αὐτῇ ἐν ᾧ ἃν ὑμῶν χρήζῃ πράγματι· καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη, καὶ αὐτοῦ ἐμοῦ.
διάκονον εἰπών. τί ἐστιν “ ἐν Κυρίῳ ;” τουτέστι, διὰ τὸν Κύριον. τιμῆς ἀπολαύσῃ παρ’ ὑμῖν. ὁ γὰρ διὰ τὸν Κύριον δεχόμενος, κἂν μὴ μέγαν τινὰ δέξηται, μετὰ σπουδῆς δέχεται. ὅταν δὲ καὶ ἁγίαν, ἐννόησον ἡλίκης αὐτὴν ἀπολαῦσαι δίκαιον θεραπείας. διὰ τοῦτο προσέθηκεν, “ ἀξίως τῶν ἁγίων.” ὡς δεῖ, φησιν, τοὺς τοιούτους
ὑποδέχεσθαι, διπλῆν γὰρ ἔχει ἀφορμὴν τοῦ θεραπευθῆναι παρ’ ὑμῖν. καὶ τὸ, διὰ τὸν Κύριον δεχθῆναι, καὶ τὸ, αὐτὴν ἁγίαν εἶναι. ὄρα δὲ τὸ ἀνεπαχθές. οὐκ εἰπεν ἵνα αὐτὴν ἀπαλλάξητε ἐκ τῶν πειρασμῶν, ἀλλὰ “ παραστῆτε.” τουτέστι, τὰ παρ’ ὑμῶν εἰσενέγκητε, καὶ χεῖρα ὀρέξητε. “ καὶ ἐν ᾧ ἃν ὑμῶν χρήζῃ πρά-
“ γματι.” οὐκ ἐν οἷς ἃν, ἣ πάντως, ἀλλ’ ἐν οἷς ἃν ὑμῶν δέηται δεήσεται δὲ ἐν ἐκείνοις, ἐν οἷς ἃν ὑμεῖς ἦτε κύριοι. εἰτα πάλιν ὁ ἔπαινος ἄφατος. “ καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη καὶ “ αὐτοῦ ἐμοῦ.” εἶδες τὴν σύνεσιν; πρῶτον τὰ ἐγκώμια. εἶτα, μέσην τὴν παράκλησιν. εἶτα πάλιν τὰ ἐγκώμια τέθεικεν. ἑκατέρωθεν
περιστέλλων τὴν χρείαν τοῖς ἐπαίνοις τῆς γυναικὸς, τῆς μακαρίας ἐκείνης. πῶς γὰρ οὐ μακαρία, ἡ τοσαύτης ἀπολαύουσα παρὰ Παύλου μαρτυρίας; ἡ καὶ αὐτῷ βοηθῆσαι δυνηθεῖσα τῷ τὴν οἰκουμένην διορθώσαντι; τοσοῦτος γὰρ ὁ κολοφὼν αὐτῆς τῶν ἀγαθῶν. διὸ καὶ ὕστερον αὐτὸ τέθεικε, λέγων, “ καὶ αὐτοῦ ἐμοῦ. τουτέστι, τοῦ κήρυκος τῆς οἰκουμένης. τοῦτο τοσαῦτα παθόντος, του μυρίοις ἀρκοῦντος.
μεγίστη. ἄξιον τοίνυν θαυμάσαι τοῦ κηρύγματος τὴν ἰσχύν. ἐν ὀλίγῳ γὰρ χρόνῳ οὐ μόνον τὰς πόλεις, τῆς εὐσεβείας, ἀλλὰ καὶ τὰς κώμας ἐπλήρωσε. καὶ τοσοῦτον ἦν τῆς τῶν Κεγχρεῶν ἐκκλησίας τὸ σύστημα, ὡς καὶ γυναῖκα διάκονον ἔχειν, καὶ ταύτην, ἀοίδιμόν τε καὶ πολυθρύλλητον. τοσοῦτον γὰρ εἰχε πλοῦτον κατορθωμάτων,
ὡς καὶ παρὰ τῆς ἀποστολικῆς γλώττης τοιαύτας εὐφημίας καρπώσασθαι. προστασίαν δὲ ὡς οἶμαι λέγει, τὴν φιλοξενίαν καὶ κηδεμονίαν.
μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν· οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν. καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν.
“ αὐτοῖς ὁ Παῦλος. ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην.” τοῦτο δὲ, ὅταν δεικνύῃ τὴν γυναῖκα τὸν Ἀπολλῶ προσλαμβανομένην καὶ κατηχήσασαν τὴν ὁδὸν τοῦ Κυρίου. μεγάλα μὲν οὖν κἀκεῖνα. πολλῷ δὲ μείζονα ἅ φησιν Παῦλος. πρῶτον γὰρ συνεργοὺς αὐτοὺς καλεῖ· τῶν ἀφάτων πόνων καὶ τῶν κινδύνων δεικνὺς κοινωνούς. ἔπειτα
φησίν, “ ὅτι ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. εἶδες μάρτυρας ἀπηρτισμένους; καὶ γὰρ εἰκὸς ἐπὶ Νέρωνος μυρίους εἶναι τοὺς κινδύνους, ὅτε καὶ διετάξατο πάντας χωρίζεσθαι ἀπὸ τῆς Ῥώμης τοὺς Ἰουδαίους. εἰπὼν δὲ, “ οἷς οὐκ ἐγὼ μόνος “ εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,” δείκνυσι
τὴν φιλοξενίαν καὶ τὴν ἀπὸ τῶν χρημάτων λειτουργίαν. θαυμάζων αὐτοὺς ὅτι καὶ τὸ αἷμα αὐτῶν ἐξέχεαν, καὶ τὴν θυσίαν κοινὴν προέθηκαν ἅπασιν. ἵνα γὰρ μὴ δόξῃ κολακεύειν, λέγων ταῦτα, καὶ ἄλλους μάρτυρας ἄγει πολλῷ πλείους. οὕτω δὲ ἦσαν εὐδόκιμοι, ὅτι καὶ τὸν οἶκον αὐτῶν ἐκκλησίαν ἐποίησαν. διά τε τὸ πάντας ποιῆσαι πιστοὺς, καὶ διὰ τὸ τοῖς ξένοις αὐτὸν ἀνεῖσθαι πᾶσιν. οὐδὲ γὰρ ἁπλῶς εἴωθεν οἰκίας, ἐκκλησίας καλεῖν, εἰ μὴ πολλὴ ἡ εὐλάβεια, καὶ πολὺς ὁ τοῦ Θεοῦ φόβος ἐρριζωμένος ἐν αὐτῇ εἴη. διὰ τοῦτο καὶ Κορινθίοις ἔλεγεν, “ ἀσπάσασθε Ἀκύλαν καὶ Πρίσ-
“ Κίλλαν σὺν τῆ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.” ἔνι γὰρ καὶ ἐν γάμῳ ὄντα, θαυμαστὸν εἰναι καὶ γενναῖον. οἷον καὶ οὗτοι ἐτύγχανον· καὶτοι καὶ τὸ ἐπιτήδευμα εὐτελὲς ἔχοντες. σκηνοποιοὶ γὰρ ἦσαν.
τὴν κοινωνίαν τῆς τέχνης αἰνίττεσθαι, ὡς καὶ αὐτῶν ὄντων σκηνοποιῶν. ἀσπάζεται δὲ καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν, δηλοῦντος τοῦ λόγου τὴν τῆς εὐσεβείας αὐτῶν ὑπερβολήν. πάντας γὰρ ὡς εἰκὸς τοὺς οἰκείους τὴν ἄκραν ἀρετὴν ἐδίδαξαν, καὶ τὰς θείας λειτουργίας ἔνδον ἐπετέλουν προθύμως. τὴν δὲ Πρίσκιλλαν,
καὶ Πρίσκαν ἐστὶν εὑρεῖν ἐν τοῖς βιβλίοις λεγομένην.
ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.
