καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμὲ.
καὶ λέγων, “ ὀφείλομεν ἡμεῖς.” οὐ χαριζόμεθα. τι ὀφείλομεν; “ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν.” εἶδες πῶς ἐπῆρεν αὐτοὺς τοῖς ἐγκωμίοις; οὐχὶ τῶν δυνατοὺς μόνον εἰπεῖν, ἀλλὰ καὶ τῶ μεθ’ ἑαυτοῦ τάξαι ἐκείνους; οὐ ταύτῃ δὲ μόνῳ, ἀλλὰ καὶ τῷ χρησίμῳ αὐτοὺς ἐπισπᾶται ἀνεπαχθῶς. σὺ μὲν γὰρ δυνατὸς
εἶ, φησιν, καὶ καταβαίνων οὐδὲν βλάπτῃ. ἐκείνῳ δὲ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος, ἐὰν μὴ διαβαστάζηται. καὶ οὐκ εἶπε τοὺς ἀσθενεῖς, ἀλλὰ “ τὰ ἀσθενήματα τῶν ἀδυνάτων.” εἰς ἔλεον αὐτὴν ἐπισπώμενος. δυνατὸς γέγονας; ἀπόδος τῷ Θεῷ τὴν ἀμοιβὴν, τῷ ποιήσαντί σε τοιοῦτον. ἀποδώσεις δὲ, τὴν ἀσθένειαν τοῦ ἀρρώστου
διορθούμενος. καὶ γὰρ ἡμεῖς ἀσθενεῖς ἦμεν, ἀλλ’ ὑπὸ τῆς χάριτος ἐγενόμεθα δυνατοί. τοῦτο δὲ καὶ ἐνταῦθα δεῖ ποιεῖν, καὶ ἐπὶ τῶν ἄλλων ἀσθενῶν· οἷον, ἃν ἀκρόχολος ᾖ τις, ἃν ὑβριστὴς, ἃν ἄλλο τι τοιοῦτον ἔχῃ ἐλάττωμα, διαβάσταζε.
κατὰ τὸ γεγραμμένον, “ ὅτι αὐτὸς τὰς ἀσθενείας ἡμῶν “ ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν.” οὐκ ἐν τῶ εἰς ἑαυτὸν ἀποδέχεσθαι ταύτας, ἀλλ’ ἐπὶ τῷ τοὺς πάσχοντας θεραπεύειν. καὶ ἐνταῦθα ὁ τῆς μετανοίας τρόπος καὶ λόγος ἐφαρμόσει, δι’ οὗ θεραπευθήσονται ἐκ τῆς τῶν ἀρρενωπῶν ἐπιμελείας, οἱ ἀδύνατοι.
πάντων τοῦτο ἀπαιτεῖ. οὐ γὰρ εἶπεν ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ’ “ ἕκαστος ἡμῶν·” εἶτα ἐπειδὴ μέγα ἐπέταξε, καὶ τῆς οἰκείας ἐκέλευσε καθυφεῖναι τελειότητος, εἰς τὸ διορθῶσαι τὴν ἑτέρου ἀσθένειαν, πάλιν τὸν Χριστὸν εἰς μέσον ἄγει λέγων, “καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν.” ὅπερ καὶ ἀεὶ ποιεῖ, ὅταν εἴς τι προτρέπηται
ἀγαθόν. τί δέ ἐστιν “ οὐχ ἑαυτῷ ἤρεσεν ” ἐξῆν αὐτῷ μὴ ὀνειδισθῆναι, ἐξῆν μὴ παθεῖν ἃ ἔπαθεν. εἰ γὰρ ἤθελεν, ἐσκόπει ἃν τὸ ἑαυτοῦ. ἀλλ’ ὅμως, οὐκ ἠθέλησεν· ἀλλὰ τὸ ἡμέτερον σκοπήσας, τὸ ἑαυτοῦ παρεῖδε. καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, ἑαυτὸν ἐκένωσεω; ὅτι οὐ τοῦτο ἐβούλετο δεῖξαι μόνον, ὅτι ἄνθρωπος γέγονεν,
ἀλλ’ ὅτι καὶ ὑβρίσθη, καὶ πονηρὰν παρὰ πολλοῖς ἔλαβε δόξαν, ἀσθενὲς εἰναι νομισθείς. “ εἰ γὰρ υἱὸς εἶ τοῦ Θεοῦ,” φησιν, “ κατά- “ βῆθι ἀπὸ τοῦ σταυροῦ.” καὶ, “ ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται “ σῶσαι.” διὸ πράγματος ἐμνημόνευσεν, εἰς τὴν παροῦσαν ὑπόθεσιν αὐτῷ χρησιμεύοντος. καὶ δείκνυσι πολλῷ πλέον οὗ ἐπηγγείλατο.
οὐ γὰρ τὸν Χριστὸν δείκνυσιν ὀνειδισθέντα μόνον, ἀλλὰ καὶ τὸν Πατέρα, “ οἱ ὀνειδισμοὶ γὰρ τῶν ὀνειδιζόντων σε,” φησὶν, “ ἐπέπεσον ἐπ’ ἐμέ. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. οὐδὲν συνέβη καινόν. οἱ γὰρ ἐπὶ τῆς παλαιᾶς μελετήσαντες αὐτὸν ὀνειδίζειν, οὗτοι καὶ κατὰ τοῦ παιδὸς ἐμάνησαν.
ἀναδεξαμένου.
καὶ ἀηθῶς πρός τι διατεθῆναι δυναμένου, κατὰ τοῦτο οὐκ ἤρεσεν ἑαυτῷ, τοὺς ἐνοχλοῦντας μετελθὼν ἣ ἀπωσάμενος, ἀλλ’ ὑπέμεινεν. ἀρέσκειν δὲ παραινέσας τῷ πλησίον, ἀναγκαίως προσέθηκεν, “ εἰς “ τὸ ἀγαθόν.” οὐκέτι γὰρ τοῦτο ἀνθρωπαρεσκία. ἀνθρωπαρεσκία δὲ, τὸ καθ’ ἡδονὴν τι πράττειν ἀνθρώπων.
ἵνα νευρούμενοι καὶ παρακαλούμενοι παρὰ τῶν γραφῶν, υπομονὴν ἐπιδειξώμεθα. ἵνα ἐν ὑπομονῇ ζῶντες, μένωμεν ἐπὶ τῆς ἐλπίδος. ταῦτα γὰρ ἀλλήλων ἐστὶ κατασκευαστικά. ἡ ὑπομονὴ, τῆς ἐλπίδος· ἡ ἐλπὶς, τῆς ὑπομονῆς. ἅπερ ἀμφότερα ἀπὸ τῶν γραφῶν γίνεται.
εἶπε τὰ παρ’ ἑαυτοῦ, καὶ τὰ ὑποδείγματα τέθεικε τοῦ Χριστοῦ, καὶ τὴν ἀπὸ τῶν γραφῶν προσέθηκε μαρτυρίαν· δεικνὺς ὅτι μετὰ τῶν γραφῶν, καὶ αὐτὸς πάλιν δίδωσι τὴν ὑπομονήν. “ ὁ Θεὸς,” φησὶ, “ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως, δώῃ ὑμῖν ἐν ἀλλή- “ λοις τὸ αὐτὸ φρονεῖν κατὰ Χριστὸν Ἰησοῦν. τοῦτο γάρ ἐστιν
ἀγάπης. ἴνα ὃ πέρι ἑαυτοῦ τίς φρονῇ, τοῦτο καὶ πέρι τοῦ ἄλλοι εἶτα πάλιν δεικνὺς ὅτι οὐχ ἁπλῶς ἀγάπην ζητεῖ, ἐπήγαγε, “ κατὰ “ Χριστὸν Ιησοῦν.” ἐπειδὴ ἔστι καὶ ἕτερα ἀγάπη. καὶ τι τὸ κέρδος τῆς συμφωνίας, “ ἵνα ὁμοθυμαδὸν,” φησὶν, “ ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.”
