ἀλλὰ κατὰ πνεῦμα.
ἐπιεικεστέρων ὁ νοῦς, τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος. ἀλύει δὲ σφόδρα καὶ ἀσθενῶν αἰσχύνεται· τό γε μὴν ἀποφορτίσασθαι τὴν ἀβούλητον ἁμαρτίαν, οὐδαμόθεν ἴσχει· δεινῶς κατεμπιπτούσης τῆς ἡδονῆς. ταύτῃ τοι καὶ ἀσθενεῖ πρὸς ἀντίστασιν οὐδὲν τὸ παράπαν διά γε τοῦ νόμου πρὸς τοῦτο ἐπικουρούμενος. ἀληθεύει
δὴ οὖν ὁ θεσπέσιος Παῦλος· εἰ τῷ μὲν νο·ὶ; δουλεύειν τῷ θειῷ διισχυρίσαιτο νόμῳ· τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. καὶ τοῦτο οἶμαί ἐστιν ὅπερ ἔφη· “τὸ γὰρ θέλειν παράκειται μοι. τὸ δὲ κατερ- “γάζεσθαι τὸ καλὸν, οὐ.” πάλαι μὲν οὖν, ὡς ἔφην, ἐνυπῆρχεν ἡμῖν τό γε ἧκον εἰς νοῦν, καὶ τὴν ἐν αὐτῷ θέλησιν, τὸ ἑλέσθαι
τῷ θείῳ δουλεύειν νόμῳ. κατεβιάζετο δὲ πρὸς ἁμαρτίαν ἡ σὰρξ, τὸ οἰκεῖον ὥσπερ ἀντανιστᾶσα θέλημα. ἦν οὐν ἄρα κατάκριμα τοῖς ἐθέλουσι μὲν ἀποπεραίνειν τὸ ἀγαθὸν, οὐ μὴν ἔτι καὶ δυνα- μένοις διὰ τὸ τυραννεῖσθαι τοῖς πάθεσιν. ἀλλ’ ἐν Χριστῷ πέ- παυται τὸ κατάκρινον· τουτέστιν, ἡ τῶν σαρκικῶν κινημάτων πλεονεξία.
“γάρ,” φησι, “νῦν κατάκριμα τοῖς ἐν Χριστῷ Ἰησοῦ, μὴ κατὰ “σάρκα περιπατοῦσιν·” ἀλλ’ οὐ πρότερον αὐτὸ εἴρηκεν. ἕως ἀνέμνησε πάλιν τῆς προτέρας καταστάσεως· πρότερον γὰρ εἰπὼν, “ἄρα “οὖν αὐτὸς ἐγὼ τῷ μὲν νο·ὶ· δουλεύω, νόμῳ Θεοῦ, τῇ δὲ σαρκὶ “νόμῳ ἁμαρτίας,” τότε ἐπήγαγεν· “οὐδὲν ἄρα κατάκριμα νῦν
“τοῖς ἐν Χριστῷ Ιησοῦ·” εἶτα ἐπειδὴ ἀντέπιπτεν αὐτῷ τὸ πολλοῦς καὶ μετὰ τὸ βάπτισμα ἁμαρτάνειν, διὰ τοῦτο πρὸς αὐτὸ ἐπείγεται, καὶ οὐχ ἁπλῶς φησι, “τοῖς ἐν Χριστῷ Ἰησοῦ,” ἀλλὰ “τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι.” δεικνὺς,ὅτι ἐκ ῥαθυμίας τὸ πᾶν λοιπὸν τῆς ἡμετέρας. δυνατὸν γὰρ νῦν, μὴ κατὰ σάρκα περιπατεῖν·
πατεῖν· τότε δὲ δύσκολον ἦν.
βούλησιν. πρόδηλον τοίνυν ὅτι Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον· τὸ καὶ νόμους ὁρίζον ἐν ἡμῖν. πρέπει δὲ οὐχ ἑτέρῳ νομοθετεῖν· ἀλλὰ μόνῳ Θεῷ.
τοῦ θανάτου.
οὕτω νόμον τοῦ Πνεύματος, τὸ Πνεῦμα φησίν. καίτοι καὶ τὸν Μώσεως, οὕτως ἐκάλεσέ λέγων· “οἴδάμεν ὅτι ὁ νόμος πνευ- “ματικός ἐστι.” τι οὖν τὸ μέσον; πολὺ καὶ ἄπειρον. ἐκεῖνος μὲν γὰρ πνευματικός. οὗτος δὲ, νόμος Πνεύματος. καί τι τοῦτο ἐκείνου διέστηκεν; ὅτι ὁ μὲν, ὑπὸ Πνεύμάτος ἐδόθη μόνον· οὗτος δὲ καὶ Πνεῦμα ἐχορήγει δαψιλὲς τοῖς ὑποδεχομένοις αὐτόν. διὸ καὶ ζωῆς αὐτὸν νόμον ἐκάλεσε· πρὸς ἀντιδιαστολὴν ἐκείνου τοῦ τῆς ἁμαρτίας· οὐ τοῦ Μωσαϊκοῦ. ὅταν γὰρ λέγῃ, “ἠλευθέρωσέ
“με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας,” οὐ τὸ, Μωσαϊκὸν νόμον λέγει ἐνταῦθα. οὐδαμοῦ γὰρ αὐτὸν νόμον ἁμαρτίας καλεῖ. πῶς γάρ; ὃν δίκαιον καὶ ἅγιον πολλάκις ὠνόμασε, καὶ ἁμαρτίας ἀναιρετικόν. ἀλλ’ ἐκεῖνον ’τον ἀντιστρατευόμενον τῳ νόμῳ του νόος. τοῦτον γὰρ τὸν χαλεπὸν κατέλυσε πόλεμον. θανατώσασα τὴν ἁμαρτίαν, ἡ τοῦ
Πνεύματος χάρις, καὶ ποιήσασα τὸν ἀγῶνα κοῦφον ἡμῖν, καὶ πρότερον στεφανώσασα. καὶ τότε, μέτα πολλῆς τῆς συμμαχίας, ἐπὶ τὰ παλαίσματα ἑλκύσασα ταῦτα· ὅπερ δὲ ἀεὶ ποιεῖ· ἀπὸ τοῦ Υἱοῦ εἰς τὸ Πνεῦμα μεταβαίνων· ἀπὸ τοῦ Πνεύματος, εἰς τὸν Υἱὸν καὶ τὸν Πατέρα. τῇ Τρίαδι πάντα τὰ ὑπὲρ ἡμῶν \λογιζόμενος·
τοῦτο καὶ ἐνταῦθα ἐργάζεται· καὶ γὰρ εἰπὼν, “τίς με “ῥύσεται ἐκ τοῦ σώματος τοῦ P θανάτου τούτου;“ἔδειξε καὶ τὸν Πατέρα διὰ τοῦ Υἱοῦ τοῦτο ποιοῦντα. εἶτα πάλιν τὸ Πνεῦμα τὸ Ἁγιον μετὰ τοῦ Υἱοῦ. “ὁ γὰρ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, “ἠλευθέρωσέ με,” φησὶν, “ἐν Χριστῷ Ἰησοῦ.”
“κὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ Πνεῦμα, ἐκ τοῦ Πνεύ- “μάτος θερίσει ζωὴν αἰώνιον.” οὐκοῦν ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ τὸ ἀποφέρον εἰς ζωὴν, ἦν μὲν ἐν ἡμῖν καὶ πάλαι. ἐδουλεύομεν γὰρ τῷ νοῒ, νόμῳ Θεοῦ. ἀλλ’ ἠρρώστησεν, ὡς ἔφην, τὸ ἀδρανὲς εἰς ἀντίστασιν· καὶ ταῖς τῆς
σαρκὸς ἐπιθυμίαις ἡττώμενος, κατεκρίνετο τῷ νόμῳ. ἐπειδὴ δὲ τὸ νοσεῖν ἀποβαλὼν, ἐρρώσθη διὰ Χριστοῦ· κατεσφραγίσμεθα γὰρ δι’ αὐτοῦ τῷ Ἁγίῳ Πνεύματι, καὶ τὴν ἐξ ὕψους δύναμιν ἠμφιέ- 1 σμεθα· ταύτῃ τοι καὶ λελυτρώμεθα· καὶ ὑπεζεύγμεθα μὲν οὐκέτι τῷ κακῷ, κεκλήμεθα δὲ, ὡς ἔφην, εἰς ἐλεύθερον ἀξίωμα. οὐκοῦν ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς, τουτέστι τὸ θέλημα τοῦ νοῦ, τὸ νενευκὸς εἰς ἀγαθοεργίαν, καὶ εἰς ζωὴν ἀποφέρον, ὅτε τὴν διὰ Χριστοῦ πεπλούτηκε χάριν, καὶ τῆς ἀσθενείας ἐκείνης ἀπήλλακται
τότε τῶν ἐξ ἁμαρτίας ἀλογήσας κακῶν, καὶ τοῦ τῆς σαρκὸς κατευμεγεθήσας νόμου, “ἠλευθέρωσέ με,” φησίν· οὐκ αὐτός που πάντως τὴν ἐλευθερίαν διδούς· γεγονὼς δὲ μᾶλλον ἡμῖν ἐλευθερίας πρόξενος, τῆς διὰ Χριστοῦ. ὥσπερ δὲ τοὺς ὑπὸ νόμον ὄντας τὸν τῆς ἁμαρτίας πᾶσά πὼς ἀνάγκη, καὶ τοῖς τοῦ θανάτου
καταδεσμεῖσθαι βρόχοις, οὕτω τοὺς ἔξω γεγονότας αὐτῆς, ἐλευθερωμένους τὲ διὰ Χριστοῦ, δεῖ δὴ πάλιν ἔξω τε εἶναι θανάτου, καὶ ἀμείνους ὁρᾶσθαι φθορᾶς, καὶ ζῆν ἐν ἁγιασμῷ.
Χριστὸν οἱ ὄντες, οὐκ εἰσὶν ὑπὸ ·κατάκριμα· ἐπειδὴ μὴ δὲ κατὰ σάρκα περιπατοῦσιν· εἰ γὰρ καὶ οἱ πάλαι τῇ μὲν διανοίᾳ ἕτοιμοι ἦσαν πληροῦν τὸν νόμον, ἀνθείλκοντο δὲ ἐπὶ τὴν ἁμαρτίαν διὰ τὸ ἀνέδην τρυφᾶν, καὶ κατὰ σάρκα ζῆν. ἀλλ’ οὐ πάσχουσι τοῦτο καὶ οἱ ἐν Χριστῷ περιπατοῦντες, ὡς μὴ τὸν νόμον φυλάσσοντες τὸν
κατακρίνοντα, καταφυγόντες δὲ ἐπὶ τὸν Κύριον τὸν μὴ κατακρίνοντα, ἀλλὰ ῥυόμενον ἀπὸ τῆς κατακρίσεως διὰ τοῦ λουτροῦ· καὶ ὅπερ οὐκ ἴσχυσεν ὁ νόμος ποιῆσαι Μώσεως, ῥύσασθαι ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, τοῦτο ὁ νόμος τοῦ Πνεύματος ἐν Χριστῷ ἐποίησε· τουτέστιν, ἡ χάρις τοῦ Κυρίου ἡ ζωοποιός. νόμον δὲ Πνεύματος
μάτος εἶπεν, ἀντιδιαστέλλων πρὸς τὸν νόμον τοῦ γράμματος.
“τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον.” νῦν δὲ γυμνότερον ὅτι Θεὸς εἴη τὸ Πνεῦμα ἔδειξε, βοῶν, “ὁ νόμος τοῦ Πνεύματος τῆς ζωῆς “ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέ Με.” ἵνα μὴ μόνον νομοθετοῦν εὑρίσκηται τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλ’ ἤδη καὶ Πνεῦμα ὑπάρχον ζωῆς. καὶ τίς ἡ ζωὴ, ἣ πάντως ὁ λέγων Χριστὸς, “ἐγὼ εἰμὶ ἡ
“ἀλήθεια καὶ ἡ ζωή;“νομοθετοῦντος τοιγαροῦν τοῦ Χριστοῦ, ὡς ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ φυσικῶς ὑπάρχον τὸ Πνεῦμα αὐτοῦ νομοθετεῖ.
σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ Θεοῦ πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.
εἰς θεωρίαν· ἰδιώτης δέ φησιν εἰναι τῷ λόγῳ. ταύτῃ τοι φαμὲν ἐρυθριῶντες οὐδέν· ὅτι τῇ συνθήκῃ τῶν προκειμένων λέξεων λείπει τί βραχὺ πρὸς ἐντελῆ διασάφησιν. ἐδεῖ γὰρ εἰπεῖν “τὸ γὰρ “ἀδύνατον τοῦ νόμου ἐν ᾧτ’ ἠσθένει διὰ τῆς σαρκὸς,” λέλυται τυχὸν ἣ πέπαυται. εἰτα προσενεγκεῖν τοῦ πράγματος τὴν ἀπόδοσιν, καὶ
τοῦ λελύσθαι συνάψαι τὸν τρόπον, προστιθέντα πάλιν· “ὁ γὰρ “Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, “καὶ περὶ ἁμαρτίας, κατήργηκε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ,” καὶ τὰ τούτοις ἐφεξῆς. ἐχούσης δὲ ὦδε τῆς τῶν λέξεων συνθήκης, κάταγε τὸν ἐνόντα σκοπὸν αὐτῷ, φέρε καταθρήσωμεν τῆς διὰ
Χριστοῦ θεραπείας τὸν τρόπον· πέπαυται δὲ ὅπως τὸ ἀδύνατον τοῦ νόμου νοοῖτο· καὶ ποίου νόμου; λεπτομυθεῖ γὰρ λίαν ὁ θεηγόρος ἐν τούτοις. ἀποδέχεται τοίνυν ὡς ὠφελεῖν εἰδότας τόν τε τοῦ Θεοῦ νόμον· φημὶ δὲ δὴ τὸν ἐν γράμμασι· καὶ τόν γε τοῦ Πνεύματος, κἀς ὃν ἐσχήκαμεν τὸ θέλειν τὸ ἀγαθόν. κἂν εἰ μὴ παρακέοιτο
τυχὸν τὸ δύνασθαι δρᾶν αὐτό. ἔφη γάρ· ὅτι” τὸ γὰρ θέλειν “παράκειται μοι· τὸ δὲ κατεργάζεσθαι τὸ καλὸν, οὔ.” πλεονεκτούσης δηλονότι τῆς ἁμαρτίας· καὶ τοῦ τῆς σαρκός μου νόμου καταστρέφοντος ὃς εἰς τὰ οἰκεῖα, καὶ οὐχ ἑκόντα τὸν νοῦν. κατὰ τὸν αὐτὸν δὲ οἶμαι τουτονὶ τρόπον, νοοῖτ’ ἃν εἰκότως νόμου τὸ ἀδύνατον· τοῦ τε ἐν γράμμασι καὶ διὰ Μώσεως, καθάπερ ἔφην ἀρτίως, καὶ μέντοι τοῦ ἐμφύτου καὶ ἐν ἡμῖν. καθ’ ὃν “καὶ τὰ ἔθνη, καὶ τοι “τὸν γραπτὸν οὐκ ἔχοντα νόμον, φύσει τὰ τοῦ νόμου ποιοῦντα “φαίνεται· καὶ νόμος εἰσὶν ἑαυτοῖς. ἐνδείκνυται γὰρ τὸ ἔρ-
“ γον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν.” καθὰ γέγραπται.
καὶ ἐν ἡμῖν, ὃν καὶ ὀνομάζει τοῦ πνεύματος· ἀπονένευκε μὲν εἰς τὸ ἀγαθόν· ἡττᾶται δὲ λίαν τοῦ πρὸς τὰ αἰσχίω καλοῦντος νόμου. οὐκοῦν τὸ ἀδύνατον· τουτέστι τὸ ἀσθενοῦν, εἴτε τοῦ ἐν γράμμασιν, εἴτε τοῦ ἐμφύτου νόμου, πέπαυται διὰ Χριστοῦ. νενεκρωμένης γὰρ τρόπον τινὰ τῆς σαρκὸς, καὶ οἷον ἀνῃρημένης τῆς ἐν ἡμῖν
ἡδονῆς, κατ’ οὐδένα τρόπον ὁ τοῦ πνεύματος, ἤτοι τού νοὸς, ἀσθενήσει νόμος. νενέκρωται δὲ τίνα τρόπον ἡ ἐν ἡμῖν ἁμαρτία, φέρε λέγωμεν ὡς ἔνι. ὁ γὰρ τοῦ Θεοῦ Λόγος ἐν εὐδοκίᾳ τοῦ Θεοῦ, καὶ Πατρὸς, ἐν ὁμοιώματι γέγονε σαρκὸς ἁμαρτίας· ἵνα τὴν ἁμαρτίαν κατακρίνῃ ἐν τῇ σαρκί· γέγονε γὰρ ἄνθρωπος, καθεὶς ἑαυτὸν
εἰς κένωσιν. καὶ ὁμοειδὲς μὲν ὅτι καὶ ὁμοφυὲς τοῖς ἡμετέροις σώμασι τὸ αὐτοῦ, πῶς ἃν ἐνδοιάσειέ τις; πλὴν τὰ μὲν τῶν ἄλλων ἁπάντων σώματα σάρκες ἃν λέγοιντο ἁμαρτίας, διά τε τὸ πεφυκέναι νοσεῖν τῶν ἐκτόπων ἡδονῶν τὴν γένεσιν· τὸ δέ γε σῶμα Χριστοῦ φαίη τίς ἃν, οὐχ ἁμαρτίας εἶναι σάρκα; μὴ γένοιτο.
ὁμοίωμα δὲ μᾶλλον σαρκὸς ἁμαρτίας. τουτέστι προσεοικὸς μὲν τοῖς ἡμετέροις σώμασιν· οὐ μὴν ἔτι καὶ νοσεῖν εἰδὸς σαρκικὴν ἀκαθαρσίαν· ίαν· ἅγιος γὰρ ἐκ μήτρας ὁ θεῖος ἐκεῖνος νεώς· καὶ ὅσον μὲν ἧκεν εἰς ἐννοίας τε καὶ λόγους τοὺς ἐν τῇ φύσει, κατοκνήσειεν ἃν οὐδεὶς ἐκεῖνο εἰπεῖν· ὡς ἐπείπερ ἦν σὰρξ, ἔσχεν ἃν ἐν
ἑαυτῇ τὸ ἴδιόν τε καὶ ἔμφυτον κίνημα. ἐπειδὴ δὲ ὁ πᾶσαν τὴν κτίσιν ἁγιάζων Λόγος κατῴκηκεν ἐν αὐτῇ, κατακέκριται τῆς ἁμαρτίας ἡ δύναμις. ἵνα καὶ εἰς ἡμᾶς διαβαίνῃ τὸ κατορθούμενον. μετεσχήκαμεν γὰρ αὐτοῦ πνευματικῶς τε καὶ σωματικῶς. ὅταν γὰρ καὶ ἐν ἡμῖν αὐλίζηται Χριστὸς διὰ τοῦ Ἁγίου Πνεύματος,
καὶ διὰ τῆς μυστικῆς εὐλογίας, τότε δὴ πάντως καὶ ἐν ἡμῖν ὁ τῆς ἁμαρτίας κατακρίνεται νόμος. ἀληθὲς οὖν ὅτι “τὸ ἀδύνατον “τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, πέπαυται διὰ Χριστοῦ.” κατακρίναντός τε καὶ κατηργηκότος τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν. πεπλήρωται γὰρ τὸ
δικαίωμα τοῦ νόμου. τουτέστιν ἡ δύναμις τῶν τεθεσπισμένων διὰ τοῦ νόμου. ἤγουν τὸ θέλημα τὸ βλέπον εἰς ἀρετήν. τοῦ ἐν ἡμῖν ὄντος κατ’ οὐδένα τρόπον ὡς ἔφην ἀσθενοῦντος νόμου ἔστι, διὰ τὸ τυραννεῖσθαι ταῖς ἐμφύτοις ἡδοναῖς. πεπλήρωται τοίνυν ἐν ἡμῖν τὸ δικαίωμα τοῦ νόμου τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι, ζῆν δὲ
μᾶλλον ἐθέλουσι πνευματικῶς.