εἶτα καὶ ἄλλο ἐγκώμιον, “ ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας.” ἣ γὰρ τοῦτο φησὶν, ὅτι τῶν ἄλλων ἁπάντων προεπήδησε καὶ ἐπίστευσεν. ὅπερ, οὐ μικρὸς ἔπαινος. ἣ ὅτι τῶν ἄλλων ἁπάντων, πλείονα ἐπιδείκνυται τὴν εὐλάβειαν. διὰ τοῦτο εἰπὼν, ὅτι ἔστιν “ ἀπαρχὴ τῆς “ Ἀχαΐας,” οὐκ ἐσίγησεν, ἵνα μὴ τὴν κοσμικὴν ὑποπτεύσῃς δόξαν,
ἀλλὰ προσέθηκεν, “ εἰς Χριστόν.” εἰ γὰρ ἐν τοῖς πολιτικοῖς πράγμασιν ὁ πρωτεύων μέγας εἶναι δοκεῖ καὶ λαμπρὸς, πολλῷ μᾶλλον ἐν τούτοις. ἐπεὶ οὖν εἰκὸς ἦν αὐτὸν ταπεινοῦ γένους εἰναι, λέγει τὴν ἀληθῆ εὐγένειαν καὶ τὴν προεδρίαν. ἐντεῦθεν αὐτὸν κοσμῶν· καὶ οὐχὶ Κορίνθου μόνον, ἀλλὰ καὶ ὁλοκλήρου ἔθνους φη-
σὶν αὐτὸν ἀπαρχὴν εἶναι. ὡσανεὶ, θύραν καὶ εἴσοδον τοῖς ἄλλοις γεγενημένον. οὐ μικρὸς δὲ τοῖς τοιούτοις ὁ μισθός. καὶ γὰρ καὶ τῶν ἑτέροις κατωρθωμένων, πολλὴν καρπώσεται τὴν ἀμοιβὴν ὁ τοιοῦτος. ἅτε καὶ ἐκείνοις πολὺ διὰ τῆι, ἀρχῆς συνεισενεγκών.
ὑμὰς.
καὶ εἰς ἑτέρους· Ἀποστόλων καὶ Εὐαγγελιστῶν ἀναδεξαμένη δρόμους. πῶς οὖν φησιν, “ γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω;” τῆς ἐν τῷ μέσῳ προεδρίας αὐτὴν κωλύων, καὶ θρόνου τοῦ ἐν τῷ βήματι, οὐ τοῦ λόγου τῆς διδασκαλίας. ἐπεὶ εἰ τοῦτο ἦν, πῶς ἔλεγε τῆ τὸν ἄπιστον ἄνδρα ἐχούσῃ; τί γὰρ οἰδας, γύναι, εἰ τον ἀνδρα
“ σώσεις ” πῶς ἐπέτρεπε παῖδας νουθετεῖν; “ σωθήσεται δὲ διὰ “ τῆς τεκνογονίας. ἐὰν ἐπιμένωσι τῆ πίστει, καὶ τῇ ἀγάπῃ, καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης.” πῶς ἡ Πρίσκιλλα τὸν Ἀπολλῶ κατήχει; οὐ τοίνυν τὴν ἰδίᾳ διάλεξιν γινομένην, ἐπ’ ὠφελείᾳ διακόπτων, τοῦτο ἔλεγεν, ἀλλὰ τὴν ἐν κοινῷ θεάτρῳ διδασκάλοις
πρέπουσαν. καὶ ὅταν πάλιν πιστὸς ὁ ἀνὴρ ᾖ, σφόδρα τὲ ἀπηρτισμένος, καὶ διδάσκειν αὐτὴν δυνάμενος, ὡς ἃν αὐτὴ σοφωτέρα ᾖ, οὐ κωλύει διδάσκειν καὶ διορθοῦν. καὶ οὐκ εἶπεν ἥτις πολλὰ ἐδίδαξεν, ἀλλ’ “ ἥτις πολλὰ ἐκοπίασε.” δεικνὺς ὅτι μετὰ τοῦ λόγου καὶ ἕτερα διηκονεῖτο, τὰ ἀπὸ τῶν κινδύνων, τὰ ἀπὸ τῶν χρημάτων,
τὰ ἀπὸ τῶν ἀποδημιῶν. λεόντων γὰρ θερμότεραι αἱ τότε γυναῖκες ἦσαν, διανεμόμεναι πρὸς τοὺς Ἀποστόλους τοὺς τοῦ κηρύγματος πόνους. διὰ τοῦτο καὶ συναπεδήμουν αὐτοῖς, καὶ τὰ ἄλλα πάντα διηκονοῦντο. καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ, ἠκολούθουν αἱ γυναῖκες, ἐκ τῶν ὑπαρχόντων αὐταῖς διακονούμεναι, καὶ θεραπεύουσαι τὸν
διδάακαλον.