οὐκ εἶπεν ἁπλῶς “ ἐν ἑνὶ στόματι,” ἀλλὰ καὶ μιᾷ ψυχῇ.
ἀρετῶν, τὴν ἄσκησιν. ἱν ὡς τὸν Θεὸν ἐν ἑαυτῷ φέρων, ὁ τούτων τι κατορθῶν, μᾶλλον ἐπείγηται πρὸς τὸ τέλειον καὶ τὴν ἐξ ἀρετῶν οἰκείωσιν.
καὶ Θεὸν οἰκτιρμῶν. τὸ δὲ, “ δώῃ ὑμῖν τὸ αὐτὸ φρονεῖν κατὰ “ Χριστὸν Ἰησοῦν,” ἀντὶ τοῦ, μηκέτι κατὰ τὰ παλαιὰ τῶν πατέρων ὑμῶν ἔθη διαιρουμένους, ἀλλ’ ἑνουμένους κατὰ τὸν οὐράνιον ἄνθρωπον. τὸ δὲ, “ τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ “ Χριστοῦ,” ἵνα εἴπῃ τὸν Θεόν. ὃς ὅτιπερ εἰς υἱοθεσίαν ἡμᾶς
προσεκαλέσατο, διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἐπιστώσατο περὶ τὸν Υἱὸν αὐτοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, πρῶτον τοῦτο διοικησάμενος. τὸ μέντοι δώῃ ὑμῖν ὁ Θεὸς, ἵνα ὁμοθυμαδὸν δοξάζητε τὸν Θεὸν, οὐ περὶ ἄλλου καὶ ἄλλου σημαίνων ἔφη Θεοῦ πολλαπλῶς, ἀλλ’ ἐν τῷ δευτέρῳ πάλιν ἀντὶ τῆς ἀντωνυμίας τὸ αὐτὸ
τέθεικεν ὄνομα. ἦν δ’ ἃν σαφέστερον οὕτω λεχθέν· δώῃ ὑμῖν ὁ Θεὸς τὸ αὐτὸ φρονεῖν, ἵνα ὁμοθυμαδὸν δοξάζητε αὐτόν. νῦν δὲ ἀντὶ τοῦ, αὐτὸν, τέθεικε τὸν Θεόν· ὅπερ ἰδίωμα τῆς γραφῆς. ὡς τὸ, “ ἔβρεξε Κύριος παρὰ Κυρίου.” τουτέστι, παρ’ ἑαυτοῦ. καὶ τὸ, δώῃ αὐτῷ Κύριος εὑρεῖν ἔλεον παρὰ Κυρίου. καὶ τὸ, “ ἡ δικαιοσύνη
“ σου ὡς ὄρη Θεοῦ.” καὶ ὅσα τοιαῦτα.
τῶν πατέρων· τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεὸν, καθὼς γέγραπται, διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. καὶ πάλιν λέγει, εὐφράνθητε ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. καὶ πάλιν, αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε
αὐτὸν, πάντες οἱ λαοί. καὶ πάλιν Ἡσαΐας λέγει, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτὸν ἔθνη ἐλπιοῦσιν.
τούτου κἀκεῖνο κατασκευάζει, ὅτι μειζόνων εἰσὶν οἱ ἐξ ἐθνῶν ὀφείλεται τῷ Θεῷ· εἰ δὲ μειζόνων εἰσὶν ὀφείλεται, δίκαιοι ἂν εἶεν φέρειν τοὺς ἀσθενεῖς, τοὺς ἐξ Ἰουδαίων. ἐπειδὴ γὰρ σφοδρῶς ἐκείνων καθήψατο· ἵνα μὴ τούτους ἐπάρῃ τοῦτο, καταστέλλει πάλιν αὐτῶν τὴν ἀπόνοιαν. ἐκείνοις μὲν γὰρ ἐξ ἐπαγγελίων πατέρων δείκνυσιν
ἀγαθὰ τὰ διδόμενα. τοῖς δὲ ἐξ ἐθνῶν, ἐξ ἐλέους καὶ φιλανθρωπίας μόνης. διὸ καὶ ἔλεγε, “ τὰ δὲ ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν “ Θεόν. ” ἵνα δὲ σαφέστερον γένηται τὸ γενόμενον, αὐτῶν πάλιν ἄξιον ἀκοῦσαι τῶν ῥημάτων, ἵνα μάθῃς τι ἐστι τὸ “ ὑπὲρ ἀληθείας Θεοῦ “ γεγενῆσθαι τὸν Χριστὸν διάκονον περιτομῆς, εἰς τὸ βεβαιῶσαι
“ τὰς ἐπαγγελίας τῶν πατέρων.” τι ποτ’ οὖν ἐστι τὸ εἰρημένον; ἐπαγγελία πρὸς τὸν Ἀβραὰμ ἦν γεγενημένη ἡ λέγουσα, “ σοι “ δώσω τὴν γῆν καὶ τῷ σπέρματι σου.” καὶ “ ἐν τῷ σπέρματι “ σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη. ” ἀλλ’ ἐγένοντο κολάσεως ὑπεύθυνοι μετὰ ταῦτα οἱ τοῦ σπέρματος Ἀβραὰμ ἅπαντες. ὁ γὰρ
νόμος ὀργὴν αὐτοῖς κατειργάζετο παραβαινόμενος, καὶ τῆς ἐπαγγελιας ἐκείνης ἀπεστέρει λοιπὸν τῆς τῶν πατέρων. παραγενόμενος τοίνυν ὁ Υἱὸς, συνέπραξε τῷ Πατρὶ εἰς τὸ τὰς ἐπαγγελίας ἐκείνας ἀληθεῦσαι, καὶ εἰς τέλος ἐξελθεῖν. πάντα γὰρ τὸν νόμον πληρώσας, ἐν ᾧτ’ κατεδέξατο καὶ περιτομήν· καὶ ταύτῃ, καὶ διὰ τοῦ σταυροῦ τῆς κατάρας ἀπαλλάξας τῆς ἐπὶ τῇ παραβάσει, οὐκ ἀφῆκε διαπεσεῖν τὴν ἐπαγγελίαν. ὅταν οὖν λέγῃ “ διάκονον περιτομῆς, τοῦτο λέγει, ὅτι ἐλθὼν καὶ πάντα τὸν νόμον πληρώσας, καὶ περιτμηθεὶς,
καὶ γενόμενος σπέρμα τοῦ Ἀβραὰμ, ἔλυσε τὴν κατάραν, ἔπαυσε τοῦ Θεοῦ τὴν ὀργὴν, ἐπιτηδείους λοιπὸν ἐποίησε τοὺς μέλλοντας δέχεσθαι τὴν ἐπαγγελίαν, ἅπαξ ἀπαλλαγέντας τοῦ προσκεκρουκέναι. ἵνα οὖν μὴ λέγωσιν οὗτοι οἱ ἐγκαλούμενοι, πῶς οὖν ὁ Χριστὸς περιετέμνετο, καὶ πάντα ἐφύλαττε τὸν νόμον; εἰς τοὐνατίον
αὐτὸ περιτρέπει. οὐ γὰρ ἵνα μένῃ ὁ νόμος τοῦτο ἐποίησε, φησίν. ἀλλ’ ἵνα αὐτὸν λύσῃ, καὶ σὲ ἀπαλλάξῃ τῆς ἐκείνου κατάρας, καὶ ἐλευθερώσῃ καθόλου τῆς ἀρχῆς τῆς ἐκείνου. ἐπειδὴ γὰρ σὺ παρέβης τὸν νόμον, διὰ τοῦτο ἐκεῖνος ἐπλήρωσεν. οὐχ ἵνα σὺ πληρώσῃς, ἀλλ’ ἵνα σοὶ τὰς ἐπαγγελίας βεβαιώσῃ τὰς πρὸ; τοὺς πατέρας,
ἃς ὁ νόμος διαπεσεῖν ἐποίει. δεικνύς σε προσκεκρουκότα· καὶ τῆς κληρονομίας ὄντα ἀνάξιον. ὥστε καὶ σὺ κατὰ χάριν ἐσώθης· καὶ γὰρ ἀποβεβλημένος ἦς.