“ἠσθένει.” οὐκ ἐν ᾧτ’ ἐκακούργει ἢ ἐπεβούλευε. καὶ οὐδὲ τὴν ἀσθένειαν αὐτῷ λογίζεται, ἀλλὰ τῇ σαρκὶ, λέγων· “ἐν ᾧ ἠσθένει “διὰ τῆς σαρκός.” σάρκα πάλιν αὐτὴν οὐχὶ τὴν οὐσίαν αὐτὴν καὶ τὸ ὑποκείμενον, ἀλλὰ τὸ σαρκικώτερον φρόνημα καλῶν· δι’ ὧν καὶ τὸ σῶμα καὶ τὸν νόμον ἀπαλλάττει κατηγορίας. οὐ διὰ
τούτων δὲ μόνον, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς. εἰ γὰρ ἐναντίος ἦν ο νόμος, πῶς ὁ χριστοὶ εἰς βοήθειαν αὐτοῦ παραγέγονε, καὶ τὸ δικαίωμα αὐτοῦ πληροῖ, καὶ χεῖρα ὤρεξε, κατακρίνας τὴν ἁμαρ- τίαν ἐν τῇ σαρκί; τοῦτο γὰρ ὑπολέλειπτο. ἐπειδήπερ ἐν τῇ ψυχῇ πάλαι ὁ νόμος αὐτὴν κατακρίνας ἦν. τί οὖν; τὸ μεῖζον ὁ νόμος
ἐποίησε, τὸ δὲ ἔλαττον ὁ τοῦ Θεοῦ μονογενής; οὐδαμῶς· μά- λιστα μὲν γὰρ κἀκεῖνο ὁ Θεὸς εἰργάσατο. ὁ τὸν φυσικὸν δεδωκὼς νόμον, καὶ τὸν γραπτὸν προσθείς. ἄλλως δὲ, οὐδὲν ὄφελος τοῦ μείζονος ἦν, τοῦ ἐλάττονος μὴ προσκειμένου. τί γὰρ ὄφελος εἰδέναι τὰ πρακτέα μὴ μετιόντα αὐτά; οὐδέν. ἀλλὰ καὶ μείζων
κατάκρισις. ὥστε ὁ καὶ τὴν ψυχὴν σώσας, οὗτός ἐστιν, ὁ καὶ τὴν σάρκα εὐήνιον ποιήσας. τὸ μὲν γὰρ διδάξαι εὔκολον. τὸ δὲ καὶ ὁδόν τινα δεῖξαι, δι’ ἧς μετ’ εὐκολίας ταῦτα ἐγίνετο, τοῦτο ἐστι τὸ θαυμαστόν.
οὕτως αὐτὴν ἀπαλλάξειε τῶν ἐπερεαζόντων. ὅπερ αὐτὸς ἐποίησε. καὶ υἱὸς ἀνθρώπου εἶναι ὁμολογήσας, καὶ παραστὰς αὐτὴ αὐτὴ r, καὶ κατακρίνας τὴν ἁμαρτίαν. οὐ τοίνυν ἐτόλμησεν αὐτὴν τυπτῆσαι λοιπόν. μᾶλλον γε ἐτύπτησε μὲν τῇ τοῦ θανάτου πληγῇ. τούτῳ δὲ αὐτῷ κατεκρίθη· καὶ ἀπώλετο, οὐχ ἡ τυπτηθεῖσα σὰρξ, ἀλλ’
ἡ τυπτήσασα ἁμαρτία. ὅπερ ἁπάντων ἐστὶ θαυμαστότατον. καὶ γὰρ εἰ μὴ ἐν τῇ σαρκὶ η νίκη γέγονεν, οὐχ οὐτῶ θαυμαστὸν ἢν. ἐπεὶ καὶ ὁ νόμος τοῦτο εἰργάζετο· τὸ δὲ θαυμαστὸν, ὅτι μετὰ σαρκὸς τὸ τρόπαιον ἔστη. καὶ η μυριάκις ὕπο τῆς ἁμαρτίας καταβληθεῖσα, αὐτὴ λαμπρὰν κατ’ αὐτῆς τὴν νίκην ἤρατο. ὅρα γὰρ
πόσα τὰ παράδοξα γέγονεν. ἕνα μὲν ὅτι οὐκ ἐνίκησεν ἁμαρτία τὴν σάρκα· ἕτερον δὲ, καὶ ἐνικήθη παρ’ αὐτῆς. οὐ γάρ ἐστιν ἶσον μὴ νικηθῆναι καὶ νικῆσαι τὴν ἀεὶ καταβάλλουσαν. τρίτον, ὅτι οὐ μόνον ἐνίκησεν· ἀλλὰ καὶ ἐκόλασε. τῷ μὲν γὰρ μὴ ἁμαρτεῖν, οὐκ ἐνικήθη. τῷ δὲ ἀποθανεῖν, ἐνίκησε καὶ κατέκρινεν αὐτήν· φοβερὰν
αὐτῷ τὴν σάρκα ἀποφήνας, τὴν πρότερον οὖσαν εὐκαταφρόνητ ὂν. οὕτω γοῦν καὶ αὐτῆς τὴν δύναμιν ἐξέλυσε, καὶ τὸν δι’ αὐτῆς εἰσενεχθέντα θάνατον ἀνεῖλεν. ἕως μὲν γὰρ ἁμαρτωλοὺς ἐλάμβανεν, ἐπῆγε τὴν τελευτὴν κατὰ τὸν τοῦ δικαίου λόγον. ἐπειδὴ δὲ ἀναμάρτητον εὑροῦσα σῶμα, τῷ θανάτῳ παρέδωκεν, ὡς ἀδικήσασα
κατεκρίθη.
ἁπλῶς ἰσχύι· καὶ ἐξουσίᾳ· ἀλλὰ καὶ τῷ τοῦ δικαίου λόγῳ. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν 2 “ἐν τῇ σαρκί. ὡς ἃν εἰ ἔλεγεν· ὅτι μέγα ἡμαρτηκυῖαν ἔλεγξε· καὶ τότε αὐτὴν κατεδίκασεν r. εἰ δὲ ἐν ὁμοιώματι σαρκός φησιν πέμψαι τὸν υἱὸν, μὴ διὰ τοῦτο ἄλλην ἐκείνην σάρκα εἶναι νόμιζε. ἐπειδὴ γὰρ εἶπεν ἁμαρτίας, διὰ τοῦτο καὶ τὸ ὁμοίωμα τέθεικεν. οὐδὲ γὰρ ἁμαρτωλὸν σάρκα εἶχεν ὁ Χριστός· ἀλλ’ ὁμοίαν μὲν τῆ
ἡμετέρᾳ τῇ ἁμαρτωλῷ, καὶ τῇ φύσει τὴν αὐτὴν ἡμῖν· ἀναμάρτητον δέ. ὥστε καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐκ ἦν πονηρὰ τῆς σαρκὸς ἡ φύσις· οὔτε γὰρ ἑτέραν ἀντὶ τῆς προτέρας λαβὼν ὁ Χριστός· οὔτε αὐτὴν ταύτην μεταβαλὼν κατ’ οὐσίαν, οὕτως αὐτὴν ἀναμαχέσασθαι παρεσκεύασεν. ἀλλ’ ἀφεὶς μένειν ἐπὶ τῆς αὐτῆς Φύσεως,
τὸν στέφανον ἀναδήσασθαι ἐποίησε κατὰ τῆς ἁμαρτίας· καὶ τότε αὐτὴν μετὰ τὴν νίκην ἀνέστησε s, καὶ θάνατον εἰργάσατο.
παθητὸς γενέσθαι κατηξίωσεν ἄνθρωπος. “περὶ ἁμαρτίας” δὲ, ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν ἤχθη εἰς θάνατον· καὶ ὑπὲρ ἡμῶν ὠδυνήθη· καὶ διὰ τὰς ἁμαρτίας ἐτραυματίσθη. καὶ ἐμαλακίσθη διὰ τὰς ἀνομίας ἡμῶν, ἵνα ἡμεῖς τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν.
παραδεξάμενος πρὸς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως. τὰ δὲ ἀπὸ κακίας πάθη, ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ῥυπαίνει, ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος· καὶ διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι αὐτὸν σαρκὸς ἁμαρτίας· ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἔλαβε, μετὰ τῶν Φυσικῶν
αὐτῆς παθῶν· ἁμαρτίαν δὲ οὐκ ἐποίησε.
ἁμαρτίας ἐστὶ σὰρξ, ἡ δίχα σπορᾶς ἀνδρὸς συστᾶσα τοῦ Κυρίου 3 σάρξ· κατὰ φύσιν μὲν ἔχουσα τὴν φθορὰν, καθ’ ἣν ἡμῖν ὅμοιος ἦν· κατὰ δύναμιν δὲ φύσεως τὴν ἀναμαρτησίαν, καθ’ ἣν ἡμῖν ἀνόμοιος ἢν.
Πνεύματος Ἁγίου· ὡς δύνασθαι λέγειν ἡμᾶς, οὐκ ἐσμὲν ἐν σαρκὶ ἀλλ’ ἐν Πνεύματι, καὶ κατὰ τοῦτο ἄρα κρείττων τῶν Ἀγγέλων, δι’ ὧν ὁ νόμος λελάληται.
σαρκὸς ἐν ἡμῖν κατορθῶσαι, ταύτην ἐν Χριστῷ παρέσχεν ἡμῖν ὁ Θεός. τὸν γὰρ Υἱὸν πέμψας τὸν αὐτοῦ, σάρκα τὴν αὐτὴν ἡμῖν ἔχοντα, παθητὴν τὲ καὶ ἁμαρτητικὴν, οὐχὶ τῷ ἁμαρτεῖν, ἀλλὰ τῷ ἱκανὴν εἶναι ὑποδέχεσθαι. ὁμοίωμα γὰρ σαρκὸς ἁμαρτίας, τὴν ἐνδεχομένην ἁμαρτῆσαι σάρκα φησί. ὡς καὶ τὸ “ ἐν ὁμοιώματι
“ἀνθρώπου γενόμενος,” ἀντὶ τοῦ, γενόμενος ἄνθρωπος. ταύτην οὖν ἔχοντα τὴν σάρκα, φησὶ, “ ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας “ περὶ ἁμαρτίας,” τουτέστιν, ἐφ’ ᾧ τὴν ἁμαρτίαν καταγωνίσασθαι, “ κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ἀνέπαφον αὐτῇ καὶ ἀνάλωτον παντελῶς διαφυλάξας αὐτήν.
πῶς οὖν ἐξῆρε ; κατακρίνας αὐτήν. οὐ γὰρ ἁπλῶς καὶ ἐξουσιαστικῶς· ἀλλ’ ὑπὸ δίκην ἀγαγὼν αὐτὴν, καὶ δείξας ἁλοῦσαν. πῶς οὖν ἑάλω καὶ ἥττηται ; ἐν τῇ σαρκὶ αὐτοῦ. προσιέναι γὰρ βουληθεῖσα καὶ μὴ ἰσχύσασα, ἑάλω καὶ ἥττηται.
τοῦ Πατρός· ἐπέμφθη γὰρ παρ’ αὐτοῦ, ὡς καὶ Παῦλος φησὶ, εἰπὲ, μηδὲν ἐνδοιάσας· ἀπεστάλη μὲν ἀλλ’ ὡς ἄνθρωπος. διπλοῦς γὰρ ἦν, ἐπεὶ καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγωνίασε καὶ ἐδάκρυσε, νόμῳ σώματος. εἰ δὲ καὶ ὡς Θεὸς, τί τοῦτο ; τὴν εὐδοκίαν τοῦ Πατρὸς ἀποστολὴν εἶναι νόμισον, ἐφ’ ὃν ἀναφέρει τὰ ἑαυτοῦ. καὶ ὡς ἀρχὴν τιμῶν ἄγχρονον, καὶ τοῦ μὴ δοκεῖν εἶναι ἀντίθεος.
νόμου πολιτείαν, διὰ τὸν ἐμποδίζοντα πονηρόν· ὃν διὰ τῆς ἑαυτοῦ σαρκὸς κατέκρινεν ὁ Χριστός· ἣν ὅταν ἀποβλέψῃ πρὸς τὸ αὐτῆς ἀναμάρτητον καὶ ὅσιον καὶ καθαρὸν, ὁμοίωμα σαρκὸς ὀνομάζει. ἔπεμψεν οὖν, φησι, ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, οὐκ ἐν ὁμοιώματι Ἀγγέλου, ἢ τινὸς ἄλλου, ἀλλ’ ἐν ὁμοιώματι σαρκός. ἵνα σαρκὸς
ἡττηθείσης ἐπὶ τοῦ Ἀδὰμ, σὰρξ καταγωνίσηται τὸν πονηρὸν ἐπὶ τοῦ Χριστοῦ. ἀπεστάλη δὲ ὁ Κύριος, διὰ τὴν ἐπικρατήσασαν τῶν ἀνθρώπων ἁμαρτίαν. τοῦτο γὰρ τὸ “ καὶ περὶ ἁμαρτίας·” ἀντὶ τοῦ, διὰ τὴν ἁμαρτίαν. παρέλκει δὲ τὸ “ καί.” ἣν κατέκρινεν ἐν τῇ σαρκὶ αὐτοῦ.
ἐπέταττεν ; ἀναμάρτητον εἶναι. τοῦτο τοίνυν κατόρθωται νῦν ἡμῖν διὰ τοῦ Χριστοῦ. καὶ τὸ μὲν ἀντιστῆναι καὶ περιγενέσθαι, γέγονεν ἐκείνου. τὸ δὲ ἀπολαῦσαι τῆς νίκης, ἡμέτερον. οὐκοῦν οὐχ ἁμαρτησόμεθα λοιπόν ; οὐχ ἁμαρτησόμεθα, ἃν μὴ σφόδρα ὦμεν ἐκλελυμένοι καὶ ἀναπεπτωκότες. διὸ καὶ προσέθηκε “ τοῖς μὴ
“ κατὰ σάρκα περιπατοῦσιν.” ἵνα γὰρ μὴ ἀκούσας ὅτι ἐρρύσατο ὁ Χριστὸς τοῦ πολέμου τῆς ἁμαρτίας, καὶ ὅτι τὸ δικαίωμα τοῦ νόμου πεπλήρωται ἐν σοί· τῆς ἁμαρτίας κατακριθείσης ἐν τῆ σαρκὶ, καταλύσῃς τὴν παρασκευὴν ἅπασαν. διὰ τοῦτο καὶ ἐκεῖ εἰπὼν “ οὐδὲν ἄρα κατάκριμα· τοῖς μὴ κατὰ σάρκα περιπατοῦσι.”
καὶ ἐνταῦθα λέγων, “ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν,” τὸ αὐτὸ τοῦτο ἐπήγαγε. μᾶλλον δὲ ούχί τοῦτο μόνον, άλλὰ καὶ πολλῷ πλέον. εἰπὼν γὰρ “ τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν,” 4 ἐπήγαγεν, ἀλλὰ “ κατὰ Πνεῦμα.” δεικνὺς ὅτι οὐ κακῶν δεῖ μόνον ἀπέχεσθαι, ἀλλὰ καὶ ἐν ἀγαθοῖς κομᾷν. τὸ μὲν γὰρ δοῦναι σοι τὸν στέφανον, ἐκείνου. τὸ δὲ κατασχεῖν δοθέντα, σόν. καὶ γὰρ ὅπερ ἦν δικαίωμα νόμου, τὸ μὴ γενέσθαι ὑπεύθυνον τῇ ἀρᾷ, τοῦτο ἤνυσέ σοι ὁ Χριστός. μὴ τοίνυν προδῷς τὴν τοσαύτην δωρεάν t.
δείκνυσι γὰρ ἐνταῦθά σοι, ὅτι οὐκ ἀρκεῖ τὸ λουτρὸν ἡμῖν εἰς σωτηρίαν, ἃν μὴ μετὰ τοῦ λουτροῦ ἄξιον ἐπιδειξώμεθα βίον τῆς δωρεᾶς. ὥστε πάλιν τῷ νόμῳ συνηγορεῖ ταῦτα λέγων. καὶ γὰρ καὶ μετὰ τὸ πεισθῆναι τῷ Χριστῷ, πάντα δεῖ ποιεῖν καὶ πραγματεύεσθαι. ὥστε τὸ ἐκείνου δικαίωμα μένειν ἐν ἡμῖν, ὅπερ ἐπλήρωσεν
ὁ Χριστὸς, καὶ μὴ διαφθαρῆναι.
πνεύματος, ζωὴ καὶ εἰρήνη. διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· τῷ γὰρ νόμῳ τοῦ ἑοῦ, οὐχ ὑποτάσσεται· οὐδὲ γὰρ δύναται.
“ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα,” ἐπήγαγεν, “ οἱ γὰρ “ κατὰ σάρκα ὄντες, τὰ τῆς σαρκὸς φρονοῦσιν. οἱ δὲ κατὰ πνεῦμα, “ τὰ τοῦ πνεύματος.” οὕτως καὶ ἀλλαχοῦ. “ εἰ πνεύματι ζῶμεν, πνεῦμα δὲ ἐνταῦθα τὴν χάριν λέγει τοῦ Πνεύματος. καὶ διδάσκει ὡς ὁ ταύτῃ ἑπόμενος, τὰ ταύτῃ ἀρέσκοντα φρονεῖ καὶ ποιεῖ.
ὁ δὲ τῇ σαρκὶ δουλεύων, τοῖς τοῦ σώματος δηλονότι πάθεσι, τὴν ἐλευθερίαν ἀφῄρηται. οὐκ εἶπε δὲ ἡ γὰρ σὰρξ, θάνατος, ἀλλὰ 5 “ τὸ φρόνημα τῆς σαρκός.” τουτέστι, τὰ τῶν παθημάτων σκιρτήματα. τῶν γὰρ ἡμαρτηκότων ὁ θάνατος ἐπιτίμιον. ὁ δὲ πνευματικῶς, φησι, ζῶν, τῆς πρὸς Θεὸν μεταλαγχάνει. μεταλαγχάνει. ἐκπεπολέμωται δὲ πρὸς Θεὸν τὸ φρόνημα τῆς σαρκός. τουτέστιν, ἡ τῶν παθῶν δυναστεία. οὐδὲ γὰρ οἷόν τε τὸν τὴν παθῶν δυναστείαν
καταδεξάμενον, τοῦ Θεοῦ τὴν θεραπείαν ἀσπάσασθαι, ἔτι τῇ ἁμαρτίᾳ δουλεύειν αἱρούμενον.
εἰς αἰῶνα καὶ τῶν ἄνωθεν ἀγαθῶν, τὸ διαβιοῦν ἑλέσθαι πνευματικῶς. εἰ γὰρ “ τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεὸν,” ὡς οὐκ ἀνεχόμενον τοῖς θείοις ὑπείκειν νόμοις· οὐ δὲ γὰρ δύναται. πῶς γὰρ ἀρέσει Θεῷ μυσαρὰ καὶ βέβηλος ἡδονή ; πάντως ὁ καθαρὸς ῥύπου καὶ παθῶν νοῦς, κατὰ τὸ δύνατον τῇ ἀνθρώπου φύσει, πρὸς
Θεὸν εἰρηνεύει.
