ἰδιωτῶν καὶ πτωχῶν καταγγελλόμενον. οὗ χάριν, πολλή τις ἦν τότε τῶν χαρισμάτων ἡ χορηγία, δυσωποῦσα τούτους μεταμανθάνειν τὰ παρὰ τῶν Ἀποστόλων διδάγματα. κάτοχοι δὲ γινόμενοι τῷ Πνεύματι, καὶ οἷον πρὸ ὀφθαλμῶν ὁρῶντες τὰ κηρυττόμενα διὰ τῆς διδομένης αὐτοῖς ὑπὸ τοῦ Πνεύματος ἐξουσίας εἰς τὴν τῶν
σημείων ἐνέργειαν, ἠτίμαζον τὰ παρόντα, πλοῦτον, δόξαν, καὶ βασίλειαν αὐτήν. ἐκ τούτου προβαίνειν ἔμελλεν εἰς στάσεις αὐτοῖς τὸ πρᾶγμα· περιττὸν ἡγουμένοις μετὰ Χριστὸν τῇ πρόσθεν ἐμμένειν καταστάσει· τῆς τοιαύτης γνώμης μάλιστα καὶ ἐξ αὐτῆς αὐτοῖς τῆς Ἐπιστολῆς κυρουμένης. διὰ πάσης γὰρ συνεβούλευε
τὸ μὴ κατὰ σάρκα ζῆν ἔτι αὐτοὺς ὡς Χριστῷ μεταστάντας, ἀλλὰ κατὰ Πνεῦμα. τοῦτο οὖν προυπιδόμενος ὁ Ἀπόστολος τὴν ἁρμόζουσαν πρὸς αὐτοὺς καὶ περὶ τούτου ποιεῖται διδασκαλίαν, “ πᾶσα “ ψυχὴ,” λέγων, “ ἐξουσίαις ὑποτασσέσθω.” καὶ οὐκ εἶπεν ἐξουσιάζουσιν, ἀλλ’ “ ἐξουσίαις.” ἵν ἐκ τοῦ πράγματος τοὺς ἐν τῷ
πράγματι διδάξῃ τιμᾶσθαι, καὶ μὴ διὰ τὴν τινῶν κακίαν τὸ πρᾶμα ὑβρίζηται.
ἑαυτοὺς διὰ τὴν γνῶσιν ὑπολαμβάνοντες. ἅμα δὲ καὶ τὴν καταχεθεῖσαν αὐτῶν δόξαν ἀποτριβόμενος τοῦτο ποιεῖ. διέβαλλοντο γὰρ ὡς τοὺς κοινοὺς ἀνατρέποντες νόμους. καὶ οἱ μὲν, ἔλεγον, “ οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε παρεῖσιν. οἱ δὲ, “ ὅτι ἕτερα ἔθη εἰσάγουσι.” προὔργου τοίνυν ἐνόμισε καὶ
περὶ τούτου νομοθετῆσαι. ἵν εἴτε ἱερεὺς τίς ἐστιν, εἴτε ἀρχιερεὺς, εἴτε τὸν μονήρη βίον ἐπαγγελλόμενος, τοῖς τὰς ἀρχὰς πεπιστευμένοις, ὑπείκῃ· πρόδηλον εἰ μετ’ εὐσεβείας. οὐ γὰρ ἡ ἐναντίωσις τῶν ἐντολῶν τοῦ Θεοῦ ὑπείκειν συγχωρεῖ τοῖς ἄρχουσι.
λέγεσθαι. διακρίσεως δὲ δεῖται παρὰ τοῖς ἀκούουσιν. οἷον, ὅταν ὁ Μώσεως νόμος διαγορεύῃ μὴ φονεύειν. δοκεῖ μὲν καθολικῶς ἀποφαίνεσθαι. οὐ μὴν καθόλου ἀφεκτέον τοῦ φονεύειν τοῖς νομοθετουμένοις. καὶ γὰρ οἱ ἀμφὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ πολλὰ ἐφόνευσαν ἔθνη· καὶ Ἠλίας, τοὺς ἱερεῖς τοῦ Βάαλ· καὶ Δαβὶδ,
πάλιν ἑτέρους· καὶ Σαμουὴλ τὸν Ἄγαγ. διὸ τὸ, “ οὐ φονεύσεις,” οὕτως ἐκδεκτέον. ἀντὶ τοῦ, ἀδίκως οὐ φονεύσεις. οὕτω καὶ ἐνταῦθα, ἐὰν λέγηται, “ πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐχ ἡγητέον ὅτι κἂν ἀρνεῖσθαι προστάττῃ, ἣ ἄλλο τι τῶν ψυχὴν βλαπτόντων. ἀλλ’ ὅτε φόρους εἰσπράττονται, καὶ τὰ τοιαῦτα.
