νόμου ἔτι κατεχόμενοι συνειδήσει, καὶ μετὰ τὴν πίστιν, τῶν βρωμάτων ἐφύλαττον ἔτι τὴν παρατήρησιν· οὔπω θαρροῦντες ἀποστῆναι τοῦ νόμου. εἶτα ὥστε μὴ γενέσθαι εὐφώρατοι, τῶν χοιρείων ἀπεχόμενοι μόνων, πάντων ἑξῆς ἀπείχοντο κρεῶν. καὶ λάχανα ἤσθιον μόνα, ἴνα νηστεία μᾶλλον εἶναι δοκῇ τὸ γινόμενον, ἀλλὰ μὴ νόμου
παρατήρησις. ἕτεροι πάλιν ἦσαν τελειότεροι, οὐδὲν τοιοῦτον παρατηροῦντες. οἳ τούτοις τοῖς παρατηροῦσιν ἐπαχθεῖς ἐγίνοντο, ὀνειδίζοντες, ἐγκαλοῦντες, εἰς ἀθυμίαν ἐμβάλλοντες. δεδοικὼς τοίνυν ὁ μακάριος Παῦλος, μὴ μικρὸν κατορθῶσαι βουλόμενοι, τὸ πᾶν ἀνατρέψωσι. καὶ θέλοντες εἰς τὴν τῶν βρωμάτων αὐτοὺς ἀδιαφο-
ριαν ἀγαγεῖν, καὶ τῆς πίστεως αὐτοὺς ἐκπεσεῖν παρασκευασωσιν, ὅρα πόσῃ κέχρηται συνέσει· καὶ πῶς ἑκατέρων ἐπιμελεῖται τῶν μερῶν μετὰ τῆς συνήθους αὐτῷ σοφίας. οὔτε γὰρ ὅτι κακῶς ποιεῖτε τολμᾷ τοῖς ἐπιτιμῶσιν εἰπεῖν, ἵνα μὴ ἐκείνους βεβαιώσῃ ἐν τῇ παρατηρήσει. οὔτε πάλιν ὅτι καλῶς, ἵνα μὴ σφοδροτέρους
κατηγόρους ἐργάσηται. ἀλλὰ συμμεμετρημένην ποιεῖται τὴν ἐπιτίμησιν. καὶ δοκεῖ μὲν τοῖς ἰσχυροτέροις ἐπιτιμᾶν. τὸ δὲ πᾶν εἰς ἐκείνους κενοῖ ἐν τῷ πρὸς τούτους λόγῳ. αὕτη γὰρ μάλιστα ἡ διόρθωσις ἀνεπαχθέστερα γίνεται· ὅταν πρὸς ἄλλον τίς τρέψας τὸν λόγον, ἕτερον πλήττῃ. οὔτε γὰρ εἰς θυμὸν ἀφίησιν ἐνενεχθῆναι
τὸν ἐπιτιμώμενον, καὶ λανθανόντως τὸ τῆς διορθώσεως ἐνίησι φάρμακον. ορα τοίνυν πὼς αὐτὸ ποίει συνετῶς, καὶ πὼς εὐκαίρως. εἰπὼν γὰρ, “ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν,” τότε εἰς τὸν περὶ τούτων ἐκβαίνει λόγον. ἵνα μὴ δόξῃ ὑπὲρ ἐκείνων λέγειν τῶν ἐπιτιμώντων καὶ κελευόντων ἐσθίειν ἅπαντα. τὸ γὰρ ἠσθενηκὸς μέρος ἀεὶ πλείονος δεῖται τῆς προνοίας. διὸ καὶ πρὸς τὸν ἰσχυρὸν εὐθέως ἀποτείνεται, λέγων, “ τὸν δὲ ἀσθενῆ τῇ πίστει “ προσλαμβάνεσθε.” εἶδες πληγὴν εὐθέως μίαν ἐκείνῳ δοθεῖσαν; εἰπὼν γὰρ, “ τὸν δὲ ἀσθενοῦντα τῇ πίστει,” ἔδειξεν αὐτὸν ἄρρωστον.
εἰτα, δευτέραν προστίθησι, λέγων, “ προσλαμβάνεσθε.” δείκνυσι γὰρ πάλιν πολλῆς δεόμενον ἐπιμελείας. ὅπερ σημεῖον ἐσχάτης ἀπονοίας καὶ ἀρρωστίας ἐστί. “ μὴ εἰς διακρίσεις διαλογι- “ σμῶν.” ἰδοὺ καὶ τρίτην ἐπέθηκε πληγήν. ἐντεῦθεν παραδηλοῖ τοιοῦτον αὐτοῦ τὸ ἀρρώστημα, ὡς καὶ τοὺς τὰ αὐτὰ μὴ πλημμελοῦντας,
κοινωνοῦντας δὲ ὅμως αὐτῷ τῆς φιλίας, διακρίνεσθαι. εἶδες πῶς δοκεῖ μὲν τούτοις διαλέγεσθαι, ἐκείνοις δὲ ἐπιτιμᾷ λανθανόντως; εἶτα θεὶς ἀμφοτέρους παράλληλα, τὸν μὲν, μετ’ ἐγκωμίων, τὸν δὲ, μετ’ ἐγκλημάτων τίθησι. ἐπάγει γὰρ, “ ὃς μὲν “ πιστεύει φαγεῖν πάντα.” ἀνακηρύττων αὐτὸν ἀπὸ τῆς πίστεως.
“ ὁ δὲ ἀσθενῶν, λάχανα ἐσθίει.” καὶ τοῦτον πάλιν κακίζων ἀπὸ τῆς ἀσθενείας. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. ὁ μὲν εἰλικρινῶς πιστεύων καὶ μηδεμίαν ἔχων Ἰουδαϊκὴν παρατήρησιν, πάντα ἀβδελύκτως ἐσθίει. ὁ δέ γε περὶ τὴν πίστιν ἀσθενὴς, λάχανα ἐσθίει· οὐ δι’ ἐπαινουμένην ἐγκράτειαν, κἂν τοῦτο ὑποκρίνηται, ἀλλὰ δι’
ἀσθένειαν πίστεως.
παραμυθεῖται πάλιν αὐτόν. καὶ οὐκ εἶπεν, ἐάτω ἣ μὴ ἐγκαλείτω, ἣ μὴ διορθούσθω τὸν μὴ ἐσθίοντα, ἀλλὰ μὴ ὀνειδιζέτω. δεικνὺς ὅτι πρᾶγμα πολλοῦ γέλωτος ἄξιον ἐποίουν. ἐπὶ δὲ τούτου οὐχ οὕτως. ἀλλὰ πῶς; “ ὁ μὴ ἐσθίων, τὸν ἐσθίοντα μὴ κρινέτω.” ὥσπερ γὰρ οἱ τελειότεροι τούτοις ἐξηυτέλιζον, ὡς ὀλιγοπίστους καὶ ὑπούλους
καὶ νόθους καὶ Ἰουδαΐζοντας ἔτι, οὕτως ἐκεῖνοι τούτους ἔκρινον ὡς παρανομοῦντας, ἣ ὡς λαιμαργίᾳ προσέχοντας· ὣν πολλοὺς καὶ ἐξ ἐθνῶν εἶναι. διὸ καὶ ἐπήγαγεν, “ ὁ Θεὸς γὰρ αὐτὸν προσελά- “ βετο.” ἐπ’ ἐκείνου δὲ οὐκ εἶπε τοῦτο. καίτοι τὸ μὲν ἐξουθενεῖσθαι τοῦ ἐσθίοντος ἦν ὡς λαιμάργου. τὸ δὲ κρίνεσθαι, τοῦ μὴ ἐσθίοντος ὡς ὀλιγοπίστου. ἀλλ’ ἀντήλλαξεν αὐτά· δεικνὺς ὅτι οὐ μόνον τοῦ ἐξουθενεῖσθαι οὐκ ἔστιν ἄξιος, ἀλλὰ καὶ ἐξουθενεῖν δύναται· ἀλλὰ καὶ ἐγὼ κατακρίνω, φησὶν, οὐδαμῶς. διὰ γὰρ τοῦτο ἐπήγαγεν. “ ὁ Θεὸς αὐτὸν προσελάβετο.” ἐπ’ ἐκείνου δὲ οὐκ εἶπε τοῦτο. τι
τοίνυν αὐτῷ περὶ νόμου διαλέγῃ ὡς παραβαίνοντι, “ὁ Θεὸς γὰρ “ αὐτὸν προσελάβετο ;“τουτέστι, τὴν ἄφατον αὐτοῦ περὶ αὐτὸν ἐπεδείξατο χάριν, καὶ πάντων ἀπήλλαξεν ἐγκλημάτων.
ἔχοντας. καὶ διὰ τοῦτο τῆς τοιᾶσδε τροφῆς μεταλαβειν οὐκ ἐθέ- λοντας. καὶ οἱ ἐξ Ἰουδαίων μέντοι τοὺς ἐξ ἐθνῶν κατέκρινον. παρανομίαν νομίζοντες τὴν ἀδιάφορον τῶν ἐδωδίμων ἀπόλαυσιν. διὸ λέγει, ὅτι ὁ Θεὸς αὐτὸν προσελάβετο· τουτέστι, τὸν ἐθνικόν.
στήκει, ἣ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.
ἐνταῦθα αὐτοῦ καθάπτεται. οὐ γὰρ ἐπειδὴ ἄξια τοῦ μὴ κρίνεσθαι ποιεῖ, διὰ τοῦτο κελεύων μὴ κρίνειν. ἀλλ’ ἐπειδὴ ἀλλότριος ἐστὶν οἰκέτηb τουτέστιν, οὐ σὸς, ἀλλὰ τοῦ Θεοῦ. τάχα δὲ καὶ ὁ οἰκέτης ὃν προσελάβετο ὁ Χριστὸς, ἀλλότριος ἔστι τοῦ νόμου. τίς οὖν εἶ σὺ, ὁ κρίνων ἄπο τοῦ νόμου τὸν τοῦ νόμου ἀλλόριον ;
αἷμα τιμὴν δεδωκώς.
διαφέρει ταῦτα ἀμφότερα. καὶ γὰρ ἡ ζημία ἐκεῖ τείνει πεσόντος· ὥσπερ οὑν καὶ ο πλοῦτος εστωτος.
κηδεμονίας ἐστίν. ἀλλ’ ὅπερ ἀεὶ λέγω, τὴν γνώμην ἐξετάζειν δεῖ μεθ’ ἧς λέγεται, καὶ τὴν ὑπόθεσιν περὶ ἧς λέγεται· καὶ τί σπουδάζων κατορθῶσαι λέγει. οὐχ ὡς ἔτυχε δὲ ἐνέτρεψε τοῦτο εἰπών. εἰ γὰρ ὁ Θεὸς, φησὶν, ὁ τὴν ζημίαν ὑπομένων, οὐδὲν ποιεῖ τέως, πῶς οὐκ ἃν ᾖς ἄκαιρος σὺ, καὶ πέρα τοῦ μέτρου περίεργος,
είχων αὐτὸν καὶ ἐνοχλῶν;
ὑπὸ τοῦ νόμου βρωμάτων· οἱ δὲ, ἐνίας ἡμέρας.