αὐτῇ πάντα ἐπιτρέπομεν, καὶ τοὺς οἰκείους ὑπερβᾶσα ὀροὺς κατεξανασταίη τῆς ψυχῆς, τότε πάντα ἀπόλλυσι καὶ διαφθείρει. οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀμετρίαν καὶ τὴν ἐκ ταύτης ἀταξίαν. “ τὸ γὰρ φρόνημα,” φησὶ, “ τῆς σαρκός.” οὐκ εἶπεν ἡ τῆς σαρκὸς φύσις, οὐδὲ ἡ οὐσία τοῦ σώματος, ἀλλὰ τὸ
φρόνημα. ὅπερ διορθωθῆναι δύναιτ’ ἃν καὶ ἀναιρεθῆναι. τοῦτο δὲ λέγει, οὐ τῇ σαρκὶ διδοὺς λογισμὸν ἴδιον, ἄπαγε· ἀλλὰ τὴν παχυτέραν τῆς διανοίας ὁρμὴν ἐνδεικνύμενος, καὶ ἀπὸ τοῦ χείρονος αὐτὴν καλῶν. ὥσπερ οὖν καὶ σάρκα πολλάκις, ἄνθρωπον ὁλόκληρον, καὶ ψυχὴν ἔχοντα εἴωθε καλεῖν· φρόνημα δὲ τοῦ πνεύματος,
τὴν πνευματικὴν διάνοιαν λέγει. ὅπερ οὖν καὶ προιὼν φησὶ, “ ὁ “ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος.” καὶ δείκνυσι πολλὰ τὰ ἐκ ταύτης ἀγαθὰ, καὶ ἐν τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι. τῶν γὰρ κακῶν ὧν τὸ φρόνημα εἰσάγει τὸ σαρκικὸν, πολλῷ πλείονα ἀγαθὰ παρέχει τὸ πνευματικόν. ἅπερ ἐδή-
λωσεν εἰπὼν, “ ζωὴ καὶ εἰρήνη.” τὸ μὲν, πρὸς ἀντιδιαστολὴν τοῦ προτέρου· “τὸ γὰρ φρόνημα,’ φησὶ, “τῆς σαρκὸς, θάνατος· τὸ δὲ, πρὸς ἀντιδιαστολὴν τοῦ ἑξῆς. εἰπὼν γὰρ εἰρήνη, ἐπήγαγε, “διότι “τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν.” ὃ τοῦ θανάτου χεῖρον ἐστίν. εἶτα δείκνυσι, πῶς καὶ θάνατος καὶ ἔχθρα. “τῷ γὰρ νόμῳ
του Θεοῦ οὐχ ὑποτάσσεται οὐδὲ γὰρ δύναται.
εἶναι ὑποταγῆναι Θεῷ. καὶ ποία ἐλπὶς λοιπὸν σωτηρίας, εἰ ἀδύνατον κακὸν ὄντα γενέσθαι καλόν ; οὐ τοῦτο φησί. ἐπεὶ πῶς ὁ Παῦλος ἐγένετο τοιοῦτος ; πῶς ὁ λῃστὴς, καὶ μυρίοι ἕτεροι; οὐ τοῦτο τοίνυν φησὶ, ὅτι ἀδύνατον τὸν πονηρὸν γενέσθαι καλόν. ἀλλ’ ὅτι ἀδύνατον πονηρὸν μένοντα, ὑποταγῆναι Θεῷ. μεταβαλόμενον
μέντοι καλὸν γενέσθαι καὶ ὑποταγῆναι, ῥᾴδιον. οὐ γὰρ εἶπεν, ὅτι ἄνθρωπος οὐ δύναται ὑποταγῆναι Θεῷ, ἀλλ’ ὅτι ἡ πονηρὰ πρᾶξις, οὐ δύναται εἶναι καλή. ὅπερ οὖν καὶ ἐν τῷ εὐαγγελίῳ ἔλεγεν ὁ Χριστὸς, “οὐ δύναται σαπρὸν δένδρον, καλοὺς καρποὺς ποιεῖν,” οὐ τὴν ἀπὸ κακίας εἰς ἀρετὴν μεταβολὴν κωλύων, ἀλλὰ τὴν ἐν
τῇ κακίᾳ διατριβὴν λέγων, μὴ δύνασθαι φέρειν καρποὺς καλούς. ἐπεὶ ὅτι δύνατον μεταβληθῆναι, καὶ ἐξ ἄλλης ἔδειξε παραβολῆς. ὅταν εἰσάγῃ τὰ ζιζάνια γινόμενα σῖτον. διὸ καὶ ἐκριζῶσαι αὐτὰ κωλύει. “μήποτε γάρ,” φησι, “σὺν αὐτοῖς ἀνασπάσητε καὶ τὸν “ σῖταον.” τουτέστι, τὸν μέλλοντα γενέσθαι ἐξ αὐτῶν. φρόνημα
τοίνυν σαρκὸς, τὴν κακίαν φησίν. καὶ φρόνημα πνεύματος, τὴν χάριν τὴν δεδομένην· καὶ τὴν ἐνέργειαν, τὴν τῇ προαιρέσει κρινομένην τῇ χρηστῇ. οὐδαμοῦ περὶ ὑποστάσεως καὶ οὐσίας ἐνταῦθα διαλεγόμενος, ἀλλὰ περὶ ἀρετῆς καὶ κακίας. ὅπερ γὰρ οὐκ ἴσχυσας ἐν τῷ νόμῳ φησὶν, τοῦτο δυνήσῃ νῦν, ὀρθὰ βαδίζειν καὶ
ἀδιάπτωτα, εἰ τῆς τοῦ πνεύματος ἐπιλάβοιο βοηθείας. οὐ γὰρ ἀρκεῖ τὸ μὴ κατὰ σάρκα περιπατεῖν, ἀλλὰ δεῖ καὶ κατὰ Πνεῦμα βαδίζειν. u τοῦτο δὲ ἔσται, ἃν τῷ Πνεύματι τὴν ψυχὴν ἐκδῶμεν, καὶ 6 τὴν σάρκα πείσωμεν τὴν οἰκείαν τάξιν ἐπιγινώσκειν. οὕτω γὰρ καὶ αὐτὴν ἐργασόμεθα πνευματικήν. ὥσπερ οὖν ἐὰν ῥαθυμῶμεν, καὶ τὴν ψυχὴν ποιήσομεν σαρκικήν x.
εἰσὶ κατὰ πνεῦμα· οἱ τὰ τοῦ πνεύματος φρονοῦντες . τὰ δὲ φρονήματα τῆς σαρκὸς εἰσὶ, πορνεία, ἀσέλγεια, εἰδωλολατρίᾳ, καὶ τὰ ὅμοιαι ὅπερ αὐτὸ τοῦτο θάνατός ἐστι. τὰ δὲ τοῦ πνεύματος, ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, καὶ τὰ τούτοις ἀκόλουθα. ἅπερ ἔστι ζωή. καὶ ἤδη ἐν ζωῇ εἰσὶν οἱ τοιοῦτοι, καὶ ἐν εἰρήνῃ
εὐφραίνονται. ἀκόλουθον οὖν, τοὺς μὲν εἰς τὴν σάρκα σπείροντας θερίζειν φθοράν. τοὺς δὲ πνεύματι ζῶντας, σπείρειν εἰς τὸ πνεῦμα. ἀφ’ οὗ ἐστι θερίσαι ζωὴν αἰώνιον. πρὸς δὲ τούτοις, καὶ ἐχθροὶ εἰσὶ τοῦ Θεοῦ, οἱ τοῦ φρονήματος τῆς σαρκός. φρονοῦσι δὲ τὰ τῆς σαρκὸς, καὶ ὅσοι βούλονται πλουτεῖν, ἣ ἐπιθυμοῦσι δόξης.
καὶ οἱ κατὰ γράμμα ζῶντες Ἰουδαῖοι, καὶ τὴν ἐν σαρκὶ αὐχοῦντες περιτομὴν, οὗτοι τὰ τῆς σαρκὸς τοῦ νόμου φρονοῦσιν. οἱ δὲ κατὰ πνεῦμα Ἰουδαῖο· οἱ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν ποιοῦντες, οὗτοι φρονοῦσι τὰ τοῦ πνεύματος. καὶ ἐν μὲν τῷ φρονήματι τῆς σαρκὸς τοῦ νόμου, θάνατόν τις εὑρήσει καὶ ἔχθραν τὴν
εἰς Θεόν. ἐν δὲ τῷ φρονήματι τοῦ πνεύματος τοῦ νόμου, ζωὴν καὶ εἰρήνην. οἱ δὲ ἐν τῇ σαρκὶ τοῦ νόμου ὄντες, Θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλ’ οἱ ἐν τῳ πνεύματι του νόμου ὄντες. ἀμφότεροι γὰρ ἐπαγγελλόμεθα τὸν Μώσεως νόμον. ἀλλ’ ἐκεῖνοι μὲν, κατὰ σάρκα, ἡμεῖς δὲ, κατὰ πνεῦμα. διὸ ἐκεῖνοι σαρκικὰς ἡγοῦνται τὰς ἐπαγγελίας,
ἀκολούθως τῷ σαρκικῷ νόμῳ· ἡμεῖς δὲ πνευματικὰς, ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ, ἐν τοῖς ἐπουρανίοις.
ἀνθρώπου, οὐδόλως ἐστίν. ὥστε οὐδ’ ὑποτάσσεται. πῶς γὰρ ἃν τὸ μὴ ὃν, ἣ ἀντιστήσεται, ἣ ὑποταγῇ τινι; τίς οὖν ὑποτάσσεται; ὁ ἄνθρωπος ἐν ᾧ τὸ σαρκικὸν φρόνημα y; ἀλλ’ ἔτι μὲν τοῦ σαρκικοῦ 7 παρόντος φρονήματος, οὐδὲ ἐκεῖνος. καταβληθέντος δὲ διὰ μετα- νοίας καὶ ὑποχωρήσαντος, τότε ἐκεῖνος ἀγαθοεργεῖ, καὶ ὐποτάσσεται τῷ νόμῳ τοῦ Θεοῦ.
Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ἡμῖν.
ζέοντος τῷ πνεύματι, καὶ ἐπὶ ἀρετὴν σπεύδοντος, οὐ νοεῖται ὁ τοιοῦτος ἐν σαρκὶ, ἀλλ’ ἐν πνεύματι. καὶ εὐκόλως ποίει τὰ αρεστὰ τῶ Θεῶ.
κελεύεις ἐπ’ ἀρετὴν ἄγων ; ὁρᾷς πόσα ἄτοπα τίκτεται, ἐὰν ἁπλῶς λεγόμενα ἐκδεξώμεθα ; σάρκα γὰρ ἐνταῦθα, οὐ τὴν οὐσίαν φησὶ τοῦ σώματος, ἀλλὰ τὸν σαρκικὸν βίον, καὶ κοσμικὸν καὶ τρυφῆς καὶ ἀσωτείας γέμοντα. ’τον, ὀλὸν σάρκα ποιοῦντα του ἄνθρωπον. ὡσπερ γὰρ οἱ τῳ πνεύματι πτερούμενοι, καὶ τὸ σῶμα πνευματικὸν
ἐργάζονται· οὕτως οἱ γαστρὶ καὶ ἡδονῇ δουλεύοντες, καὶ τὴν ψυχὴν σάρκα ποιοῦσιν. οὐ τὴν οὐσίαν αὐτῆς μεταβάλλοντες, ἀλλὰ τὴν εὐγένειαν αὐτῆς ἀπολλύντες. καὶ οὗτος τῆς λέξεως ὁ τρόπος. καὶ ἐν τῇ παλαιᾷ πολλάκις κεῖται σάρκα σημαίνων τὸν παχὺν καὶ γεώδη βίον, καὶ ἡδοναῖς ἐμπεπληγμένον ἀτόποις. καὶ γὰρ
τῷ Νῶς φησὶ, “ οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώ- “ ποις τούτοις διὰ τὸ εἶναι αὐτοῖς σάρκας.” καὶ τοι καὶ αὐτὸς ὁ Νῶε σάρκα περίκειται z. ἀλλὰ οὐκ ἦν τοῦτο ἔγκλημα, τὸ περικεῖσθαι σάρκα. τοῦτο γὰρ τῆς φύσεως, ἀλλὰ τὸ τὸν σαρκικὸν ἀνηρῆσθαι βίον.
καὶ κληρονομεῖ τὴν αὐτοῦ βασιλείαν μετὰ σώματος ὡς ἀσώματος.
ἕνεκεν, φησὶν, οὐχ οὕτως εἶπεν, οὐδὲ τὴν διαφορὰν τέθεικεν; ἐπαίρων τὸν ἀκροατὴν, καὶ δεικνὺς, ὅτι οὐδ’ ἐν σώματι ἐστὶν ὁ ὀρθῶς βιῶν. ἐπειδὴ γὰρ τὸ ἐν ἁμαρτίᾳ μὴ εἶναι τὸν πνευματικὸν παντὶ που δῆλον ἦν, οὗτος τὸ μεῖζον τίθησιν· ὅτι οὐ μόνον οὐκ ἐν ἁμαρτίᾳ, ἀλλ’ οὐδὲ ἐν σαρκὶ λοιπόν ἐστιν ὁ πνευματικὸς ἄνθρωπος·
Ἄγγελος ἐντεῦθεν ἤδη γενόμενος καὶ πρὸς τὸν οὐρανὸν ἀναβὰς, καὶ λοιπὸν τὸ σῶμα ἁπλῶς περιφέρων. εἰ δὲ διὰ τοῦτο τὴν σάρκα διαβάλλεις, ἐπειδὴ τῷ ὀνόματι αὐτῆς τὸν σαρκικὸν καλεῖ βίον, καὶ τὸν κόσμιον οὕτω διαβαλῇ· ἐπειδὴ καὶ ἐντεῦθεν ἡ πονηρία καλεῖται πολλάκις, καθάπερ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός·
“ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου.” καὶ τὴν ψυχὴν δὲ ἀλλοτρίαν φήσειε τοῦ Θεοῦ, ἐπειδὴ τοὺς ἐν πλάνῃ ὄντας ψυχικοὺς ἐκάλεσεν. ἀλλ’ οὐ ταῖς λέξεσιν ἁπλῶς, ἀλλὰ τῇ γνώμῃ τοῦ λέγοντος πανταχοῦ δεῖ προσέχειν, καὶ τὴν ἀκριβῆ τῶν εἰρημένων εἰδέναι διαίρεσιν. τὰ μὲν γάρ ἐστιν, ἀγαθά· τὰ δὲ, κακά· τὰ δὲ,
μέσα. οἷον, ψυχὴ καὶ σὰρξ τῶν μέσων ἐστί· καὶ τοῦτο κἀκεῖνο γενέσθαι δυναμένη. τὸ δὲ πνεῦμα, τῶν ἀγαθῶν ἀεί. καὶ οὐδέ ποτε ἕτερόν τι γινόμενον. πάλιν τὸ φρόνημα τῆς σαρκὸς, τουτέστιν ἡ πονηρὰ πρᾶξις, τῶν ἀεὶ κακῶν· “τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑπο- “τάσσεται.’ ἃν τοίνυν τῷ βελτίονι δῷς τὴν ψυχὴν καὶ τὸ σῶμα,
ἐγένου τῆς ἐκείνου μερίδος. ἃν τῷ χείρονι, πάλιν τῆς ἐνταῦθα ἀπωλείας κατέστης κοινωνός· οὐ παρὰ τὴν φύσιν τῆς σαρκὸς καὶ 9 τῆς ψυχῆς, ἀλλὰ παρὰ τὴν γνώμην τὴν κυρίαν ἀμφότερα ταῦτα ἑλέσθαι.
ἐν σαρκί· ἀλλ’ ἀσώματοι περιῄεσαν; καὶ πῶς ἃν ἔχοι τοῦτο λόγον; ὁρᾷς ὅτι τὸν σαρκικὸν βίον ᾐνίξατο ; καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, ὑμεῖς οὐκ ἐστὲ ἐν ἁμαρτίᾳ; ἵνα μάθῃς ὅτι οὐχὶ τῆς ἁμαρτίας μόνον τὴν τυραννίδα ἔσβεσεν ὁ Χριστὸς, ἀλλὰ καὶ τὴν σάρκα κουφοτέραν καὶ πνευματικωτέραν ἐποίησεν· οὐ τῷ τὴν
φύσιν μεταβαλεῖν, ἀλλὰ τὸ πτερῶσαι μᾶλλον αὐτήν. καθάπερ γὰρ πυρὸς ὁμιλοῦντος σιδήρῳ, καὶ ὁ σίδηρος γίνεται πῦρ, ἐν τῇ οἰκείᾳ μένων φύσει, οὕτω καὶ τῶν πιστῶν καὶ πνεῦμα ἐχόντων, καὶ ἡ σὰρξ λοιπὸν πρὸς ἐκείνην μεθίσταται τὴν ἐνέργειαν· ὅλη πνευματικὴ γινομένη. b τὸ δὲ, “ εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν,”
ἀντὶ τοῦ, ἐπείπερ τέθεικε. πολλαχοῦ δὲ τοῦτο οὕτω τίθησιν. οὐκ ἀμφιβάλλων, ἀλλὰ καὶ σφόδρα πιστεύων. ὡς ὅταν λέγῃ, “εἴπερ “δικαιοι c, παρὰ τῷ Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβουσιν ἡμᾶς θλί- “ ψεις.” καὶ πάλιν, “ τοσαῦτα ἐπάθετε εἰκῇ. εἴ γε καὶ εἰκῆ.”
μεταβεβήκατε· ἀντὶ τῶν σαρκικῶν γεγενημένοι πνευματικοί. καὶ ἀναντίρρητον τοῦ λόγου τούτου τὴν ἀπόδειξιν ἔχων, “εἴπερ Πνεῦ- “ μὰ Θεοῦ,” φησι, “ οἰκεῖ ἐν ὑμῖν.” πότε γὰρ πρὸς τῷ τῆς υἱοθεσίας χαρίσματι, καὶ ἑτέρων ἐπὶ θαυματουργίᾳ χαρισμάτων ἀπήλαυον· τοῦ Πνεύματος αὐτοῖς διὰ τούτων καὶ περὶ τῶν τέως
ἀφανῶν πιστουμένου. ὅτι τοίνυν πρὸς τὴν πνευματικὴν, φησὶ, μετέστητε ζωὴν, ἡ τοῦ πνεύματος ἐγκατοικοῦσα χάρις ἀποχρώντως δηλοῖ.
τὸν νοῦν, καὶ μὴ ὑπτιοῦσθαι αὐτοὺς ὡς κατωρθωκότας. τὸ γὰρ ὀφρυῶσαι αὐτοὺς καὶ φυσιῶσαι, ὡς ἤδη ἔχοντας Πνεῦμα Θεοῦ, ἐπιβλαβὲς ἦν, καὶ τὴν σπουδὴν διακόψαι δυνατόν.
οὐδεμίαν ἔχει πρὸς τὸν Θεὸν κοινωνίαν. καὶ ἐπειδὴ ἱκανὸν ἦν τοῦτο τοὺς δεχομένους πλῆξαι, διὰ τῶν ἑξῆς θεραπεύει, “ εἰ δὲ Χριστὸς,” λέγων, “ ἐν ὑμῖν· τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίας.” τῇ γὰρ ἁμαρτίᾳ προσέταξε τὸ σῶμα γενέσθαι νεκρόν· ἀντὶ τοῦ, τὴν ἁμαρτίαν μὴ ἐνεργεῖν. πνεῦμα δὲ, τὴν ψυχὴν προσηγόρευσεν, ἐν τῷ,
“τὸ δὲ πνεῦμα ζωή·” ὡς πνευματικὴν ἤδη γεγενημένην. καὶ ταύτῃ μετιέναι τὴν δικαιοσύνην κελεύει· ἧς καρπὸς ἀξιέραστος ἡ ζωή.
σώματος, καὶ πάσης ἀτόπου σβεσθείσης ἡδονῆς. ἀδύνατον γὰρ ἐν ταὐτῷ καὶ κἄ ἕνα καιρὸν δικαιοσύνην εἶναι καὶ ἀδικίαν, ἁγιασμὸν τὲ καὶ ἀκαθαρσίαν. πνεῦμα δὲ φαμὲν τὸ ἀνθρώπινον. ἐν δὲ τῷ, “τὸ πνεῦμα, ζωή·” τῇ τοῦ Ἁγίου Πνεύματος ζωοποιούμενον χάριτι, καὶ τῇ πρὸς αὐτὸ κοινωνίᾳ πλουτοῦν δικαιοσύνην.
οὕτω γὰρ ἐσμὲν θείας φύσεως κοινωνοί. ἐνοικίζεται γὰρ ἐν ἡμῖν διὰ τοῦ Ἁγίου Πνεύματος ὁ Χριστός.