περὶ ὧν ὁ Σωτῆρ’ ἔλεγεν, “ ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ “ τοῦ Θεοῦ τῷ Θεῷ.” ὑποκαταβὰς γὰρ καὶ αὐτὸς ὁ Παῦλος φησὶν, “ διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε.”
δεσπόταις, οὕτω καὶ τοὺς ἀρχομένους τοῖς ἄρχουσιν ὑποτάττων. ποιεῖ δὲ τοῦτο, δεικνὺς, ὡς οὐκ ἐπ’ ἀνατροπῇ τῆς κοινῆς πολιτείας ὁ Χριστὸς τοὺς παρ’ αὐτοῦ νόμους εἰσήγαγεν, ἀλλ’ ἐπὶ διορθώσει βελτίονι. καὶ παιδεύων μὴ περιττοὺς ἀναδέχεσθαι πολέμους καὶ ἀνονήτους. ἀρκοῦσι γὰρ αἱ διὰ τὴν ἀλήθειαν ἡμῖν ἐπαγόμεναι ἐπιβουλαί.
σκόπει δὲ πῶς καὶ εὐκαίρως εἰς τὸν περὶ τούτων ἐνέβαλε λόγον. ἐπειδὴ γὰρ τὴν πολλὴν ἐκείνην ἀπῄτησε φιλοσοφίαν, καὶ τοῖς φίλοις καὶ τοῖς ἐχθροῖς κατεσκεύασεν ἐπιτηδείους, καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς δυσπραγοῦσι, καὶ τοῖς δεομένοις, καὶ πᾶσιν ἁπλῶς χρησίμους εἰργάσατο. καὶ τὴν ἀγγελίανh πρέπουσαν ἐνεφύτευσε
πολιτείαν, καὶ θυμὸν ἐκένωσε, καὶ ἀπόνοιαν κατέστειλε, καὶ διὰ πάντων κατελέανεν αὐτῶν τὴν διάνοιαν, τότε καὶ τὴν περὶ τούτων εἰσάγει παραίνεσιν. δεικνὺς δὲ ὅτι πᾶσι ταῦτα διατάττεται, καὶ ἱερεῦσι καὶ μοναχοῖς, οὐχὶ τοῖς βιωτικοῖς μόνον, ἐκ προοιμίων αὐτὸ δῆλον ἐποίησεν οὕτω λέγων, “ πᾶσα ψυχὴ ἐξου-
“ σίαις ὑπερεχούσαις ὑποτασσέσθω,” κἂν ἀπόστολος ἦς, κἂν εὐαγγελιστὴς, κἂν προφήτης, κἂν ὁστισοῦν· οὐδὲ γὰρ ἀνατρέπει τὴν εὐσέβειαν αὕτη ἡ ὑποταγή. καὶ οὐχ ἁπλῶς εἶπε πειθέσθω, ἀλλ’ 1 “ ὑποτασσέσθω·” καὶ πρῶτον δικαίωμα τῆς τοιαύτης νομοθεσίας, καὶ λογισμὸς πρέπων πιστοῖς, τὸ παρὰ Θεοῦ ταῦτα διατετάχθαι. “ οὐ γάρ ἐστιν ἐξουσία,” φησὶν, “ εἰ μὴ ὑπὸ Θεοῦ.” τί λέγεις; πᾶς οὖν ἄρχων ὑπὸ Θεοῦ κεχειροτόνηται; οὐ τοῦτο λέγω φησίν. οὐδὲ περὶ τῶν καθέκαστον ἀρχόντων ὁ λόγος μοι νῦν, ἀλλὰ περὶ
αὐτοῦ τοῦ πράγματος. τὸ γὰρ ἀρχὰς ειναι· καὶ τοὺς μὲν, ἄρχειν, τοὺς δὲ ἄρχεσθαι, καὶ μὴ ἁπλῶς καὶ ἀνέδην ἅπαντα φέρεσθαι, ὥσπερ κυμάτων, τῶν δήμων τῇδε κἀκεῖσε περιφερομένων, τῆς τοῦ Θεοῦ σοφίας ἔργον εἶναι φημί. διὰ τοῦτο οὐκ εἶπεν, οὐ γάρ ἐστιν ἄρχων εἰ μὴ ὑπὸ τοῦ Θεοῦ, ἀλλὰ περὶ τοῦ πράγματος διαλέγεται.
