκὼς “ ἐμίσησάν με “ δωρεὰν,” ἐκέλευσε μὴ ἔχειν ἐχθρούς. τούτου γὰρ οὐκ ἐσμὲν κύριοι· ἀλλὰ τοῦ μὴ κατασπείρειν ῥίζαν πολέμου. καὶ μάλιστα ὅταν ἡ εὐσέβεια μηδὲν παραβλάπτηται. εἰ δὲ οἱ πονηροὶ τοὺς
ἀγαθοὺς μισοῦσι, μὴ θαυμάζητε. τοῦτο γὰρ καὶ ὁ Παῦλος ἐπιστάμενος ἔφη, “ δίωκε δὲ εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν “ Κύριον, ἐκ καθαρᾶς καρδίας.” μὴ τοίνυν αἰτιῶ τὸν ἐχθροὺς ἔχοντα· ἀλλὰ τὸν, ἑαυτῶ τοὺς ἐχθροὺς κατασκευάζοντα. εἰ δὲ μὴ συμβαίνει τῷ φωτὶ τὸ σκότος, οὐ γὰρ οἱόν τε, οὐδὲ παρὰ τὸ
φῶς.
ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.
συγχώρησον οὖν αὐτῷ ἐπεξελθεῖν. τοῦτο γὰρ ἐστὶ, “ δότε τόπον τῇ “ ὁργῇ.” εἰτα παραμυθούμενος ἐπὶ πλέον, καὶ τὴν ἁμαρτίαν εἰσήγαγε. καὶ ταύτῃ μειζόνως αὐτὸν ἀνακτησάμενος, πλείονα αὐτὸν ἀπαιτεῖ τὴν φιλοσοφίαν, λέγων, “ ἐὰν οὖν πεινᾶ ὁ ἐχθρός σου.” τί γὰρ λέγω φησίν; ὅτι εἰρηνεύειν δεῖ; καὶ γὰρ καὶ εὐεργετεῖν ἐπιτάττω.
ψώμιζε γὰρ αὐτὸν, καὶ πότιζε αὐτὸν, φησίν. εἶτα ἐπειδὴ σφόδρα ἐπίπονον ἐπέταξε καὶ μέγα, ἐπήγαγε, “ τοῦτο γὰρ ποιῶν, “ ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.” ταῦτα δὲ ἔλεγε, κἀκεῖνον καταστέλλων τῷ φόβῳ, καὶ τοῦτον προθυμότερον ποιῶν τῇ ἐλπίδι τῆς ἀντιδόσεως. ὁ γὰρ ἠδικημένος ὅταν ἀσθενὴς
ᾖ, οὐχ οὐτῶ κατέχεται τοῖς οἰκείοις ἀγαθοῖς, ὡς τῇ τιμωρίᾳ του λελυπηκότ’ ὃς αὐτόν. οὐδὲν γὰρ οὕτως ἡδὺ ὡς ἐχθρὸν κολαζόμενον ἰδεῖν.
Εκ Τῶν Αὐτῶν. τίς δὲ ὁ ἐχθρὸς ὃν ἀγαπᾶν προσταττόμεθα; καὶ πῶς ἀγαπήσομεν αὐτόν; ἐχθροῦ ἴδιον τὸ βλάπτειν καὶ ἐπιβουλεύειν. πᾶς οὖν ὁ ὁπωσδήποτε βλάπτων τινὰ, ἐχθρὸς ἃν λέγοιτο. ἐξαιρέτως δὲ, ὁ ἁμαρτάνων. τὸ γὰρ ὅσον ἐφ’ ἑαυτῷ βλάπτει κατὰ διαφόρους τρόπους, καὶ ἐπιβουλεύει τῷ συνόντι ἣ
συντυγχάνοντι. ἐπειδὴ δὲ ἐκ σώματος καὶ ψυχὴ συνέστηκεν ὁ ἄνθρωπος, κατὰ μὲν τὴν ψυχὴν, ἀγαπήσομεν τοὺς τοιούτους, ἐλέγχοντες, νουθετοῦντες, καὶ παντὶ τρόπῳ εἰς ἐπιστροφὴν ἄγοντες. κατὰ δὲ τὸ σῶμα, εὐεργετοῦντες αὐτοὺς, ἐπιδεομένους τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων.