διὰ τῆς ἑνὸς Πνεύματος μετουσίας. εἰ τοίνυν γνωρίζεται Χριστὸς ἐν ὑμῖν, φησὶ, τῷ τοῦ Πνεύματος αὐτοῦ μετέχειν ὑμᾶς. ὃν τρόπον ἐστὶν ἀθανασίας ἀμέτοχον τὸ σῶμα διὰ τὴν ἁμαρτίαν, οὕτως αὖ θανάτου πόρρω διὰ τὴν δικαιοσύνην, τὸ πνεῦμα. πνεῦμα τὸ πνευματικὸν προσειπὼν σῶμα, ἐκ του μεθεκτοῦ τὸ μετέχον
καλέσας. ὥσπερ ἐν τοῖς εὐαγγελίοις, “ τὸ γεγενημένον,” φησὶν, “ἐκ τοῦ Πνεύματος, πνεῦμα ἐστί.”
Χριστόν. οὐ γάρ ἐστι Πνεύματος παρόντος, μὴ καὶ τὸν Χριστὸν παρεῖναι. ὅπου γὰρ ἃν μία τῆς τριάδος ὑπόστασις παρῇ, πᾶσα πάρεστιν ἡ τριάς. ἀδιασπάστως γὰρ ἔχει πρὸς ἑαυτὴν, καὶ ἥνωται μετὰ ἀκριβείας ἁπάσης.
διαφόρους ὑποστάσεις ἀπιδὼν, οὐ δεῖ, φησιν, Χριστὸν ἐνταῦθα τὸ πνεῦμα λέγειν. ἵνα μὴ συγχεθείη τὰ πρόσωπα. ὁ δέ γε μέγας Βασίλειος ἐν τῷ περὶ τοῦ Ἁγίου Πνεύματος λόγῳ, πρὸς τὴν τῆς ἐνεργείας τοῦ Υἱοῦ διὰ τοῦ Πνεύματος ἔκφανσιν ἀπιδὼν, Χριστὸν τὸ πνεῦμα ἐκάλεσεν, οὕτως εἰπών.
Βασιλείου. Ἐπεὶ πᾶσα ἡ ἐνέργεια τοῦ Υἱοῦ διὰ τοῦ Πνεύματος φανεροῦται, Κύριος ὀνομάζεται τὸ Πνεῦμα, καὶ Χριστὸς, τῷ τοῦ Χριστοῦ. ὡς ἄρτι μὲν ἐλέγομεν, “ ὁ δὲ Κύριος, τὸ Πνεῦ- “ μὰ ἐστίν εἴρηται δὲ καὶ τὸ, ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, “ἀλλ’ ἐν πνεύματι. εἴπερ πνεῦμα Θεοῦ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα
“Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.” εἶτα ἐπάγει ὁ Ἀπόστολος. “εἰ δὲ Χριστὸς ἐν ὑμῖν.” ἀντὶ τοῦ εἰπεῖν, ὅπερ ἀκόλουθον ἦν, εἰ δὲ τὸ πνεῦμα ἐν ἡμῖν.
ὥσπερ γὰρ οὐχ ἕτερόν τι ἐστὶ παρὰ τὸν ἄνθρωπον τὸ πνεῦμα αὐτοῦ, οὕτως οὐχ ἕτερόν τι παρὰ τὸν φύσει καὶ ἀληθῶς Θεὸν, τὸ Πνεῦμα αὐτοῦ. κἂν ἐν ὑπάρξει νοῆται τῇ καθ’ ἑαυτό. καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Πατὴρ, καὶ μέντοι καὶ ὁ Υἱός. ὅτι γὰρ ἐν ἡμῖν ὄντος τοῦ Πνεύματος, ὁ Υἱὸς ἐν ἡμῖν ἐστι, διὰ τὴν ταυτότητα
τῆς οὐσίας· καὶ ὅτι κατὰ φύσιν ἴδιον αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, πιστώσεται γράφων ὁ θεσπέσιος Παῦλος, “ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν “σαρκὶ, ἀλλ’ ἐν Πνεύματι. εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. 11 “εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. “εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα, νεκρὸν διὰ τὴν ἁμαρτίαν· “τὸ δὲ πνεῦμα, ζωὴ διὰ τὴν δικαιοσύνην.” σύνες οὖν ὅπως Πνεῦμα Θεοῦ λέγων αὐτὸ, καὶ Χριστὸν ὀνομάζει διὰ τὴν ταὐτότητα τῆς οὐσίας. ὅτε τοίνυν ὡς Χριστὸς ἐν ὑμῖν τὸ Πνεῦμα αὐτοῦ, πῶς ἃν
εἴη γενητὸν, Θεοῦ κατὰ φύσιν ὄντος τοῦ Υἱοῦ, καὶ ὁμοουσίου τῷ Πατρί;
Πνεῦμα γὰρ ἀποκαλέσας αὐτὸ Θεοῦ, εὐθὺς αὐτὸ καὶ Πνεῦμα λέγει Χριστοῦ. δεικνύων μὲν ὅτι πάντα τὰ τοῦ Πατρὸς ἴδια, διαβαίνει φυσικῶς καὶ ἐπὶ τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱόν. Χριστὸν δὲ πάλιν εὐθὺς τὸ Πνεῦμα καλεῖ, λέγων, “εἰ δὲ Χριστὸς ἐν “ ὑμῖν.” δεικνὺς οὐκ ἀλλότριον αὐτὸ τῆς τοῦ Λόγου φύσεως.
ἀλλ’ οὕτω, ἡνωμένον, εἰ καὶ ἔστιν ἰδιοσύστατον, ὡς αὐτὸ τὸ ὑπάρχειν ἐν Υἱῷ, καὶ τὸν Υἱὸν ἐν αὐτῷ διὰ τὴν τῆς οὐσίας ταυτό- τητα.
οὐκ ἐστιν αὐτοῦ.
τούτῳ γὰρ ἰσχυροτάτῳ πρὸς τὴν ἀσέβειαν ἐχρήσω. ἣ γὰρ υἱὸν ἣ κτίσμα κελεύεις νοεῖν. καὶ ὅτι μὴ υἱὸς ὠνόμασται, διὰ τοῦτο κτίσμα εἶναι βλασφημεῖς τὸ τῆς κτίσεως αἴτιον; τὸ τῆς κτίσεως ἁγιαστικὸν καὶ θεοποιόν; τὸ, Κυρίου καὶ Θεοῦ δοξαζόμενον ὀνόματι; τὸ τῶν θείων ἐνεργειῶν πληρωματικόν; εἴπερ οὖν ἀνάξιόν
σοι φαίνεται τῆς υἱοῦ προσηγορίας, ὡς ἀλλότριον Υἱοῦ καὶ Πατρὸς, σκέψαι πῶς υἱοὺς ἀπεργάζεται τοὺς ἁγιαζομένους. εἰ σὺ διὰ τὸ Πνεῦμα θεὸς, πῶς τὸ Πνεῦμα θεότητος ἀλλότριον; ἀντερωτήσεις δὴ πάλιν. διὰ τι δὴ τὸ τοῦ υἱοῦ μὴ εἴληφεν ὄνομα; κἂν σιωπήσωμεν οὐ βουλόμενοι τὰ τοῦ Θεοῦ περιεργάζεσθαι, νενικῆ-
σθαι τὴν τοῦ θείου πνεύματος δόξαν ὑπολαμβάνεις· διὰ τὸ, τὴν Υἱοῦ μὴ κεῖσθαι προσηγορίαν ἐπ’ αὐτοῦ. ὥσπερ οὐχὶ ταὐτὸν δυνάμενος ἀπαιτεῖσθαι. εἰ γὰρ ὁμολογεῖς διὰ τὸ πνεῦμα, υἱοὺς θέσει γενέσθαι μυρίους, διατί τὸ πνεῦμα μὴ δὲ θέσει προσαγορεύεται υἱός; κάλλιον δήπουθεν ὃν τῶν υἱοθετουμένων χάριτι δι’ αὐτοῦ.
καὶ διὰ τοῦτο μᾶλλον οὐκ ὀφεῖλον ἐλαττοῦσθαι διὰ τὴν προσ- ηγοριαν.
ἐξ υἱοῦ τὴν τριάδα τῆς θεότητος εἰς πλήθους ὑποψίαν προσῆγεν ἃν τοῖς ἀκούσασιν. ἕτοιμον γὰρ ἦν ὑπολαβεῖν, ὡς εἴπερ υἱὸς ἐξ υἱοῦ γεγέννηται, καὶ ἕτερος ἐκ τούτου πάλιν εἴη γεγεννημένος, καὶ πάλιν ἄλλος, καὶ ἐπὶ πλῆθος ἑξῆς. διὰ δὴ τοῦτο τὸ μὲν ἐκ Θεοῦ τὸ Πνεῦμα εἶναι, τρανῶς ἐκήρυξεν ὁ Ἀπόστολος λέγων, ὅτι
τὸ πνεῦμα τὸ ἐκ Θεοῦ ἐλάβομεν. καὶ τὸ δι’ υἱοῦ πεφηνέναι σαφὲς πεποίηκεν. Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτὸ καθάπερ Θεοῦ· καὶ νοῦν Χριστοῦ προσειπὼν, καθάπερ καὶ Θεοῦ Πνεῦμα ὡς τοῦ ἀνθρώπου. υἱὸν δὲ προσειπεῖν ἐφυλάξατο· ἵνα ἦ εἷς μὲν Πατὴρ ὁ Θεὸς, ἀεὶ δια- μένων Πατὴρ καὶ ὢν ἀιδίως, ὄ ἐστιν. εἰς ’δε Υἱὸς ἀιδίῳ γεννήσει
γεγεννημένος ἀνάρχως· ἀνάρχως· σὺν τῷ Πατρὶ ὣν, Υἱὸς ἀληθινὸς Θεοῦ· ἀεὶ ὣν ὁ ἐστι, Θεὸς Λόγος καὶ Κύριος. ἓν δὲ καὶ τὸ Πνεῦμα Ἅγιον· ἀληθῶς Ἅγιον Πνεῦμα· κατὰ τὸ γεγραμμένον, τὸ μετὰ Πατρὸς Υἱοῦ συνδοξαζόμενον. ὃ δὴ καὶ “ Πνεῦμα στόματος” ὀνομάζεται, παρὰ τῷ προφήτῃ Δαβίδ.
Πνεύματος.
γεται· καὶ μέχρι τούτου ὁ λόγος ἵστησι τὸ ἰδίωμα. τὸ δὲ Ἅγιον Πνεῦμα καὶ ἐκ τοῦ Πατρὸς λέγεται, καὶ τοῦ Υἱοῦ εἶναι προσμαρτυρεῖται. “ εἰ γάρ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὐκ ἔστιν “ αὐτοῦ,” φησὶν ἡ γραφή. οὐκοῦν τὸ μὲν Πνεῦμα τὸ ἐκ Θεοῦ ὃν, καὶ Χριστοῦ Πνεῦμα ἐστιν ὁ δὲ Υἱὸς ἐκ του Θεοῦ ὣν, οὐκέτι
καὶ τοῦ Πνεύματος, οὔτε ἐστὶν οὔτε λέγεται. οὐ δὲ ἀντιστρέφει ἡ σχετικὴ αὕτη ἀκολουθία· ὡς δύνασθαι κατὰ τὸ ἶσον ἀντιστραφῆναι τὸν λόγον.
τῆς καινῆς διαθήκης.
ἔχειν τὸν Χριστόν· τὸ τοῖς εὐαγγελίοις ἁμιλλᾶσθαι. τοῦτο γάρ ἐστι νεκρῶσαι τὴν σάρκα· τὸ ζωὴν ἀθάνατον ζῆν· τὸ ἐντεῦθεν ἤδη τῆς ἀναστάσεως ἔχειν τὰ ἐνέχυρα· τὸ μετ’ εὐκολίας τὸν τῆς ἀρετῆς τρέχειν δρόμον. οὐ δὲ γὰρ εἶπεν ἀργεῖν τὸ σῶμα λοιπὸν τῇ ἁμαρτίᾳ· ἀλλὰ καὶ νεκρὸν εἶναι· ἐπιτείνων τὴν εὐκολίαν τῶν
δρόμων. χωρὶς γὰρ πραγμάτων καὶ πόνων ὁ τοιοῦτος στεφανοῦται λοιπόν. διὰ τοῦτο, καὶ τῇ ἁμαρτίᾳ προσέθηκεν. ἵνα μάθῃς ὅτι τὴν πονηρίαν, ἀλλ’ οὐ τὴν φύσιν τοῦ σώματος καθάπαξ ἀνεῖλεν. εἰ γὰρ τοῦτο γένοιτο, πολλὰ καὶ τῶν τὴν ψυχὴν ὠφελῆσαι δυναμένων, ἀνήρηται. οὐ τοίνυν τοῦτο φησί· ἀλλὰ καὶ ζῶν καὶ μένον,
νεκρὸν εἶναι βούλεται. τοῦ d γὰρ τὸν υἱὸν ἔχειν· τοῦ τὸ πνεῦμα ἐν ἡμῖν εἶναι, σημεῖον ἐστὶ, τὸ μηδὲν τῶν ἐν τῇ σορῷ κειμένων σωμάτων διαφέρειν ἡμῶν τὰ σώματα πρὸς τὴν τῆς ἁμαρτίας ἐργασίαν. ἀλλὰ μὴ φοβηθῇς νέκρωσιν ἀκούσας· ἔχεις γὰρ τὴν ὄντως ζωήν· ἣν οὐδεὶς διαδέξεται θάνατος. τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος.
οὐκ εἴκει θανάτω λοιπόν. ἀλλ’ ἀναλίσκει θάνατον καὶ δαπανᾶ. καὶ ὅπερ ἔλαβεν, ἀθάνατον διατηρεῖ. διόπερ εἰπὼν “τὸ σῶμα 12 “ νεκρὸν,” οὐκ εἶπε τὸ πνεῦμα ζῶν· ἀλλὰ “ ζωή.” ἵνα δείξῃ καὶ ἑτέροις τοῦτο δυνάμενον παρασχεῖν. εἶτα πάλιν ἐπισφίγγων τὸν ἀκροατὴν, λέγει καὶ τὴν αἰτίαν τῆς ζωῆς, καὶ τὴν ἀπόδειξιν. αὕτη δέ ἐστιν ἡ δικαιοσύνη. ἁμαρτίας γὰρ οὐκ οὔσης, οὐδὲ θάνατος φαίνεται. θανάτου δὲ μὴ φαινομένου, ἀκατάλυτος ἡ ζωή.
ἐπειδὴ αὕτη μάλιστα τὸν ἀκροατὴν διήγειρεν ἡ ἐλπίς. καὶ βεβαιοῖ αὐτὴν ἀπὸ τῶν ἐπὶ Χριστοῦ συμβάντων. μὴ γὰρ δὴ φοβηθῇς, φησι, ὅτι νεκρὸν περίκεισαι σῶμα. ἔχει τὸ πνεῦμα, καὶ ἀναστησεται πάντως. τι οὑν τὰ μὴ ἔχοντα πνεῦμα σώματα; οὐκ ανισταται ἐκεῖ; καὶ πῶς ἅπαντας δεῖ παραστῆναι τῷ βήματι τοῦ
Χριστοῦ e; τί οὖν ἐστι τὸ λεγόμενον ; πάντες μὲν ἀναστήσονται. οὐ πάντες δὲ, εἰς ζωήν. ἀλλ’ οἱ μὲν, εἰς κόλασιν· οἱ δὲ, εἰς ζωήν. διὰ τοῦτο οὐκ εἶπεν ἀναστήσει, ἀλλὰ ζωοποιήσει. ὃ, πλέον τῆς ἀναστάσεως ἦν, καὶ τοῖς δικαίοις μόνον δεδωρημένον. καὶ τὴν αἰτίαν τῆς τοιαύτης τιμῆς τιθεὶς, προσέθηκε, λέγων, “διὰ τὸ
“ἐνοικοῦν αὐτοῦ Πνεῦμα ἐν ὑμῖν.’ ὥστε ἃν ἀπελάσῃς ἐνταῦθα ὣν, τοῦ Ἁγίου Πνεύματος τὴν χάριν· καὶ μὴ σώαν ἔχων αὐτὴν, ἀπέλθῃς, ἀπολῇ πάντως, κἂν ἀναστῇς.
κεκοινωνηκότας Χριστῷ, ἐχόμενόν ἐστι τὸ κοινωνῆσαι αὐτῷ δι’ αὐτὸ τοῦτο, καὶ τῆς ἐκ νεκρῶν εἰς θάνατον ζωὴν ἀναστάσεως.
τῶν νῦν ἐνοχλούντων παθημάτων γενήσεται. ποιήσει δὲ τοῦτο 13 αὐτὸς ὁ τῶν ὅλων Θεός. ὁ νῦν ἡμῖν τοῦ πνεύματος τὸν ἀγῶνα παρασχὼν φιλοτίμως. δέδωκε δὲ αὐτοῖς καὶ ἐνέχυρον τῆς ἀναστάσεως, τοῦ Χριστοῦ τὴν ἀνάστασιν, ἐδίδαξέ τε ἡμᾶς διὰ τῶν εἰρημένων, καὶ τὴν μίαν τῆς θεότητος φύσιν, τὸ γὰρ Πανάγιον Πνεῦμα, καὶ Θεοῦ προσηγόρευσε καὶ Χριστοῦ· οὐκ ἐπειδὴ κατὰ
τοὺς δυσωνύμους αἱρετικοὺς ἐκ τοῦ Θεοῦ διὰ τοῦ Υἱοῦ δεδημιούργηται. ἀλλ’ ἐπειδὴ ὁμοούσιον ἐστὶ Πατρὸς καὶ Υἱοῦ. καὶ ἐκ Πατρὸς μὲν ἐκπορεύεται, κατὰ τὴν τῶν εὐαγγελίων διδασκαλίαν. ἡ δὲ τούτου χάρις τοῖς ἀξίοις διὰ τοῦ Χριστοῦ χορηγεῖται.
Χριστὸς παρὰ τοῦ Πατρὸς, ἐνεργουμένης πέρι τὴν σάρκα αὐτοῦ τῆς ζωῆς, διὰ τοῦ Ἁγίου Πνεύματος, ὁ ἐστιν αὐτοῦ. ὅτι γὰρ αὐτὸς τὸν ἴδιον ἐζωοποίησε ναὸν, λέγει πρὸς Ἰουδαίους, “ λύσατε “τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. οὐκοῦν κἂν εἰ ἐγηγέρθαι λέγοιτο παρὰ τοῦ Πατρὸς, ἀλλ’ οὖν αὐτὸς ἦν
ὁ ἀνιστὰς, διὰ τοῦ Ἁγίου Πνεύματος. πάντα γὰρ ἐνεργεῖται τὰ θεοπρεπῆ παρὰ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐν Πνεύματι. ἐγερεῖ τοίνυν καὶ τὰ ἡμῶν σώματα ἐκ νεκρῶν ὁ Χριστός.
Πατρὸς, ὁμοίως δὲ καὶ τοῦ Υἱοῦ, ζωοποιόν ἐστι καὶ τὸ Πνεῦμα τὸ Ἅγιον. γράφει οὖν ὁ μακάριος Παῦλος, “παραγγέλλω σοι “ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα.” ἔφη δὲ καὶ ὁ Υἱὸς, “τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς φωνῆς ἀκούει, καὶ ἀκο- “ λουθοῦσί μοι. κἀγὼ δίδωμι αὐτοῖς ζωὴν αἰώνιον.” ὅτι δὲ καὶ
τὸ Πνεῦμα ζωογονεῖ, γράφει πάλιν ὁ Παῦλος, “ὁ ἐγείρας Χρι- “’στὸν Ἰησοῦν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα, “διὰ τοῦ ἐνοικοῦντος αὐτῷ Πνεύματος ἐν ὑμῖν.”