οὕτω καὶ ὅταν λέγῃ τίς σοφὸς ὅτι παρὰ Κυρίου ἁρμόζεται ἀνδρὶ γυνὴ, τοῦτο λέγει, ὅτι ὁ Θεὸς τὸν γάμον ἐποίησεν. οὐχ ὅτι ἕκα- ’στὸν συνιόντα γυναικὶ αὐτὸς συνάπτει. καὶ γὰρ ὁρῶμεν τινας ἔπι κακῷ καὶ νόμῳ γάμου συνιόντας ἀλλήλοις. καὶ οὐκ ἃν τῷ Θεῷ τοῦτο λογισαίμεθα. εἰπὼν τοίνυν πόθεν εἰσὶν αἱ ἀρχαὶ, ἐπήγαγεν,
“ ὥστε ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέ- “ στηκεν.” εἶδες ποῦ τὸ πρᾶγμα ἀνήγαγε; καὶ πόθεν ἐφόβησε; καὶ πῶς ἔδειξε τοῦτο κατ’ ὀφειλὴν γινόμενον; ἴνα γὰρ μὴ λεγωσιν οἱ πιστοὶ, ὅτι ἐξευτελίζεις ἡμᾶς, καὶ εὐκαταφρονήτους ποιεῖς, τοὺς τῆς τῶν οὐρανῶν βασιλείας ἀπολαύειν μέλλοντας, ἄρχουσιν
ὑποτάττων, δείκνυσιν ὅτι οὐκ ἄρχουσιν, ἀλλὰ τῷ Θεῷ πάλιν ὑποτάττεται, ὁ τοῦτο ποιῶν. ἐκείνῳ γὰρ ὁ ταῖς ἀρχαῖς ὐποτασσόμενος, πείθεται. ἀλλ’ οὐ λέγει οὕτως. οἷον, ὅτι τῷ Θεῷ πείθεται, ὁ τοῖς ἄρχουσιν ὑπακούων. ἀλλ’ ἀπὸ τοῦ ἐναντίου φοβεῖ, καὶ ἀκριβέστερον αὐτὸ κατασκευάζει, λέγων, ὅτι ὁ μὴ ὑπακούων ἐκείνοις,
τῷ Θεῷ πολεμεῖ, τῷ ταῦτα νομοθετήσαντι. καὶ τοῦτο σπουδάζει δεῖξαι πανταχοῦ. ὅτι οὐ χαριζόμεθα αὐτοῖς τὴν ὑπακοὴν, ἀλλ’ ὀφείλομεν. οὕτω γὰρ ἃν καὶ τοὺς ἄρχοντας τοῖς ἀπίστοις μᾶλλον ἐπεσπάσατο πρὸς εὐσέβειαν, καὶ τοὺς πιστοὺς πρὸς ὑπακοήν. καὶ γὰρ πολὺς περιεφέρετο λόγος τότε ἐπὶ στάσει καὶ
καινοτομίᾳ διαβάλλων τοὺς Ἀποστόλους, ὡς ἐπ’ ἀνατροπῇ τῶν κοινῶν νόμων ἅπαντα καὶ ποιοῦντας καὶ λέγοντας. μὴ τοίνυν αἰσχύνου, φησι, τῇ τοιαύτῃ ὑποταγῇ. καὶ γὰρ ο Θεὸς τοῦτο ἐνομοθέτησε, καὶ σφοδρός ἐστι μωρὸς καταφρονουμένων τούτων. καὶ οὐδείς σε ἐξαιρήσεται ἀντιλέγοντα, ἀλλὰ καὶ παρὰ ἀνθρώπων
ὑποστήσῃ τιμωρίαν χαλεπωτάτην. καὶ οὐδείς σου προστήσεται. καὶ τὸν Θεὸν παροξυνεῖς μειζόνως. ἅπερ ἅπαντα αἰνιττόμενος ἔλεγεν, “ οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρίμα λήψονται.” ἀντὶ τοῦ, καθ’ ἑαυτῶν τὴν κατάκρισιν ἐπισπάσονται.
οὐ δήπου τοῦτον παρὰ Θεοῦ κεχειροτονῆσθαι φαμὲν, ἀλλὰ συγκεχωρῆσθαι. ἣ πρὸς τὸ πᾶσαν τὴν οἰκείαν πονηρίαν, ὥσπερ ὁ Φαραὼ, ἐξεμέσαι, καὶ οὕτω δίκην δοῦναι τὴν ἐσχάτην· ἣ πρὸς τὸ σωφρονίσαι τοὺς ὠμότητος δεομένους, ὥσπερ ὁ Βαβυλώνιος τοὺς Ἰουδαίους.