τῇ μελέτῃ τῶν θείων λογίων. οὕτω γὰρ σωρεύονται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, τουτέστι τὸν νοῦν, ἄνθρακες πυρὸς, θεῖοι καὶ πνευματικοὶ λογισμοί.
ψυχικῆς, ἐὰν τοιαύτην ποτὲ πείναν ἣ δίψαν ὁ ἐχθρὸς σχῇ, μετὰ τὸ μετανοῆσαι ἐφ’ οἷς ἥμαρτε, δεῖ αὐτῷ τὸν ἅγιον ἄρτον πεινῶντι διδόναι, ἐὰν μὴ ἔστι χοῖρος ἣ κύων, ἀνάξιος τῶν ἁγίων. πολλαχῶς δέ ἐστι πεινῶντα θρέψαι τὸν ἐχθρόν. ποτὲ μὲν λόγῳ διδασκαλικῷ· ποτὲ δὲ, εὐχῇ τῇ περὶ αὐτοῦ. καὶ ἐπειδὴ παντὸς ἀνδρὸς κεφαλὴ ὁ
Χριστός. οὐκοῦν τοῦ ἐχθροῦ ὡς μὴ ὄντος ἀνδρὸς, διὰ τὸ ἀσεβὲς, κεφαλὴ ὁ ἀντίχριστος. ὃν χρὴ ἐξαφανίζεσθαι ὡς ἐναντίον τῷ τοῦ Θεοῦ λόγῳ, ὑπὸ τοῦ λογικοῦ πυρὸς τῶν ἀνθράκων. ὅταν ὁ ἀσεβὴς ὁ ἔχων κεφαλὴν τὸν ἀντίχριστον, πεινήσας, φάγῃ τὸν ἀπὸ τῆς ἁγίας τραπέζης ἄρτον· καὶ διψήσας, ποτισθῇ τῷ ἀπὸ τῆς ἁγίας
πηγῆς ὕδατι ζῶντι. διὸ καλόν ἐστι σωρεῦσαι ἄνθρακας, ὁ ἐστι λόγους, ἐπὶ τὴν τοῦ ἐχθροῦ κεφαλήν. “ ὃν ὁ Κύριος Ἰησοῦς ἀναλοῖ “ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ. ” τοῦτο γάρ ἐστι τὸ σωτήριον πῦρ, περὶ οὗ εἶπε, “ πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν.” ἀντὶ τοῦ, ἀναλῶσαι καὶ ἐξαφανίσαι τὰ σωματικὰ καὶ ὑλικά. πολλῶν δὲ
ἀνθράκων χρεία, ἵνα τοῦ ἐχθροῦ ἡ κεφαλὴ ἐξαναλωθῇ. οἵτινές εἰσιν οἱ ἀληθεῖς λόγοι, οἱ ἐξαναφανίζοντες τὸ ψεῦδος. ὅταν οὖν ἀναλωθῇ ἡ τοῦ ἐχθροῦ κεφαλὴ, ὑπὸ τῶν σωρευομένων ἀνθράκων, ἐκ τοῦ τρέφεσθαι πεινῶντα τὸν ἐχθρὸν, γίνεται ὁ ποτὲ ἐχθρὸς, φίλος. καὶ κέχρηται κεφαλῇ τῷ Χριστῷ.
πάσης τιμωρίας χαλεπώτερον. οὕτω γοῦν οἱ πολλοὶ τοῦθ’ ὅρκον μέγιστον νενομίκασι, λέγοντες, μὴ λάβω παρὰ ἐχθρῶν μου ἔρανον. εἰ τοίνυν τοῖς μὲν ποιοῦσι κατ’ εὐχὴν, τοῖς δὲ πάσχουσι κατὰ τιμωρίαν γίνεται, τι θαυμάζεις; καὶ μάλιστα ὅταν μήν ἁπλῆ εἴη ἡ εὐεργεσία, ἀλλὰ τιμωρίας μείζονος ποιητική; “ τοῦτο
“ γὰρ ποιῶν,” φησὶν, “ ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφα- “ λὴν αὐτοῦ.” εἰ τοίνυν αὐτὸ καθ’ αὑτὸ τὸ πρᾶγμα ἐν τιμωρίας γίνεται μέρει, καὶ ἡ αἰτία δι’ ἣν γίνεται, διὰ κόλασιν ἄλλην γίνεται.