Θεοῦ τὴν ἐνέργειαν; οὐ γὰρ δή τις τοσοῦτον οἶμαι τοῦ φρονεῖν ὀρθῶς ἐκβήσεται, ὡς τολμῆσαι καὶ μόνον εἰπεῖν τὴν θείαν οὐσίαν δι’ ὀργάνων τινῶν ἔξωθεν εἰς τὸ εἶναι παρενεχθέντων διακονεῖσθαι, πρὸς ἐνέργειαν τὴν ἐξ αὐτῆς φυσικῶς διαβαίνουσαν πρός τινας τῶν ἐπιτηδείων πρὸς τὸ λαβεῖν. ἐπειδὴ δὲ ζωὴ μέν ἐστι κατὰ φύσιν ὁ Θεός· ζωοποιεῖ δὲ τὸ Πνεῦμα τὸ παρ’ αὐτοῦ χορηγούμενον, ἀνάγκη λοιπὸν ἐκ τῆς οὐσίας ὑπάρχειν ὁμολογεῖν αὐτὸ τῆς τοῦ Θεοῦ· πᾶσαν αὐτοῦ τήν τε δύναμιν καὶ τὴν ἐνέργειαν ἔχον. ὥσπερ ἃν εἰ ἐξ ὕδατος ἀτμὶς ἀναβαίνοι, καὶ δι’ ὧν ἐνεργεῖ
τοὺς παρ’ οἷς ἃν γένοιτο ψύχουσα, τοῦ ἐκπέμποντος αὐτὴν τὴν φύσιν σημαίνοι.
“τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖ ἐν ὑμῖν, ὁ “ἔγειρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ “ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.” τὸ ζωῆς οὖν Πνεῦμα τῆς κατὰ φύσιν, εἴη δήπου πάντως ἃν παρ’ αὐτὴν οὐχ ἕτερον. κατά γε τὸ ἀμωμήτως ἔχον εἰς ὀρθότητα λογισμῶν.
εἴη γὰρ ἃν ὅπως οὐ ζωὴ, τὸ ῥίζαν ἔχον τὴν ζωήν ; καὶ πηγὴν ὡσπερ τινα τὴν ἀκήρατον καὶ παντὸς ἐπέκεινα γενητοῦ, Θεοῦ φύσιν;
τὴν φύσιν, οὔτε τοῦ Υἱοῦ οὔτε τοῦ Πνεύματος. ὅτι μὴ τῆς ἑαυτοῦ κτίσεως ὁ Θεὸς ἐπιδεῖται πρὸς τὸ τὴν ἰδίαν ἐνέργειαν ἀποδιδόναι. ζωογονεῖ μὲν γὰρ ὁ Πατὴρ, ὥς φησιν ὁ Παῦλος, “ παραγ- “ γέλλω σοι ἐνώπιον τοῦ Θεοῦ, τοῦ ζωοποιοῦντος τὰ πάντα. ζωὴν δὲ δίδωσιν ὁ Χριστὸς ὁ λέγων, “τὰ πρόβατα τὰ ἐμὰ τῆς ἐμῆς
“φωνῆς ἀκούει. κἀγὼ ζωὴν αἰώνιον δίδωμι “ζωοποιούμεθα δὲ διὰ τοῦ Πνεύματος, ὥς φησι Παῦλος, “ὁ ἐγείρας Ἰησοῦν ἐκ “νεκρῶν, ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοι- “κοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.” ὥστε δῆλον, ὅτι οὐδέν ἐστι τὸ διάφορον ἐν τούτοις, ἀλλ’ ἐν ἅπασι τὸ ὁμοφυές.
πληκτικώτερον δὲ πολλῷ καὶ δυνατώτερον. εἰπών· “ὀφειλέται “ἐσμὲν τῷ Πνεύματι.” τῷ γὰρ εἰπεῖν, “ὅτι οὐκ ἐσμὲν ὀφειλέται “τῇ σαρκὶ,” τοῦτο ἐδήλωσε. καὶ πανταχοῦ τοῦτο κατασκευάζει· δεικνὺς ὅτι τὰ μὲν παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς γεγενημένα, οὐκ ὀφειλῆς ἦν, ἀλλὰ γυμνῆς χάριτος. τὰ δὲ παρ’ ἡμῶν μετὰ ταῦτα
γινόμενα, οὐκέτι φιλοτιμίας, ἀλλ’ ὀφειλῆς. καὶ γὰρ ὅταν λέγῃ. “τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώποων,” τοῦτο αἰνίττεται. καὶ ὅταν γράφῃ, “οὐκ ἐστὲ ἑαυτὼν,” τὸ αὐτὸ τοῦτο δηλοῖ f. δὴ καὶ ἐνταῦθα κατασκευάζων φησὶν, “ὀφειλέται ἐσμέν.” εἶτα ἐπειδὴ ἔλεγεν, “ὅτι οὐκ ἐσμὲν ὀφειλέται τῇ σαρκὶ,” ἵνα μὴ
τὰ λεγόμενα πάλιν εἰς τὴν τῆς σαρκὸς λάβῃς φύσιν, ἐπήγαγε, “τοῦ κατὰ σάμκα ζῇν.“ καὶ γὰρ πολλὰ αὐτῇ ὀφείλομεν. τρέφειν αὐτὴν, τὸ θάλπειν, τὸ ἀναπαύειν, τὸ θεραπεύειν νοσοῦσαν, τὸ περιβάλλειν, καὶ μυρία ἕτερα λειτουργεῖν. ἵνα οὖν μὴ νομίσῃς ὅτ’ ταύτην ταύτην ἀναιρεῖ τὴν διακονίαν, εἰπὼν, “ ὀφειλέται οὐκ ἐσμὲν
“τῇ σαρκὶ,’ ἐπήγαγε λέγων, “τοῦ κατὰ σάρκα ζῇν.” ἐκείνην γὰρ ἀναιρεῖ g τὴν σπουδὴν φησὶ, τὴν ἐπὶ ἁμαρτίαν ἄγουσαν· ὡς τά γε θεραπεύοντα αὐτὴν βούλομαι γίνεσθαι h. ὀφείλομεν γὰρ αὐτῇ τοῦτο· μὴ μέντοι κατὰ σάρκα ζῶμεν. τουτέστι, μὴ ποιῶμεν αὐτὴν κυρίαν τῆς ζωῆς τῆς ἡμετέρας. ἕπεσθαι γὰρ αὐτὴν ἀναγκαῖον,
οὐχ ἡγεῖσθαι i. καὶ κατασκευάσας ὅτι ὀφειλέται ἐσμὲν τῷ πνεύματι· εἶτα δεικνὺς, τίνων ὀφειλέται εὐεργεσιῶν, οὐ τὰ παρελθόντα λέγει k ἀλλὰ τὰ μέλλοντα· οὐ γὰρ οὕτως ἡ δοθεῖσα ἅπαξ εὐεργεσία ὡς ἡ προσδοκωμένη καὶ μέλλουσα ἐπάγεσθαι τοὺς πολλοὺς εἴωθε. καὶ τοῦτο προθέμενος, πρότερον ἀπὸ τῶν
φοβερῶν λυπεῖ, καὶ τῶν κακῶν τῶν γινομένων ἐκ τοῦ κατὰ σάρκα 14 ζῆν. οὕτω λέγων, “ εἰ γὰρ κατὰ σάρκα ζῆτε, μέλλετε ἀποθνή- “ σκειν·” τὸν θάνατον ἡμῖν αἰνιττόμενος τὸν ἀθάνατον ἐκεῖνον, τὴν ἐν τῇ γεέννῃ κόλασιν. μᾶλλον δὲ, εἴ τις ἀκριβῶς ἐξετάσειε τοῦτο, καὶ ἐν τῇ ζωῇ ταύτῃ τέθνηκεν ὁ τοιοῦτος 1. “ εἰ δὲ πνεύματι τὰς “πράξεις τοῦ σώματος θανατοῦτε, ζήσεσθε.” ὁρᾷς ὅτι οὐ περὶ φύσεως
διαλέγεται σώματος, ἀλλὰ περὶ πράξεων σαρκικῶν ; οὐ γὰρ εἶπεν, εἰ δὲ πνεύματι τὴν φύσιν τοῦ σώματος θανατοῦτε, ἀλλὰ τὰς πράξεις τὰς πονηράς. καὶ τοῦτο δῆλον ἐκ τῶν ἑξῆς. εἰ γὰρ τοῦτο ποιήσετε, “ ζήσεσθε,” φησί. καὶ πῶς ἔνι τοῦτο γενέσθαι, εἰ πέρι πασῶν ἢν ο λόγος αὐτῷ ; καὶ γὰρ τὸ ὅραν καὶ τὸ ἀκούειν,
καὶ τὸ φθέγγεσθαι, καὶ τὸ βαδίζειν, τοῦ σώματος πράξεις εἰσί. καὶ μέλλοιμεν αὐτὰς θανατοῦν; τοσοῦτον ἀφέξομεν m τοῦ ζῆν, ὅτι καὶ ἀνδροφονίας δώσομεν δίκην; ποίας οὖν φησιν πράξεις θανατοῦν; τὰς ἐπὶ πονηρίαν κινουμένας. ἃς οὐδὲ ἄλλως ἐστὶ θανατῶσαι, ἣ διὰ Πνεύματος n. ἃν γὰρ τοῦτο παρῇ, τὰ πάθη κατέπτηχεν.
εἶδες πῶς ἀπὸ τῶν μελλόντων, ὅπερ ἔμπροσθεν εἶπον, προτρέπει, καὶ δείκνυσιν ὀφειλέτας οὐκ ἀπὸ τῶν ἤδη γεγεννημένων μόνον· οὐ γὰρ τοῦτο μόνον ἐστὶ, φησὶν, τὸ κατόρθωμα τοῦ Πνεύματος, ὅτι τῶν παρελθόντων ἡμᾶς ἀφῆκεν ἁμαρτημάτων· ἀλλ’ ὅτι καὶ πρὸς τὰ μέλλοντα ἀχειρώτους ἡμᾶς κατασκευάζει,
καὶ ζωῆς ἀξιοῖ τῆς ἀθανάτου.
ὁρῶν. οὐ γὰρ εἶπε τὸ σῶμα θανατώσατε, ἀλλὰ “τὰς “πράξεις τοῦ σώματος.” τουτέστι, τὸ φρόνημα τῆς σαρκός· τὰ τῶν παθημάτων σκιρτήματα. ἔχετε γὰρ συνεργοῦσαν τὴν τοῦ Πνεύματος χάριν· καρπὸς δὲ τῆς νίκης ζωή.
Θεοῦ.
τὴν ψυχὴν ὑποβάλλει ταῖς τοιαύταις ἡνίαις. οὐ δὲ γὰρ ἐκείνην βούλεται αὐθεντεῖν, ἀλλὰ καὶ ἐκείνης τὴν ἐξουσίαν ὑπὸ τῆ τοῦ Πνεύματος ἔθηκε δυνάμει. ἵνα γὰρ μὴ τῇ δωρεᾷ τοῦ Θεοῦ θαρρήσαντες, τῆς μετὰ ταῦτα ἀμελήσωσι πολιτείας, φησὶν, ὅτι κἂν βάπτισμα λάβῃς, μὴ μέλλῃς δὲ Πνεύματι ἄγεσθαι, ἀπώλεσας
τὴν δεδομένην σοι ἀξίαν, καὶ τῆς υἱοθεσίας τὴν προεδρίαν. διὰ τοῦτο οὐκ εἶπεν, ὅσοι Πνεῦμα ἔλαβον, ἀλλ’ “ὅσοι Πνεύματι “ ἄγονται.” τουτέστιν, ὅσοι παρὰ πάντα τὸν βίον οὕτω πολιτεύονται, οὗτοι εἰσιν υἱοὶ Θεοῦ.
μὴ μεγαφρονεῖν. ἐπειδήπερ κἀκεῖνοι, υἱοὶ προσηγορεύθησαν. ἔρημοι γάρ εἰσι τῆς τιμῆς· τῆς τοῦ Παναγίου Πνεύματος ἄμοιροι τυγχάνοντες χάριτος.
μὲν] ἀπηλλάχθαι τῆς ἐν νόμῳ καὶ γράμματι, μεταφοιτῆσαι δὲ μᾶλλον εἰς ἐλευθερίαν, καὶ μαρτυρεῖσθαι τῷ τῆς υἱοθεσίας Πνεύματι. ὅτι δὲ εἰσὶν υἱοὶ Θεοῦ, καὶ ἐν αὐτῷ τῷ τῆς υἱοθεσίας Πνεύματι διακεκράγασιν “ἀββᾶ ὁ Πατήρ.
πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν ἀββᾶ ὁ πατήρ,
“ἡ υἱοθεσία,” κατασκευάζει λοιπὸν ὅσον τὸ μέσον ἐκείνης καὶ ταύτης τῆς τιμῆς. εἰ γὰρ καὶ τὰ ὀνόματα τὰ αὐτά φησιν, ἀλλ’ οὐ τὰ πράγματα τὰ αὐτά. καὶ σαφῆ παρέχεται τούτων ἀπόδειξιν, καὶ ἀπὸ τῶν κατορθούντων καὶ ἀπὸ τῶν δεδομένων, καὶ ἀπὸ τῶν μελλόντων ἔσεσθαι τὴν σύγκρισιν εἰσάγων. καὶ πρότερον δείκνυσι, τίνα ἦν τὰ ἐκείνοις δεδομένα. τίνα οὖν ταῦτα ἦν; πνεῦμα δουλείας. εἶτα ἀφεὶς εἰπεῖν τὸ ἀντιδιαστελλόμενον τῇ δουλείᾳ, τουτέστι πνεῦμα ἐλευθερίας, τὸ πολλῷ μεῖζον τέθεικε, τὸ τῆς υἱοθεσίας· δι’ οὗ, κακεῖνο συνεισήγετο εἰπὼν, “ἀλλ’ ἐλάβετε
“Πνεῦμα υἱοθεσίας.” ἀλλὰ τοῦτο μὲν δῆλον. τὸ δὲ πνεῦμα τῆς δουλείας τί ποτέ ἐστιν, ἄδηλον. οὐκ ἀσαφὲς δὲ μόνον ἀλλὰ καὶ σφόδρα ἄπορον τὸ εἰρημένον. πνεῦμα γὰρ οὐκ ἔλαβεν ὁ τῶν Ἰουδαίων δῆμος. τί οὖν ἐνταῦθα φησίν; τὰ γράμματα οὕτως ἐκάλεσεν ἐπειδὴ πνευματικὰ ἦν. ὥσπερ οὖν καὶ τὸν νόμον πνευματικὸν
καλεῖ. καὶ τὸ ὕδωρ τὸ ἀπὸ τῆς πέτρας, καὶ τὸ μάννα· “πάντες “ γάρ,” φησι, “τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον. καὶ πάντες “τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον.” καὶ τὴν πέτραν δὲ οὕτως ὀνομάζει λέγων, “ἔπινον δὲ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. ἐπειδὴ γὰρ ὑπὲρ φύσιν πάντα ἦν τὰ τελούμενα, πνευματικὰ αὐτὰ
ἐκάλεσεν. οὐκ ἐπειδὴ πνεῦμα ἔλαβον οἱ μετέχοντες αὐτῶν τότε.
οἰκέταις. καὶ πολὺς πανταχόθεν ὁ φόβος, πρὸ τῆς ὄψεως ἀκράζων· καὶ περὶ τὰ σώματα οἱ καθαρμοί· καὶ μέχρι τῶν πράξεων ἡ ἐγκράτεια. παρὰ δὲ ἡμῖν, οὐχ οὕτως. ἀλλὰ καὶ λογισμὸς καὶ συνειδὸς ἐκκαθαίρεται. οὐ γὰρ λέγει, μὴ φονεύσῃς μόνον, ἀλλὰ μὴ δὲ ὀργισθῇς. ἵνα μηκέτι τῷ φόβῳ τῆς κολάσεως τῆς παρούσης,
ἀλλὰ τῷ πόθῳ τῷ πρὸς αὐτὸν, τῷ τε ἐν ἕξει τῆς ἀρετῆς εἶναι, καὶ τὰ ἀλλὰ κατορθούμενα ᾖ. οὐδὲ ἐπαγγέλλεται “γῆν “ῥέουσαν γάλα καὶ μέλι,” ἀλλὰ τῷ μονογενεῖ συγκληρονόμον ποιεῖ. τῶν παρόντων διὰ πάντων ἀφιστὰς, καὶ ἐκεῖνα ἐπαγγελλόμενος μενος διδόναι, διδόναι, ἃ τοῖς γενομένοις υἱοῖς τοῦ Θεοῦ πρέπει λαμβάνειν.
αἰσθητὸν μὲν οὐδὲν οὐδὲ σωματικὸν, πνευματικὰ δὲ ἅπαντα. ὥστε ἐκεῖνοι μὲν, εἰ καὶ υἱοὶ ἐκαλοῦντο, ἀλλὰ ὡς δοῦλοι. ἡμεῖς δὲ ὡς ἐλεύθεροι γενόμενοι, τὴν υἱοθεσίαν ἐλάβομεν, καὶ τὸν οὐρανὸν ἀναμένομεν. κἀκείνοις μὲν, δι’ ἑτέρων διελέγετο· ἡμῖν δὲ δι’ ἑαυτοῦ. κἀκεῖνοι μὲν φόβῳ τιμωρίας πάντα ἔπραττον οἱ δὲ πνευματικοὶ,
ἐπιθυμίᾳ καὶ πόθῳ. καὶ τοῦτο δηλοῖ, τῷ ὑπερβαίνειν τὰ ἐπιτάγματα ἐκεῖνοι, ὡς μισθωτοὶ καὶ ἀγνώμονες. οὐδέ ποτε γοῦν διέλειπον γογγύζοντες. οὗτοι δὲ, εἰς ἀρέσκειαν τοῦ Πατρός. καὶ οἱ μὲν, εὐεργετούμενοι ἐβλασφήμουν. ἡμεῖς δὲ κινδυνεύοντες, εὐχαριστοῦμεν, κἂν κολασθῆναι δὲ ἁμαρτάνοντας δέῃ. καὶ ἐνταῦθα
πολλὴ ἡ διαφορά. οὐ γὰρ ὡς ἐκεῖνοι καταλευόμενοι καὶ καιόμενοι καὶ ἀκρωτηριαζόμενοι πάρα τῶν ἱερέων, οὐτῶ καὶ ἡμεῖς αποστρεφόμεθα· ἀλλ’ ἀρκεῖ τραπέζης ἐκβληθῆναι πατρικῆς, καὶ ἀπ’ ὄψεως ῥητὰς γενέσθαι ἡμέρας. καὶ ἐπὶ μὲν τῶν Ἰουδαίων ῥήματος ἦν τιμὴ ἡ υἱοθεσία· ἐνταῦθα δὲ, καὶ πρᾶγμα ἠκολούθησεν· ὁ διὰ
βαπτίσματος καθαρμός· ἡ τοῦ πνεύματος δόσις· ἡ τῶν ἄλλων ἀγαθῶν χορηγία.
τυπικῶς υἱοί· οὔτε καθολικῶς πνεῦμα ἔλαβον.
καὶ αὐτὴν διὰ τοῦ Πνεύματος δεδομένην. εἰ δὲ τὸ Πανάγιον Πνεῦμα δουλείας πνεῦμα καλεῖ, εἰδέναι προσήκει, ὅτι τὸ μὲν Πανάγιον Πνεῦμα ἕν· διάφορα δὲ καὶ ποικίλα τὰ τούτου χαρίσματα.
τῆς ἐπιταγῆς ἀμελήσαντα τὴν ἀπειληθεῖσαν τιμωρίαν φοβεῖσθαι, δουλείας σημεῖον ἐστί. τὸ δὲ ἐπιτραπῆναι πατέρα τὸν Θεὸν καλεῖν, διὰ τὴν τοῦ βίου καθαρότητα, υἱοθεσίας ἐλπίδα ἐπαγγέλλεται. εἴτε δουλείας ἐδόθη πνεῦμα, εἴτε υἱοθεσίας, τὸ αὐτὸ πνεῦμα ἐπ’ ἀμφοτέρων ἐστί. κατὰ τὸ συμφέρον καὶ ἁρμόζον εἰς ἑκάτερον
τὸν λαὸν ἐνεργῆσαν, κατὰ τὴν ἀμφοτέρων ἀξίαν.