ἔπαθεν ὑπὲρ σοῦ ὁ Χριστός. ἔπαθε δὲ ταῦτα, οὐκ ἐπειδὴ ἄξιος σὺ σωτηρίας ἦς, ἀλλ’ ὥστε ἀληθεῦσαι τὸν Θεόν. εἶτα ἵνα μὴ τοῦτο φυσήσῃ τὸν ἐξ ἐθνῶν, φησὶν, “ τὰ δὲ ἔθνη ὑπὲρ “ ἐλέους δοξάσαι τὸν Θεόν. ὃ δὲ λέγει, τοῦτό ἐστιν. οἱ μὲν ἐξ Ιουδαίων, κἂν ἐπαγγελίας εἶχον, εἰ καὶ ἀνάξιοι ἦσαν. σὺ δὲ οὐδὲ
τοῦτο, ἀλλ’ ἀπὸ φιλανθρωπίας ἐσώθης μόνης. εἰ καὶ τὰ μάλιστα οὐδ’ ἐκείνοις τι πλέον ἐγένετο ἀπὸ τῆς ἐπαγγελίας, εἰ μὴ παρεγένετο Χριστός. ἀλλ’ ὅμως, ἵνα αὐτοὺς κεράσῃ, καὶ μὴ συγχωρήσῃ κατεξανίστασθαι τῶν ἀσθενῶν, μέμνηται τῶν ἐπαγγελιῶν. περὶ δὲ τούτων φησὶ ὅτι ἐλέῳ ἐσώθησαν μόνῳ. διὸ καὶ δίκαιοι ἃν
εἶεν μάλιστα δοξάζειν τὸν Θεόν. δόξα δὲ Θεοῦ, τὸ συνῆφθαι, τὸ ἡνῶσθαι, τὸ ὁμοθυμαδὸν εὐφημεῖν, τὸ βαστάζειν τὸν ἀσθενέστερον, τὸ μὴ περιορᾶν ἀπορρηγνύμενον τὸ μέλος. εἶτα καὶ μαρτυρίας ἐπάγει ἐν αἷς δείκνυσιν, ὅτι δεῖ συῆφθαι τοὺς ἐξ Ἰουδαίων τοῖς ἐξ ἐθνῶν, καὶ δοξάζειν ὁμοῦ τὸν Θεόν. διὰ τούτων δὲ καὶ τὸν ἐξ
Ἰουδαίων καταστέλλει. ἵνα μὴ ἐπαίρηται κατὰ τούτου· τῶν προφητῶν πάντων τούτους καλούντων, καὶ τὸν ἐξ ἐθνῶν πείθει μετριάζειν, τῷ δεῖξαι πλείονος ὑπεύθυνον ὄντα χάριτος.
κατὰ νόμον ἀσπάσασθαι πολιτείαν, προὔργου νενόμικεν ὁ θεῖος Ἀπόστολος καὶ περὶ τούτου τὰ προσήκοντα γράψαι, λέγων, ὡς ὑπέσχετο τῷ Ἁβραὰμ ὁ τῶν ὅλων Θεὸς ἐν τῷ σπέρματι αὐτοῦ εὐλογήσειν τὰ ἔθνη. ἐδέξατο δὲ καὶ αὐτὸς ὁ πατριάρχης καὶ πᾶν τὸ ἐκείνου γένος, τῆς περιτομῆς τὸ σημεῖον. ἔδει τοίνυν καὶ τὸν
ἐκείνου σπέρμα κατὰ σάρκα προσαγορευόιαενον, καὶ τοῖς ἔθνεσι τὴν εὐλογίαν πηγάζοντα, ἔχειν τὸ σημεῖον τῆς συγγενείας. ἵνα δειχθῇ σαφῶς ἡ τῆς θείας ἐπαγγελίας ἀλήθεια, καὶ τὰ ἔθνη τὴν χάριν δεξάμενα, ὑμνήσῃ τῆς φιλανθρωπίας τὸν χορηγόν.
Θεὸς, ὅτι εὐλογήσει τὸ ἐξ αὐτῶν ἐσόμενον σπέρμα, καὶ θήσει ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ταύτῃ τοι πέφηνεν ἐν σαρκὶ, καὶ γέγονεν ἄνθρωπος, Θεὸς ὑπάρχων ὁ Λόγος. ἦλθε δὲ εἰς τόνδε τὸν κόσμον μετὰ σαρκός. πλὴν οὐ διακονηθῆναι, καθὰ φησὶν αὐτὸς, ἀλλὰ διακονῆσαι· ὡμολόγει γε μὴν ἀφῖχθαι σαφῶς, ἵνα πληρώσῃ
τῷ Ἰσραὴλ τὴν ὑπόσχεσιν. ἔφασκε γὰρ “ οὐκ ἀπεστάλην, εἰ μὴ “ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ.” οὐκοῦν οὐ ψευδοεπήσει λέγων ὁ Παῦλος, διάκονον αὐτὸν γεγενῆσθαι περιτομῆς, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τεθεῖσθαι τε πρὸς τούτῳ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ εἰς ἔλεον τοῖς ἐξ
ἐθνῶν, ἵνα καὶ αὐτοὶ δοξάσειαν, ὡς τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην, τὸν σωτῆρα τὲ καὶ λυτρωτήν.
Πατὴρ ἀληθεύῃ.
ἀπαλλαγείητε τῆς πρὸς ἀλλήλους ἀθυμίας, καὶ μὴ καταβληθείητε ποτὲ ὑπὸ τῶν πειρασμῶν. τοῦτο δέ ἐστιν ἐν τῷ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι. τοῦτο γὰρ πάντων αἴτιον τῶν ἀγαθῶν. τοῦτο δὲ ἀπὸ Πνεύματος ἔσται Ἁγίου. ἀλλ’ οὐχ ἁπλῶς ἀπὸ Πνεύματος, ἀλλ’ ἐὰν καὶ τὰ παρ’ ἡμῶν εἰσενέγκωμεν. διὰ τοῦτο φησὶν,
“ ἐν τῷ πιστεύειν.” οὕτω γὰρ δύνασθε πληρωθῆναι χαρᾶς· ἐὰν πιστεύσητε, ἐὰν ἐλπίζητε. ἀλλ’ οὐκ εἶπεν, ἐὰν ἐλπίζητε. ἀλλ’ “ ἐὰν περισσεύητε ἐν τῇ ἐλπίδι.” ὥστε μὴ μόνον παραμυθίαν εὑρεῖν τᾶν δεινῶν, ἀλλὰ καὶ χαρὰν ἔχειν διὰ τὴν περιουσίαν τῆς πίστεως καὶ τῆς ἐλπίδος· οὕτω γὰρ καὶ τὸ πνεῦμα ἐπισπάσεσθε.
κἀκείνου παραγενομένου, τὰ ἀγαθὰ διατηρήσετε πάντα.
πληρώσας, πληρώσει πάντως καὶ ἃ νῦν ἡμῖν ἐπηγγείλατο. κελεύει δὲ ἡμᾶς οὐ μόνον ἐλπίζειν, ἀλλὰ καὶ περισσεύειν ἐν τῇ ἐλπίδι. τουτέστιν, εἰλικρινῶς ἐλπίζειν, καὶ νομίζειν ὁρᾶν τὰ ἐλπιζόμενα ἀγαθά. τοῦτο δὲ ἔφη παρέχειν τὴν τοῦ Πνεύματος χάριν.
ὅτι καὶ αὐτοὶ ἐστὲ μεστοὶ ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.