ἀλλὰ καὶ λιμῷ παλαίων, καὶ θανάτῳ διηνεκεῖ, καὶ μυρίοις ἑτέροις δεινοῖς. ἐπεὶ οὖν καὶ τούτοις εἰκὸς ἦν αὐτῶ πολλῶν κοινωνῆσαι κινδύνων, συναιχμαλώτους αὐτοὺς καλεῖ. εἶτα, ἕτερος ἔπαινος. “ οἵτινες εἰσὶν ἐπίσημοι ἐν τοῖς Ἀπόστολοις.” καὶ τὸν Ἀποστόλους εἶναι, μέγα. τὸ δὲ καὶ ἐν τούτοις ἐπισήμους εἶναι,
ἐννόησον ἡλίκον ἐγκώμιον. ἐπίσημοι δὲ ἦσαν, ἀπὸ τῶν κατορθωμάτων. βαβαὶ πόση τῆς γυναικὸς ταύτης ἡ φιλοσοφία· ὡς καὶ τῆς τῶν Ἀποστόλων ἀξιωθῆναι προσηγορίας. καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ ἕτερον ἐγκώμιον προστίθησι λέγων, “ οἱ καὶ πρὸ ἐμοῦ “ γεγόνασιν ἐν Χριστῷ. καὶ γὰρ καὶ τοῦτο ἔπαινος μέγιστος, τὸ
προπηδῆσαι καὶ πρὸ τῶν ἄλλων ἐλθεῖν. σκόπει δέ μοι τὴν ἁγίαν ψυχὴν, πῶς κενοδοξίας ἦν καθαρά; μετὰ γὰρ τοσαύτην καὶ τηλικαύτην δόξαν, ἑτέρους ἑαυτοῦ προτίθησι· καὶ οὐκ ἀποκρύπτεται τὸ, υστερος αὐτῶν ἐλθεῖν.
προσηγόρευσεν. ὅπερ κατορθωμάτων δηλωτικόν.
ἀγαπητὸν περιέχει.
καταλέγει. καὶ τίνος ἕνεκεν οὐδαμοῦ, τὸν Κύριον μου, φησὶν, τὸν δεῖνα· ἣ τὸν δεσπότην μου; ὅτι ταῦτα ἐκείνων μείζονα τὰ ἐγκώμια. ἐκεῖνα μὲν γὰρ, τιμῆς ἐστι μόνον, ταῦτα δὲ, ἀρετῆς. καὶ τούτῳ δὲ αὐτῷ τετίμηκεν αὐτούς· οὐχ ὡς ἔτυχε τῷ πολλοὺς τῶν καταδεεστέρων, μετὰ τῶν ὑψηλοτέρων καὶ μεγάλων προσαγορεύειν.
τῷ μὲν γὰρ προσειπεῖν, καὶ μετ’ ἀλλήλων προσειπεῖν, καὶ ἐν τῇ αὐτῇ ἐπιστολῇ, πάντας ὁμοίως ἐτίμησε. τῷ δὲ τὰ ἰδιάζοντα ἑκάστου θεῖναι ἐγκώμια, τὴν ἰδιάζουσαν ἑκάστου παρέστησεν ἡμῖν ἀρετήν. ὡς μήτε φθόνον τεκεῖν, τῷ τοὺς μὲν τιμῆσαι, τοὺς δὲ, ἀτιμάσαι. μήτε ῥαθυμίαν καὶ σύγχυσιν ἐργάσασθαι, ἐκ τοῦ πάντας τῶν
αὐτῶν ἀξιῶσαι, οὐ τῶν αὐτῶν ὄντας ἀξίους.