αὐτοὺς, πάλιν ἀνίησιν ὥσπερ σοφὸς ἰατρὸς, φάρμακα προσηνῆ καὶ θεραπευτικὰ τιθεὶς, καὶ παραμυθούμενος, καὶ λέγων, τι δέδοικας; μὴ γὰρ, ἐπιτιμᾷ καλῶς πράττοντι; μὴ γάρ ἐστι φοβερὸς ἀρετῆς ἐπιμελουμένῳ; διὸ καὶ ἐπάγει, “ θέλεις δὲ μὴ “ φοβεῖσθαι τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον
ἐξ αὐτῆς. είδες πῶς αὐτὸν ᾠκείωσε τῷ ἄρχοντι, δείξας αὐτὸν καὶ ἐπαινέτην αὐτοῦ καθήμενον; “ Θεοῦ γάρ ἐστι διάκονος εἰς τὸ “ ἀγαθόν. ” τοσοῦτον ἀπέχει τοῦ φοβῆσαι φησὶ, ὅτι καὶ ἐπαινεῖ. τοσοῦτον ἀπέχει τοῦ κωλύειν τὸ ἀγαθὸν ποιεῖν, ὅτι καὶ συμπράττει. ὅταν οὖν καὶ ἐπαινέτην ἔχῃς καὶ βοηθὸν, διατὶ οὐχ ὑποτάσσῃ;
καὶ γὰρ καὶ ἄλλως εὐκολωτέραν σοι ποιεῖ τὴν ἀρετήν· τοὺς μὲν πονηροὺς, κολάζων· τοὺς δὲ ἀγαθοὺς, εὐεργετῶν καὶ τιμῶν, καὶ τῷ βουλήματι τοῦ Θεοῦ συμπράττων. διὸ καὶ διάκονον αὐτὸν ἐκάλεσε. καὶ σοί, φησι, διάκονος ἐστὶ Θεοῦ· κωλύων τοὺς κακοὺς, καὶ τὴν ἐκ τούτων βλάβην σοι ἀφαιρούμενος, καὶ ἄδειαν παρέχων
εἰς τὸ ποιεῖν σε τὸ ἀγαθόν. διακονεῖ δέ σοι εἰς τὸ ἀγαθὸν, καὶ ὅταν ἐπὶ τοῖς κακοῖς φοβῇ, ἀνακόπτων σε ἐκεῖθεν, καὶ προτρεπόμενος εἰς ἀρετήν. ἔτι δὲ καὶ τιμῶν καὶ ἀποδεχόμενος, προτρέπει σε εἰς τοῦτο.
ταύτην τὴν ψῆφον. ἐπὶ τιμωρίᾳ γὰρ τῶν πονηρῶν, θεόθεν κεχειροτονηται.
Θεοῦ νόμον πληροῖ. τι γὰρ εἰ καὶ αὐτὸς ἀγνοεῖ; ἀλλ’ ὁ Θεὸς οὕτως ἐτύπωσεν. εἰ τοίνυν ὁ κολάζων διάκονός ἐστιν, ἐκδικῶν ἀρετὴν, τὴν, ἀπελαύνων κακίαν, ὅπερ ὁ Θεὸς βούλεται, τίνος ἕνεκεν αὐτῷ φιλονεικεῖς, τοιαῦτα εἰσάγοντι ἀγαθά;
ἀλλὰ καὶ διὰ τὴν συνείδησιν.
εἰρήνης ὣν πρόξενος, καὶ εὐνομίας πολιτικῆς. ἐὰν γὰρ ἀνέλῃς τοὺς ἄρχοντας, πάντα οἰχήσεται· τῶν δυνατωτέρων τοὺς ἀσθενεστέρους καταπινόντων· ὥστε κἂν μὴ ὀργή τις εἵπετο παρακούοντι, καὶ οὕτως ὑποτάσσεσθαι σε ἐχρῆν. ἵνα μὴ δόξῃς ἀσυνείδητος εἶναι καὶ ἀγνώμων πέρι τον ευεργετην.
κἂν ἀσεβεῖν ἀναγκάζωσι πειθώμεθα. σαφῶς γὰρ καὶ τὸν σκοπὸν εἶπε τῆς ἀρχῆς, καὶ οὗπερ ἕνεκεν ὁ Θεὸς οὕτως ἔταξε τὰ ἀνθρώπινα. ὅς τε τὸ περὶ τῆς εὐσεβείας νομοθετεῖν ἃ μὴ δεῖ, αὐτοῦ g 2 σκοποῦ τῆς ἀρχῆς εἴη ἃν, ἀλλὰ τῆς γνώμης τῶν οὐκ εἰς δέον τῷ ἄρχειν κεχρημένων.