κρίνεις τὸν ἀδελφόν; καὶ “τίις εἰ ὁ κρίνων ἀλλότριον οἰκέτην; καὶ ἕτερα πολλῷ πλείω τοιαῦτα. ἐπεὶ οὑν πολλαχοῦ τραχύτερον τὸν λόγον ἐποίησε, θεραπεύει λοιπόν. καὶ ὅπερ ἀρχόμενος ἔλεγε, τοῦτο καὶ τελευτῶν. ἀρχόμενος μὲν ἔλεγεν· “ εὐχαριστῶ τῷ Θεῷ “ μοῦ, ὑπὲρ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν
“ ὅλῳ τῷ κόσμῳ.” ἐνταῦθα δὲ, “ πέπεισμαι,” φησὶν, “ ὅτι καὶ “ αὐτοὶ ἐστὲ ἀγαθωσύνης μεστοὶ, δυνάμενοι καὶ ἄλλους νουθε- “ τεῖν.” ὅπερ πλέον ἔστιν ἐκείνου. καὶ οὐκ εἶπεν ἤκουσα, ἀλλὰ πεπεισμαι,” και ου δεομαι παρ’ ἑτέρου μαθεῖν. “ καὶ αὐτὸς ἐγὼ φησιν, τουτέστιν, ὁ ἐπιτιμῶν, ὁ ἐγκαλῶν. τὸ δὲ “ μεστοὶ ἐστὲ “ ἀγαθωσύνης,” πρὸς τὴν μικροῦ γενομένην παραίνεσιν. ὡς ἃν εἰ ἔλεγεν, ὅτι οὐχ ὡς ὠμοῖς, οὐδὲ μισαδέλφοις ταῦτα παρῄνεσα προσλαμβάνεσθαι καὶ μὴ ἐᾷν, μὴ δὲ καταλύειν τὸ ἔργον τοῦ Θεοῦ. οἶδα γὰρ ὅτι μεστοὶ ἐστε ἀγαθωσύνης. δοκεῖ δέ μοι ἐνταῦθα καὶ
ὁλόκληρον τὴν ἀρετὴν οὕτω καλεῖν. καὶ οὐκ εἶπεν ἔχετε, ἀλλὰ “ μεστοὶ ἐστέ.” καὶ τὸ ἑξῆς, μετὰ τῆς αὐτῆς ἐπιτάσεως, “ πε- “ πληρωμένοι πάσης γνώσεως. τί γὰρ εἰ φιλόστοργοι μὲν ἦσαν, οὐκ ἦσαν δὲ εἰδότες πῶς δεῖ τοῖς φιλουμένοις κεχρῆσθαι; διὰ τοῦτο προσέθηκε, “ πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.”
οὐχὶ μόνον μανθάνειν, ἀλλὰ καὶ διδάσκειν.
ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ.
γὰρ καὶ χωρὶς τῶν εἰρημένων, αὐτὸ τοῦτο τὸ ὁμολογῆσαι τετολμηκεναι, χαλάσαι αὐτῶν τὸν τόνον. καὶ πανταχοῦ τῶν ἐπιστολῶν τοῦτο εὕροι τίς ἃν τὸ θεώρημα δαψιλές. ἐνταῦθα δὲ, καὶ μειζόνως. καὶ γὰρ ἐν ἀξιώματι ἦσαν πλείονι, καὶ ἔδει φλεγμαίνουσαν αὐτῶν τὴν διάνοιαν καταστέλλειν, μὴ τῷ στύφειν μόνον, ἀλλὰ καὶ τῷ
χαλᾶν. καὶ γὰρ διαφόρως αὐτὸ ποιεῖ. διὸ καὶ ἐνταῦθα φησί. “ τολμηρότερον ὑμῖν ἔγραψα.” καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ προσέθηκεν “ ἀπὸ μέρους.” τουτέστιν, ἠρέμα. καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ τι φησίν; “ ὡς ἐπαναμιμνήσκων ὑμᾶς.” οὐκ εἶπε διδάσκων, οὐδὲ ἀναμιμνήσκων, ἀλλ’ “ ἐπαναμιμνήσκων.” τουτέστι, μικρόν τι
ἀναμιμνήσκων. καὶ ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ διδασκαλικοῦ, ὡς ἀδελφοῖς διαλέγεται καὶ φίλοις, καὶ ὁμοτίμοις, ὃ δὴ μάλιστά ἐστι διδασκάλου, τὸ ποικίλλειν τὸν λόγον πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν. ὅρα γοὐν πῶς εἰπὼν ὅτι “ τολμηρότερον ἔγραψα,” καὶ ὅτι ἄπο μέρους καὶ ὅτι ὡς ἐπαναμιμνήσκων. οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ ταπεινότερον ἔτι ποιῶν τὸν λόγον, ἐπήγαγε, “ διὰ “ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ.” ὃ καὶ ἀρχόμενος ἔλεγεν, “ ὀφειλέτης εἰμί.” ὡς ἂν εἰ ἔλεγεν, οὐκ ἐμαυτῷ ἥρπασα τὴν τιμὴν, οὐδὲ ἐπεπήδασα τούτῳ πρῶτος, ἀλλ’ ὁ Θεὸς τοῦτο
ἐπέταξε· καὶ τοῦτο κατὰ χάριν, οὐχ ὡς ἄξιον εἰς τοῦτο ἀφορίσας. μὴ τοίνυν τραχύνεσθε. οὐ γὰρ ἐγὼ κατεξανίσταμαι. ὁ Θεός ἐστιν ὁ ἐπιτάττων. εἰπὼν δὲ “ διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ “ Θεοῦ,” ἐπήγαγεν, “ εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ “ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ.” λειτουργίαν
δὲ καὶ ἱερουργίαν, τὴν ἑαυτοῦ διακονίαν καλεῖ. αὕτη μοι φησὶ ἡ ἱερωσύνη, τὸ κηρύττειν καὶ καταγγέλλειν. ταύτην προσφέρω τὴν θυσίαν ἱερεῖ δὲ οὐδεὶς ἂν ἐγκαλέσειε τὸ θῦμα σπουδάζοντι ἄμωμον προσενεγκεῖν. ταῦτα δὲ ἔλεγεν, ἅμα καὶ τούτων πτερῶν τὰ φρονήματα, καὶ δεικνὺς, θυσίαν ὄντας, καὶ ὑπὲρ τῶν
καθ’ ἑαυτὸν ἀπολογούμενος, ὅτι τοῦτο ἐπιτέτακται. καὶ ἡ αἰτία, οὐχ ἵνα ἐγώ, φησιν, δοξασθῶ, οὐχ ἵνα λαμπρὸς φανῶ, ἀλλ’ “ ἵνα ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος γένηται, ἡγιασμένη “ ἐν Πνεύματι Ἁγίῳ.” τουτέστιν, αἱ ψυχαὶ τῶν διδασκομένων ἵνα δεχθῶσιν. οὐ γὰρ ἐμὲ τοσοῦτον τιμῶν ὁ Θεὸς εἰς τοῦτο ἡγαγεν,
ὅσον ὑμῶν κηδόμενος. καὶ πῶς ἃν γένοιτο εὐπρόσδεκτος; ἐν Πνεύματι Ἁγίῳ. οὐ γὰρ πίστεως δεῖ μόνης, ἀλλὰ καὶ πολιτείας πνευματικῆς. ἵνα κατέχωμεν τὸ Πνεῦμα τὸ δοθὲν ἅπαξ. οὐ γὰρ ξύλα καὶ πῦρ, οὐδὲ βωμὸς καὶ μάχαιρα, ἀλλὰ πνευματικὰ πάντα παρ’ ἡμῖν. διὰ τοῦτο πάντα ποιῶ, ἵνα μὴ σβεσθῇ ἐκεῖνο τὸ πῦρ.