καὶ ἔλεγεν, “ ἕκαστος τῷ ἰδίῳ νοὶ πληροφορείσθω.” οὕτω γὰρ καὶ τῷ παρατηροῦντι τὸν φόβον ἐξέβαλεν, ἀδιάφορον τὸ πρᾶγμα εἶναι λέγων. καὶ τῶν ἐπιτιθεμένων αὐτοῖς σφοδρῶς τὴν φιλονεικίαν ἀνήρει, δεικνὺς ὅτι οὐ σφόδρα περισπούδαστον τὸ περὶ τούτων ἐνοχλεῖν συνεχῶς, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὸν
καιρόν· καὶ διὰ τὸ νεήλυδας εἶναι ἐν τῆ πίστει. ἐπεὶ Κολασσαεῦσι γράφων, μετὰ πολλῆς ἀπαγορεύει τοῦτο σπουδῆς, “ βλέ- “ πέτε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ “ κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων· κατὰ τὰ “ στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν.” καὶ πάλιν, “ μὴ οὑν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει.” καὶ “ μηδεὶς ὑμᾶς “ καταβραβευέτω.” ἐνταῦθα δὲ οὐ κέχρηται τούτῳ τῷ τόνῳ, διὰ τὸ νεόφυτον εἰναι παρ’ αὐτοῖς τὴν πίστιν. μὴ τοίνυν εἰς πάντα ἕλκωμεν, τὸ, “ ἕκαστος τῷ ἰδίῳ νοὶ πληροφορείσθω.” ὅταν γὰρ
περὶ δογμάτων ὁ λόγος ἦ, ἄκουσον τι φησιν, “ εἰ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε κἂν Ἄγγελος ᾖ, ἀνάθεμα ἔστω. καὶ Φιλιππησίοις ἐπιστέλλων ἔλεγε, “ βλέπετε τοὺς κύνας, βλέ- “ πέτε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.” παρὰ δὲ Ρωμαίοις, ἐπειδὴ τέως οὐκ ἦν καιρὸς τὰ τοιαῦτα διορθοῦν, “ ἕκα-
“ στος,” φησὶν, “ τῷ ἰδίῳ νοῒ πληροφορείσθω.” καὶ γὰρ καὶ περὶ νηστείας ὁ λόγος ἦν αὐτῷ. καὶ τοίνυν τὴν ἐκείνων ἀλαζονείαν καθαιρῶν, καὶ τούτων ἐκβάλλων τὸν φόβον, ταῦτα ἔλεγεν.
τοὺς τἀναντία τῇ ἀληθείᾳ διδάσκειν ἀνεχομένους. περὶ μόνων τοίνυν τῶν ἐδεσμάτων τῇ ἑκάστου διανοίᾳ τὴν ἐξουσίαν ἀπένειμε. τοῦτο γάρ τοι καὶ μέχρι τοῦ παρόντος ἐν ταῖς ἐκκλησίαις τὸ ἔθος μεμένηκε. καὶ ὁ μὲν ἀσπάζεται τὴν ἐγκράτειαν· ὁ δὲ μεταλαμβάνει πάντων ἀδεῶς τῶν ἐδεσμάτων. καὶ οὔτε οὗτος ἐκεῖνον κατακρίνει,
οὔτε ἐκεῖνος ἐπιμέμφεται τούτῳ· ἀλλὰ τῷ νόμῳ τῆς ὁμονοίας λαμπρύνονται.
ποιῶν αὐτὸ διὰ τὸν Θεόν. οὔτε πάλιν τὸν νηστεύοντα δεῖ κατακρίνειν τὸν μὴ νηστεύοντα παρ’ ἡμέραν. οὐ γὰρ νομοθεσίας ἐστὶν, ἵνα ἡ παράβασις προξενῇ κρίμα, ἀλλὰ μόνης προαιρέσεως. ἀλλ’ ἕκαστος κατὰ τὸν ἴδιον νοῦν πληροφορείσθω. ἢ ὅτι καλῶς ποιεῖ νηστεύων ἀεί· ἢ ὅτι οὐ καλῶς μὴ νηστεύων ἀεί.
μέσον. σὺ δέ μοι σκόπει πῶς καὶ ἐνταῦθα πλήττει τὸν Ἰουδαΐζοντα λανθανόντως. εἰ γὰρ τὸ ζητούμενον τοῦτό ἐστι, τὸ εὐχαριστεῖν, εὔδηλον ὅτι ὁ ἐσθίων, οὗτός ἐστιν ὁ εὐχαριστῶν, οὐχ ὁ μὴ ἐσθίων. πῶς γὰρ, ἔτι τοῦ νόμου ἐχόμενος ; ὅπερ οὑν καὶ πρὸς Γαλάτας ἔλεγεν, “ οἱ τινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξε-
“πέσετε.” ἀλλ’ ἐνταῦθα αἰνίττεται μὲν αὐτὸ, οὐκ ἀνακαλύπτει δέ. οὔπω γὰρ ἢν καῖρος.
τῷ ἔργῳ μόνῳ προσέχει, ἀλλὰ καὶ τὴν τοῦ γινομένου διάνοιαν ἐξετάζει.
πληροῦν. ὁ τε ἀδιαφορῶν περὶ τοῦτο, πᾶσαν ὡς ὑπὸ Θεοῦ γενομένην ἡμέραν δι’ ὁμοίας ἔχει τιμῆς. ἀλλὰ μὴν καὶ ὁ ἐσθίων ὡσαύτως.
γὰρ διὰ τὸν Κύριον ποιεῖ. καὶ ὁ μὴ κρίνων τοῦτο, μὴ δὲ λογιζόμενος, ὅτι καλόν ἐστι καθ’ ἡμέραν φαγεῖν, διὰ τὸν Κύριον κρίνει τοῦτο καλὸν εἶναι, καὶ λογίζεται. αἴτια γάρ ἐστι ταῦτα τὰ εἰρημένα αὐτῷ, τοῦ “ ἕκαστος ἐν τῷ ἰδίῳ νοῒ πληροφορείσθω.” πῶς δὲ λέγεις τοῦτο Παῦλε; καλῶς εἰπον, φησίν. ἐπειδὴ καὶ ὁ νηστεύων
ὑπὲρ ἡμέραν, καὶ ὁ ἐσθίων καθ’ ἡμέραν, εἰς ἀρέσκειαν Κυρίου τοῦτο ποιοῦσι. καὶ οὐ δεῖ κρίνειν ὅλως ἀλλήλους ἐπὶ τούτῳ. εἶτα ἐπιτείνει τὴν αἰτίαν, καὶ φησὶν, καὶ γὰρ ὁ ἐσθίων εὐχαριστεῖ τῷ Θεῷ ἐν τῷ ἐσθίειν. ὅτι ἔδωκεν ἀνθρώποις πόρον καὶ συνέχειαν ζωῆς. καὶ ὁ νηστεύων εὐχαριστεῖ, ὅτι ἔδωκεν ἀνθρώποις καρτερίας καὶ μεθόδους, δι’ ὧν τις δύναται περιγενέσθαι τῶν τῆς σαρκὸς παθῶν. ὁ δὲ ἄλλως νηστεύων ἢ ἐσθίων, κατάκριτος, ὥσπερ τῶν αἱρετικῶν τινες. ταύτα οὑν πέρι τῶν νηστευόντων καὶ ἐσθιόντων ἰδικῶς ἐκληπτέον. ἀλλὰ μὴ περὶ ἄλλων τινῶν. οὐ γὰρ ἐπὶ πάντας
ὁ κανὼν οὗτος διήκει. διὸ οὐδὲ ἐπὶ τοῦ πρὸ μικροῦ εἰρημένου κεφαλαίου ἁρμόζει. οἷον ἐπὶ τοῦ ἐν τοῖς βρώμασι διακρινομένου. καὶ γὰρ ἐκεῖνος μὴ ἐσθίων, οὐκ εἰς δόξαν οὐκ ἐσθίει τοῦ Θεοῦ, ἀλλ’ ὡς ἀστήρικτος ἐν τῇ πίστει. ἀλλ’ ἐκεῖνον μὲν οὐ δεῖ κατακρίνειν διὰ τὸν καιρόν· ὅτι ἀρχὴ τοῦ κηρύγματος ἦν. τὸν δὲ ἐσθίοντα καθημέραν
καὶ νηστεύοντα ὑπὲρ ἡμέραν, οὐ δεῖ ὅλως οὐδέτερον οὐδετέρῳ μέμψιν ἐπάγειν. ὅτι καὶ ἄμφω εἰς δόξαν Κυρίου ποιοῦσιν ὅπερ ποιοῦσιν. “ οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ. καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει. “ ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν. ἐάν τε ἀποθνήσκωμεν, τῷ “ Κυρίῳ ἀποθνήσκομεν. ἐάν τε ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν τοῦ
“ Κυρίου ἐσμεν. εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε, καὶ ἀνέστη καὶ “ ἔζησεν, ἵνα ζώντων καὶ νεκρῶν κυριεύσῃ.”
τὴν ἐκείνων διόρθωσιν κατέχει, καὶ πείθει μακροθυμεῖν. δεικνὺς ὅτι ἀμήχανον τὸν Θεὸν καταφρονῆσαι αὐτῶν. ἀλλὰ τῷ προσήκοντι καιρῷ διορθώσεται. τι οὖν ἐστιν, “ οὐδεὶς ἡμῶν ἑαυτῷ ζῇ ” οὐκ ἐσμὲν ἐλεύθεροι. δεσπότην ἔχομεν τὸν καὶ ζῆν ἡμᾶς βουλόμενον, καὶ ἀποθανεῖν οὐκ ἐθέλοντα. καὶ ᾧ ταῦτα ἀμφότερα μᾶλλον ἡμῶν
διαφέρει. διὰ γὰρ τοῦτο δείκνυσιν, ὅτι πλέον ἡμῶν αὐτὸς κήδεται. οὐ γὰρ ἑαυτοῖς ἀποθνήσκομεν μόνον, ἀλλὰ καὶ τῷ δεσπότῃ. ἃν ἄρα ἀποθάνωμεν. θάνατον δὲ ἐνταῦθα τὸν ἐκ πίστεως λέγει. ἱκανὸν μὲν οὑν καὶ τοῦτο πεῖσαι, ὅτι φροντίζει ἡμῶν. ὅτι αὐτῷ ζῶμεν καὶ αὐτῷ ἀποθνήσκομεν. πλὴν οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ
ἕτερον ἐπάγει. εἰπὼν γὰρ, “ ἐάν τε ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν “ τοῦ Κυρίου ἐσμέν. καὶ ἀπ’ ἐκείνου τοῦ θανάτου ἐπὶ τὸν φυσικὸν μεταβάς· ἵνα μὴ δόξῃ τραχύνειν τὸν λόγον, ἕτερον σημεῖον ποιεῖται τῆς αὐτοῦ προνοίας μέγιστον. ποῖον δὴ τοῦτο ; “ εἰς τοῦτο “ γὰρ Χριστὸς,” φησὶν, “ καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἀνέζησεν.
“ ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.” ὥστε καὶ τοῦτό σε πειθέτω, ὅτι φροντίζει τῆς σωτηρίας ἡμῶν. εἰ γὰρ μὴ τοσαύτην ἐποιεῖτο πρόνοιαν, τίς χρεία τῆς οἰκονομίας ἢν; ὁ τοίνυν τοσαύτην σπουδὴν θέμενος ὑπὲρ τοῦ αὐτοῦ γενέσθαι ἡμᾶς· ὡς καὶ δούλου μορφὴν ἀναλαβεῖν καὶ ἀποθανεῖν· οὗτος μετὰ τὸ γενέσθαι καταφρονήσει;
οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. οὐδ’ ἃν ἕλοιτο τοσαύτην προέσθαι πραγματείαν. ὅρα δὲ καὶ τὴν δύναμιν αὐτοῦ, πῶς δείκνυσιν ἄφατον οὖσαν. “ εἰς τοῦτο γάρ, ” φησιν, “ καὶ ἀπέθανε καὶ “ ἀνέστη καὶ ἔζησεν. ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.” καὶ ἀνωτέρω, “ ἐάν τε γὰρ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, αὐτοῦ
“ ἐσμέν.” εἶδες δεσποτείαν ἐπιτεταμένην; μὴ γὰρ τοὺς ζῶντας εἴπῃς φησίν. καὶ γὰρ καὶ τῶν ἀποθανόντων προνοεῖ. εἰ δὲ τῶν ἀπελθόντων, εὔδηλον ὅτι καὶ τῶν ζώντων. ταῦτα δὲ λέγει, ἔτι ἐντρέπων τὸν Ἰουδαΐζοντα, καὶ πείθων ἀναμνησθῆναι τοῦ μεγέθους τῆς εὐεργεσίας. καὶ ὅτι νεκρὸς ὣν ἔζησε, καὶ ὅτι οὐδὲν ἐκέρδανεν
ἄπο του νόμου, καὶ ὅτι ἐσχάτης ἀγνωμοσύνης ἀν’ εἴη, ’τον τοσαύτα καταδεξάμενον ὑπὲρ αὐτοῦ, καταλιπόντα, ἐπὶ τὸν νόμον παλινδρομεῖν.
“ καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ ;” ἢ τί τὸ ἐκ τῆς ἐνανθρωπήσεως πλέον; ὅτι τῆ μὲν ἀληθείᾳ καὶ τῇ φύσει, δεσπότης ἦν ὁ ποιήσας, τῶν ποιηθέντων. τῇ δὲ τῶν ἀσεβούντων ἐκτροπῇ, τῶν λατρευσάντων τῇ κτίσει παρὰ τὸν κτίσαντα, οὐκ αὐτὸς ἐνομίζετο δεσπότης, ἀλλὰ τὰ ὑπ’ αὐτῶν προσκυνούμενα. ὥστε ἡ μὲν ἔνσαρκος
αὐτοῦ παρουσία, τοὺς τε ὄντας μετ’ αὐτοῦ καὶ ἐσομένους μετ’ αὐτὸν, ὑπὸ τὴν αὐτοῦ δεσποτείαν προσῆγεν. ἡ δὲ μέχρι θανάτου γενομένη αὐτοῦ ὑπακοὴ, τοῖς φθάσασιν ἐν ἀγνωσίᾳ προαπελθεῖν, τῆς σωτηρίας ἔδειξε τὴν οἰκονομίαν, καὶ τοῦ θανάτου προδιέλυσε τοὺς δεσμοὺς, καὶ τῆς ἀναστάσεως ἀπαρχὴ ἐγένετο.
Μεθοδίου. Ἐκλάβοι δ᾿ ἄν τις τὸ, “ ἵνα ζώντων καὶ νεκρῶν “ κυριεύσῃ,” καὶ περὶ ψυχῶν καὶ σωμάτων· αἱ μὲν, γάρ εἰσιν ἀθάνατοι, τὰ δὲ, θνητά.
τῷ Θεῷ. ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει.
καταλύει καλῶς τὴν φιλονεικίαν. ἔπειτα δὲ καὶ τῷ τῆς ἡμέρας ἐκείνης ἀναμνῆσαι τῆς φοβερᾶς. εἰπὼν γὰρ, “ τί ἐξουθενεῖς τὸν “ ἀδελφόν σου ” ἐπήγαγε, “ πάντες γὰρ παραστησόμεθα τῷ βή- “ ματι τοῦ Χριστοῦ.” καὶ δοκεῖ μὲν πάλιν ἐπιτιμῶν τῷ τελειοτέρῳ ταῦτα λέγειν. κατασείει δὲ τοῦ Ἰουδαίζοντος τὴν διάνοιαν.
οὐκ ἀπὸ τῆς εὐεργεσίας τῆς γεγενημένης ἐντρέπων αὐτὸν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς μελλούσης κολάσεως φοβῶν. τοιοῦτον δέ τι αἰνίττεται, οἷον εἰ ἔλεγε, τι σοι μέλει; μὴ, γὰρ, σὺ μέλλεις ὑπὲρ αὐτοῦ κολάζεσθαι; ἀλλ’ οὕτω μὲν οὐκ εἶπε τοῦτο. ἠνίξατο δὲ, εἰπὼν, “ ἕκαστος ἡμῶν ὑπὲρ ἑαυτοῦ δώσει λόγον τῷ Θεῷ.”
καὶ τὸν προφήτην δὲ εἰσήγαγε τὴν ἁπάντων αὐτῷ μαρτυροῦντα ὑποταγήν, καὶ ὑποταγὴν ἐπιτεταμένην. καὶ τῶν ἐν τῇ παλαιᾷ ἀνθρώπων καὶ πάντων ἁπλῶς. οὐ γὰρ ἁπλῶς εἶπε προσκυνήσει ἕκαστος, ἀλλὰ καὶ “ ἐξομολογήσεται.” τουτέστιν, εὐθύνας δώσει τῶν πεπραγμένων. ἕσο τοίνυν ἐναγώνιος, ’τον κοινὸν δεσπότην ἔπι
τοῦ βήματος ὁρῶν καθήμενον, καὶ μὴ σχίζε τὴν ἐκκλησίαν, τῆς χάριτος ἀπορρηγνύμενος, καὶ τῳ νόμῳ προστρέχων·
“ Θεὸς καὶ οὐκ ἔστιν ἄλλος, κατ’ ἐμαυτοῦ ὀμνύω, ἣ μὴν ἐξελεύ- “ σεται ἐκ τοῦ στόματός μου δικαιοσύνη. οἱ λόγοι μου οὐκ ἀπο- “ στραφήσονται· ὅτι αὐτῷ πᾶν γόνυ κάμψει.” οὕτως εἰπόντος αὐτὴν τοῦ προφήτου, Παῦλος ὡς ἐφαρμόζουσαν ἐδέξατο τῷ δεσπότῃ Χριστῷ. οὔποτ’ ἃν τοῦτο ποιήσας, εἰ μὴ Θεὸν εἶναι ἀληθινὸν καὶ τὸν Χριστὸν ἠπίστατο, ὡς τὸν Πατέρα.
ἐπὶ τῇ τῶν βρωμάτων παρατηρήσει, καὶ τοῦ ἀτελοῦς προσκόπτοντος ἐπὶ τῇ σφοδρᾷ ἐπιπλήξει.
συγκατιόντας τῇ ἀσθενείᾳ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων, ἀλλὰ ἄκραν ἀρετὴν ὑπειληφότας εἶναι, καὶ ζῆλον θερμὸν, τὴν ἀδιάφορον τῶν ἐδωδίμων μετάληψιν.
ἐκείνω κοινόν.
οὐ γὰρ λέγει ὅτι δίκην δώσει, οὐδὲ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλὰ τὸν φόβον, ἀλλὰ τὴν ἀγωνίαν μόνον προτείνει τοῦ πράγματος· ὥστε αὐτὸν εὐκολώτερον πεισθῆναι τοῖς παρ’ αὐτοῦ λεγομένοις. ινα δὲ μὴ λέγῃ τίς τῶν πιστῶν, καὶ τι πρὸς ἡμᾶς, εἰ σὺ πέπεισαι; οὐδὲ γὰρ ἀξιόπιστος εἶ νόμῳ τοσούτῳ ἀντικαταστῆναι,
καὶ χρησμοῖς ἄνωθεν κατενεχθεῖσιν, ἐπάγει, “ ἐν Κυρίῳ.” τουτέστι, παρ᾿ αὐτοῦ πληροφορηθείς. οὐκ ἄρα ἀνθρωπίνης διανοίας ἡ ψῆφος. τι τοίνυν πέπεισαι καὶ οἶδας εἰπὲ, ὅτι οὐδὲν κοινὸν δι’ αὐτοῦ; τῇ φύσει, φησὶ, οὐδὲν ἀκάθαρτον· ἀλλὰ ἀπὸ τῆς προαιρέσεως γίνεται τοῦ μετιόντος. ἐκείνῳ γοῦν μόνῳ γίνεται, καὶ οὐχὶ πᾶσι. τῷ γὰρ λογιζομένῳ, φησὶν, τι κοινὸν, ἐκείνῳ κοινόν. τί οὐν οὐ διορθοῖς τὸν ἀδελφὸν, ἵνα μὴ νομίζῃ ἀκάθαρτον, καὶ ἀπάγεις τῆς τοιαύτης συνηθείας μετὰ πολλῆς ἐξουσίας; φοβοῦμαι φησὶ,
μὴ λυπήσω αὐτόν. διὸ καὶ ἐπήγαγεν. “εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός “ σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς.”
ἔπαυσε, καὶ οὐδὲν εἴασε νομίζειν ἀκάθαρτον ἔδεσμα. τὸ γὰρ δι’ αὐτοῦ, ἀντὶ τοῦ διὰ τὴν εὐαγγελικὴν αὐτοῦ νομοθεσίαν. αὐτὸς γὰρ καὶ πρὸς τὸν μακάριον ἔφη Πέτρον, “ ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου.