ἀπὸ τῶν ἀρχόντων ταῖς πόλεσι γινομένας, ο-̔ιον, τὴν εὐταξίαν, τὴν εἰρήνην, τὰς ἄλλας διακονίας, τὰς ἐπὶ τῶν στρατιωτῶν, τὰς ἐπὶ τῶν τὰ κοινὰ πραττόντων, ἐξ ἑνὸς τούτου τὸ πᾶν ἐνδείκνυται. ὅτι γὰρ εὐεργετῇ παρ’ αὐτοῦ, φησὶν, σὺ μαρτυρεῖς· μισθὸν αὐτῷ τελῶν. καὶ ὁρ́α σοφίαν τοῦ μακαρίου Παύλου. ὃ γὰρ ἐδόκει φορτικὸν ε7ναι
καὶ ἐπαχθὲς τὸ τῶν ἀπαιτήσεων, τοῦτο δεῖγμα ποιεῖται τῆς αὐτῶν προνοίας. διατί γάρ, φησιν, φόρους δίδομεν βασιλεῖ; οὐχ ὡς προνοοῦντι ; οὐχ ὡς προισταμένῳ, μισθὸν τελοῦντες κηδεμονίας ; καίτοιγε οὐκ ἃν ἐτελέσαμεν, εἰ μὴ ἐξ ἀρχῆς ἔγνωμεν ὅτι κερδαί- νομεν ἐκ τῆς τοιαύτης ἐπιστασίας. ἀλλὰ διὰ τοῦτο ἄνωθεν κοινὴ
γνώμῃ πάντων ἔδοξε τοὺς ἄρχοντας τρέφεσθαι παρ’ ἡμῶν. ὅτι τῶν οἰκείων ἀμελοῦντες, τῶν κοινῶν κήδονται πραγμάτων. εἶπε τοίνυν τὰ ἀπὸ τῶν ἔξωθεν. πάλιν ἐπὶ τὰ πρότερα τὸν λόγον ἐπανάγει· τὸν γὰρ πιστὸν, οὕτως μᾶλλον ἦν ἐπισπάσασθαι. καὶ δείκνυσι πάλιν ὅτι Θεῷ τοῦτο δοκεῖ. καὶ εἰς αὐτὸ κατακλείει τὴν συμβουλήν·
οὕτω λέγων, “Θεοῦ γάρ εἰσι λειτουργοί. εἶτα καὶ τὸν πόνον αὐτῶν δεικνὺς, καὶ τὴν ταλαιπωρίαν, ἐπήγαγεν, “εἰς τοῦτο αὐτὸ “προσκαρτεροῦντες.” οὗτος γάρ ἐστιν αὐτοῖς ὁ βίος, αὕτη ἡ σπου- δὴ, ὅπως ἀπολαύσεις εἰρήνης.
φόρον· τῷ τὸ τέλος, τὸ τέλος· τῷ τὸν φόβον, τὸν φό- βον· τῷ τὴν τιμὴν, τὴν τιμήν.
ποίει ἐνταῦθα λέγει, ἀπόδοτε τὸν φόβον ; τὴν ἐπιτετα- μένην λέγων τιμὴν, οὐ τὸν ἐκ πονηροῦ συνειδότος φόβον, ὃν ἀνω- τέρω ᾐνίξατο. καὶ οὐδὲ εἶπε δότε, ἀλλὰ *’ ἀπόδοτε.” οὐδὲ γὰρ χαρίζῃ τοῦτο ποιῶν. ὀφειλὴ γάρ ἐστι τὸ πρᾶγμα. κἂν μὴ πράτ- τῆς αὐτὸ, ἀγνώμονος ὑποστήσῃ δίκην. μὴ δὴ νομίσῃς ἐξευτελίζεσθαι καὶ παραβλάπτεσθαι, πρὸς τὸ τῆς οἰκείας φιλοσοφίας ἀξίωμα, ἐὰν ἄρχοντος παριόντος ὑπαναστῇς. εἰ γὰρ Ἑλλήνων ὄντων τότε τῶν ἀρχόντων, ταῦτα ἐνομοθέτησε, πολλῷ μᾶλλον νῦν ἐπὶ τῶν πιστῶν τοῦτο γίνεσθαι χρή. εἰ δὲ λέγεις ὅτι σὺ μείζονα
ἐμπεπίστευσαι, μάθε ὅτι οὐκ ἔστι σοῦ νῦν ὁ καιρός. ξένος γὰρ εἶ καὶ παρεπίδημος. ἔσται δὲ καιρὸς, ὅτε λαμπρότερος πάντων φανήσῃ.
“ καὶ φόρους τελεῖτε,” νῦν δὲ αὐτὸ διεῖλεν. ἣ τοῦτο βουλόμενος εἰπεῖν, ὅτι εἴτε φόρον, εἴτε τέλος τὸ τοιοῦτον τίς ἐθέλοι καλεῖν, ὑμῖν γε αὐτὸ προσῆκον ἐκτιννύναι. ἣ τὸ μὲν, ἔφησε, δηλῶν τὴν εἰς τὸν δημόσιον τῶν χρημάτων συντέλειαν· τὸ δὲ, τὰς ἰδικὰς τοῖς κεκτημένοις προσόδους. “ τῷ τὸν φόβον, τὸν φόβον.’ οἷον, τοῖς ἐν
ἀρχαῖς. “ τῷ τὴν τιμὴν, τὴν τιμήν.” οἷον, τοῖς φίλοις. καὶ ὅλως τοῖς πλησίον.