τοῦτο γὰρ καὶ ἐπιτέταγμαι. τί οὖν τοῖς μὴ δεομένοις λέγεις; δι’ αὐτὸ δὴ τοῦτο οὐ διδάσκω, ἀλλ’ ἀναμιμνήσκω φησί. καθάπερ ὁ ἱερεὺς παρέστηκε τὸ πῦρ ἀνακαίων, οὕτω καὶ ἐγὼ τὴν προθυμίαν ὑμῶν διεγείρων, καὶ ὅρα, οὐκ εἶπεν ἵνα γένηται ἡ προσφορὰ ὑμῶν, ἀλλὰ τῶν ἐθνῶν. ὅταν δὲ εἴπῃ “ τῶν ἐθνῶν,” τὴν οἰκουμένην λέγει
πᾶσαν· καταστέλλων ἐκείνων τὰ φρονήματα, ὥστε μὴ ἀπαξιῶσαι διδάσκαλον σχεῖν, τὸν πρὸς τὰ πέρατα τῆς οἰκουμένης τεινομενον.
“τερον ἔγραψα ὑμῖν ἀπὸ μέρους,” οὕτω τίς ἐξελάβετο. ἡ ἐπικει. μένη μοι ἀνάγκη. καὶ σφοδρότερον καὶ ἀκριβέστερον γράφειν ἀπαιτεῖ. ἐγὼ δὲ ἐτόλμησα καὶ τῆς ἀκριβείας καθυφεῖναι, καὶ οὐχ ὡς διδάσκαλος γράφειν, ἀλλὰ μετὰ πολλῆς φειδοῦς. καὶ “ὡς ἐπαναμιμνήσίων.” καίτοι χρεωστῶν καὶ ἀκριβέστερον
σφοδρότερον. εἰς τοῦτο γὰρ ὑπὸ τῆς χάριτος προσκεχείρισμαι, καὶ ἐν τούτῳ ὑπουργεῖν καὶ δουλεύειν τέταγμαι. ὡς ἃν εἴ τις ἔλε- γεν, ἴσως ἐν οἷς ἔγραψα καθηψάμην ὑμῶν, καὶ ἔδ̀οοξα τισὶν ὑμῶν σκληρότερον ὑμῖν προσενεχθῆναι. ἐγὼ δὲ τοσούτου δέω τοῦτο ποιῆ- ’σαι, ὅτι φοβοῦμαι μήπως μετὰ πολλῆς φειδοῦς καὶ ὑποστολῆς
γράψας, καὶ εὐθύνας ὑφέξω, ὡς τολμήσας ἔλαττον ἔργον διδασκά- λου ποιῆσαι.
ἐξηγούμενος, “εἰς τὸ εὐαγγέλιον,” φησὶ, “Θεοῦ.” καίτοι Χριστὸν Ἰησοῦν κηρύσσων καὶ εὐαγγελιζόμενος. οὕτως οἶδε φύσει Θεὸν ὄντα τὸν Υἱόν. οὐ γὰρ ἃν ὠνόμασε Θεὸν, μὴ τοῦτο κατὰ φύσιν ὑπάρχοντα. οὐδ’ ἃν ἐφ’ ἑαυτῷ πολὺ λίαν ἐκαυχήσατο λέγων, ηὐδόκησεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ ἀποκαλύψαι δι’ ἐμοῦ, εἴπερ
ἢν κτίσμα καὶ ποίημα·
μάτος Θεοῦ· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέ- χρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον.
μέμνηται ἤθους. οὕτω λέγων, “ἔχω οὖν καύχησιν.” καυχῶμαι φη- σὶν, οὐκ ἐν ἐμαυτῷ, οὐδὲ ἐν τῇ ἡμετέρᾳ σπουδῇ, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι. “οὐ γὰρ τολμήσω τί λαλῆσαι ὧν οὐ κατειργάσατο χριστὸς δι’ ἐμοῦ. οὐδὲ γὰρ ἃν ἔχοιτε εἰπεῖν φησὶν, ὅτι κόμ- πος μου ἔστι τὰ ῥήματα. τῆς γὰρ ἱερουργίας μου ταύτης τὰ σύμβολα καὶ τῆς χειροτονίας ἔχω δεῖξαι πολλὰ τεκμήρια· οὐ ποδήρη καὶ κώδωνας, καθάπερ οἱ παλαιοί· οὐδὲ μίτραν, καὶ κίδαριν, ἀλλὰ πολλῷ φρικωδέστερα τούτων σημεῖα καὶ θαύματα. οὐδὲ γάρ ἐστιν εἰπεῖν, ὅτι ἐνεχειρίσθην μὲν, οὐκ ἐποίησα δὲ τὸ ἐπιταχθέν.
μᾶλλον δὲ οὐδὲ ἐγὼ ἐποίησα, ἀλλ’ ὁ Χριστός. διὸ καὶ ἐν αὐτῷ καυχῶμαι. καὶ οὐχ ὑπὲρ τῶν τυχόντων πραγμάτων, ἀλλ’ ὑπὲρ πνευματικῶν· τοῦτο γάρ ἐστι τὰ πρὸς τὸν Θεόν. ὅτι γὰρ ἤνυσα ἐφ’ ὃ ἐπέμφθην, καὶ οὐ κόμπος τὰ ῥήματα, δηλοῖ τὰ θαύματα καὶ ἡ τῶν ἐθνῶν ὑπακοή. “ οὐ γὰρ τολμήσω,” φησὶν, “ λα-
“ λῆσαι ὧν οὐ κατειργάσατο ὁ Χριστὸς δι’ ἐμοῦ, εἰς ὑπακοὴν “ ἐθνῶν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνά- “ μει Πνεύματος Θεοῦ.” οὐχ ὁρᾷς πῶς βιάζεται τὸ πᾶν δεῖξαι τοῦ Θεοῦ, καὶ οὐδὲν ἑαυτοῦ; εἴτε γὰρ φθέγγομαί τι, εἴτε ποιῶ, εἴτε θαυματουργῶ, πάντα αὐτὸς, πάντα τὸ Πνεῦμα Ἅγιον. ταῦτα
δὲ λέγει, δεικνὺς καὶ τοῦ Πνεύματος τὸ ἀξίωμα, ὅτι τῇ δυνάμει αὐτοῦ ταῦτα εἰργάζετο. εἶτα ἡ τούτων ἀπόδειξις. ἐπειδὴ ταῦτα τέως ἀπόφασιν ἦν, τῶν μαθητῶν τὸ πλῆθος ἐπήγαγε· διὸ καὶ φησὶν, “ ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυ- “ ρικοῦ, πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. ἀρίθμει τοίνυν
καὶ πόλεις, καὶ χώρας, καὶ ἔθνη, καὶ δήμους. μὴ τοὺς ὑπὸ Ρωμαίους μόνον, ἀλλὰ καὶ τοὺς ὑπὸ βαρβάρους. μὴ γάρ μοι τὴν διὰ Φοινίκης καὶ Συρίας καὶ τῆς Κιλίκων καὶ Καππαδοκῶν ἔλθοις ὁδόν· ἀλλὰ καὶ τὰ ὄπισθεν ἅπαντα λογίζου, τὴν Σαρακηνῶν καὶ Περσῶν καὶ Ἀρμηνιῶν, τὴν τῶν ἄλλων βαρβάρων. διὰ γὰρ τοῦτο
εἶπε “ καὶ κύκλῳ.” ἵνα μὴ κατευθὺ τὴν λεωφόρον ἔλθῃς μόνον, ἀλλὰ καὶ πᾶσαν· καὶ τὴν κατὰ τὸν νότον περιδράμῃς τῇ διανοίᾳ Ἀσίαν. καὶ ὥσπερ νιφάδας θαυμάτων ἑνὶ λόγῳ παρέδραμεν, εἰπὼν, “ ἐν δυνάμει σημείων καὶ τεράτων.” οὕτω καὶ πόλεις ἀπείρους, καὶ ἔθνη καὶ δήμους καὶ χώρας ἑνὶ τούτῳ πάλιν συνεῖλε ῥήματι
“ τῷ κύκλῳ. ” πόρρω γὰρ ἦν τύφου παντός. καὶ ταῦτα δὲ διὰ τούτους ἐφθέγγετο, ὥστε μὴ μέγα φρονεῖν ἐφ’ ἑαυτοῖς. καὶ οὐχ ἁπλῶς εἶπε, κηρύξαι τὸ εὐαγγέλιον, ἀλλὰ “ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
διὰ τοῦ Παύλου Χριστὸς ἐργάζεται ἐν δυνάμει Πνεύματος Ἁγίου, ἐνέργειά τις φυσικὴ καὶ ζῶσα, καὶ ἵν οὕτως εἴπω, ποιότης τῆς θεότητος τοῦ Υἱοῦ τὸ Ἅγιόν ἐστι Πνεῦμα. εἰ δὲ τοῦτο, πῶς ἔσται ποίημα τὸ ἐν Θεῷ καὶ ἐκ Θεοῦ φυσικῶς; πῶς δὲ καὶ ἐν ποιήματι πᾶσα ἡ δύναμις τοῦ Υἱοῦ; ὅπερ ἐστι καὶ μόνον εἰπεῖν,
ἀσεβέστατον.