διϊσχυριζόμενος. προσεπάγει δὲ τὸ, “ ἐν Κυρίῳ Ἰησοῦ,” πρὸς τὸ καὶ ἔτι μειζόνως ἐμπεδοῦσθαι τὸ ἀληθές· ἕπεσθαί τε τοῖς ἀκροωμένοις τὴν πίστιν, ἐνδοιασμοῦ τινὸς δίχα. διαμέμνηται δὲ πάντως που εἰρηκότος Χριστοῦ, “ οὐ τὸ εἰσπορευόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον.” καὶ ὅτι “ πᾶν ἔδεσμα, χωρεῖ μὲν εἰς
“ τὴν κοιλίαν. ἐκπέμπεται δὲ εἰς ἀφεδρῶνα.” καὶ τοῦτο φύσις αὐτῷ καὶ χρεία. οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἰδίαν φύσιν, κοινὸν ἣ βέβηλον οὐδὲν τῶν τελούντων εἰς τροφάς. ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. μεμνήμεθα δὲ ὅτι καὶ πρὸς τὸ εἶναι παρενεγκὼν τὰ πάντα Θεὸς, “ εἶδε,” φησὶ, “ ὅτι καλὰ λίαν. καὶ
“ εὐλόγησεν αὐτά. ἐπαινοῦντός γε μὲν Θεοῦ καὶ ηὐλογηκότος τὰ ἴδια κτίσματα, τίς ὁ φᾶναι τολμῶν μολυσμοῦ καὶ βεβηλώσεως εἰναί τι πρόξενον; καὶ οὐκ αὐτοῦ ποιήσεται τὴν κατάρρησιν τοῦ προενεγκόντος εἰς ὕπαρξιν; οὐκοῦν κοινὸν μὲν τῆ φύσει τῶν πεποιημένων παντελῶς οὐδέν. εἰ δὲ δή τις οἴοιτο κοινὸν εἰναί τι,
κεκοίνωται διὰ τοῦτο, καὶ νενόσηκεν αὐτὸς ὡς ἐν ἰδίᾳ γνώμῃ τὴν βεβήλωσιν. πάντα μὲν γὰρ καθαρά. κοινοῖ δὲ τὸν ἄπιστον, ἡ ἔπι τισιν ολιγοπιστια, καὶ οὐκ ἀυτὰ που πάντως α νενόμικεν εἶναι κοινά. ὥσπερ γὰρ τοῖς τελείοις τὸν νοῦν, εἰς ὁ φύσει Θεὸς, καὶ οὐδεὶς ἐπ’ αὐτῷ ἕτερος, ἀλλ’ οὔτε εἴδωλόν τι ἔστιν ἐν κόσμῳ λελόγισται δὲ παρ’ οὐδὲν καὶ τὸ εἰδωλόθυτον. ὁ γὰρ εἴδωλον οὐκ εἰδὼς, πῶς ἃν εἰδείη τὸ εἰδωλόθυτον; τοῖς γὲ μὴν οἰομένοις πολλοὺς εἰναι Θέους, ἔσται τι πάντως καὶ εἰδωλόθυτον. οὕτω τοῖς πεπιστευκόσιν ἀβέβηλά τε εἶναι καὶ καθαρὰ τὰ παρὰ Θεοῦ,
κοινὸν μὲν τῇ φύσει παντελῶς οὐδέν. ἀνεῖται δὲ πάντως ἐπ’ ἐξουσίας τῶν ἐδωδίμων ἡ χρῆσις. τοῖς γὲ μὴν οὕτω πρὸς τοῦτο γνώμης ἱγμένοις, οὔπω μὲν καθαρὰ κατὰ τὸ αὐτοῖς δοκοῦν ἔχειν ὀρθῶς, κοινὰ δὲ, ὅτι σκάζει αὐτοῖς πρὸς ἀλήθειαν ὁ νοῦς.
μὲν καθαρὰ τῶν ζώων, τὰ δὲ ἀκάθαρτα ὠνόμασε. διδάσκων μὲν καὶ διὰ τῶν σωματικῶν τὰς ψυχικὰς ἀκαθαρσίας φεύγειν, κατὰ τὸ νοούμενον· πείθων δὲ καὶ Ἰουδαίους μόνον ἡγεῖσθαι τὸν ἀληθινὸν Θεὸν, Θεόν. διχῆ γὰρ διελὼν, καὶ τὰ χερσαῖα ζῷα καὶ τὰ πτηνὰ καὶ τὰ ἔνυδρα· καὶ τὰ μὲν, ἀκάθαρτα, τὰ δὲ, καθαρὰ προσειπὼν,
πείθει μηδὲν τούτων ἡγεῖσθαι Θεόν. πῶς γὰρ ἄν τις σωφρονῶν, ἢ τὸ ἀκάθαρτον ὀνομάσει Θεὸν, ὃ μυσαττόμενος ἀποστρέφεται, ἢ τὸ τῷ Θεῷ τῷ ἀληθινῷ προσφερόμενον, καὶ παρ’ αὐτοῦ ἐσθιόμενον;
κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.
ὑπὲρ οὗ, λέγων, τὸν θάνατον ὁ δεσπότης Χριστὸς κατεδέξατο. σὺ δὲ οὐ βούλει τῇ τῆς βρώσεως ἀποχῇ ζωὴν αὐτῷ πραγματεύσασθαι; ἀλλὰ τῇ μεταλήψει τεκταίνεις τὸν θάνατον;
αὐτὸν, μὴ δὲ ἐπιτάξαι τέως τολμᾶν τὰ σφόδρα ἀναγκαῖα· οἷον τὸ μὴ βδελύττεσθαι τὰ βρώματα, ἀλλὰ τῇ συγχωρήσει μᾶλλον αὐτὸν ἐφέλκεσθαι καὶ τῇ ἀγάπῃ. οὐδὲ γὰρ μετὰ τὸ λῦσαι τὸν φόβον, καὶ καθαρὰ πάντα εἰπεῖν, ἕλκει καὶ βιάζεται, ἀλλ’ ἀφίησιν αὐτὸν ἑαυτοῦ κύριον. οὐ γάρ ἐστιν ἰσον βρώματος ἀπαγαγεῖν, καὶ λύπῃ περιβαλεῖν. ὁρᾷς πόσην σπουδὴν ποιεῖται τῆς ἀγάπης; οἰδε γὰρ ὅτι πάντα αὕτη κατορθῶσαι δύναται. διὸ καὶ μεῖζόν τι ἐνταῦθα παρ’ αὐτῶν ἀπαιτεῖ. οὐ γὰρ μόνον, φησὶ, αὐτοὺς οὐ χρὴ πρὸς ἀνάγκην ἀπαγαγεῖν, ἀλλ’ εἰ δεῖ καὶ συγκαταβαίνειν,
μὴ δὲ τοῦτο ὀκνεῖν. διὸ καὶ ἐπάγει λέγων, “ μὴ τῷ “ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.” ἢ οὐδὲ τοσούτου ἄξιον εἶναι ἡγῇ τὸν ἀδελφὸν, ὡς μὴ δὲ ἀποχῇ βρωμάτων ὠνήσασθαι αὐτοῦ τὴν σωτηρίαν; καὶ ὁ μὲν Χριστὸς οὐδὲ δοῦλος γενέσθαι, οὐδὲ ἀποθανεῖν παρῃτήσατο δι’ αὐτόν· σὺ δὲ
οὐδὲ βρωμάτων καταφρονεῖς, ἵνα αὐτὸν διασώσῃς.
προσειπών. τέταρτον, τῷ, εἰς ὃν ἡ ἀναγωγὴ τοῦ τολμήματος. “ ὑπὲρ οὗ,” φησὶν, “ Χριστὸς ἑκουσίως ἀπέθανε.” πέμπτον, ὅτι βλασφημεῖσθαι ποιεῖ τὴν εὐσέβειαν. ἕκτον, ὅτι οὐχ ὑπὲρ τούτων ἢ τοιούτων ἀπολαύσεως, τῇ Χριστοῦ πίστει προσεληλύθαμεν· ἀλλ’ ἐπὶ μετουσίᾳ δικαιοσύνης, τουτέστιν, ἀναμαρτησίας, καὶ
εἰρήνης καὶ χαρᾶς. ἐκ γὰρ τῆς ἁμαρτίας ἢ πρόσκρουσις· ἐκ δὲ τῆς προσκρούσεως, ἡ τῆς λύπης κατάκρισις. ἀρθείσης οὖν τῆς ἁμαρτίας, καὶ τὰ ἐκ ταύτης ἐξήρηται. ἀντεισαχθείσης δὲ τῆς δικαιοσύνης, εἰκότως εἰρήνῃ καὶ χαρὰ συνεισήχθη. τὸ δὲ “ ἐν “ Πνεύματι Ἁγίῳ,” τὸν αἴτιον τῶν τοσούτων δηλοῖ ἀγαθῶν.
τῶν ἐκ περιτομῆς, καὶ ἀπείχετο βρωμάτων, ἀλλ’ ὅτι πολλοὺς ὄντας τοὺς ἐξ ἐθνῶν παρέσυρε, τῷ ἀξιοπίστῳ τοῦ προσώπου ἑαυτοῦ, εἰς τὸ νομίσαι ὅτι χρὴ κατὰ νόμον ζῆν, καὶ εἰς οὐδὲν αὐτῷ τὸ κήρυγμα χωρεῖν ἐκινδύνευεν. ἦν γὰρ ἐθνῶν διδάσκαλος.
τὴν μέλλουσαν ἐλπίδα τῶν ἐπάθλων, ἣ τὴν ἀπηρτισμένην εὐσέβειαν. οὐ γὰρ μόνον, φησὶν, τὸν ἀδελφὸν οὐκ ὠφελεῖς, ἀλλὰ καὶ αὐτὸ τὸ δόγμα καὶ τὴν χάριν τοῦ Θεοῦ καὶ τὴν δωρεὰν, βλασφηκεῖσθαι ποιεῖς. ὅταν γὰρ μάχῃ, ὅταν λυπῇς, ὅταν σχίζῃς τὴν ἐκκλησίαν, καὶ λοιδορεῖς τὸν ἀδελφὸν, βλασφημοῦσιν οἱ ἔξωθεν.