τοὺς ἐν νόμῳ. ταῦτα γὰρ ἐνεῖναι τοῖς παντελῆ τοῦ Πνεύματος δεξαμένοις τὴν χάριν, οὐχ ὄνον τε. ἐλάβετε δὲ Πνεῦμα υἱοὺς ἐργαζόμενον.
τοῦτο δὲ ἡλίκον ἐστὶν, ἴσασιν οἱ μύσται καλῶς, ἐπὶ τῆς εὐχῆς τῆς μυστικῆς τοῦτο πρῶτον κελευόμενοι λέγειν τὸ ῥῆμα. τι οὑν φησί; οὐκ ἐκάλουν καὶ ἐκεῖνοι πατέρα τὸν Θεόν ; οὐκ ἀκούεις Μώσεως λέγοντος, “ Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες;” καὶ τοῦ Μαλαχίου ὀνειδίζοντος καὶ λέγοντος, “ὅτι Θεὸς εἷς ἔκτισεν
“ ἡμᾶς.” καὶ "πατὴρ εἷς πάντων ὑμῶν;” ἀλλ’ εἰ καὶ ταῦτα, καὶ πλείονα τούτων εἴρηται, οὐδαμοῦ τοῦτο εὑρίσκομεν αὐτοὺς καλοῦντας τὸ ῥῆμα τὸν Θεὸν, οὐδὲ εὐχομένους οὕτω. ἡμεῖς δὲ ἅπαντες, οὕτως εὔχεσθαι ἐκελεύσθημεν n. ἄλλως δὲ, εἰ καὶ ἐκάλεσάν ποτε ἐκεῖνοι, ἀλλ’ ἐξ οἰκείας διανοίας. οἱ δὲ ἐν τῇ χάριτι, ἀπὸ πνευματικῆς
ἐνεργείας κινούμενοι. ὥσπερ γὰρ πνεῦμα σοφίας ἐστὶ, καθὸ σοφοὶ οἱ ἄσοφοι ἐγίνοντο· καὶ δηλοῦται τοῦτο ἀπὸ τῆς διδασκαλίας· καὶ πνεῦμα δυνάμεως, καθὸ οἱ ἀσθενεῖς νεκροὺς ἤγειραν o· οὕτω καὶ πνεῦμα υἱοθεσίας. καὶ ὥσπερ ἴσμεν τὸ πνεῦμα τῆς προφητείας, ἀφ’ ὣν ὁ ἔχων αὐτὸ προλέγει τὰ μέλλοντα· οὐκ οἰκείᾳ
φθεγγόμενος διανοίᾳ, ἀλλ’ ὑπὸ τῆς χάριτος κινούμενος· οὕτω δὴ καὶ πνεῦμα υἱοθεσίας· ἀφ’ οὗ ὁ λαβὼν, πατέρα καλεῖ τὸν Θεόν· ὑπὸ τοῦ πνεύματος κινούμενος. ὃ δὴ βουλόμενος δεῖξαι γνησιότητος ὂν, καὶ τῆ τῶν Ἑβραίων ἐχρήσατο γλώσσῃ. οὐ γὰρ εἶπε μόνον ὁ πατὴρ, ἀλλὰ “ ἀββᾶ ὁ πατήρ.” ὅπερ τῶν παίδων μάλιστά
ἐστι τῶν γνησίων πρὸς πατέρας ῥῆμα.
πατὴρ τέθεικε· τὸ μὲν, εἰς μήνυσιν τῆς προσδοκωμένης τελειότητος· τὸ δὲ, σύμβολον τῆς παρούσης καταστάσεως· ἐν ᾗ νηπίων δίκην οὐχ ὁλοτελῆ τῶν ἀγαθῶν τὴν μετουσίαν ἐκομίσαντο. Κυρίλλου. Οὐκοῦν εἰ τὸ Πνεῦμα τὸ Ἅγιον υἱοὺς ἀποδεικνύει 16 Θεοῦ τοὺς ἐν οἷς κατοικεῖ, καὶ θείας ἐργάζεται φύσεως κοινωνούς· ὡς ἐντεῦθεν ἡμᾶς ἡνωμένους τῷ ὑπὲρ πάντας ὄντι Θεῷ, μετὰ παρρησίας ἀναβοᾶν, ἀββᾶ ὁ πατὴρ, οὐκ ἐν δούλοις οὐδὲ ἐν τοῖς ποιήμασι τετάξεται· φορέσει δὲ μᾶλλον φυσικῶς τὸ τῆς θείας οὐσίας ἀξίωμα· ἐξ αὐτῆς τὲ ὑπάρχον καὶ παρ’ αὐτῆς τοῖς ἁγίοις δι’ Υἱοῦ
χορηγούμενον. διά τοι τοῦτο θεοποιοῦν, καὶ εἰς υἱότητα καλοῦν τους εν ὄις ἀν’ γενοιτο.
ἵνα καὶ συνδοξασθῶμεν.
“ τέκνα Φεοῦ.” οὐκ ἀπὸ τῆς φωνῆς ἰσχυρίζομαι μόνον φησὶν, ἀλλὰ καὶ ἀπὸ τῆς αἰτίας, ἀφ’ ἧς ἡ φωνὴ τίκτεται. τοῦ γὰρ πνεύματος ὑπαγορεύοντος ταῦτα λέγομεν. ὅπερ ἀλλαχοῦ σαφέστερον δηλῶν ἔλεγεν, “ ὅτι ἐξαπέστειλε ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ εἰς τὰς “ δίας ἡμῶν, κράζον ἀββᾶ ὁ πατήρ.·’ τί δέ ἐστι τὸ πνεῦμα τῷ
πνεύματι μαρτυρεῖ; ὁ παράκλητος φησὶν τῶ χαρίσματι τῷ δεδομένῳ ἡμῖν. οὐ γὰρ τοῦ χαρίσματος ἐστὶ μόνον ἡ φωνὴ, ἀλλὰ καὶ τοῦ δόντος τὴν δωρεὰν παρακλήτου. αὐτὸς γὰρ ἡμᾶς οὕτως ἐδίδαξε διὰ τοῦ χαρίσματος φθέγγεσθαι. ὅταν δὲ τὸ Πνεῦμα μαρτυῇ, ποία λοιπὸν ἀμφισβήτησις; εἰ μὲν γὰρ ἄνθρωπος ἡ ἄγγελος
ἣ ἄλλη τίς τοιαύτη δύναμις τοῦτο ὑπισχνεῖτο, ἀμφιβάλλειν εἰκὸς ἦν τινάς. τῆς δὲ ἀνωτάτω οὐσίας τῆς καὶ δωρησαμένης τοῦτο, δι’ ὧν ἐκέλευσεν εὔχεσθαι, μαρτυρούσης ἡμῖν, τίς ἃν λοιπὸν ἀμφισβητήσειε περὶ τῆς ἀξίας;
ὑπόστασιν λέγει. πνεῦμα δὲ ἡμῶν τὴν ἀπ’ ἐκείνου δεδομένην χάριν ἡμῖν, ἣν εἴωθεν ἰδίαν τῶν λαβόντων καλεῖν. ὡς ἐν τῶ, “ συνελθόντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνύματος.” καὶ, “ ὁλόκληρον “ὑμῶν τὸ πνεῦμα.” καὶ “ἡ ψυχὴ καὶ τὸ σῶμα τηρηθείη.” ὥσπερ γὰρ ἥλιος μέν ἐστιν αὐτὸ τὸ σῶμα τοῦ ἡλίου· λέγεται δὲ καὶ ἡ ἐξ αὐτοῦ ἀκτὶς ὁμωνύμως τῷ ὅλῳ. φαμὲν δὲ τῶν τόπων, τοὺς μὲν, ἔχειν ἥλιον, τοὺς δὲ, ἀνηλίους ὑπάρχειν οὐχ ὡς τῆς ὑποστάσεως τοῦ ἡλίου ἐξισταμένης, ἀλλὰ διὰ τὸ, τὸ ἐξ αὐτοῦ ἀπαύγασμα,
τῷ μὲν, τῶν χωρίων προσβάλλειν· τοῦ δὲ, προβόλοις τισὶν ἀπο- κλείεσθαι· οὕτω καὶ τὴν τοῦ Ἁγίου Πνεύματος χάριν ὁμωνύμως τοῦ ἐξ οὗπέρ ἐστιν ἡ θεία λέγει γραφή.
τοῦτο ποιοῦντες, ἐπειδὴ κατὰ νόμον θεῖον ἐπιτελοῦμεν.
νον, ὥσπερ τὸ πνεῦμα τὸ ἀνθρώπινον, ἢ τὸ πνεῦμα τὸ ἀνεμιαῖον, ἅπερ εἰώθασι λέγειν οἱ τὸ Πνεῦμα χωρίζοντες ἀπὸ τῆς θεότητος· ἀλλὰ Θεοῦ καὶ Υἱοῦ Πνεῦμα ἴδιον, ἐν τῇ θείᾳ δόξῃ τυγχάνον καὶ γνωριζόμενον ; οὐ γὰρ τὸ σὸν πνεῦμα Χριστός· οὐδὲ τὸ πνεῦμα τοῦ ἀνέμου Κύριος· οὐδὲ τὸ πνεῦμα τὸ ἀκάθαρτον. ἐπεὶ καὶ τοῦτο
ἐτόλμησαν παραγαγεῖν τινές. τὸ δὲ Πνεῦμα τὸ Ἅγιον Χριστοῦ, καὶ Κύριος ὀνομάζεται· λέγοντος τοῦ Ἀποστόλου καθὰ πρὸ ὀλίγου εἰρήκαμεν, “εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν “αὐτοῦ. εἰ δ̔οὲ Χριστὸς ἐν ὑμῖν.” καὶ τὰ ἑξῆς. καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν ἀποφαίνοντος Χριστοῦ. λέγοντος δὲ πάλιν,
“ ὁ δὲ Κύριος τὸ Πνεῦμα ἐστίν. οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐλευ- “ θερία.” ὥστε τὸ τοῦ Κυρίου Πνεῦμα, Κύριος. οὐκ ἄρα κτῆμα ἣ κτίσμα Κυρίου.
ἐπειδὴ γὰρ ἔνι καὶ τέκνα εἶναι, καὶ μὴ κληρονόμους γενέσθαι. οὐ γὰρ πάντως ἅπαντες κληρονόμοι οἱ παῖδες, ἐπάγει καὶ τοῦτο· ὅτι καὶ κληρονόμοι· οἱ δὲ Ἰουδαι-οι μετὰ τοῦ μὴ τοιαύτην ἔχειν υἱοθεσίαν, καὶ τῆς κληρονομίας ἐξεβλήθησαν. ’* κακοὺς γάρ,” φη- σιν, “ κακῶς ἀπολέσει. καὶ τὸν ἀμπελῶνα ἐκδώσει γεωργοῖς ἑτέ- “ ροις.” καὶ πρὸ τούτου δὲ ἔλεγεν, “ ὅτι πολλοὶ ἀπὸ “ καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ Ἁβραάμ· οἱ “ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται.” ἀλλ’ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τούτου μεῖζον τίθησι. ποῖον δὴ τοῦτο; ὅτι Θεοῦ
κληρονόμοι. διὸ καὶ ἐπήγαγε, “ κληρονόμοι μὲν Θεοῦ.” καὶ τὸ πλέον, ὅτι οὐχ ἁπλῶς κληρονόμοι, ἀλλὰ καὶ “ συγκληρονόμοι “ στοῦ.” ὁρᾷς πῶς φιλονεικεῖ ἐγγὺς ἡμᾶς ἀγαγεῖν τοῦ δεσπότου; ἐπειδὴ γὰρ οὐ πάντα τὰ τέκνα κληρονόμοι, δείκνυσιν, ὅτι ἡμεῖς καὶ τέκνα καὶ κληρονόμοι. ἐπεὶ δὲ οὐ πάντες οἱ κληρονόμοι, μεγάλων
εἰσὶ κληρονόμοι πραγμάτων, δείκνυσιν ὅτι καὶ τοῦτο ἔχομεν, κληρόνομοι ὄντες Θεοῦ. πάλιν, ἐπειδὴ κληρονόμον μὲν εἶναι· συμβαίνει Θεοῦ, οὐ πάντως δὲ τῷ μονογενεῖ συγκληρονόμον· δείκνυσιν ἡμᾶς καὶ τοῦτο ἔχοντας. καὶ σκόπει σοφίαν. τὰ γὰρ λυπηρὰ συστείλας, ἡνίκα ἔλεγε τί πείσονται οἱ κατὰ σάρκα
ζῶντες· οἷον ὅτι μέλλουσιν ἀποθνήσκειν. ἐπειδὴ τῶν χρηστοτέρων ἥψατο, εἰς εὐρυχωρίαν πολλὴν ἐξάγει τὸν λόγον· ἐμπλατύνων αὑτὸν τῇ τῶν μισθῶν ἀντιδόσει, καὶ ποικίλας καὶ μεγάλας δεικνὺς τὰς δωρεάς. εἰ γὰρ καὶ τὸ τέκνον εἶναι ἄφατος ἦν ἡ χάρις· ἐννόησον ἡλίκον τὸ κληρονόμον. εἰ δὲ τοῦτο μέγα, πολλῷ μᾶλλον
καὶ τὸ, συγκληρονόμον.
φύσαντος γίνεται. καὶ ἐπειδὴ πολλάκις καὶ οἰκέτης δέχεταί τινα παρὰ τοῦ δεσπότου κλῆρον, οὐ μὴν κοινωνὸς καταλιμπάνεται τοῦ παιδὸς, ἀναγκαίως προστέθεικε, “ συγκληρονόμοι δὲ Χριστοῦ.” ἵνα τὴν ἄφραστον φιλανθρωπίαν γυμνώσῃ.
δωρεά. καὶ ποιῶν ὁμοῦ καὶ ἀξιόπιστα τὰ εἰρημένα, ἐπήγαγεν. “ εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.” εἰ γὰρ ἐν τοῖς λυπηροῖς, φησι, ἐκοινωνήσαμεν αὐτῷ, πολλῷ μᾶλλον ἐν τοῖς χρηστοῖς τοῦτο ἔσται. ὃ γὰρ τοῖς οὐδὲν κατωρθωκόσι τοσαῦτα δωρη- σάμενος ἀγαθά· ὅταν ἴδῃ καὶ πονήσαντας, καὶ τοσαῦτα παθόντας, πῶς οὐχὶ μᾶλλον ἀμείψεται;
καταδεχόμενοι. τοῦτο δὲ οὐχ ἁπλῶς προστέθεικεν, ἀλλ’ εἰς ψυχαγωγίαν τῶν τὰ πράγματα δεχομένων. παντοδαπὰς γὰρ ἐδέχοντο πειρασμῶν προσβολάς. οὗ δὴ χάριν παραμυθητικοὺς ἐξυφαίνει λόγους. ἀπὸ τῶν μελλόντων ψυχαγωγῶν καὶ φέρειν γενναίως τὰ παρόντα παρακαλῶν.
προτρέπει μηδένα κίνδυνον ὑπὲρ τῶν τοιούτων ἀποδιδράσκειν. σφόδρα χρησίμης αὐτῷ καὶ ἀναγκαίας τῆς περὶ τούτων οὔσης διδασκαλίας. “ λογίζομαι γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ “ καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμαᾶς.”
ἀξιόπιστον ᾖ τὸ λεγόμενον, καὶ μηδεὶς ἀμφιβάλῃ, δείκνυσι πάλιν καὶ χάριτος δύναμιν ἔχον. τὸ μὲν, ἵνα καὶ παρὰ τοῖς ἀμφιβάλλουσι πιστεύηται τὰ λεγόμενα· καὶ οἱ λαμβάνοντες μὴ αἰσχύνωνται, ὡς ἀεὶ δωρεὰν σωζόμενοι. τὸ δὲ, ἵνα μάθῃς ὅτι νικᾶ ταῖς ἀντιδόσεσι τοὺς πόνους ὁ Θεός. καὶ τὸ μὲν, ἐδήλωσεν εἰπὼν,
“ εἴπερ καὶ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.” τὸ καὶ προσθεὶς, “ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν “ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς.” ἐν γὰρ τοῖς προτέροις, τὴν τῶν ἠθῶν διόρθωσιν ἀπῄτει τὸν πνευματικόν· ἐν οἷς ἔλεγεν, “ οὐκ ὀφείλετε κατὰ σάρκα ζῇν.” οἷον, ἵνα τῶν
παθῶν περιγένηται ὁ τοιοῦτος. ἐνταῦθα δὲ, ἐπειδὴ αὐτὸν τῆς δωρεᾶς ἀνέμνησεν ἁπάσης τῆς δοθείσης, τῆς μελλούσης, καὶ ἐπῆρε καὶ ὕψωσε ταῖς ἐλπίσι, καὶ ἐγγὺς ἔστησε τοῦ Χριστοῦ, καὶ συγκληρονόμον ἀπέφηνε τοῦ μονογενοῦς· θαρρῶν ἐξάγει λοιπὸν αὐτὸν καὶ ἐπὶ τοὺς κινδύνους. οὐδὲ γάρ ἐστιν ἶσον τῶν ἐν ἡμῖν παθῶν περιγενέσθαι, καὶ τοὺς πειρασμοὺς ἐκείνους ἐνεγκεῖν· τὰς μάστιγας· τὸν λιμόν· τὰ δεσμά· τὰς ἁλύσεις. πολὺ γὰρ ταῦτα γενναιοτέρας δεῖται ψυχῆς. καὶ ὅρα πῶς ὁμοῦ καταστέλλει, καὶ ἐπαίρει τὸ φρόνημα τῶν ἀγωνιζομένων. ὅταν γὰρ δείξῃ τὰ ἔπαθλα
μείζονα τῶν πόνων, καὶ προτρέπει μειζόνως· καὶ οὐκ ἀφίησι μέγα φρονεῖν ἅτε νικωμένους τῇ τῶν στεφάνων ἀντιδόσει. καὶ ἀλλαχοῦ μέν φησι, “ τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ’ ὑπερ- “ βολὴν ἐς ὑπερβολὴν δόξης αἰώνιον βάρος κατεργάζεται.” γὰρ φιλοσοφωτέρους ὁ λόγος ἦν αὐτῷ. ἐνταῦθα δὲ κοῦφα μὲν
αὐτὰ οὔ φησι εἶναι, παραμυθεῖται δὲ τῇ μελλόντων ἀντιδόσει· λέγων, “ λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν “ ροῦ.” καὶ οὐκ εἶπε πρὸς τὴν μέλλουσαν ἄνεσιν· ἀλλ’ ὃ πολλῷ μεῖζον, “ πρὸς τὴν μέλλουσαν δόξαν.” ὅπου μὲν γὰρ ἄνεσις, πάντως καὶ δόξα. ὅπου δὲ δόξα, πάντως καὶ ἄνεσις. είτα ἐπειδὴ
μέλλουσαν εἶπε, δείκνυσιν αὐτὴν ἤδη οὖσαν. οὐ γὰρ εἶπε πρὸς τὴν μέλλουσαν ἔσεσθαι. ἀλλὰ “ πρὸς τὴν μέλλουσαν “ ναι.” ὡς καὶ νῦν οὖσαν μὲν, κρυπτομένην δέ. ὅπερ καὶ σαφέστερον ἔλεγεν, “ ὅτι ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ “ ἐν τῷ Θεῷ·” θάρρει τοίνυν ὑπὲρ αὐτῆς. παρεσκεύασται γὰρ ἤδη
τοὺς σοὺς ἀναμένουσα πόνους. εἰ δὲ τῷ μέλλειν σε λυπεῖ, αὐτῷ μὲν οὑν εὐφραινέτω τούτῳ. τῷ γὰρ μεγάλη τίς εἶναι, καὶ τὴν παροῦσαν ὑπερβαίνειν κατάστασιν, ἐκεῖ τεταμίευται. οὐδὲ γὰρ ἁπλῶς τέθεικε τὰ παθήματα τοῦ νῦν καιροῦ. ἀλλ’ ἵνα δείξῃ οὐχὶ ποιότητι μόνον, ἀλλὰ καὶ ποσότητι νικῶσαν ἐκείνην. ταῦτα μὲν
γὰρ οἷα ἃν ᾐ τὰ παθήματα, τῷ παρόντι συγκεκλήρωται βίῳ. τὰ δὲ μέλλοντα ἀγαθὰ πρὸς τοὺς ἀθανάτους παρεκτείνεται αἰῶνας. ἅπερ ἐπειδὴ κατὰ μέρος εἰπεῖν οὐκ εἶχεν, οὐδὲ παραστῆσαι λόγῳ, ἀπὸ τοῦ μάλιστα δοκοῦντος εἶναι παρ’ ἡμῖν ἐπεράστου τῆς δόξης, αὐτὰ ὠνόμασεν. ἡ γὰρ κορυφὴ τῶν ἀγαθῶν καὶ τὸ κεφάλαιον,
τοῦτο εἶναι δοκεῖ· καὶ ἐπειδὴ ὑπερβαίνουσι τοὺς ἀγῶνας οἱ στέφανοι, καὶ σμικρὸς μὲν ὁ πόνος, μέγα δὲ τὸ ἐλπιζόμενον κέρδος, διὰ τοῦτο οὐ μισθὸν, ἀλλὰ δόξαν τὰ προσδοκώμενα προσηγόρευσεν.