ὅπου οὐδὲ ὠνομάσθη Χριστός. ὃ πλέον ἐστί καὶ τίνος ἕνεκεν τοιαῦτα ἐφιλοτιμεῖτο; “ ἵνα μὴ ἐπ’ ἀλλότριον θεμέλιον οἰκοδομῶ,” φησίν. ταῦτα δὲ λέγων, δείκνυσιν ἑαυτὸν ἀλλότριον ὄντα κενοδοξίας, καὶ παιδεύων αὐτοὺς ὅτι οὐκ ἀπὸ τοῦ δόξης ἐρᾶν καὶ τῆς παρ’ αὐτῶν τιμῆς ἐπὶ τὸ γράψαι ἦλθεν. ἀλλ’ ὡς διακονίαν πληρῶν, ὡς
ἰερουργίαν ἀπαρτίζων, ὡς τῆς σωτηρίας αὐτῶν ἐφῶν. ἀλλότριον δὲ τὸν τῶν Ἀποστόλων φησὶν, οὐ κατὰ τὴν τοῦ κηρύγματος φύσιν, ἀλλὰ κατὰ τὸν τοῦ μισθοῦ λόγον, ἐπεὶ τὰ κηρύγματα, οὐκ ἀλλότρια ἦν, ἀλλ’ ὅσον εἰς μισθὸν, ἀλλότριον. ὁ γὰρ τῶν ἑτέροις πεπονημένων μισθὸς, τούτου ἀλλότριος ἦν. εἶτα δείκνυσιν οὕτω
καὶ προφητείαν πληρουμένην λέγων, “ καθὼς γέγραπται, οἷς οὐκ “ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσου- “ σιν” ὁρᾷς ἐπιτρέχοντα ὅπου πλείων ὁ πόνος, ὅπου μείζων ὁ ἱδρώς;
τῶν λοιπῶν Ἀποστόλων τὴν κοινωνίαν, ἀλλ’ ὡς πλεονεκτικὸν καὶ ἄδικον κρίνων ἀλλοτρίων ἔργων ὑφαρπάζειν δόξαν.
“ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς.” ὅπερ μάλιστα τὴν ἐπιθυμίαν αὐτοῦ δείκνυσι, τὸ πολλάκις ἐπιχειρεῖν.
ἐγγύτερον, ὅτι αὐτοὶ καὶ ὑπὸ Πέτρου ἦσαν κατηχηθέντες, καὶ μόνον ἐδέοντο μαθεῖν τὰ περὶ τῆς ἐναρέτου πολιτείας, καὶ ὅτι πόρρω ῳκουν.
ἐτῶν, ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλεύσομαι πρὸς ὑμᾶς. ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ἀφ’ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.
δόξης ἔγραφέ τε καὶ παρεγίνετο; καὶ ἵνα μὴ δόξῃ ἐξευτελίζειν αὐτοὺς τῷ λέγειν, ὅτι ἐπειδὴ οὐδὲν ἔχω ποιῆσαι, διὰ τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, πάλιν τὸν τῆς ἀγάπης κινεῖ λόγον, εἰπὼν, “ ἐπιποθίαν δὲ ἔχων ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν.” οὐ γὰρ τοῦτο ἐπεθύμησα ἐλθεῖν, ἐπειδὴ σχολὴν ἄγω, ἀλλ’ ἵνα τὴν ἐπιθυμίαν
ἣν πάλιν ὤδινον, ἀποτέκω. εἶτα ἵνα μὴ τοῦτο πάλιν αὐτοὺς φυσήσῃ, σκόπει πῶς αὐτοὺς καταστέλλει, εἰπὼν, “ ὡς ἐὰν πορεύ- “ ωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόμενος θεάσασθαι ὑμᾶς.” ὁμοῦ τὲ γὰρ καὶ τὴν ἀγάπην δεῖξαι βούλεται, καὶ κωλύσαι θρύπτεσθαι ἐκείνους. διὸ καὶ συνεχῶς αὐτὰ τίθησι, καὶ ἐφεξῆς,
ἐναλλάττων τὰ ἑκατέρων τούτων κατασκευαστικά. διά τοι τοῦτο πάλιν, ἵνα μὴ λέγωσιν, ὁδοῦ πάρεργον ἡμᾶς ποιῇ; ἐπήγαγε, “ καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι.” τουτέστιν, ἵνα ὑμεῖς μοι μαρτυρήσητε, ὅτι οὐ καταφρονῶν ὑμῶν, ἀλλ’ ἑλκόμενος ὑπὸ τῆς χρείας, παρατρέχω. ἐπειδὴ δὲ καὶ τοῦτο ἔτι λυπεῖ, λιπαρώτερον αὐτὸ θεραπεύει, λέγων, “ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. τῷ μὲν γὰρ εἰπεῖν “ διαπορευόμενος,” δείκνυσιν οὐκ ἐφιέμενον αὐτῶν τῆς δόξης. τῷ δὲ εἰπεῖν “ ἐμπλησθῶ,” δείκνυσιν ἐρῶντα αὐτῶν τῆς ἀγάπης. καὶ οὐχ ἁπλῶς ἐρῶντα, ἀλλὰ καὶ σφοδρῶς.
διὸ οὐδὲ εἶπεν ἐμπλησθῶ, ἀλλὰ “ ἀπὸ μέρους. οὐδεὶς γάρ με χρόνος ἐμπλῆσαι δύναται, οὐδὲ ἐμποιῆσαί μοι κόρον τῆς συνουσίας ὑμῶν. καὶ τοῦτο δὲ τῆς πολλῆς αὐτοῦ φιλοστοργίας σημεῖον, τὸ τοῖς ῥήμασιν οὕτω θερμῶς κεχρῆσθαι. οὐδὲ γὰρ εἶπε θεάσωμαι, ἀλλ’ “ ἐμπλησθῶ.” τὰ τῶν γονέων μιμούμενος ῥήματα.
πρεσβύτερον. ἀπὸ πολλῶν γὰρ ἐτῶν, φησὶν, ἰδεῖν ὑμᾶς ἐπόθουν. Γενναδίου. Τὸ δὲ “ ἐμπλησθῶ ἀπὸ μέρους,” ἀντὶ τοῦ, κατὰ τὸν ἐνδεχόμενον ἐμπλησθῶ. ἣ τοῦτο εἶπεν, ὡς καὶ αὖθις πρὸς αὐτοὺς ἀφιξόμενος. ἐπείπερ οὐχ ἅπαξ εἰς τὴν Ῥώμην ἀφίκετο ὁ μακάριος Παῦλος.