ἀνανῆψαι ποιήσεις, οὐ πάνυ προσεκτέον. ἣ γὰρ ἃν οὐ τὴν ἀνάγκην τοῦ λιμοῦ προσέθηκεν, ἀλλ’ ἐν παντὶ καιρῷ καλῶς χρῆσθαι προσέταξεν. οὐ θαυμάζω οὖν ἔγωγε τοὺς τοῦτο ποιοῦντας, ἀλλὰ τοὺς ἐν εὐημερίᾳ ὁρῶντας τοὺς ἐχθροὺς, καὶ μὴ μόνον μὴ δυσχεραίνοντας, ἀλλὰ καὶ ἐπαινοῦντας, καὶ εὐχομένους ὑπὲρ αὐτῶν. ὅπερ ἡ
νέα φιλοσοφία προστάττουσα φησὶν, “ ἀγαπᾶτε τοὺς ἐχθροὺς “ ὑμῶν· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, καὶ προσεύχεσθε “ ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς.” ἐκεῖ μὲν γὰρ, ἀνάγκη ἐπικλᾶν οἶδεν. ἐνταῦθα δὲ γυμνή ἐστι τῆς διανοίας ἡ βάσανος. εἰ δὲ καὶ ὁ Ἀπόστολος τῇ παλαιᾷ κατεχρήσατο παραινέσει,
ἀλλὰ πᾶσι δῆλον ἐστὶν, ὅτι πρὸς ἀτελεστέρους ἦν ὁ λόγος ἀυτῶ.
λέγω δὴ τὸ ἰδεῖν τὸν ἐχθρὸν κολαζόμενον ὑπὸ τοῦ Θεοῦ, λοιπὸν τὰ ὑψηλότερα παραινεῖ, “ μὴ νικῶ,” λέγων, “ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. ᾔδει γὰρ ὅτι κἂν θηρίον ῃ ὁ ἐχθρὸς, οὐ μένει ψωμιζόμενος, ἐχθρός· κἂν μυριάκις μικρόψυχος ᾖ ὁ ἠδικημένος, ψωμίζων αὐτὸν καὶ ποτίζων· οὐδὲ αὐτὸς λοιπὸν τῆς τιμωρίας
ἐπιθυμήσειε τῆς ἐκείνου. διὸ τῷ τέλει θαρρῶν τοῦ πράγματος, οὐχ ἁπλῶς ἠπείληται, ἀλλὰ καὶ ἐπιδαψιλεύεται τῇ τιμωρίᾳ. οὐ γὰρ εἶπε τιμωρήσεις, ἀλλὰ “ ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν “ κεφαλὴν αὐτοῦ.” εἶτα, καὶ ἀνεκήρυξεν αὐτὸν εἰπών· “μὴ νικῶ “ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.” καὶ ἠρέμα
πὼς ἠνίξατο τὸ μὴ ἰδεῖν τοιαύτῃ προαιρέσει ποιεῖν. τὸ γὰρ ἔτι μνησικακεῖν, ἡττᾶσθαι ἐστὶν ὑπὸ τοῦ κακοῦ. ἀλλὰ πρῶτον μὲν αὐτὸ οὐκ εἶπεν. οὐδὲ γὰρ εἶχε καιρόν. ὅτε δὲ ἐκένωσεν αὐτοῦ τὸν θυμὸν, τότε ἐπήγαγε, “ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. εἰ γοῦν καὶ σοῦ εὐεργετοῦντος τὸν ἐχθρὸν ὁ Θεὸς ἐκδικῶν σε ὀργίζεται αὐτῷ,
καὶ πυρ’ πειρασμῶν καὶ κακώσεων ὢν κάτα σου ἐκεῖνος ἐτέκταινεν, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στρέφει, ἀλλ’ οὖν μὴ σὺ διὰ τοῦτο θελήσῃς αὐτὸν εὐεργετεῖν, ἵν ἐν τοιούτοις αὐτὸν κακοῖς ἴδῃς. ἐπεὶ ἐνικήθης ὑπὸ τοῦ κακοῦ. κακεῖνος μὲν οὐδὲν ἧττον ἃ ἔδει παθεῖν αὐτὸν, πάσχει. σὺ δὲ ἀπώλεσάς σου τὸν μισθὸν, νικηθεὶς ὑπὸ τοῦ
κάκου.
Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.