ὥστε οὐδὲν ἐντεῦθεν κατορθοῦται μόνον, ἀλλὰ καὶ τοὐναντίον ἅπαν. τὸ γὰρ ἀγαθὸν ὑμῶν, ἡ ἀγάπη, ἡ φιλαδελφία, τὸ μετ’ εἰρήνης ζῇν. εἰτα πάλιν ἐκλύων αὐτοῦ τὸν φόβον, καὶ τὴν ἐκείνου φιλονεικίαν, φησὶν, “ οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ “ πόσις.” μὴ γὰρ, ἀπὸ τούτων εὐδοκιμῆσαι ἔχομεν. καὶ οὐδὲ
κατασκευῆς δεῖται, ἀλλὰ ἀρκεῖται τῇ ἀποφάσει. ὃ δὲ λέγει, τοῦτό ἐστι. μὴ γὰρ, ἐὰν φάγῃς, τοῦτό σε εἰς βασιλείαν ἄγει. διὸ καὶ διασύρων αὐτοὺς ὡς μέγα ἐπὶ τούτῳ φρονοῦντας, οὐχὶ βρῶσιν εἶπε μόνον, ἀλλὰ καὶ πόσιν. τίνα οὖν ἐστι τὰ εἰσάγοντα; δικαιοσύνη, καὶ εἰρήνη, καὶ χαρὰ, ὁ ἐνάρετος βίος, ἡ πρὸς τὸν
ἀδελφὸν εἰρήνη, ᾗ ἐναντιοῦται αὕτη ἡ φιλονεικία· ἡ ἐκ τῆς ὁμονοίας χαρὰ, ἣν ἀναιρεῖ αὕτη ἡ ἐπίπληξις. ταῦτα δὲ οὐχὶ θατέρῳ μόνον, ἀλλ’ ἑκατέροις ἔλεγε. καὶ γὰρ πρὸς ἑκατέρους εἰρῆσθαι καιρὸν εἶχεν. εἶτα ἐπειδὴ εἶπεν εἰρήνην καὶ χαρὰν, ἔστι δὲ εἰρήνη καὶ χαρὰ καὶ ἐπὶ πονηρῶν πραγμάτων, ἐπήγαγεν, “ ἐν Πνεύματι
“ Ἁγίῳ.” εἶτα, ἐπειδὴ καὶ ἀπὸ κενοδοξίας ἠρέμα τοῦτο ἐγίνετο τὸ ἐπιτιμᾶν, ἐπάγει, “ ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ, “ εὐάρεστος τῷ Θεῷ καὶ εὐδόκιμος τοῖς ἀνθρώποις.” οὐ γὰρ οὕτω σε θαυμάσονται τῆς τελειότητος, ὡς τῆς εἰρήνης καὶ τῆς ὁμονοίας ἅπαντες, τούτου μὲν γὰρ τοῦ καλοῦ, πάντες ἀπολαύσονται· ἐκείνου δὲ, οὐδὲ εἷς.
βλασφημεῖν τὸν Χριστὸν, καὶ σμικρήνειν αὐτοῦ τὴν ἀξίαν ἐπιχειρεῖν, ἀπαρέσκον τῷ τῶν ὅλων Θεῷ.
ἵνα εἰρηνεύῃ. “ καὶ τὰ τῆς οἰκοδομῆς.” τοῦτο πρὸς τοῦτον, ἵνα μὴ καταλύῃ τὸν ἀδελφόν. ἀλλ’ ὅμως, κοινὰ ταῦτα πάλιν ἀμφότερα πεποίηκεν, εἰπὼν, “ τῆς εἰς ἀλλήλους.” καὶ δείξας ὅτι χωρὶς εἰρήνης, οὐκ εὔκολον οἰκοδομεῖν.
τὴν θεοφιλῆ συμφωνίαν, καὶ τῆς εἰς ἀλλήλους ὠφελείας εἵνεκα, πάντα ποιεῖν.
σπουδάζει ποιεῖ. οὐ γὰρ μόνον οὐκ οἰκοδομεῖς, φησὶν, ὃ νομίζεις ἀλλὰ καὶ καταλύεις. καὶ οἰκοδομὴν οὐκ ἀνθρωπίνην, ἀλλὰ Θεοῦ· καὶ οὐδὲ μεγάλου τινος ἕνεκεν, ἀλλὰ πράγματος εὐτελοῦς, ἕνεκεν γὰρ βρώματος φησί.
καθὼς, ὁ Κύριος εἶπε, “τοῦτο γάρ ἐστι,” λέγων, “τὸ ἔργον τοῦ Θεοῦ. “ ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.” ἐπειδὴ τοίνυν εἰκὸς ἦν, καὶ ἀποστῆναι τῆς πίστεως τῶν Ἰουδαίων τινὰς, τὰ ὀνείδη μὴ φέροντας τῶν ἐξ ἐθνῶν πεπιστευκότων, εἰκότως ἔφη, “ μὴ ἕνεκεν “ βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ.”
ἔβλαψας. οὐ γάρ ἐστιν ἶσον ἀκάθαρτόν τι νομίζειν, καὶ νομίζοντα ἀκάθαρτον ἀπογεύεσθαι. δύο τοίνυν ἐνταῦθα ἁμαρτάνεις. καὶ τὴν πρόληψιν ἐπιτείνων τῇ φιλονεικίᾳ· καὶ ἀκαθάρτου ποιῶν ἀπογεύεσθαι. ὥστε ἕως ἃν μὴ πείσῃς, μὴ ἀναγκάσῃς.
ἀκάθαρτον, ἀλλὰ σοὶ βλάβην ἡ μετάληψις φέρει. ἐπειδὴ τῆς τοῦ πέλας ἀμελεῖς σωτηρίας, καὶ καταφρονεῖς βλαπτόμενον θεωρῶν.
ἀπέχεσθαι χρήσιμον, ἵνα μὴ τὴν σάρκα παχύνοντες ταῖς τρυφαῖς, τὰ ἐν αὐτῇ κἀς ἑαυτῶν ἐξαγριαίνωμεν πάθη. εἰ οὖν ἐκείνων δι’ ἑαυτοὺς ἀποχόμεθα, πολλῷ μᾶλλον διὰ τὸν ἀδελφόν· ἵνα μὴ προσκόπτῃ διὰ τὸ εἰρημένον, “ ἀγαπήσεις τὸν πλησίον σου ὡς “ σεαυτόν.”
ἐποίησεν. ὡς ὅτε περιέτεμεν, ὡς ὅτε ἐξύρατο, ὅτε ἔθυσε τὴν Ἰουδαϊκὴν ἐκείνην θυσίαν. καὶ οὐ λέγει αὐτῷ, ὅτι ποίησον, ἀλλ’ ἐν τάξει γνώμης αὐτὸ τίθησιν. ἵνα μὴ ἐκεῖνον πάλιν ῤαθυμότερον ποιήσῃ τὸν ἀσθενέστερον. καὶ τι λέγω κρέας; κἂν οἰνος ᾐ, κἂν ἄλλο ὁτιοῦν τοιοῦτον ἦ σκανδαλίζον, ἀπέχου. οὐδὲν γὰρ ἶσον
τῆς σωτηρίας τοῦ ἀδελφοῦ. σκόπει δέ μοι πῶς κἀκείνου καθικνεῖται λέγων, “ προσκόπτει, ἣ σκανδαλίζεται, ἣ ἀσθενεῖ.” μὴ γάρ μοι λέγε φησὶν, ὅτι ἀλόγως, ἀλλ’ ὅτι δύνασαι κατορθῶσαι. καὶ γὰρ ἀρκοῦν ἔχει δικαίωμα εἰς τὸ βοηθεῖσθαι τὴν ἀσθένειαν ἐκεῖνος. καὶ σοὶ βλάβη οὐδεμία. οὐδὲ γὰρ ὑπόκρισις τὸ πρᾶγμα ἐστὶν, ἀλλ’ οἰκοδομὴ καὶ οἰκονομία. ἃν μὲν γὰρ ἀναγκάσῃς, καὶ καταλύεται, λύεται, καὶ σοῦ καταγνώσεται, καὶ μᾶλλον οἰκοδομηθήσεται εἰς τὸ μὴ ἐσθίειν. ἐὰν δὲ συγκαταβῇς, πῶς σε ἀγαπήσει, καὶ οὐχ ἕξει σε ἐν ὑποψίᾳ διδάσκοντα, καὶ λήψῃ λοιπὸν ἐξουσίαν ἀναισθήτως
σπείρειν ἐν αὐτῷ τὰ ὀρθὰ δόγματα; ἂν δὲ ἅπαξ σε μισήσῃ, καὶ τὴν εἴσοδον ἀπέφραξε τῷ λόγῳ, μὴ τοίνυν ἀνάγκαζε ἐκεῖνον, ἀλλὰ καὶ αὐτὸς ἀπέχου δι’ ἐκεῖνον· οὐχ ὡς ἀκαθάρτου ἀπεχόμενος, ἀλλ’ ἐπειδὴ σκανδαλίζεται ἐκεῖνος, καὶ μᾶλλον σε ἀγαπήσει. ἐν μέντοι τῷ πρὸς τὸν πιστὸν λόγῳ, τῶν ὀλιγοπίστων καθάπτεται.
προσκόπτει, φησὶν, ὅπερ τυφλώττοντος ἴδιον. σκανδαλίζεται· ὅπερ εὐσκανδαλίστων. ἀσθενεῖ· ὅπερ ὀλιγοπίστων.
καὶ ἕτερον πρὸς παρανομίαν ἄγων ὡς ὁ ὄφις τὴν Εὕαν καὶ ἡ Εὖα τὸν Ἀδάμ. ἣ κωλύων ποιῆσαι τὸ θέλημα τοῦ Θεοῦ, ὡς ὁ Πέτρος τὸν Κύριον, εἰπὼν, “ ἴλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι “ τοῦτο.” καὶ ἀκούσας, “ ὕπαγε ὀπίσω μου Σατανᾶ· σκάνδαλόν “ μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.” ἣ
οἰκοδομῶν τὸ φρόνημα τοῦ ἀσθενοῦντος, εἴς τι τῶν ἀπηγορευμένων, κατὰ τὸ παρὰ τοῦ Ἀποστόλου γεγραμμένον, εἰπόντος, “ ἐὰν γὰρ “ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ “ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος, οἰκοδομηθήσεται εἰς τὸ τὰ “ εἰδωλόθυτα ἐσθίειν ” οἷς ἐπιφέρει, “ διόπερ εἰ βρῶμα σκανδα-
“ λίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα, ἵνα “ μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.” γίνεται δὲ τὸ σκάνδαλον κατὰ πλείονας αἰτίας. ἢ γὰρ παρὰ τὸν σκανδαλίζοντα τὸ σκάνδαλον γίνεται· ἣ παρὰ τὸν σκανδαλιζόμενον τὸ σκανδαλισθῆναι συμβαίνει. καὶ ἐν τούτοις πάλιν διαφόρως. ποτὲ μὲν γὰρ κατὰ
κακίαν· ποτὲ δὲ κατὰ ἀπειρίαν· ἣ τούτου ἣ ἐκείνου. ἔστι δὲ ὅτε ἐν τῇ ὀρθοτομίᾳ τοῦ λόγου ἡ τῶν σκανδαλιζομένων κακία ἐκδηλοτέρα γίνεται. καὶ ἐν τοῖς πράγμασι δὲ ὁμοίως. ἣ γὰρ ἐντολὴν Θεοῦ τινὸς ποιοῦντος, ἣ τοῖς ἐν ἐξουσίᾳ κειμένοις ἐπ’ ἀδείας χρωμένου ὁ σκανδαλιζόμενος σκανδαλίζεται.
“ οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον, ἐσκανδαλίσθησαν.” πρὸς οὓς, φησὶν, “ πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ “ μου, ἐκριζωθήσεται. ἄφετε αὐτούς. τυφλοὶ εἰσὶν ὁδηγοὶ “ τυφλῶν. τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον “ ἐμπεσοῦνται.” καὶ πολλὰ τοιαῦτα καὶ ἐν τοῖς εὐαγγελίοις καὶ
“ παρὰ τῷ Ἀποστόλῳ εὑρήσεις ἄν. ὅταν δὲ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ ἡμετέρᾳ κειμένοις, προσκόπτῃ τίς, ἣ σκανδαλίζηται, εἰς ἀνάμνησιν ἐλθεῖν δεῖ τότε τῶν τοῦ Κυρίου πρὸ.ς τὸν Πέτρον ῥημάτων, εἰπόντος, “ ἅ γε ἐλεύθεροι εἰσὶν οἱ υἱοί. ἵνα δὲ μὴ σκανδαλίσω- “ μὲν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον, καὶ
“ τὸν ἀναβάντα πρῶτον ἰχθῦν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, “ εὑρήσεις στατῆρα. ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ “ σοῦ.” καὶ τῶν τοῦ Ἀποστόλου πρὸς Κορινθίους γραμμάτων, ἐν οἷς φησὶ, “ οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν “ μου σκανδαλίσω.” καὶ πάλιν, “ καλὸν τὸ μὴ φαγεῖν κρέα, μὴ
“ δὲ πιεῖν οἶνον, μὴ δὲ ἐν ᾧ ὁ ἀδελφός σου σκανδαλίζεται ἣ “ ἀσθενεῖ.”
καὶ λέγοντος, “ ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τού- “ τῶν. λέγω γὰρ ὑμῖν ὅτι οἱ Ἄγγελοι αὐτῶν, ἐν τῷ οὐρανῷ δια- “παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρα- “ νοῖς.” μαρτυρεῖ δὲ καὶ ὁ Ἀπόστολος Παῦλος, ποτὲ μὲν λέγων, “ ἀλλὰ τοῦτο κρίνατε μᾶλλον τὸ μὴ τιθέναι πρόσκομμα τῷ
“ ἀδελφῷ ἣ σκάνδαλον.” ποτὲ δὲ διὰ περισσοτέρας κατασκευῆς σφοδρότερον ἀπαγορεύων τὸ ἄτοπον, δι’ ὧν φησὶ, “ ἐὰν γάρ τις “ ἴδῃ σε τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ “ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος, οἰκοδομηθήσεται εἰς τὸ τὰ “ εἰδωλόθυτα ἐσθίειν; καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ
“ σῇ γνώσει, δι’ ὃν ὁ Χριστὸς ἀπέθανεν.” οἷς ἐπιφέρει, “ οὕτως “ δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν “ συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. διόπερ εἰ “ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέας εἰς “ τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω.” καὶ ἀλλαχοῦ
εἰπὼν, “ ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν, τοῦ μὴ “ ἐργάζεσθαι;” ἑξῆς ἐπιλέγει, “ ἀλλ’ οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ “ ταύτῃ. ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐκκοπήν τινα δῶμεν τῷ “ εὐαγγελίῳ τοῦ Χριστοῦ.” οὕτω δὲ φοβεροῦ δειχθέντος τοῦ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ κειμένοις σκανδαλίζειν τὸν ἀδελφὸν, τί ἄν τις
εἴποι περὶ τῶν τῷ τὰ ἀπηγορευμένα ποιεῖν ἣ λέγειν σκανδαλιζόντων; καὶ μάλιστα, ὅταν ἣ γνῶσιν περισσοτέραν ἔχων φαίνηται ὁ σκανδαλίζων, ἣ ἐν βαθμῷ ἱερατικῷ ἐξετάζηται; ὃς ὥσπερ κανὼν καὶ τύπος ὀφείλων προκεῖσθαι τοῖς ἄλλοις, κἂν βραχύ τι παρίδῃ τῶν γεγραμμένων, ἣ πράξας τὸ κεκωλυμένον, ἢ ἐλλιπὼν τὸ προστεταγμένον,
ἣ ὅλως ἐφησυχάσας ἑνὶ τοιούτῳ, καὶ ἐν τούτῳ μόνῳ, τοσοῦτον ἔχει τὸ κρίμα, ὥστε τὸ αἷμα του ἁμαρτάνοντος ἐκ τῶν χειρῶν αὐτοῦ, φησὶν, ἐκζητηθήσεται.
σκώπτειν τὸν τελειότερον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι. θέλεις δεῖξαι ὅτι τέλειος εἶ καὶ ἀπηρτισμένος; μὴ ἐμοὶ δείκνυε. ἀλλ’ ἀρκείτω σοι τὸ συνειδός. πίστιν δὲ ἐνταῦθα, οὐ τὴν περὶ δογμάτων, ἀλλὰ τὴν περὶ τῆς προκειμένης ὑποθέσεως λέγει. περὶ γὰρ ἐκείνης φησὶν, “ στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.” καὶ, “ ὃς ἃν
“ ἀρνήσηται με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτόν.” ἐκείνη μὲν γὰρ μὴ ὁμολογουμένη, καταστρέφει. αὕτη δὲ ὁμολογουμενη, ἄκαιρος.
πέλας· ἐνώπιον δὲ τοῦ Θεοῦ τῇ πίστει κέχρησο.
θετῷ μὴ σκανδαλίζειν ταύτῃ τὸν ἀδελφόν. ἧς δὲ ἔχεις ’πι πίστεως ἀρκεῖσθαι μάρτυρι μόνῳ τῷ Θεῷ. ἔξεστι γὰρ οὕτω, μὴ καὶ σὲ ζημιοῦσθαι τὴν πίστιν· κἀκεῖνον μὴ παραβλάπτεσθαι.
πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.
τοῦτο, λέγει, τῆς οἰκουμένης σοι τοῦτο βέλτιον. κἂν πάντες σου κατηγορῶσι, σὺ δὲ σαυτὸν μὴ κατακρίνῃς, μὴ δὲ τὸ συνειδὸς ἐπιλάβηται, μακάριος εἶ. οὐχ ἁπλῶς δὲ περὶ πάντων λέγων, τοῦτο τέθεικεν. εἰσὶ γὰρ πολλοὶ μὴ κατακρίνοντες ἑαυτοὺς, καὶ σφόδρα πλημμελοῦντες, οἳ πάντων εἰσὶν ἀθλιώτεροι. ἀλλὰ
τῆς προκειμένης τέ ὡς ὑποθέσεως ἔχεται, τὸ δὲ, “ ὁ δὲ διακρινόμε- “ νος, ἐὰν φάγῃ, κατακέκριται,” πάλιν πρὸς τὸν ὑγιαίνοντα λέγει, παρακαλῶν αὐτὸν φείσασθαι τοῦ ἀσθενεστέρου. τί γὰρ ὄφελος, ἐὰν φάγῃ διακρινόμενος, καὶ κατακρίνῃ ἑαυτόν ; ἐγὼ γὰρ ἐκεῖνον ἀποδέχομαι τὸν καὶ ἐσθίοντα καὶ μὴ μετὰ ἀμφιβολίας. ὁρᾷς πῶς
αὐτὸν ἐνάγει, οὐκ εἰς τὸ φαγεῖν μόνον, ἀλλὰ καὶ εἰς τὸ, καθαρῷ συνειδότι φαγεῖν; εἶτα φησὶν, καὶ τὴν αἰτίαν δι’ ἣν κατακέκριται. ὅτι οὐκ ἐκ πίστεως. οὐκ ἐπειδὴ ἀκάθαρτον· οὐ γὰρ ἐπίστευσεν ὅτι καθαρόν ἐστιν, ἀλλ’ ὡς ἀκαθάρτου ἥψατο. διὰ δὲ τούτων, δείκνυσιν αὐτοῖς καὶ τὴν βλάβην ὅσην ἐργάζονται, ἀναγκάζοντες
καὶ μὴ πείθοντες ἅπτεσθαι τῶν τέως δοκούντων αὐτοῖς ἀκαθάρτων εἶναι. ἵνα κἂν διὰ τοῦτο ἀπόσχωνται τοῦ ἐπιπλήττειν. εἶτα κατὰ ἀπόφασιν, “ πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.” ὅταν γὰρ μὴ θαρρῇ, φησὶν, μὴ δὲ πιστεύῃ ὅτι καθαρὸν, πῶς οὐχ ἥμαρτε; ταῦτα δὲ πάντα περὶ τῆς προκειμένης ὑποθέσεως εἴρηται
τῷ Παύλῳ, οὐ περὶ πάντων.
γίνομαι αὐτῷ ὅμοιος; μονονουχὶ λέγει μὴ γένοιτο μη γὰρ σου ἐνώπιον Θεοῦ ἀκίβδηλος μένει. καὶ οὐ μόνον οὐδὲν παραβλάπτῃ ἐκ τούτου, ἀλλὰ καὶ μακαρισμὸν προξενεῖς σεαυτῷ, ἐὰν διὰ τὴν τοῦ ἀδελφοῦ σωτηρίαν οὐκ ἐσθίῃς. ” μακάριος γάρ,” φησιν, “ ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. ” τουτέστιν, ὁ ἔχων
τὸ συνειδὸς μαρτυροῦν αὐτῷ, οὐκ ἐν τούτῳ μόνῳ ἐν ᾧ διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ ἀπέχεται βρωμάτων, ἀλλὰ καὶ ἁπλῶς ἐν παντὶ πράγματι, ὃ ἂν διὰ δοκιμῆς ἀκριβοῦς κατανοήσῃ, ὅτι ἀγαθόν ἐστιν· ἔπειτα πράττῃ αὐτὸ, τὴν συνείδησιν ἔχων μαρτυροῦσαν.
μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν, διὰ γραφῶν προφητικῶν, κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ,
αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
τρέπει τὸν λόγον. ὅτε μὲν γὰρ ἐπετίμα, κοινὴν ἐποιεῖτο τὴν ἐπιτίμησιν· νυνὶ δὲ εὐχόμενος, ὑπὲρ τούτων τίθησι τὴν ἱκετηρίαν. εἰπὼν δὲ “ στηρίξαι, ” ἐπάγει, κατὰ ποῖον τρόπον, “ κατὰ τὸ εὐαγ- “ γέλιόν μου.” τοῦτο δὲ δηλοῦντος ἦν, ὅτι οὔπω ἦσαν βεβαιωθέντες, ἀλλ’ εἱστήκεισαν μὲν, ἐσαλεύοντο δέ. εἶτα ποιῶν τὸν
λόγον ἀξιόπιστον, ἐπήγαγε, “ καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ.” τουτέστιν, ὃ αὐτὸς ἐκήρυξεν. εἰ δὲ αὐτὸς ἐκήρυξεν, οὐχ ἡμέτερα τὰ δόγματα, ἀλλ’ ἐκείνου οἱ νόμοι. φιλοσοφῶν δὲ λοιπὸν καὶ περὶ τοῦ κηρύγματος, δείκνυσιν ὅτι πολλῆς εὐεργεσίας τοῦτο δῶρον, καὶ πολλῆς τιμῆς. καὶ πρῶτον μὲν, ἀπὸ τοῦ καταγγείλαντος τοῦτο κατασκευάζει. ἔπειτα καὶ ἀπ’ αὐτῶν τῶν καταγγελθέντων. εὐαγγελία γὰρ ἦν. πρὸς τούτοις, ἀπὸ τοῦ μηδενὶ γνωρίσαι πρὸ ἡμῶν. τοῦτο γοῦν ἠνίξατο εἰπὼν, ἴ’ κατὰ ἀποκάλυψιν μυστηρίου,” ὅπερ μεγίστης φιλίας σημεῖον ἐστι, τὸ μυστηρίων ποιεῖν κοινωνοὺς,
καὶ μηδένα πρὸ ἡμῶν εἰδέναι. “ χρόνοις,” φησὶν, “ αἰωνίοις “ σεσιγημένου, φανερωθέντος δὲ νῦν.” πάλαι μὲν γὰρ προώριστο. ἐφάνη δὲ, νῦν. πῶς ἐφάνη; “ διὰ γραφῶν προφητικῶν.” καὶ ἐνταῦθα πάλιν τὸν φόβον ἐκλύει τοῦ ἀσθενοῦς. τί γὰρ δέδοικας, μὴ ἀποστῇς τοῦ νόμου; τοῦτο βούλεται ὁ νόμος. τοῦτο ἄνωθεν προὔλεγεν.
εἰ δὲ ἐξετάζεις διατί νῦν ἐφανερώθη, οὐκ ἀσφαλὲς πρᾶγμα ποιεῖς, μυστήρια Θεοῦ περιεργαζόμενος, καὶ εὐθύνας ἀπαιτῶν. οὐδὲ γὰρ πολυπραγμονεῖν τὰ τοιαῦτα δεῖ, ἀλλὰ ἀγαπᾶν καὶ στέργειν. διὸ καὶ αὐτὸς ἐπιστομίζων τὴν τοιαύτην γνώμην, ἐπήγαγε, “ κατ’ “ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ εἰς ὑπακοὴν πίστεως.” ὑπακοῆς γὰρ
ἡ πίστις δεῖται, οὐ πολυπραγμοσύνης, καὶ ὅταν ὁ Θεὸς ἐπιτάττῃ, πείθεσθαι, οὐ περιεργάζεσθαι χρή εἶτα καὶ ἑτέρωθεν αὐτοὺς παραθαρρύνει· λέγων, “ εἰς πάντα τὰ ἔθνη γνωριαθέντος.” οὐ γὰρ σὺ μόνος, ἀλλ’ ἡ οἰκουμένη πᾶσα αὐτῷ πιστεύει· οὐκ ἄνθρωπον ἀλλὰ Θεὸν λαβοῦσα διδάσκαλον. διὸ καὶ ἐπήγαγε, “ διὰ Ἰησοῦ Χριστοῦ.”
οὐκ ἐγνωρίσθη δὲ μόνον, ἀλλὰ καὶ ἐβεβαιώθη. ἀμφότερα δὲ αὐτοῦ ἔργα. διὸ καὶ οὕτως ἀναγνωστέον. “ τῷ δὲ δυναμένῳ ὑμᾶς στη- “ ρίξαι, διὰ Ἰησοῦ Χριστοῦ.” καὶ γὰρ ὅπερ εἶπον, ἀμφότερα αὐτῷ ἀνατίθησι. μᾶλλον δὲ οὐκ ἀμφότερα μόνον, ἀλλὰ καὶ τὴν δόξαν τὴν εἰς τὸν Πατέρα. διὸ καὶ ἔλεγεν. “ ᾧ ἡ δόξα εἰς τοὺς
“ αἰῶνας. ἀμήν.” δοξάζει δὲ πάλιν, τὸ ἀκατάληπτον τῶν μυστηρίων τούτων ἐκπληττόμενος. οὐδὲ γὰρ νῦν ὅτε ἐφάνη λογισμοῖς αὐτὰ καταλαβεῖν δυνατὸν, ἀλλὰ διὰ πίστεως ἐπιγνῶναι χρή. ἄλλως γὰρ οὐκ ἔνι. καὶ καλῶς εἶπε, “ μόνῳ σοφῷ Θεῷ·” ὅταν γὰρ ἐννοήσῃς, πῶς τὰ ἔθνη εἰσήγαγε, καὶ ἀνεκέρασε τοῖς πάλαι
κατωρθωκόσι, πῶς ἀπεγνωσμένους ἔσωσε, τότε γνώσῃ τὴν σοφίαν, ὅταν ἴδῃς, ὃ μήτε ἄγγελοι, μήτε ἀρχάγγελοι ᾔδεσαν, τοῦτο ἐξαίφνης μεμαθηκότας τοὺς ἐξ ἐθνῶν διὰ Ἰησοῦ Χριστοῦ ὅταν δὲ ἀκούσῃς αὐτοῦ λέγοντος “ μόνῳ σοφῷ Θεῷ,” μὴ πρὸς ἀθέτησιν τοῦτο ’τον Υἱοῦ νόμιζε λέγεσθαι. εἰ γὰρ ἅπαντα ἀφ’ ὧν ἡ σοφία
αὐτοῦ δείκνυται, διὰ Χριστοῦ γέγονεν, εὔδηλον ὅτι καὶ τὰ τῆς σοφίας ἰσα. τίνος οὖν ἕνεκεν “ μόνω,” εἴρηκε; πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως ἁπάσης.
“ οἰκοῦντι ἀπρόσιτον,” ἣ “ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ. “ μόνῳ σοφῷ Θεῷ,” καὶ ὅσα τοιαῦτα, νοήσεις ὡς πρὸς τὸν Υἱὸν ἀντιδιηρημένα, καὶ μὴ κατὰ κοινοῦ τῆς θεότητος εἰρημένα, ἐπ’ ἀναιρέσει τῶν οὐκ ὄντων μὲν θεῶν, λεγομένων δὲ, οἰχήσεταί σοι θάνατον κατακριθεὶς ὁ Υἱός· ἢ σκότος, ἣ τὸ μὴ σοφὸς εἶναι, μὴ
δὲ βασιλεὺς, μὴ δὲ ἀόρατος, μηδόλως Θεὸς, ὁ τῶν εἰρημένων κεφάλαιον. εἰ δὲ μὴ πείθῃ, τί φήσεις πρὸς τοὺς λέγοντας, ἑτέρωθι, τὸν Υἱὸν μόνον εἰρῆσθαι Θεὸν, κατὰ τὰς σὰς ὑποθέσεις. ἐν τίσι τοῖς ῥήμασιν; ἐν ἐκείνοις, “ οὗτος σοῦ Θεός. καὶ οὐ λο- “ γισθήσεται ἕτερος πρὸς αὐτόν.” καὶ μετ’ ὀλίγα—μετὰ τοῦτο
ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. ὅτι μὲν γὰρ οὐ περὶ τοῦ Πατρὸς, ἀλλὰ περὶ τοῦ Υἱοῦ τὸ λεγόμενον, ἡ προσθήκη σαφῶς παρίστησιν. οὗτος γάρ ἐστιν ὁ σωματικῶς ὁμιλήσας ἡμῖν, καὶ μετὰ τῶν κάτω γενόμενος. οὐδὲ νικήσειε κατὰ τοῦ Πατρὸς λέγεσθαι τοῦτο. μὴ τῶν νομιζομένων Θεῶν, ἡττήμεθα τὸν
Πατέρα δι’ ὧν τοῦ Υἱοῦ κατεσπουδάκαμεν. τι τῆς νίκης ταύτης γένοιτ’ ἃν ἀθλιώτερον ἢ ζημιωδέστερον;
ταύτῃ νομίζουσι τῆς τοῦ σοφοῦ προσηγορίας ἀποστερεῖν τον Τιον, μὴ δὲ ἀθάνατον αὐτὸν καλείτωσαν. ὁ γὰρ Ἀπόστολος οὗτος περὶ τοῦ Θεοῦ φησὶν, “ ὁ μόνος ἔχων ἀθανασίαν.”
ἀλλαχοῦ Παῦλος, “ ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ.” καὶ εἰ τούτων ἔσται γυμνὸς ὁ Υἱὸς, οὔτε ἄφθαρτος, οὔτε ἀόρατος, οὔτε σοφὸς ἔσται. ἀλλ’ ἔχει τὴν ἀσέβειαν ἄμετρόν τινα τὸ οὕτως ἐννοεῖν. πῶς γὰρ ἔσται φθαρτὸς ὁ τῆς ἀφθαρσίας χορηγός; ἣ πῶς ὁραθήσεται Θεοῦ φύσις; ἢ πῶς ἄσοφον εἶναι νομιοῦμεν τὸν
“ Υἱὸν, περὶ οὗ γέγραπται, ὅτι “ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφίᾳ “ ἐστίν;” ὥρα γὰρ λέγειν ἄσοφον εἶναι καὶ τὴν σοφίαν τοῦ Θεοῦ. οὐκοῦν οὐκ ἀποστερήσει τὸν Υἱὸν τοῦ εἶναι ταῦτα φυσικῶς, ἅπερ ἃν λέγοιτο καὶ ὁ Πατὴρ, εἰ καὶ ἐπ’ αὐτοῦ μόνου τάττοιτο. φθάσει γὰρ πάλιν ἐπὶ τὸν ἐξ αὐτοῦ προσελθόντα Λόγον πάντα τὰ αὐτῷ
προσόντα φυσικῶς τε καὶ ἀναγκαίως.