ἔχων ἐν τοῖς κλίμασι τούτοις, καὶ ἐπιποθίαν ἔχω ἐκ πολλῶν ἐτῶν ἐΛθεῖν πρὸς ὑμᾶς, ἔμελλε δὲ ἔτι βραδύνειν· ἵνα μὴ νομίζηται διαχλευάζειν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν δι’ ἣν ἀναβάλλεται τέως. καὶ δοκεῖ μὲν τὴν πρόφασιν λέγειν τῆς μελήσεως. διὰ δὲ τούτων, καὶ ἕτερόν τι κατασκευάζει, τὸ προτρέψαι ἐκείνους εἰς
ἐλεημοσύνην. ἐπεὶ εἰ μὴ τοῦτο ἐβούλετο, ἤρκει εἰπεῖν, ὅτι προεύομαι εἰς Ἱερουσαλήν. νυνὶ δὲ καὶ τὴν αἰτίαν προστίθησι τῆς ἀποδημίας. μίας. πορεύομαι γάρ, φησιν, διακονῶν τοῖς ἁγίοις. καὶ ἐνδιατρίβει τῷ λόγῳ, καὶ λογισμοὺς κινεῖ λέγων, ὅτι ὀφειλέται εἰσί. καὶ ὅτι εἰ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι. ἵνα μάθωσιν ἐκεῖνοι τούτους ζηλοῦν. διὸ καὶ μάλιστα αὐτοῦ τὴν σοφίαν θαυμάσαι ἄξιον. ὅτι τοῦτον τῆς συμβουλῆς τὸν τρόπον ἐπενόησεν. οὕτω γὰρ μᾶλλον ἠνείχοντο, ἣ εἰ ἐν τάξει παραινέσεως εἶπε. καὶ γὰρ ἔδοξαν ὑβρίζεσθαι, εἰ εἰς
πρόσωπον αὐτῶν Κορινθίους παρήγαγεν εἰς μέσον καὶ Μακεδόνας. διὰ δὴ τοῦτο ἐκείνους μὲν οὕτω προτρέπει λέγων, “ γνωρίζω δὲ “ ὑμῖν τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ταῖς ἐκκλησίαις τῆς “ Μακεδονίας.” καὶ Μακεδόνας δὲ διὰ τούτων πάλιν, “ ὁ γὰρ ἐξ “ ὑμῶν ζῆλος,” φησὶν, “ ἠρέθισε τοὺς πλείονας.” καὶ διὰ Γαλατων
δὲ ὁμοίως τοῦτο ποιεῖ. ὡς ὅταν λέγῃ, “ ὥσπερ διέταξα ταῖς “ ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.” ἐπὶ δὲ Ῥωμαίων, οὐχ οὕτως, ἀλλ’ ὑπεσταλμένως μᾶλλον. καὶ σκόπει πῶς μεγαλοπρεπῶς ταῖς λέξεσι κέχρηται. οὐδὲ γὰρ εἶπε, πορεύομαι ἐλεημοσύνην φέρων, ἀλλὰ διακονῶν. εἰ δὲ Παῦλος διακονεῖ,
ἐννόησον ἡλίκον τὸ γινόμενον, ὅταν ὁ τῆς οἰκουμένης διδάσκαλος καταδέχηται ἀποκομίζειν. καὶ μέλλων εἰς Ῥώμην ἀποδημεῖν, καὶ οὕτως αὐτοὺς ἐπιποθῶν, τοῦτο ἐκείνου προτιμᾷ. εὐδόκησε γὰρ “ Μακεδονία καὶ Ἀχαΐα.” τουτέστιν, ἐδοκίμασαν, “ ἐπεθύμησαν “ κοινωνίαν τινά.” πάλιν οὐκ εἰπεν ἐλεημοσύνην, ἀλλὰ “ κοινω-
“ νίαν.” τὸ δὲ “ τινὰ,” οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ ἵνα μὴ δόξῃ τούτους ὀνειδίζειν. καὶ οὐκ εἶπεν ἁπλῶς εἰς τοὺς πτωχοὺς, ἀλλ’ “ εἰς τοὺς πτωχοὺς τῶν ἁγίων.” διπλῆν ποιῶν τὴν σύστασιν, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς, καὶ τὴν ἀπὸ τῆς πενίας. καὶ οὐδὲ τούτῳ μόνῳ ἠρκέσθη, ἀλλ’ ἐπήγαγεν ὅτι “ ὀφείλεται εἰσι.
Ιωάννην, τὰς συνθήκας ποιούμενοι οἱ θεσπέσιοι Βαρνάβας καὶ Παῦλος, καὶ τὴν τῶν ἐθνῶν διδασκαλίαν ἀναδεξάμενοι, ὑπέσχοντο προτρέπειν τοὺς πιστεύοντας τῶν ἐθνῶν, τῶν ἐν τῇ Ἰουδαίᾳ πιστῶν θεραπεύειν τὴν ἔνδειαν. καὶ τοῦτο ἐν τῇ πρὸς Γαλάτας διδάσκει σαφῶς, “ Πέτρος γάρ’ ἔφη, “ καὶ Ἰάκωβος καὶ Ἰωάννης, οἱ “ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινω- “ νίας, ἵνα αὐτοὶ μὲν εἰς τὴν περιτομὴν, ἡμεῖς δὲ, εἰς τὰ ἔθνη, “ μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν.” ὃ καί ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι. διατί δὲ ἐν τῷ παρόντι, οἱ μὲν πλουτοῦσιν, οἱ δὲ πένονται. ἢ πάντως ἰνα καὶ οἱ πλούσιοι χρηστότητος καὶ πιστῆς
οἰκονομίας μισθὸν δέξωνται, καὶ οἱ πένητες τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῶσιν. Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
τοῖς μείζοσιν ἐκοινωνήσατε φησὶ, καὶ τῶν δείπνων τῶν ἐκείνοις παρεσκευασμένων, ὑμεῖς εἰσελθόντες ἀπηλαύσατε, κατὰ τὴν τοῦ εὐαγγελίου παραβολὴν, ὀφείλετε καὶ τῶν σαρκικῶν κοινωνῆσαι, καὶ μεταδοῦναι αὐτοῖς. καὶ οὐκ εἶπε κοινωνῆσαι, ἀλλὰ “ λειτουρ- “ γῆσαι.” ἐν τάξει διακόνων αὐτοὺς καθιστὰς, καὶ τῶν βασιλεῦσι
τελούντων φόρους. καὶ οὐκ εἶπεν ἐν τοῖς σαρκικοῖς ὑμῶν, ὥσπερ ἐν τοῖς πνευματικοῖς αὐτῶν. τὰ μὲν γὰρ πνευματικὰ, ἐκείνων, τὰ δὲ σαρκικὰ οὐ τούτων μόνων, ἀλλὰ κοινὰ πάντων. τὰ γὰρ χρήματα, πάντων ἐκέλευσεν εἶναι, οὐχὶ τῶν κεκτημένων μόνων. Θεοδωρήτου. Ὅρα δὲ, ὅπως τὴν τῶν χρημάτων μετάδοσιν,
ἄνω μὲν κοινωνίαν, κάτω δὲ λειτουργίαν ἐκάλεσε. τῇ μὲν κοινωνίᾳ, τὴν ἀντίδοσιν ἀποφαίνων, τῇ δὲ λειτουργίᾳ, τὸν ὀφειλόμενον φόρον.
οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.
δὲ, ἀνέπαφα ταῦτα φυλάξει καὶ ἄσυλα. αὐτοῖς δὲ τοῖς Μακεδόσι λέγει καὶ Ἀχαιοῖς.
ἐν ὑμῖν τοῦ κατὰ Χριστὸς εὐαγγελίου τὴν παράκλησιν ἕξω τὲ καὶ παρέξω. μυρίων ἐπαίνων ἀξίου τοῦ κατὰ Χριστὸν ὑμῖν εὐαγγελίου τυγχάνοντος. ἶσον δέ ἐστι τούτῳ, τὸ, “ τοῦτο δέ ἐστι συμ- “ παρακληθῆναι ἐν ὑμῖν, διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τὲ καὶ ἐμοῦ·
“ εὐαγγελίου,” διὰ τοῦτο φαμὲν οὐ περὶ χρημάτων μόνων εἰρηκέναι, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων. ὡς ἃν εἰ εἰπεν, οἰδα δὲ ὅτι ἐρχόμενος ὄψομαι ὑμᾶς ἐν ἅπασιν εὐδοκιμοῦντας, καὶ κομῶντας τοῖς ἀγαθοῖς, καὶ μυρίων ἐπαίνων ἀξίους τῶν κατὰ τὸ εὐαγγέλιον. καὶ τοῦτο δὲ εἶδος συμβουλῆς θαυμαστὸν, τὸ προκαταλαμβάνειν
αὐτοὺς τοῖς ἐγκωμίοις. ὅταν γὰρ παραιτῆται ἐν τάξει παραινεσεως τοῦτο ποιεῖν, ἐπὶ τοῦτον ἔρχεται τῆς διορθώσεως τὸν τρόπον.