τῆς κτίσεως ἐξογκοῖ τὸν λόγον· δύο κατασκευάζων διὰ τῶν λεχθέντων, καὶ ὑπεροψίαν τῶν παρόντων, καὶ ἐπιθυμίαν τῶν μελλόντων. καὶ τρίτον μετὰ τούτων· μᾶλλον δὲ πρῶτον, τὸ δεῖξαι περισπούδαστον πῶς τὸ τῶν ἀνθρώπων γένος ἐστὶ, καὶ ἐν ὅσῃ τὴν φύσιν τὴν ἡμετέραν ἔχει τιμῇ. μετὰ δὲ τούτων, καὶ τὰ τῶν φιλοσόφων
ἅπαντα δόγματα τὰ περὶ τοῦ κόσμου τούτου, ὥσπερ ἀράχνην τινὰ καὶ παίδων ἀθύρματα ἐν τούτῳ καταβάλλει τῷ δόγματι. ἀλλ’ ἵνα σαφέστερα ταῦτα γένηται, ἴδωμεν τι φησι. καὶ ἡ κτίσις αὐτὴ σφόδρα ὠδίνει· ταῦτα ἀναμένουσα καὶ προσδοκῶσα τὰ ἀγαθὰ, ἅπερ εἰρήκαμεν. ἀποκαραδοκία γὰρ, ἡ σφοδρὰ προσδοκία ἐστίν. ὥστε
δὲ ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ προσωποποιεῖ τὸν κόσμον ἀπάντα τοῦτον. ἅπερ κα οἱ προφήται ποιοῦσι. ποτάμους κροτοῦντας χερσὶν εἰσάγοντες, καὶ βουνοὺς ἁλλομένους, καὶ ὄρη σκιρτῶντα. οὐχ ἵνα ταῦτα λογισμὸν ἔχειν νομίσωμεν καὶ ψυχὴν, ἀλλ’ ἵνα τὴν ὑπερβολὴν μάθωμεν τῶν ἀγαθῶν, ὡς καὶ τῶν ἀναισθήτων
αὐτῶν καθικνουμένην. τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσιν, ἄψυχα θρηνοῦντα εἰσάγοντες. ἵνα πάλιν τὴν ὑπερβολὴν τῶν κακῶν νοήσωμεν. τούτους δὴ καὶ ὁ Ἀπόστολος μιμούμενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καὶ φησὶ στενάζειν αὐτὴν καὶ ὠδίνειν. οὐκ ἐπειδὴ στεναγμοὺς ἤκουεν ἀπὸ γῆς ἐκπεμπομένους, ἢ
οὐρανοῦ. ἀλλ’ ἵνα τῶν μελλόντων ἀγαθῶν ἐνδείξηται τὴν ὑπερβολὴν, καὶ τὴν ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν κατεχόντων κακῶν.
δόξαν Θεοῦ. καὶ πάλιν ῥομφαία τι διακελεύεται, καὶ ὄρη καὶ βουνοὶ ἐρωτῶνται σκιρτήσεως.
τῶν τοῦ Θεοῦ τέκνων τῶν θεοσεβῶς ζησάντων, ἐξ ἀτιμίας εἰς δόξαν· καὶ αὐτὴ πάντως ἡ κτίσις μεθαρμοσθήσεται πρὸς τὸ ἄμεινον, τὴν πρέπουσαν τοῖς τότε καιροῖς αὐχοῦσα κατάστασιν· καὶ πρός γε τοῦτο ἡμᾶς ὁ θεσπέσιος Πέτρος ἐνδοιάζειν οὐκ ἐᾷ, εἰπὼν ὅτι καινοὺς οὐρανοὺς καὶ καινὴν γῆν κατὰ τὰ ἐπαγγέλματα αὐτοῦ
προσδοκῶμεν.
τὰ πρόσθεν ἡμῖν ἀσαφῆ. οἷον τι λέγω. πεφώραται τις ἀγαθόν τι πεποιηκὼς ἢ κακόν. εὐθὺς παρόντες φαμέν· ἀλλὰ καὶ πόρρωθεν οὗτος, τοιοῦτος ὣν καταφαίνεται· καὶ ἐδείκνυ τῷ σχήματι· καὶ ἐγὼ αὐτὸν ἐκ τῆσδε τῆς ῥήσεως, ὅστις ἦν, αὐτίκα κατέμαθον. καὶ ὅλως τοιαῦτα τινὰ πρὸς τὴν παροῦσαν πρᾶξιν ἐκ
τῶν παλαιῶν λαμβάνοντες σύμβολα, βεβαιοῦμεν ἑαυτοῖς ἐκ τῶν προτέρων τὰ δεύτερα. τοιοῦτόν φησι καὶ ὁ εὐαγγελιστὴς περὶ τῶν μαθητῶν τοῦ Κυρίον. ὅτι οὐ συνίεσαν μὲν τὰ πέρι αὐτὸν σικονομούμενα πρότερον. “ ὅτε δὲ ἀνέστη ἐκ τῶν νεκρῶν, τότε ἔγνωσαν, “ ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμένα.” κἀνταῦθα τοίνυν ὁ μακάριος
Παῦλος πνευματικῇ χάριτι τῆς οἰκονομίας τῆς ἐν Χριστῷ τὴν γνῶσιν παρειληφώς· καὶ γνοὺς ὅτι ἄνωθεν δέδοκται τοῦτο τῷ Θεῷ, καὶ ὅτι ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, διδάσκει τὰ τοῖς πρόσθεν ἀπόρρητα. λέγει γὰρ ὅτι αὐτῆς τῆς κτίσεως ἡ τοιουτότροπος διασκευὴ προκηρύττει, τὸ νῦν πεφηνὸς
εὐαγγέλιον, καὶ δήλη ἐστὶ τὴν ἀποκάλυψιν τῶν υἱῶν περιμένουσα τοῦ Θεοῦ. ἐπεὶ μὴ δὲ ματαίως ἔκτισε τοὺς υἱοὺς τῶν ἀνθρώπων ὁ Θεός.
τὰς ταγείσας παρὰ Θεοῦ τὴν κτίσιν διέπειν. ἀποκαραδοκίαν δὲ, τὴν ἀνελπιστίαν. ἡ κτίσις γάρ, φησι, ἐπιμενόντων ἡμῶν τῇ κακίᾳ, καὶ ἐπισφιγγόντων ἑαυτοῖς τοῦ θανάτου τὴν ἀπόφασιν, τόγε ἐφ’ ἡμῖν πολλάκις τὰ καθ’ ἡμᾶς ἀπελπίσασα, ταύτην ἀπεκδέχεται τῶν ἁπάντων διόρθωσιν, τὴν προσδοκίαν τῶν μελλόντων, ὅτι ἀναστησόμεθα
πάντες εἰς τὸ εἶναι ἀθάνατοι. τὴν γὰρ ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ, τὴν ἀνάστασιν λέγει· υἱοθεσίαν, τὴν ἀθανασίαν καλῶν. ὅθεν καὶ ὁ Δαβὰιδ λέγει, “ ἐγὼ εἶπα, θεοὶ ἐστέ.” ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, ὡς οὐκ ἔχοντος λόγον τοῦ ἀποθνήσκειν, τοὺς υἱοὺς τοῦ Θεοῦ χρηματίσαντας.
ἄκουσον τοῦ προφήτου λέγοντος, “ καταρχὰς, Κύριε, τὴν γῆν “ μελίωσας. καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. αὐτοὶ ἀπο- “ λοῦνται. σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσον- “ τᾶι· καὶ ὡσεὶ περιβόλαιον ἐλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. καὶ Ἡσαίας δὲ ταῦτα ἐμφαίνων ἔλεγεν, “ ἐμβλέψατε εἰς τὸν
“ οὐρανὸν ἄνω, καὶ εἰς τὴν γῆν κάτω. ὅτι ὁ οὐρανὸς ὡς καπνὸς “ ἐστερεώθη. ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται· οἱ δὲ “ κοῦντες αὐτὴν, ὥσπερ ταῦτα ἀπολοῦνται.” εἶδες πῶς ἐδούλευσε τῇ ματαιότητι ἡ κτίσις; πῶς ἐλευθεροῦται ἀπὸ τῆς φθορᾶς; ὁ μὲν γάρ φησιν, “ ὡς ἱμάτιον ἑλίξει αὐτοὺς, καὶ ἀλλαγήσονται.”
ὁ δὲ Ἡσαίας. “ οἱ δὲ κατοικοῦντες αὐτὴν ὥσπερ ταῦτα ἀπολοῦν- “τᾶι.” οὐ παντελῆ λέγων ἀπώλειαν. οὐδὲ γὰρ οἱ κατοικοῦντες ἀυτὴν, τουτεστιν ἄνθρωποι, ταύτην ὑποστήσονται· ἀλλὰ τὴν πρόσκαιρον. καὶ δι’ αὐτῆς, ἐπὶ τὴν ἀφθαρσίαν μεταστήσονται· ὥσπερ οὖν καὶ ἡ κτίσις. ἅπερ ἅπαντα διὰ τοῦ εἰπεῖν ὡς ταῦτα, παρεδή-
λωσεν. ὅπερ οὐν καὶ ὁ Παῦλος προιὼν φησίν· τέως μέντοι περὶ τῆς δουλείας αὐτῆς διαλέγεται· καὶ δείκνυσι τίνος ἕνεκεν τοιαύτη γέγονε, καὶ τὴν αἰτίαν, ἡμᾶς τίθησι. τί οὖν ἐπηρέασται, δι’ ἕτερον ταῦτα παθοῦσα; οὐδαμῶς. καὶ γὰρ δι’ ἐμὲ γέγονεν. ἡ τοίνυν δι’ ἐμὲ γενομένη, πῶς ἃν ἀδικοῖτο, εἰς ἐμὴν διόρθωσιν ταῦτα
πάσχουσα; ἄλλως δὲ, τὸν τοῦ δικαίου καὶ ἀδίκου λόγον, οὐδὲ κινεῖν ἐπὶ τῶν ἀψύχων δεῖ. ἀλλ’ ὁ Παῦλος ἐπειδὴ ταύτην ἐπροσωποποίησεν, οὐδενὶ κέχρηται τούτων ὧν εἶπον, ἀλλ’ ἑτέρῳ τινὶ λόγῳ τὸν ἀκροατὴν ἐκ περιουσίας παραμυθήσασθαι σπεύδων. ποίῳ δὴ τούτῳ; τί λέγεις; φησίν. κακῶς ἔπαθε, καὶ διὰ σὲ φθαρτὴ γέγονεν·
ἀλλ’ οὐδὲν ἠδίκηται. καὶ γὰρ ἄφθαρτος ἔσται διὰ σὲ πάλιν. τοῦτο γὰρ ἔστι τὸ “ ἐπ’ ἐλπίδι.” ὅταν δὲ λέγῃ, “ ἑκοῦσα ὑπετάγη,” οὐχ ἵνα κυρίαν γνώμης οὖσαν δείξῃ, τοῦτο λέγει. ἀλλ’ ἵνα μάθῃς ὅτι τῆς Χριστοῦ κηδεμονίας τὸ πᾶν ἐγένετο, καὶ οὐκ ἐκείνης κατόρθωμα τοῦτο.
αὐτῷ τοῦ θανάτου ψῆφον. οὐ γὰρ ἦν εἰκὸς οὐδὲ δίκαιον, τὰ μὲν δι’ αὐτὸν γεγενημένα μεταλαχεῖν ἀφθαρσίας· αὐτὸν δὲ, οὗ χάριν ταῦτα ἐπεποίητο, θνητὸν εἶναι καὶ παθητόν. τούτου δέ γε διὰ τῆς ἀναστάσεως τὴν ἀθανασίαν λαμβάνοντος, κἀκεῖνα ὡσαύτως μεταλαμβάνει τῆς ἀφθαρσίας. λέγει τοίνυν, ὅτι ταύτην ἀναμένει
τῶν πραγμάτων τὴν μεταβολὴν ἡ ὁρωμένη κτίσις. τρεπτὴ γὰρ ἐγένετο· οὐχ ἑκοῦσα μὲν, τοῦ δὲ δημιουργήσαντος ἀσπασαμένη τὸν ὅρον. τὴν δὲ περὶ ἡμᾶς ὁρῶσα κηδεμονίαν, ἔχει τῆς μεταβολῆς τὴν ἐλπίδα.
τουτέστιν, ἐν φρονήματι σαρκικῷ. περὶ ὣν ἂν λέγοιτο καὶ μάλα εἰκότως, “ ἄνθρωπος ματαιότητι ὡμοιώθη.” καὶ μὴν ὅτι παρεσυνεβλήθη τῆς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. ματαιότης γὰρ ἀληθῶς τῶν τοιούτων ὁ βίος. τούτοις ἡ κτίσις ὑποτάσσεται· καὶ οὔ τι που πάντως ἑκοῦσα. πόθεν; πῶς δὲ δὴ
ἄρα καὶ τοῦτο φαμέν; οἶδε μὲν γὰρ ὅλως τῶν καθ’ ἡμᾶς οὐδὲν, ἡ αἰσθητή τε καὶ ὁρωμένη κτίσις. οὐ γάρ ἐστι λογική. ἀλλ’ εἰ καί τις δοίη τὸ δύνασθαί τι νοεῖν αὐτὴν, οὐκ ἃν ἠνέσχετο, φησὶν, τῆς οὕτως αἰσχρᾶς δουλείας· οὐδ’ ἃν ἠθέλησεν ὑποτετάχθαι καὶ ὑπηρετεῖν τοῖς ἐπ’ οὐδενὶ τῶν ἀναγκαίων, ἤγουν ἀγαθῶν διαβιοῦν ἑλομένοις.
ἀλλ’ ἐπ’ ἐλπίδι, φησὶν, τῶν σωθησομένων, καὶ τῶν κατὰ καιροὺς ἁγίων τὲ καὶ ἐκλεκτῶν ὑποτέτακται τέως. καταζεύγνυντος αὐτὴν τοῦ Θεοῦ, καὶ οἷον τηροῦντος εἰς ἐλευθερίαν τὴν τοῖς ἁγίοις καὶ τοῖς ἀγαπῶσιν αὐτόν. ἵνα δὴ μόνοις ὑπηρετῇ τοῖς αὐτοῦ τέκνοις, καὶ ταῖς τῶν ἐξειλεγμένων παρακέοιτο χρείαις.
ἀλύει μὲν γὰρ μονονουχὶ, καὶ ὠδίνουσα καὶ ἀλγυνομένη· καὶ εἴπερ αὐτῇ ἦν τὸ καὶ εἰδέναι τι δύνασθαι τῶν καθ’ ἡμᾶς πραγμάτων, τάχα που καὶ ἀνοιμώξασα· πλὴν τοῖς θείοις εἴκουσα νεύμασι, καραδοκεῖ τρόπον τινὰ τὴν ἀποκάλυψιν, ὡς ἔφην, τῶν υἱῶν τοῦ Θεοῦ.
τῆς γραφῆς, ὡς εἶπον, τὸ καὶ φωνὰς καὶ ἤθη τοῖς ἀψύχοις ἣ καὶ διὰ τοὺς Ἀγγέλους τυχόν ἱν ἀπὸ τοῦ κρείττονος μέρους ὡσπερεὶ πάσης ἀύτης ᾖ τὸ λεγόμενον.
τῇ ματαιότητι· καὶ συστενάζειν μὲν καὶ συνωδίνειν· εἶναι τὲ νῦν ὥσπερ ἐν δουλείᾳ· ἐλευθερωθήσεσθαι o δὲ μόλις εἰς τὴν ἀπολύτρωσιν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. εἶτα ποῖ ποτε ὁ Παῦλος ἡμῖν οἰχήσεται λέγων, “ οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν “ φόβον· ἀλλ’ ἐλάβετε Πνεῦμα υἱοθεσίας. ἐν ᾧ κράζομεν “ ὁ πατήρ;” εἰ δοῦλον ἐστὶν, ὡς κτιστὸν καὶ ποιητὸν τὸ Πνεῦμα Ἅγιον, πῶς ἐν αὐτῷ κράζομεν ἀββᾶ ὁ πατήρ; ἀλλὰ τῆς μὲν δουλείας ἀπαλλάττει τοὺς ἐν οἷς ἃν γένοιτο. ἀναμορφοῖ δὲ μᾶλ- 17 λον εἰς τὴν ἐλευθερίαν καὶ υἱότητα· μετόχους ἀποδεικνύον τῆς οἰκείας φύσεως. οὐκ ἄρα δοῦλον ἐστίν. εἰ δὲ δὴ τοῦτο, οὐ κτίσμα. τὸ δὲ καὶ τὸ εἰναι κτίσμα, καὶ τὸ ἐν δούλοις τετάχθαι διαφυγὸν, τῆς θείας λοιπὸν ἃν εἴη οὐσίας δηλαδή.
καὶ τοῦτο σοι κοινωνήσει τῶν ἀγαθῶν. “ ἐλευθερωθήσεται “ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς.” τουτέστιν. οὐκέτι ἔσται ἀλλ’ ἀκολουθήσει τῇ τοῦ σώματος εὐμορφία τοῦ σοῦ. ὥσπερ γὰρ γενομένου φθαρτοῦ, γέγονεν ἐκείνη τοιαύτη, οὕτως ἀφθάρτου κατάσταντος, καὶ αὐτὴ ἕψεται πάντως. ὅπερ οὖν δεικνὺς ἐπήγαγεν,
“ εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Φεοῦ.” διὰ τὴν ἐλευθερίαν. καθάπερ γὰρ τιθηνὸς παιδίον τρέφουσα βασιλικόν· ἐπὶ τῆς ἀρχῆς ἐκείνου γενομένου τῆς πατρικῆς, καὶ αὐτὴ συναπολαύει τῶν ἀγαθῶν, οὕτω καὶ ἡ κτίσις φησί. ὁρᾷς τὸν ἄνθρωπον πανταχοῦ προηγούμενον, καὶ δι’ αὐτὸν ἅπαντα γινόμενα;
εἰδες πῶς καὶ παραμυθεῖται τὸν ἀγωνιζόμενον, καὶ δείκνυσι τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν; τι γὰρ ἀλγεῖς, φησι, ἐπὶ τοῖς πειρασμοῖς; σὺ διὰ σαυτὸν πάσχεις. ἡ κτίσις, διὰ σέ. οὐ παραμυθεῖται δὲ μόνον, ἀλλὰ καὶ ἀξιόπιστα δείκνυσι τὰ λεγόμενα. εἰ γὰρ ἡ κτίσις ἐλπίζει, ἡ διὰ σὲ πάντα γενομένη, πολλῷ μᾶλλον
σύ· δι’ ὃν καὶ ἡ κτίσις ἀπολαύειν μέλλει τῶν ἀγαθῶν ἐκείνων. οὕτω καὶ οἱ ἄνθρωποι, τοῦ Υἱοῦ μέλλοντος ἐπ’ ἀξιώματος φαίνεσθαι, καὶ τοὺς δούλους λαμπροτέραν ἐνδύσει στολὴν εἰς τὴν τοῦ παιδὸς δόξαν. ὥσπερ οὖν καὶ ὁ Θεὸς τὴν κτίσιν ἀφθαρσίᾳ περιβάλλει, εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων.