οἵους τοὺς ἔμπροσθεν. διὸ οὐδὲ ὀνομαστὶ τῶν πάντων μέμνηται. καὶ τὸ προσῆκον μόνον αὐτοῖς ἀποδίδωσιν ἐγκώμιον, τὸ, πιστοὺς εἶναι. τοῦτο γάρ ἐστι “ τοὺς ὄντας ἐν Κυρίῳ.
ὡς ὄντας δήπουθεν καὶ ἄλλων οὐδέπω τοῦτο γεγενημένων.
ἐγκώμιον, τὸ, ἐνεργοὺς εἶναι διόλου. καὶ μὴ μόνον ἐνεργοὺς, ἀλλὰ καὶ κοπιᾶν. κόπον δὲ, τὸν τῆς φιλοξενίας λέγει, ἣ νηστείας, ἣ ἄλλης τινὸς ἀρετῆς.
τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ.
τὴν ἀρέτην.
ἡ φύσις αὐτὴν ἀπέφηνε μητέρα· τοῦ δὲ Παύλου, τῆς ἀρετῆς τὸ αἰδέσιμον.
προσηγορίας ἄξια.
καλεῖν. ὥσπερ οὖν καὶ τοὺς μετ’ αὐτοὺς, ἁγίους. “ ἀσπάσασθε,” γάρ φησιν, “ Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα, καὶ τὴν ἀδελφὴν “ αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.”
ταὐτὸν διάγοντες, δι’ ἣν εἶχον ἀρετὴν, τῆς ἀποστολικῆς προσρήσεως ἔτυχον.
θορυβοῦντα αὐτοὺς λογισμὸν, καὶ μικροψυχίας ἀφορμήν. ἵνα μήτε ὁ μέγας καταφρονῇ τοῦ ἐλάττονος· μήτε ὁ μικρὸς βασκαίνῃ τῷ μείζονι. ἀλλὰ καὶ ὑπεροψία καὶ φθόνος ἀπελαύνηται, τοῦ φιλήματος τούτου πάντα καταπραύνοντός τε καὶ ἐξισοῦντος. Θεοδωρήτου. Καὶ ἐπειδὴ ἀπὼν αὐτὸς αὐτοὺς οὐκ ἠδύνατο
περιπτύξασθαι, δι’ αὐτῶν τοῦτο ποιεῖ. παρακελευσάμενος αὐτοῖς ἀλλήλους ἀσπάσασθαι, καὶ ἀσπάσασθαι “ ἐν φιλήματι ἁγίῳ,” σεμνῷ, καὶ σώφρονι, καὶ εἰλικρινεῖ, καὶ παντὸς ἀπηλλαγμένῳ δόλου.
πάντας. ἀλλ’ ἐπειδὴ τινὲς ἐζήτησαν πολλάκις, τί δήποτε ἐν τῆ Ἐπιστολῇ ταύτῃ τοσούτους προσεῖπεν, ὅπερ ἐν ἑτέρᾳ οὐκ ἐποίησεν; ἐκεῖνο ἂν εἴποιμεν. ὅτι διὰ τὸ μηδέπω ἑωρακέναι Ῥωμαίους τοῦτο ποιεῖ. καίτοι γε φησὶν, οὐδὲ Κολοσσαεῖς εἶδε, καὶ οὐδὲν τοιοῦτον ἐποίησεν. ἀλλ’ οὗτοι, δοκιμότεροι τῶν ἄλλων ἦσαν, καὶ
ἐξ ἑτέρων πόλεων ἐκεῖ μεταστάντες, ὡς εἰς ἀσφαλεστέραν τινὰ καὶ βασιλικωτέραν πόλιν. ἐπεὶ οὖν ἐν ξένῃ διῆγον, καὶ ἔδει πολλῆς ἀπολαύειν ἀσφαλείας αὐτοὺς, καὶ τῶν αὐτῷ γνωρίμων ἦσαν τινὲς ἐξ αὐτῶν, οἱ δὲ καὶ διακονησάμενοι, πολλὰ καὶ μεγάλα ὑπὲρ αὐτοῦ παθόντες, εἰκότως αὐτοὺς συνίστησι διὰ τῶν γραμμάτων.