πρὸς ἀρετὴν καὶ πίστιν ὑμᾶς ἀλείψω.
γένηται τοῖς ἁγίοις· ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς, ἐν θελήματι Θεοῦ, καὶ συναναπαύσωμαι ὑμῖν. ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. ἀμήν.
εἶπον, ἵν ὅταν ἴδῃς αὐτὸν Πατρὸς καὶ Υἱοῦ μεμνημένον, ἢ Πατρὸς μόνου, μήτε τὸν Υἱὸν μήτε Πνεῦμα ἀθετῇς. καὶ οὐκ εἶπε Πνεύματος, ἀλλὰ ἀγάπης Πνεύματος. καθάπερ ὁ Χριστὸς ἠγάπησε τὸν κόσμον καὶ ὁ Πατὴρ, οὕτω καὶ τὸ Πνεῦμα. τι δέ ἐστιν ὃ παρακαλεῖς, εἰπέ μοι, “ συναγωνίσασθαι μοι ἐν ταῖς προσευχαῖς
“ ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν;” μέγας ἄρα ἀγὼν αὐτῷ προὔκειτο. διὸ καὶ τὰς εὐχας αυτων καλει. καὶ οὐκ εἰπεν ἰνα συμπλακω, ἀλλ’ “ ἵνα ῥυσθῶ.” ὡς ὁ Χριστὸς ἐκέλευσεν εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. ταῦτα δὲ λέγων ἐδείκνυ πονηρούς τινας λύκους ἐπιθησομένους αὐτῷ, καὶ θηρία μᾶλλον ἢ ἄνδρας. ἀπὸ δὲ τούτου,
καὶ ἕτερον κατεσκεύαζε, τὸ δεῖξαι ὅτι δικαίως ἀνεδέξατο τὸ διακονῆσαι τοῖς ἁγίοις· εἴγε τοσοῦτοι οἱ ἀπειθοῦντες, ὡς καὶ αὐτῶν εὔχεσθαι ῥυσθῆναι. οἱ γὰρ μεταξὺ τοσούτων ὄντες πολεμίων, καὶ λιμῷ ἀπόλλυσθαι ἔμελλον. διὸ ἀναγκαίως ἑτέρωθεν αὐτοῖς ἐκομίζετο. τί δέ ἐστιν, “ ἵνα ἡ διακονία μου εὐπρόσδεκτος γένηται τοῖς
“ ἁγίοις ;” ἵνα δεκτὴ γένηταί μου ἡ θυσία. ἵνα μετὰ προθυμίας ὑποδέξωνται τὰ διδόμενα. ὁρᾷς πῶς πάλιν ἐπῆρε τὸ ἀξίωμα τῶν λαμβανόντων· εἴ γε εὐχῶν δεῖται παρὰ δήμου τοσούτου εἰς τὸ δεχθῆναι τὰ πεμπόμενα; ἀπὸ δὲ τούτου δείκνυσι καὶ ἕτερόν τι. ὅτι οὐκ ἀρκεῖ τὸ δοῦναι ἐλεημοσύνην εἰς τὸ δεχθῆναι. ὅταν γὰρ
μετὰ ἀνάγκης τίς παρέχῃ, ὅταν ἐξ ἀδικίας, ὅταν πρὸς κενοδοξίαν, οἴχεται ὁ καρπός. ὥσπερ δὲ ἀρχόμενος ἔλεγεν, “ εἴ πὼς ἤδη ποτὲ “ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ πρὸς ὑμᾶς ἐλθεῖν,” οὕτω καὶ ἐνταῦθα ἐπὶ τὸ αὐτοῦ καταφεύγει θέλημα. καὶ φησὶ, ὅτι διὰ τοῦτο ἐπεύχομαι ῥυσθῆναι ἐκεῖθεν, ἵνα ταχέως ὑμᾶς ἴδω μεθ’ ἡδονῆς· μηδεμίαν ἐκεῖθεν ἐπισυρόμενος ἀθυμίαν. καὶ “ συν- “ ἀναπαύσωμαι ὑμῖν.” ὅρα πῶς πάλιν τὸ ἄτυφον δείκνυσιν. οὐ γὰρ εἶπε διδάξω ὑμᾶς, καὶ κατηχήσω, ἀλλ’ “ ἵνα συναναπαύσωμαι “ ὐμῖν.” καίτοι αὐτὸς ἦν ὁ ἀγωνιζόμενος καὶ πυκτεύων. πῶς οὑν
φησὶ “ συναναπαύσωμαι ;” χαριζόμενος αὐτοῖς κἂν τούτῳ, προθυμοτέρους ποιῶν, τῷ κοινωνοὺς ποιεῖν τῶν στεφάνων, καὶ δεικνύειν καὶ αὐτοὺς ἀγωνιζομένους καὶ πονοῦντας. εἶτα, ὅπερ ἀεὶ ποιεῖν εἴωθε, τὴν εὐχὴν μετὰ τὴν παραίνεσιν προστίθησι λέγων, “ ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν, ἀμήν.”
εὐφημίαις τὴν μακαρίαν ταύτην κεφαλὴν στεφανώσῃ; πρῶτον μὲν γὰρ, καὶ ᾔδει τὰ συμβησόμενα, καὶ προλέγει ταῦτα. καὶ γὰρ ἐν Μιλήτῳ τοῖς Ἐφεσίων ἔλεγε πρεσβυτέροις, “ ὅτι κατὰ “ πόλιν διαμαρτύρεταί μοι τὸ Πνεῦμα, ὅτι δεσμά με καὶ θλίψεις “ μένουσι.” καὶ τοῦ Ἀγάβου δὲ ταῦτα αὐτῷ προσειπόντος, καὶ
πάντων ὀδυρομένων, καὶ ἐπισχεῖν αὐτὸν πειρωμένων, ὁ θεῖος εἶπεν ἀνήρ· “ τί κλαίετε καὶ συνθρύπτετέ μου τὴν καρδίαν; ἐγὼ γὰρ “ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἕτοιμος εἰμὶ, ὑπὲρ τοῦ “ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ ἐνταῦθα προείρηκεν, ὅτι καὶ Ῥωμαίους ὄψεται καὶ Ἰσπανούς. προσέθηκε δὲ ὅτι
καὶ ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσεται. εἶτα ὡς ἀκριβῶς θεωρῶν καὶ τὴν τῶν Ἰουδαίων μανίαν, καὶ τὰς τούτων ἐζήτησε προσευχάς· οὐ μόνον ἕνεκα τῶν ἀπειθούντων, ἀλλὰ καὶ τῶν πιστευόντων. οὐδὲ γὰρ ἐκεῖνοι περὶ αὐτὸν φιλοστόργως διέκειντο, παραβάτην εἶναι τοῦ νόμου νομίζοντες. οὗ δὲ χάριν,
προστέθεικεν “ καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσ- “ δεκτὸς γένηται τοῖς ἁγίοις.” μετὰ μυρίων αὐτὰ συνέλεξε πόνων· παντοδαπὰς τοῖς μαθηταῖς παραινέσεις προσφέρων, καὶ τοὺς δεχομενους αγωνιᾳ’ μὴ τὸ μῖσος νικήσῃ τὴν χρείαν.
ἀλλὰ καὶ ὡς μὴ αὐτὸς ὣν ἀξιόχρεως πρὸς τὸ πεῖσαι, διὰ τοῦ Χριστοῦ ὑμᾶς, φησὶ, καὶ τοῦ Ἄγ’ ἴου Πνεύματος παρακαλῶ.
Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.