τοῖς ἄρχουσι παρὰ τῶν ἀρχομένων ὀφείλεται.
ἑαυτόν. ἀλλὰ σὺν κόσμῳ προσήκοντι τὸ πρέπον ἀπονεμητέον. οἷόν τε γὰρ μετὰ τοῦ προσήκοντος τὸ χρέος ἀποδοθῆναι.
καὶ φησιν, καὶ αὐτὴν ὄφλημα εἶναι. οὐ μὴν τοιοῦτον, οἷον τὸν φόρον, οἷον τὸ τέλος, ἀλλὰ διηνεκές. οὐδέ ποτε γὰρ αὐτὴν βούλεται ἀποδίδοσθαι· μᾶλλον δὲ ἀποδίδοσθαι μὲν ἀεὶ βούλεται, οὐ μὴν πληροῦσθαι, ἀλλ’ ἀεὶ ὀφείλεσθαι.
τῆς ἀγάπης τὸ χρέος. αὔξειν δὲ αὐτὸ τῇ ἐκτίσει. ἡ γὰρ ἀπόδοσις πολυπλασιάζει τὸ χρέος· θερμοτέραν τὴν ἀγάπην ποιοῦσα.
ἀνακεφαλαιοῦται, ἐν τῷ, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτὸν.
ἀλλ’ ὅτι καὶ μέλη ἐσμὲν ἀλλήλων. κἂν αὕτη ἡμᾶς ἐπιλίπῃ, τὸ πᾶν διεσπάσθη. φίλει τοίνυν τὸν ἀδελφόν. ἐκ γὰρ τῆς φιλίας αὐτοῦ τοσαῦτα κερδαίνεις, ὡς τὸν νόμον ἅπαντα πληροῦν. οὐκ εἶπε δὲ ἀναπληροῦται ἁπλῶς ἐν τούτῳ, ἀλλ’ “ ἀνακεφαλαιοῦται.” συντόμως δηλονότι καὶ ἐν βραχεῖ τὸ πᾶν ἀπαρτίζεται τῶν ἐντολῶν
ἔργον. καὶ γὰρ ἀρχὴ καὶ τέλος τῆς ἀρετῆς, ἡ ἀγάπη. καὶ οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἀλλὰ τὴν ἐπιτεταμένην. οὐ γὰρ ἁπλῶς εἶπεν “ ἀγαπήσεις τὸν πλησίον,” ἀλλ’ “ ὡς σεαυτόν.”
μάθοιμεν τὰ ὠφελοῦντα μόνον ἐσπούδακεν, ὅπερ ἐστι τοῦ νόμου, ἀλλὰ καὶ εἰς τὴν ἐργασίαν αὐτῶν πολλὴν εἰσάγει τὴν συμμαχίαν ἡμῖν· ὁλόκληρον ἐν ἡμῖν κατορθοῦσα τὴν ἀρετήν.
η οτε ἐπιστεύσαμεν.
φησὶν, ὁ μὲν τοῦ παρόντος βίου δαπανᾶται καιρός· ὁ δὲ τοῦ μέλλοντος αἰῶνος, ἐγγύτερος γίνεται. ἂν μὲν οὑν ᾖς παρεσκευασμένος, καὶ πάντα πεποιηκὼς ὅσα ἐπέταξε, σωτηρία σοι γίνεται ἡ ἡμέρα. ἂν δὲ τοὐναντίον, οὐκέτι. ἀλλὰ οὐκ ἀπὸ τῶν λυπηρῶν, ἀλλ’ ἀπὸ τῶν χρηστῶν προτρέπει τέως. καὶ ταύτῃ τῆς τῶν παρόντων
αὐτοὺς ἀπολύων προσπαθείας. εἶτα, ἐπειδὴ εἰκὸς ἦν αὐτοὺς ἐν μὲν ἀρχῇ καὶ προοιμίῳ, σπουδαιοτέρους εἶναι, ἅτε ἀκμάζοντος αὐτοῖς τοῦ πόθου, τοῦ χρόνου δὲ προἰ·όντος καταμαρανθῆναι τὴν πάσαν σπουδὴν, φησιν, ὅτι τοὐναντίον μὲν οὑν δεῖ ποιεῖν. οὐκ ἐκλύεσθαι προιόντος τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἀκμάζειν. ὅσῳ γὰρ
ἂν ὁ βασιλεὺς ἐγγίζῃ, τοσούτῳ μᾶλλον δεῖ παρασκευάσασθαι. ὅσῳ μᾶλλον ἐγγὺς τὸ βραβεῖον, τοσούτῳ μᾶλλον διεγείρεσθαι χρὴ εἰς τοὺς ἀγῶνας. διὰ τοῦτο ἔλεγε, “ νῦν ἐγγύτερον ἡμῶν ἡ “ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν.”