καὶ γὰρ οὐ μικρὰ ἦν ἡ Παύλου δόξα τότε. ἀλλὰ τοσαύτη, ὡς καὶ ἀπὸ γραμμάτων μόνων πολλὴν ἔχειν τὴν προστασίαν τοὺς τῶν γραφῶν ἀπολαύοντας. βουλόμενος τοίνυν αὐτοὺς εἶναι ἐν ἀδείᾳ καὶ τιμῇ, προσεῖπεν ἕκαστον, κατὰ τὸ ἐγχωροῦν καλλωπίζων αὐτοὺς.
τοιοῦτοι τῷ Κυρίῳ Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῆ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· χαίρω οὖν τὸ ἐφ’ ὕμιν.
δεικνὺς τὸ δολερὸν τῶν ἐπηρεαζόντων. ὡς γὰρ οὐκ αὐτόθεν ὄντων δήλων, φησίν. “παρακαλῶ ὑμᾶς σκοπει-ν.” τουτέστι περιεργά- ζεσθαι μετὰ ἀκριβείας, καὶ καταμανθάνειν καὶ διερευνᾶσθαι. τί- νας, εἶπέ μοι ; “τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν “διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας.” αὕτη γὰρ μάλιστα ἐκι
κλησίας ἀνατροπή· τὸ διηρῆσθαι. ἀπὸ γὰρ τῆς διχοστασίας, τὸ σκάνδαλον. ἡ δὲ διχοστασία, πόθεν ; ἀπὸ τῶν δογμάτων τῶν παρὰ τὴν διδαχὴν τῶν Ἀποστόλων. τὰ δὲ δόγματα τὰ τοιαῦτα, πόθεν ; ἀπὸ τοῦ γαστρὶ δουλεύειν, καὶ τοῖς ἄλλοις πάθεσιν. ὥστε οὐκ ἃν γένοιτο διχοστασία, εἰ μή τις παρὰ τὴν ἀποστολικὴν διδαχὴν
ἐπινοηθείη δόγμ” ὃ καὶ ἐνταῦθα δηλῶν, ἔλεγε, “παρὰ τὴν διδα- χήν. καὶ οὐκ εἶπεν, ἣν ἐδιδάξατε, ἀλλ’ ἣν ὑμεῖς ἐμάθετε. προκαταλαμβάνων αὐτοὺς, καὶ ἀκούσαντας καὶ καταδεξαμένους καὶ τι ποιήσομεν τοῖς τὰ τοιαύτα κακουργοῦσιν ; οὐκ εἶπεν ὄμοσε χωρεῖτε, καὶ πυκτεύετε, ἀλλ’ “ἐκκλίνατε ἀπ’ αὐτῶν. εἰ μὲν γὰρ
ἐξ ἀγνοίας ἢ πλάνης τοῦτο ἐποίουν, ἔδει διορθοῦν. ἐπειδὴ δὲ ἑκόντες ἁμαρτάνουσιν, ἀποπηδᾶτε. εἶτα κωμῳδῶν τοὺς τὰ τοιαῦτα τολ- μῶντας, λέγει καὶ τὴν αἰτίαν, ἀφ’ ἧς ταύτην ἐποίησαν τὴν διχο- στασίαν. “ οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ Ἰησοῦ Χριστῷ οὐ δουλεύ- “ οὖσιν, ἀλλὰ τῆ ἑαυτῶν κοιλίᾳ.” τοῦτο καὶ Φιλιππησίοις ἔλεγε περὶ αὐτῶν, “ ὧν Θεὸς ἡ κοιλία.” ἐνταῦθα δέ μοι τοὺς ἐξ Ἰουδαίων δοκεῖ αἰνίττεσθαι, οὓς μάλιστα ἀεὶ διαβάλλειν εἴωθε ὡς γαστριμάργους. καὶ ἡ μὲν ὑπόθεσις τῆς πλάνης, ἀυτὴ. ο δὲ τροπος