ἀληθῶς οὐρανοδρόμου διανοίας τοῦ Παύλου τὸ ὀξυδερκές. ἐπεὶ γὰρ ὡς ἐπίπαν, τὸ μὲν σοφὸν εἶναι τὸ Πνεῦμα, οὐ προσίστασι. τὸ δὲ ἄχρονον εἶναι προσίσταται τοῖς πολλοῖς, συνῆψε ταῦτα καὶ ἤμειψε. καὶ τὸ μὲν, ὃ προσέστη ἄν τισιν, εἰ μὴ Παῦλος ἐβόα, τίθησι ἐπὶ τοῦ Πνεύματος, αἰώνιον Θεὸν καλῶν. τὸ δὲ, ὃ καὶ μὴ μαρτυροῦντος εὔληπτον
νομίζειν ἐπὶ τοῦ Πνεύματος, τοῦτο τίθησι μὴ δεδιὼς ἐπὶ τοῦ Πατρὸς, σοφὸν ἀποκαλῶν. οὐ δεδίει, μή τις ἀφέλῃ τῶν πολλῶν, ἣ τὸ σοφὸν ἀπὸ τοῦ Πνεύματος, ἣ τὸ αἰώνιον ἀπὸ τοῦ Πατρός. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ Υἱοῦ. τὸ γὰρ, “ χρόνοις αἰωνίοις σεσιγημένου,” καὶ τὸ, “ φανερωρθέντος,” τὸ ἄχρονον κυρύσσει τοῦ Υἱοῦ. περὶ ὃ
προσκόπτειν ἔμελλον τινὲς τοῦτο θεραπεύειν. ὥσπερ οὖν ῥηθέντος καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος αἰωνίου, καὶ τὸν Πατέρα αἰώνιον ἡ ἀκολουθία δίδωσι νοεῖν, οὕτω σοφοῦ ῥηθέντος τοῦ Πατρὸς, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, εἰκότως ἐν ἀρρήτῳ καὶ θεοπρεπεῖ σοφίᾳ νοηθεῖεν ἄν. καὶ οὔτε τὸ αἰώνιον τοῦ Πατρὸς ἀφαιρεθείη, οὔτε τὸ
σοφὸν τοῦ Πνεύματος ἢ τοῦ Υἱοῦ ἀποστερεθείη. καὶ τὸ εἰπεῖν δὲ τὸν θεῖον Παῦλον ἐπὶ τοῦ Πατρὸς, ἐνταῦθα σοφῶς συνάψαντα, τὸ, “ μόνῳ,” τῆς ὡς ἀληθῶς ἦν τοῦ Πνεύματος σοφίας, καὶ τῆς ἐκεῖθεν χορηγουμένης Παύλου διανοίας. ἐν τούτῳ γὰρ τέθεικε τὸ, “ μόνῳ,” ἐν ᾧ πᾶσιν ἐστὶν ἀναμφίβολον καὶ τοῖς λίαν φιλονείκοις,
ὅτι ὁ Υἱὸς καὶ τὸ Πνεῦμα οὐκ ἀπεστέρηται τοῦτον. τί τοῦτο ποιήσας; ἵνα ἐν οἷς ἃν ἑτέροις θεοπρεπέσι νοήμασι καὶ ὀνόμασι, τὸ μόνον ἐπισυναπτόμενον ἀκούσῃς, μὴ πρὸς ἀντιδιαστολὴ, τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὴν φωνὴν ἐκλάβοις, ἀλλὰ πρὸς ἀντιδιαστολὴν μὲν τῶν ἄλλων ἁπάντων· ἕνωσιν δὲ καὶ συνάφειαν τῆς μοναρχικῆς τριάδος. ὁ γὰρ ἐνταῦθα τοῦτο νοεῖν φανερῶς ὑποτιθεὶς, καὶ ἐπὶ τῶν παραπλησίων τὴν αὐτὴν ὑπόληψιν ἔχειν διακελεύεται. ἤκουσας σοφὸν τὸν Πατέρα; καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συνεξάκουσον σοφόν. αἰώνιον εἰπον τὸν Υἱὸν ἣ τὸ Πνεῦμα;
καὶ τὸν Πατέρα μοι οὕτω νόησον. βασιλέα εἷπον τὸν Πατέρα· δυνατόν· ἐξουσιαστήν· καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα οὕτω δοξάζειν σε χρή. μόνον δὲ εἶπον· καλῶς. ἵνα τῇ μοναδικῇ τριάδι συντηρήσω τὸ ἐξαίρετον. οὐχ ἵνα σχίσας αὐτὴν, ἀφαιρήσω τὸ ἀξίωμα. μόνον ὅταν συνάψω, τἄλλα πάντα διαστέλλω. ἐκείνην δὲ
μᾶλλον διὰ τοῦ, μόνον, ἑνοποιῶ. τῆς φυσικῆς σχέσεως οὐ μερίζων τὸ ἀδιάστατον, ἀλλὰ καὶ συσφίγγων τὴν ἑνότητα.
πάλιν λέγεται αἰὼν, ὅλος ὁ παρὼν βίος. καὶ αἰὼν, ὁ μέλλων· ὁ μετὰ τὴν ἀνάστασιν ἀτελεύτητος. λέγεται πάλιν αἰὼν, οὐ χρόνος. οὐδὲ χρόνου τί μέρος, ἡλίου φορᾷ καὶ δρόμῳ μετρούμενον, ἤγουν δι’ ἡμερῶν καὶ νυκτῶν συνιστάμενον, ἀλλὰ τὸ συμπαρεκτεινόμενον τοῖς ἀϊδίοις οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα. ὅπερ γὰρ
τοῖς ὑπὸ χρόνον ὁ χρόνος, τοῦτο τοῖς ἀιδίοις αἰών. λέγονται μὲν οὑν ἔπτα αἰῶνες του κόσμου τούτου· ἤγουν ἄπο τῆς οὐράνου καὶ γῆς κτίσεως, μέχρι τῆς κοινῆς τῶν ἀνθρώπων συντελείας τὲ καὶ ἀναστάσεως. ὄγδοος δὲ αἰὼν, ὁ μέλλων πρὸ δὲ τῆς τοῦ κόσμου συστάσεως, ὅτε οὐδὲ ὁ ἥλιος ἦν, διαιρῶν ἡμέραν ἀπὸ νυκτὸς, οὐκ
ἢν αἰὼν μεριστὸς, ἀλλὰ τὸ συμπαρεκτεινόμενον τοῖς ἀιδίοις, οἱονεὶ χρονικὸν κίνημα καὶ διάστημα. καὶ κατὰ μὲν τοῦτο, εἷς αἰών ἐστι. καθὸ καὶ λέγεται ὁ Θεὸς αἰώνιος καὶ προαιώνιος. καὶ αὐτὸν γὰρ τὸν αἰῶνα αὐτὸς ἐποίησε. μόνος γὰρ ἄναρχος ὣν ὁ Θεὸς, πάντων αὐτός ἐστι ποιητὴς, τῶν τε αἰωνίων καὶ πάντων τῶν ὄντων.
λέγονται δὲ αἰῶνες αἰώνων, καθότι οἱ τοῦ παρόντος κόσμου ἑπτὰ αἰῶνες, πολλοὺς αἰῶνας, ἤγουν ζωὰς περιέχουσιν ἀνθρώπων. καὶ ὁ αἰὼν ὁ εἷς, ὃς πάντων τῶν αἰώνων ἐστὶ περιεκτικός. καὶ αἰὼν αἰῶνος λέγεται, ὁ νῦν καὶ ὁ μέλλων. αἰώνιος δὲ ζωὴ καὶ αἰώνιος κόλασις, τὸ ἀτελεύτητον τοῦ μέλλοντος δηλοῖ. οὐδὲ γὰρ μετὰ τὴν ἀνάστασιν ἡμέραις καὶ νυξὶν ὁ χρόνος ἀριθμηθήσεται. ἔσται δὲ μᾶλλον μία ἡμέρα ἀνέοπερος, τοῦ ἡλίου τῆς δικαιοσύνης, τοῖς δικαίοις φαιδρῶς ἐπιλάμποντος. τοῖς δὲ ἁμαρτωλοῖς, νὺξ βαθεῖα
ἀπέραντος. πάντων οὖν τῶν αἰώνων εἰς ποιητὴς, ὁ Θεὸς, ὁ καὶ πάντα δημιουργήσας· ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.
θείων λογίων τοῦτο μεμαθηκότες, ἀλλ’ αὐτοὶ τοὺς μύθους συμπλάσαντες. καὶ οὐ συνεῖδον οἱ ἐμβρόντητοι, ὡς ὁ αἰὼν, οὐκ οὐσία τίς ἐστιν ὑφεστῶσα, ἀλλὰ διάστημά τι χρόνου δηλωτικόν. ποτὲ μὲν ἀπείρου, ὅταν περὶ Θεοῦ λέγηται· ποτὲ δὲ τῇ κτίσει συμμέτρου· ἄλλοτε δὲ τῇ ἀνθρωπίνῃ ζωῇ. περὶ γὰρ ἡμῶν φησι ὁ θεῖος
Δαβὶδ, “ ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.” περὶ δὲ τῆς κτίσεως ὁ Κύριος λέγει, “ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμὶ πάσας “ τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.” περὶ δὲ Θεοῦ τῶν ὅλων πάλιν ὁ μακάριος Δαβὶδ, “ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ “ αἰῶνος σὺ εἶ.” ἀντὶ τοῦ, οὔτε ἀρχὴν οὔτε πέρας ἔχεις. καὶ
ἐπειδὴ ὁ αἰὼν διάστημά τι δηλοῖ· ἵνα μή τις ἀνοήτως ὑπολάβῃ, μὴ εἶναι πρὸ τῶν αἰώνων τὸν τῶν ὅλων Θεὸν, ἐν ἑτέρῳ ψαλμῷ ὁ αὐτὸς ἔφη προφήτης, “ εἰσακούσεται ὁ Θεὸς καὶ ταπεινώσει “ αὐτοὺς, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.” διάτοι τοῦτο καὶ τῶν αἰώνων ποιητὴν εἶναι τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁ μακάριος εἴρηκε
Παῦλος. “ ἐκάλησε γὰρ ὑμᾶς ἐν Υἱῷ,” φησὶν, “ ὃν ἔθηκε κληρο- “ νόμον πάντων. δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.” τὸ δὲ ἐποίησεν, οὐκ οὐσίαν αἰώνων δηλοῖ, ἀλλ’ ὅτι οὐδεὶς τοῦ Θεοῦ τῶν ὅλων πρεαβύτερος. καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ φησὶ, “ τῷ δὲ βασιλεῖ τῶν “ αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς
“ τοὺς αἰῶνας, ἀμήν.” οὐκ ἐνυποστάτους τινὰς εἶναι διδάσκων αἰῶνας, ἀλλ’ αἰώνιον τοῦ Θεοῦ κηρύττων τὴν βασίλειαν. καὶ πάλιν ὁ αὐτὸς λέγει Ἀπόστολος, “ σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. “ ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων.” εἰ δὲ τὸ τῆς οἰκονομίας μυστήριον, τῶν αἰώνων, κατὰ τὸν θεῖον ὅρον, πρεσβύτερον, ἀσε-
βείας ἐσχάτης τὸ τὸν τῶν ὅλων Θεὸν, νεώτερον τῶν αἰώνων ἀποκαλεῖν.
Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.