ἀποδίδοται. ἐπίτασις μᾶλλον ὄντα, καὶ προτροπὴν τῶν εἰρημένων ἐμφαίνοντα. ποίοις δὲ ἄνω; “ πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις “ ὑποτασσέσθω.” καὶ, “ ἀπόδοτε πᾶσι τὰς ὀφειλὰς,” καὶ τὰ ἑξῆς. ταῦτα οὖν φησι ποιεῖτε διὰ τὰ προειρημένα, καὶ διὰ τοῦτο μάλιστα. διὰ ποῖον; εἰδότες ὅτι συντέτμηται τῆς ζωῆς ἡμῶν ὁ
χρόνος. καὶ δεῖ ἡμᾶς, εἰ καὶ ἐκαθεύδομεν μηδὲν πράττοντες, ὡς ἐξ ὕπνου, κἂν γοῦν νῦν, ἐγερθῆναι. φανερὸν γὰρ ὅτι νῦν μᾶλλον πρὸς τῷ τέλει ἐσμὲν τῆς ζωῆς ἡμῶν, ἢ ὅτε ἐπιστεύσαμεν.
φωτός.
“ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.” καὶ γὰρ πρὸς παράταξιν καὶ μάχην ἡ ἡμέρα ἡμᾶς καλεῖ. ἀλλὰ μὴ δείσῃς παράταξιν καὶ ὅπλα ἀκούσας. ἐπὶ μὲν γὰρ τῆς αἰσθητῆς παντευχίας, βαρὺ καὶ ἀπευκτὸν τὸ ὁπλίζεσθαι. ἐνταῦθα δὲ, ποθεινὸν καὶ εὐχῆς ἄξιον. φωτὸς γάρ ἐστι τὰ ὅπλα. διὸ καὶ τῆς ἀκτῖνος λαμπρότερόν σε
ἀποφαίνει, πολλὴν ἀφιέντα τὴν ἀστραπὴν, καὶ ἐν ἀσφαλείᾳ σε καθίστησιν. ὅπλα γάρ ἐστι, καὶ καταλάμπεσθαι ποιεῖ. φωτὸς γάρ ἐστιν ὅπλα.
“ νὺξ, ὅτε οὐκεὶς δύναται ἐργάζεσθαι·” ὁ δὲ Παῦλος ἡμέραν, λέγων· “ ἡ νὺξ προέκοψεν. ἡ δὲ ἡμέρα ἤγγικεν;” ὁ μὲν Παῦλος νύκτα τὸν παρόντα καλεῖ καιρὸν, διὰ τοὺς ἐν σκότῳ καθημένους· ἣ διὰ τὸ παραβάλλειν τὴν ἡμέραν ταύτην, ἐκείνῃ. ὁ δὲ Χριστὸς νύκτα τῶν μέλλοντα καλεῖ, διὰ τὸ τῶν ἁμαρτωλῶν ἀνενέργητον.
πιστοῖς τοίνυν ὁ Παῦλος διαλεγόμενος, ἔλεγεν, “ ἡ νὺξ προέκοψεν. “ ἡ δὲ ἡ ἡμέρα ἤγγικεν.” ὡς μελλόντων ἀπολαύσεσθαι τοῦ φωτὸς ἐκείνου.
φανεροῦσθαι. πρὸς τοίνυν τὴν μέλλουσαν ἡμέραν, εἰκότως νύκτα καλεῖ τὸν παρόντα βίον. πολλὰ γὰρ τῶν ἐν τούτῳ νῦν ὡς ἐν νυκτὶ κρυπτομένων, ἐκεῖ φανερὰ ὡς ἐν λαμπρᾷ ἡμέρᾳ γενήσεται.
δικαιοσύνης ὁ ἥλιος, ταῖς ἀκτῖσι τῆς θεογνωσίας τὴν οἰκουμένην ἐφώτισε. καὶ σκότος μὲν τὴν ἄγνοιαν, καὶ ἔργα σκότους, τὰς παρανόμους πράξεις· φῶς δὲ, τὴν γνῶσιν· καὶ ὅπλα φωτὸς, τῶν ἀγαθῶν τὴν ἐνέργειαν.
ποιῶν τὴν παραίνεσιν, καὶ κούφην τὴν ἐπίπληξιν. εἰπὼν δὲ “ μὴ κώμοις καὶ μέθαις,” οὐ τὸ πίνειν κωλύει, ἀλλὰ τὸ ἀμέτρως. οὐ τὸ ἀπολαύειν οἴνου, ἀλλὰ τὸ μετὰ ἀμετρίας καὶ παροινίας. ὥσπερ καὶ ἐν τῷ, “ μὴ κοίταις καὶ ἀσελγείαις” εἰπεῖν, οὐ τὸ μίγνυσθαι νομίμοις γυναιξὶν ἀναιρεῖ, ἀλλὰ τὸ πορνεύειν.