τῆς ἐπιβουλῆς, ἕτερον πάλιν νόσημα, ἡ κολακεία. “ διὰ γὰρ “ τῆς χρηστολογίας, φησὶν, ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.” καὶ καλῶς εἶπε “ χρηστολογίας.” μέχρι γὰρ τῶν ῥημάτων ἡ θεραπεία. ἡ δὲ διάνοια, οὐ τοιαύτη, ἀλλὰ δόλου γέμουσα. καὶ οὐκ εἶπεν ὑμᾶς ἐξαπατῶσιν, ἀλλὰ “ τὰς καρδίας τῶν ἀκάκων.” καὶ
οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ’ ὥστε ποιῆσαι ἀνεπαχθέστερον τὸ εἰρημένον, φησὶν, “ ἡ γὰρ ὑμῶν ὑπακοὴ, εἰς πάντας ἀφίκετο. τοῦτο δὲ ποιεῖ, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι, ἀλλὰ τοῖς ἐγκωμίοις προσκαταλαμβάνων, καὶ τῷ πλήθει τῶν μαρτύρων προκατέχων αὐτούς. οὐδὲ γὰρ ἐγὼ, φησὶν, μαρτυρῶ μόνος, ἀλλὰ καὶ πᾶσα ἡ
οἰκουμένη. καὶ οὐκ εἶπεν, ἡ γὰρ ὑμῶν σύνεσις, ἀλλ’ “ ἡ ὑμῶν “ ὑπακοή.” τουτέστιν, ἡ πειθώ. ὅπερ πολλὴν αὐτοῖς ἦν μαρτυροῦντος πραότητα. ἀλλὰ καὶ τὸ, “ χαίρω οὖν τὸ, ἐφ’ ὑμῖν,” οὐ μικρὸν ἐγκώμιον.
παραδόσεις, φυλαττομένους τὴν Ἰουδαϊκὴν τερατολογίαν. οὓς καλῶς οὐχὶ τῷ Χριστῷ δουλεύειν, ἀλλὰ τῇ ἑαυτῶν, ἔφη, κοιλίᾳ. διὰ τὸ μονονουχὶ τὴν εὐσέβειαν αὐτοὺς ἐν τῇ παρατηρήσει τῶν βρωμάτων ὁρίζεσθαι. οὔκουν καλῶς ἔχει ὑμῖν, φησὶν, διαβοηθεῖσιν ἐπὶ τῇ περὶ τὴν πίστιν εὐγνωμοσύνῃ, οὔτε αὐτοὺς τῆς εὐκλείας
ἀποστερῆσαι παρακρουσθέντας, οὔτε τὴν ἡμετέραν ὑπὲρ τῆς ὐμετέρας εὐδοκιμήσεως ἀμβλῦναι χαράν.
ῃτιασατο.
ἀφελεῖς δὲ καὶ ἀπανούργους ὑπάρχειν, καὶ κακίας ἁπλῶς ἀμαθεῖς.
ἐπιβουλὰς, ἥκιστα δὲ τοὺς ἀδικοῦντας ἀμύνεσθαι.
μετὰ περισκέψεως κ·αὶ κατανοήσεως τοῦ δυνατοῦ καὶ τῆς εὐοδίας ποιεῖν τί. ἀκεραιότης δὲ, τὸ μηδὲ εἰς ἔννοιαν ἐλθεῖν τοῦ ἀμύνασθαι τὸν ἐπιβουλεύοντα, ἐπιμένειν δὲ τῇ εὐεργεσίᾳ κατὰ τὸ, “ ὑμεῖς δὲ “ τὰ ἀγαθὰ ποιοῦντες, μὴ ἐκκακεῖτε.
τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν.