εὐσχημοσύνης καλῶς πολιτεύεσθαι.
καὶ τὸν θυμόν. διόπερ οὐκ αὐτὰ μόνον, ἀλλὰ καὶ τὰς πηγὰς αὐτῶν ἀναιρεῖ. οὐδὲν γὰρ οὕτως καὶ ἐπιθυμίαν ἀνάπτει, καὶ ὀργὴν ἐγμαίει, ὡς μέθη καὶ παροινία. διὰ τοῦτο πρότερον εἰπών· “ μὴ “ κώμοις καὶ μέθαις,” τότε ἐπήγαγε, “ μὴ κοίταις καὶ ἀσελγείαις· “ μὴ ἔριδι καὶ ζήλῳ.” καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ ἀποδύσας ἡμᾶς τῶν πονηρῶν ἱματίων, ἄκουσον πῶς καλλωπίζει λοιπὸν, λέγων, “ ἀλλ’ ἐνδύσασθε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. οὐκέτι εἰπεν ἔργα, ἀλλὰ μειζόνως αὐτοὺς ἀνέστησεν. ὅτε μὲν γὰρ περὶ τῆς κακίας ἔφησεν, “ ἔργα” ἔλεγεν. ὅτι δὲ περὶ τῆς ἀρετῆς,
οὐκέτι ἔργα ἀλλ’ “ ὅπλα.” δεικνὺς ὅτι ἐν πάσῃ ἀσφαλείᾳ καθίστησιν ἡ ἀρετὴ τὸν ἔχοντα αὐτὴν, καὶ ἐν πάσῃ λαμπρότητι. καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλ’ ἐπὶ τὸ μεῖζον ἄγων τὸν λόγον, ὃ πολλῷ φρικωδέστερον ἦν, αὐτὸν τὸν δεσπότην δίδωσιν ἡμῖν ἱμάτιον. ὁ γὰρ περιβεβλημένος τοῦτον, ἅπασαν ἔχει καθόλου τὴν ἀρετήν.
ὅταν δὲ εἴπῃ ἐνδύσασθε, πάντοθεν ἡμᾶς αὐτὸν περιβάλλεσθαι κελεύει, καὶ ὡς ἱμάτιον ἡμῖν αὐτὸν περικείμενον ἔχειν.
πρᾶξις. ὥσπερ γὰρ τῷ στήμονι τῆς κρόκης ἐπιπλεκομένης, τὸ σωματικὸν ἱμάτιον ἐξυφαίνεται· οὕτως τοῦ λόγου προυφεστῶτος, εἰ ἀκολούθως αἱ πράξεις ἐπάγονται, σεμνοτάτη τίς ἃν γένοιτο περιβολὴ τῆς ψυχῆς· λόγῳ καὶ ἔργῳ τὸν κατ’ ἀρετὴν βίον συμπεπληρωμένον ἐχούσης.
γὰρ ἠνίξατο εἰπὼν, “ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυ- “ μίαν.” ὥσπερ γὰρ οὐ τὸ πίνειν ἐκώλυσεν, ἀλλὰ τὸ μεθύειν· οὐδὲ τὸ γαμεῖν, ἀλλὰ τὸ ἀσελγαίνειν· οὕτως οὐδὲ τὸ προνοεῖν τῆς σαρκὸς, ἀλλὰ τὸ μὴ εἰς ἐπιθυμίας, οἷον τὸ τὴν χρείαν ὑπερβαίνειν. ἐπεὶ ὅτι γε προνοεῖν αὐτῆς κελεύει, ἄκουσον Τιμοθέῳ τι
φησιν, “ οἴνῳ ὀλίγῳ χρῶ, διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς “ σου ἀσθενείας.” οὕτω δὴ καὶ ἐνταῦθα, προνόει μὲν, ἀλλὰ πρὸς ὑγείαν, οὐ πρὸς ἀσέλγειαν. οὐδὲ γὰρ ἃν εἴη τοῦτο πρόνοια λοιπὸν, ὅταν τὴν φλόγα ἀνάπτῃς.
αἱρετικῶν, ἐμφράττει τὰ στόματα. οὐ γὰρ ἀπηγόρευσε τὴν τοῦ σώματος ἐπιμέλειαν, ἀλλὰ τὴν τρυφὴν καὶ τὴν ἀκρασίαν ἐξέβαλεν. οὐ γὰρ εἰπε μὴ ποιεῖτε τῆς σαρκὸς πρόνοιαν, ἀλλ’ εἰς ἐπιθυμίαν μὴ ποιεῖτε. ἀντὶ τοῦ, μὴ σκιρτᾶν αὐτὴν παρασκευάζετε διὰ τῆς τρυφῆς.
Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.