καταλύσει. καὶ οὐκ εἶπεν ὑποτάξει, ἀλλ’ ὃ μεῖζον ἐστὶ “ συν- “ τρίψει.” καὶ οὐκ ἐκείνους μόνον, ἀλλὰ καὶ τὸν στρατηγοῦντα αὐτῶν τὰ τοιαῦτα Σατανᾶν. καὶ οὐχ ἁπλῶς συντρίψει, ἀλλ’ “ ὑπὸ “ τοὺς πόδας ὑμῶν,” ὥστε αὐτοὺς τὴν νίκην ἄρασθαι, καὶ τῷ τροπαίῳ γενέσθαι λαμπρούς. καὶ ἀπὸ τοῦ χρόνου δὲ ἡ παραμυθία
πάλιν. ἐπήγαγε γὰρ, “ ἐν τάχει.” τοῦτο δὲ ὁμοῦ καὶ εὐχὴ καὶ προφητεία ἦν. ἀνέμνησε δὲ αὐτοὺς τῆς τοῦ Χριστοῦ χάριτος, εἰπὼν, “ ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μεθ’ ὑμῶν. ἵνα προθυμοτέρους ἐργάσηται. εἰ γὰρ τῶν πολὺ χαλεπωτέρων ἀπηλ- λάγητε, καὶ ἀπηλλάγητε χάριτι μόνον, πολλῷ μᾶλλον τῶν ἐλατ- τόνων ἀπαλλαγήσεσθε, ὅτε καὶ φίλοι γεγόνατε, καὶ τὰ παρ’ ἑαυτῶν συνεισηνέγκατε. ὁρᾷς πὼς οὔτε εὐχὴν χωρὶς ἔργων, οὔτε ἔργα χωρὶς εὐχῆς τίθησι ; μαρτυρήσας γὰρ αὐτοῖς τὴν ὑπακοὴν, τότε
ἐπηύξατο, δεικνὺς ὅτι ἀμφοτέρων δεόμεθα, καὶ τῶν παρ’ ἡμῶν, καὶ τῶν παρὰ τοῦ Θεοῦ· εἰ μέλλοιμεν μετὰ ἀκριβείας σώζεσθαι.
τᾶι, καὶ τὴν ἀνδρίαν αὐτοῦ παρίστησι λέγων, ὅτι “ἦγον αὐτὸν “ἐπὶ τοὺς πολιτάρχας βοῶντες.” καὶ τοὺς ἄλλους δὲ εἰκὸς εἶναι τῶν ἐπισήμων. οὐ γὰρ ἁπλῶς συγγενῶν μέμνηται, εἰ μὴ κατὰ τὴν εὐσέβειαν εἶεν ἐοικότες αὐτῶ.
στολὴν, ἐν Κυρίῳ.
σίας ὅλης.
ἃν ἐκεῖνος ἐκεῖ κατηχήθη. ὁ γὰρ πολλὰ τῶν ἐπιταγμάτων τοῦ Χριστοῦ σπουδάζων ὑπερβαίνειν, οὐκ ἃν τοῦτον παρέβη τὸν νόμον, τὸν κελεύοντα περιεργάζεσθαι τοὺς ὑποδεχομένους, καὶ παρὰ τοῖς ἀξίοις κατάγεσθαι.
πρὸς Κορινθίους ἐδίδαξεν ὁ Ἀπόστολος.
“ οἱ ἐκ τῆς Καίσαρος οἰκίας,” ἵνα δείξῃ ὅτι καὶ τῶν μεγάλων τὸ κήρυγμα ἥψατο, οὕτω καὶ ἐνταῦθα τοῦ ἀξιώματος μέμνηται· τὸ αὐτὸ τοῦτο κατασκευάζων, καὶ δεικνὺς ὅτι τῷ προσέχοντι, οὐδὲ πλοῦτος κώλυμα γίνεται, οὔτε ἀρχῆς φροντίδες, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν.
πανταχοῦ; καὶ γὰρ τὸν θεμέλιον ἐντεῦθεν κατέβαλε τῆς Ἐπιστολῆς, καὶ τὸν ὄροφον ἐντεῦθεν ἐπέθηκεν· ὁμοῦ καὶ ἐπευχόμενος τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων αὐτοῖς, καὶ πάσης ἀναμιμνήσκων τῆς εὐεργεσίας. τοῦτο γὰρ μάλιστα διδασκάλου γενναίου, τὸ μὴ λόγῳ μόνον, ἀλλὰ καὶ εὐχαῖς ὠφελεῖν τοὺς μαθητευομένους. διὸ
καὶ ἔλεγεν, “ ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου “προσκαρτερήσομεν.”
τῆς δεσποτικῆς ἀπολαύσωμεν εὐμενείας, καὶ τῶν ἐπηγγελμένων τύχωμεν ἀγαθῶν. χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. μεθ’ οὗ, τῷ Πατρὶ, σὺν τῷ Παναγίῳ Πνεύματι, δόξα πρέπει, τιμὴ καὶ μεγαλοπρέπεια, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἄμην.
Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.