Οἰκουμενίου. Ἢ τὸ εἰς τὴν ἐλευθερίαν δηλοῖ, ὅτι εἰς αὐτὴν εἰς ἣν καὶ ἡμεῖς, ἐλευθερουμένη τῆς φθορᾶς ἡ κτίσις, ἐλεύσεται.
χώραν τὸν πονηρὸν ὡς ἰδίων κατεπιβαίνειν, καὶ ἐπὶ τῇ αὐτῶν κακώσει, τὰ περὶ αὐτὰ στοιχεῖα κακοῦν. ὣν γινομένων· αἱ ταγεῖσαι ἐπὶ τῇ εὐταξίᾳ τῆς κτίσεως δυνάμεις, στενάζουσι καὶ ὠδίνουσι, καὶ τὴν ἐλευθερίαν τοῦ ἀνθρώπου ἀναμένουσιν. ἐν ᾗ καὶ ἡ κτίσις συνελευθερωθεῖσα, τῆς τοῦ διαβόλου ἐξουσίας ἀπαλλαγήσεται. τὸ
οὖν ταῖς λογικαῖς δυνάμεσι συμβαῖνον, τῇ ἀψύχῳ περιτέθεικεν ὕλῃ. ὡς καὶ νῦν φαμὲν, ἡ οἰκία θορυβοῦται, ἡ πόλις ἀγανακτεῖ. ἐκ τῶν διοικουμένων καὶ περιπολουμένων τόπων, τοὺς διοικοῦντας καὶ περιπολοῦντας πολλάκις σημαίνοντες. καὶ καθ’ ἕτερον δὲ λόγον ἡ κτίσις ἐκδέχεται ἐλευθερωθῆναι τῆς δουλείας τῆς φθορᾶς.
ἐπεὶ τῇ τοῦ διαβόλου κατασκευῇ ἄκουσα προσκυνεῖται ἡ κτίσις ὑπὸ τῶν συνδούλων αὐτῆς, “ἐσεβάσθησαν γὰρ καὶ ἐλάτρευσαν τῇ “κτίσει παρὰ τὸν κτίσαντα.” ὥστε τῆς δεσποτικῆς ἀκουσίως ἀπολαύουσα τιμῆς, βαρέως φέρει τὸ γινόμενον καὶ ὠδίνει καὶ ἄχθεται προσκυνουμένη ματαίαν προσκύνησιν ὕπο τῶν ἀνθρώπων·
καὶ ἐπιθυμεῖ τῆς τούτων ἀπαλλαγῆς· οὐδὲ ἐξ ἀρχῆς ἑλοῦσα, οὐδὲ αὐτομολήσασα πρὸς τὸν διάβολον ὑπετάγη αὐτῷ· ἀλλ’ ὑπετάγη, συγχωρήσαντος τοῦ Θεοῦ· καὶ ὑπετάγη, ἐπ’ ἐλπίδι μελλούσῃ. “ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται.” πότε δέ; εἰς τὸν καιρὸν τῆς ἐλευθερίας τῶν δικαίων. διὸ καὶ “ ἡ ἀποκαραδοκία τῆς κτίσεως
“ τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται·” ὅτε καὶ πάντα ἀνακαινισθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. τουτέστι, τοῦ διαβόλου. φθορὰν γὰρ, τὸν διάβολον ἔστιν εἰπεῖν, ὡς καὶ μα- ταιοτητα.
τοῦ τῶν Ἀγγέλων νοητέον, καθὰ καὶ ἀνωτέρω δεδήλωται· ἐπειδὴ γὰρ χαρὰ γίνεται τοῖς Ἀγγέλοις ἐπὶ τοῖς ἀνασωζομένοις ἐξ ἁμαρτίας. διότι ἡ κτίσις ἐκείνη μέχρι τοῦ νῦν συστενάζει καὶ συνωδίνει τῆ καθ’ ἡμᾶς ματαιότητι, ζημίαν οἰκείαν κρίνουσα τὴν ἡμετέραν ἀπώ- λείαν. ὅταν ἡ ἄπο κάλυψις γένηται τῶν υἱῶν τοῦ Θεοῦ, ἣν ὑπὲρ ἡμῶν ἀεὶ καραδοκεῖ τὲ καὶ ἀπεκδέχεται· καὶ ὅταν ἀποσωθῇ τῇ ἄνω ἑκατοντάδι τὸ πρόβατον. ἡμεῖς δὲ πάντως ἐσμὲν, ἡ ἀνθρωπίνη φύσις, τοῦτο τὸ πρόβατον, τὸ δὲ διαφερόντως ἐν ἐπιτεταμένῃ τῇ εὐχαριστίᾳ, τῇ ὑπὲρ ἡμῶν, προσάξουσι τῷ Θεῷ τὴν προσκύνησιν
χαίροντες οἱ Ἄγγελοι.
του σώματος ἤμων.
ποιεῖ, πολλῷ μᾶλλον σὲ δίκαιον τοῦτο ἐπιδείκνυσθαι, τὸν λόγῳ τετιμημένον.
ἔφη, καὶ τοὺς Ἀγγέλους ἐν τῷ οὐρανῷ χαίρειν ἐπὶ ἀνθρώπῳ μετανοοῦντι. εἰ δὲ χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν ἁμαρτωλοῖς, καὶ ἀθυμοῦσι δηλονότι, τὰς ἡμετέρας παρανομίας ὁρῶντες.
δὲ στενάζων ὁ υἱὸς φαίνεται, οὔτε τὴν υἱοποιίαν ἣ ἐλευθερίαν ἐκδέχεται. ἀλλ’ αὐτός ἐστιν ὁ τὴν ἐλπίδα τῆς γνώσεως ἀποπληρῶν, καὶ εἰς υἱοθεσίαν τοὺς στενάζοντας καλῶν, καὶ τῆς ἐλευθερίας δοτὴρ, οὐκ ἄρα ἐν τοῖς πᾶσιν ἐστὶν, οὐδὲ τῇ κτίσει καταριθμηθήσεται. ἀλλ’ ἕτερός ἐστι παρ’ αὐτήν. καὶ τὰ μὲν, ὡς κτίσματα
στενάζει τοῦ βοηθοῦντος δεόμενα. ὁ δὲ, ὡς Υἱὸς ἐλευθεροῖ τὰ τῷ τῆς δουλείας δεσμῷ συνεχόμενα.
τῷ μεγάλα εἶναι τὰ δεδομένα· καὶ τὰ τοσαῦτα καὶ τηλικαῦτα ἀπαρχὴν εἶναι. εἰ γὰρ ἡ ἀπαρχὴ τοσαύτη, ὥστε δι’ αὐτῆς καὶ ἁμαρτημάτων ἀπαλλαγῆναι, καὶ δικαιοσύνης ἐπιτυχεῖν καὶ ἁγιασμοῦ· τοὺς δὲ τότε, καὶ δαίμονας ἐλαύνειν, καὶ νεκροὺς ἐγείρειν διὰ σκιᾶς καὶ ἱματίων· ἐννόησον τὸ ὅλον ἡλίκον. εἶτα ἵνα μὴ δῷ
τοῖς αἱρετικοῖς λαβὴν, καὶ δόξῃ τὰ παρόντα διαβάλλειν, στενάζομεν φησί· οὐ τῶν παρόντων κατηγοροῦντες, ἀλλὰ τῶν μειζόνων ἐφιέμενοι. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “ υἱοθεσίαν τί λέγεις; ἄνω καὶ κάτω ἔστρεφες ὅτι ἤδη γεγόναμεν υἱοί· καὶ νῦν ἐλπίσι τιθεῖς τουτὶ τ᾿ ἀγαθόν; γράφων ὅτι ἐκδέχεσθαι αὐτὴν
δεῖ; τοῦτο τοίνυν διορθούμενος τῇ ἐπαγωγῇ, λέγει, “ τὴν “ τρῶσιν τοῦ σώματος ἡμῶν.” τουτέστι, τὴν ἀπηρτισμένην δόξαν. νῦν μὲν γὰρ ἐν ἀδήλῳ τὰ ἡμέτερα ἕστηκεν, ἕως ἐσχάτης ἀναπνοῆς· ἃν δὲ μετὰ χρηστῆς καταλύσωμεν ἐλπίδος, τότε ἀκίνητος ἡ δωρεά· οὐκέτι τὴν ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρτίας δεδοικυῖα μεταβολήν.
τότε οὖν βεβαία ἔσται ἡ χάρις· ὅταν καὶ τὸ σῶμα ἡμῶν ἀπαλλαγῇ θανάτου καὶ τῶν μυρίων παθῶν. τοῦτο γάρ ἐστιν ἀπολύτρωσις. οὐχ ἁπλῶς λύτρωσις, ἀλλ’ ὥστε μηκέτι πάλιν ὑποστρέψαι ἐπὶ τὴν προτέραν αἰχμαλωσίαν. ἵνα γὰρ μὴ ἀπορῇς δόξαν ἀκούων συνεχῶς καὶ μηδὲν σαφῶς ἐπιστάμενος, ἐκ μέρους σοι
παρανοίγει τὰ μέλλοντα. τὸ σῶμά σοι μεταβάλλων, καὶ τὴν κτίσιν αὐτῷ συμμεταβάλλων ἅπασαν.
ετͅναι φαμὲν τὴν λύτρωσιν· ἔσεσθαι δὲ προσδοκῶμεν τὸ σῶμα πνευματικόν. τουτέστιν ἀποβεβληκὸς εἰσάπαν φρόνημά τε τὸ σαρκικὸν καὶ γεῶδες, καὶ τῆς ἁμαρτίας τὸ κέντρον. τοῦτο εἶναι φαμὲν τὸ σῶμα τὸ πνευματικόν. εἰ δὲ τῆς υἱοθεσίας ἡ χάρις, τὴν τοῦ σώματος ἡμῶν ἀπολύτρωσιν ἔχει, μὴ δή τινες ὅλως συκοφαν-
τείτωσαν ἡμῖν τὴν ἀνάστασιν. μήτε μὴν εἰς τοῦτο ἡκόντων ἀσυνε- σίας, ὡς ἀπόβλητον μὲν ποιεῖσθαι τὴν σάρκα, καὶ ἀφανισθή- σεσθαι λέγειν αὐτὴν πεσοῦσαν εἰς γῆν· ἀντανίστασθαι δὲ ὥσπερ ἕτερόν τι πνευματικόν· ἰσχνὸν φημὶ καὶ ἀερῶδες. νοοῦσι γὰρ ωηε τὸ πνευματικὸν αὐτοὶ.
ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τίς, τί καὶ ἐλπίζει ; εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.
καὶ ὁρωμένων ἐστὶ σαφέστερα· καὶ πολλὰ περὶ τῶν ἤδη δεδομέ- δεδομένων δωρεῶν διαλεχθεὶς, καὶ δείξας, ὅτι καὶ ἀπαρχὴν ἐκείνων ἐλά- βομεν τῶν ἀγαθῶν, ἵνα μὴ πάντα ἐνταῦθα ζητῶμεν, καὶ τὴν εν̓γέ. νειαν ἡμῶν προσδῶμεν τὴν ἀπὸ τῆς πίστεως, φησὶ, ** τῇ γὰρ ἐλ- πίδι ἐσώθημεν. ὃ δὲ λέγει, τοῦτό ἐστιν. οὐ δεῖ πάντα
ζητεῖν, ἀλλὰ καὶ ἐλπίζειν. τοῦτο γὰρ μόνον εἰσηνέγκαμεν τῷ Θεῷ δῶρον, τὸ πιστεῦσαι αὐτῷ τὰ μέλλοντα ἐπαγγειλαμένῳ. καὶ διὰ ταύτης μόνον ἐσώθημεν τῆς ὁδοῦ. ἃν τοίνυν αὐτὴν ἀπολέ- σωμεν P. εἰ τοίνυν αὕτη σε ἔσωσε, ταύτην κάτεχε καὶ νῦν. ἡ γὰρ τοσαῦτά σοι παρασχοῦσα ἀγαθὰ, εὔδηλον ὅτι οὐδὲ περὶ τῶν μελλόντων σε ψεύσεται. εἰ γὰρ ἐχθρὸν λαβοῦσα, φίλον ἐποίησε, καὶ υἱὸν καὶ κληρονόμον, πῶς μετὰ τὴν τοσαύτην σε οἰκείωσιν, προήσεται ἐν τοῖς ἑξῆς; ἃν δὲ ἐνταῦθα πάντα ἀπαιτῇς, ἀπώλεσάς σου
τὸ κατόρθωμα· δι’ οὗ λαμπρὸς ἐγένου. διὸ ἐπάγει, “ ἐλπὶς “ βλεπομένη, οὐκ ἔστιν ἐλπίς. ὃ γὰρ βλέπει τίς, τί ἐλπίζει; “ εἰ δὲ ὃ οὐ βλέπομεν, ἐλπίζομεν, δι’ ὑπομονῆς εἰ πάντα ἐνταῦθα μέλλεις ζητεῖν, τίς χρεία ἐλπίδος; τι οὖν ἐστιν ἐλπίς; τὸ τοῖς μέλλουσι θαρρεῖν· τί γὰρ μέγα αἰτεῖ
παρὰ σοῦ ὁ Θεός; αὐτὸς ὁλόκληρα οἴκοθεν διδοὺς τὰ ἀγαθὰ, ἓν αἰτεῖ παρὰ σοῦ μόνον. ἐλπίδα. ἵνα ἔχῃς τί καὶ αὐτὸς συνεισενεγκεῖν εἰς τὴν σὴν σωτηρίαν. ὅπερ οὐν καὶ αἰνιττόμενος, ἔλεγεν. “ εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.· ὥσπερ γὰρ ’τον πονοῦντα καὶ ταλαιπωρούμενον καὶ μυρία κάμνοντα,
οὕτω καὶ τὸν ἐλπίζοντα ὁ Θεὸς στεφανοῖ. τὸ γὰρ τῆς ὑπομονῆς ὄνομα, ἱδρώτων ἐστὶν ὄνομα καὶ καρτερίας πολλῆς. ἀλλ’ ὅμως ἐχαρίσατο καὶ τοῦτο τῷ ἐλπίζοντι· ἵνα παραμυθήσηται τὴν ἀποκαμοῦσαν ψυχήν.
ἀρξάμενος, οὕτως ἔφη περὶ τούτων.
μὴ γένοιτο. ἀλλ’ αὐτὴν ἐκείνην τελειότερον φανερουμένην, καὶ διὰ πείρας αὐτῆς ἐπιγινωσκομένην. μετὰ γὰρ τὴν ἀπολύτρωσιν τοῦ σώματος, τότε ἡ τῶν ἀγαθῶν ἀπόλαυσις. τότε πάντα τὰ τῆς υἱοθεσίας γνωρίσματα καὶ ἀποτελέσματα. καὶ νῦν γὰρ ἐπ’ ἐλπίδι τούτων ἐλάβομεν τὴν υἱοθεσίαν. αὐτὸς δὲ ἐμφαντικώτερον
εἰπεν, “ ἐσώθημεν.” πῶς οὖν ἠλπίσαμεν ταῦτα, μὴ τούτων ἤδη, μὴ δ᾿ ὑπ’ ὄψιν ἡμῶν πεσόντων, μὴ δ’ ὑπὸ πεῖραν; καλῶς φησιν καὶ εὐλόγως. εἰ γὰρ ὑπ’ ὄψιν ἡμῶν, καὶ ὑπὸ πεῖραν ἤδη τὰ ἐλπιζόμενα ἀγαθὰ ἐγεγόνει, οὐκ ἃν ἦν ἐλπιζόμενα. ὃ γάρ τις κατέχειν, πῶς οἷόν τε ἐλπίζειν; οὐκοῦν κατὰ φύσιν ἴδιον τῆς ἐλπίδος τοῦτο. τὸ περὶ μελλόντων αὐτὴν, καὶ μήπω παρόντων εἶναι. ὥστε καὶ ἡμᾶς ἃ οὐ βλέπομεν, ἐκεῖνα δέον ἐλπίζειν. εἰ δὲ ἃ οὐ βλέπομεν, ὥσπερ δεῖ, ἐκεῖνα καὶ ἐλπίζομεν, ὑπομένειν δεῖ καὶ ἀπεκδέχεσθαι τὰ προσδοκηθέντα, καὶ μὴ ἀθρόον ἐπιζητεῖν
αὐτὰ παραγενέσθαι. μάλιστα τοῦ νεύματος διὰ τῶν ἐνταῦθα χαρισμάτων πιστουμένου τὰ ἐκεῖθεν, καὶ τὴν ἀσθένειαν τῶν λογισμῶν ἡμῶν συναντιλαμβανομένου καὶ θεραπεύοντος. πόσα γὰρ εὐεργετεῖ ἐν αὐταῖς ἡμῶν ταῖς εὐχαῖς; ἵνα νῦν τὰ ἄλλα ἐάσω, διδάσκον ὅπως χρὴ εὔχεσθαι, καὶ πάντα εἰς τὸ ἀγαθὸν συνεργοῦν.
ἐν ἐλπίδι ὑπομονὴν, πολλῆς ἀπολαύομεν βοηθείας. τὸ μὲν γάρ, φησιν, γίνεται σὸν, τὸ τῆς ὑπομονῆς. τὸ δὲ, τῆς τοῦ Πνεύματος χορηγίας· εἴς τε τὴν ἐλπίδα σε ἀλείφοντος, καὶ δι’ αὐτῆς πάλιν τοὺς πόνους κουφίζοντος. εἶτα ἵνα μάθῃς ὅτι οὐκ ἐν τοῖς πόνοις σοι μόνον καὶ τοῖς κινδύνοις παρέστηκεν αὐτη ἡ χάρις, ἄλλα κα
ἐν τοῖς εὐκολωτάτοις δοκοῦσιν εἶναι συμπράττει, καὶ πανταχοῦ τὴν παρ’ ἑαυτοῦ βοήθειαν εἰσφέρει, ἐπήγαγε· “ τὸ γὰρ τι προσ- “ εὐξόμεθα, καθὸ δεῖ, οὐκ οἴδαμεν.” ταῦτα δὲ ἔλεγε, τήν τε πολλὴν τοῦ Πνεύματος ἐμφαίνων πρόνοιαν τὴν περὶ ἡμᾶς, καὶ παιδεύων αὐτοὺς μὴ πάντως ἐκεῖνα νομίζειν εἶναι συμφέροντα ἃ τοῖς
λογισμοῖς φαίνεται τοῖς ἀνθρωπίνοις. ἐπειδὴ γὰρ ἦν εἰκὸς αὐτοὺς μυρία πάσχοντας δεινὰ ἄνεσιν ζητεῖν, καὶ ταύτην αἰτεῖν παρὰ Θεοῦ τὴν χάριν, καὶ νομίζειν αὐτοὺς λυσιτελεῖν, λέγει· μὴ πάντως τὰ δοκοῦντα ὑμῖν εἶναι συμφέροντα, ταῦτα καὶ εἶναι νομίζετε· καὶ γὰρ εἰς τοῦτο τῆς τοῦ Πνεύματος δεόμεθα βοηθείας. ὅθεν καὶ
ἔλεγε, τὸ, “ τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν.” ἵνα μηκέτι ὁ μαθητὴς αἰσχύνηται τὴν ἄγνοιαν, ἔδειξε καὶ τοὺς διδασκάλους ἐν τοῖς αὐτοῖς ὄντας. οὐ γὰρ εἶπεν, οὐκ οἴδατε, ἀλλ’ “οὐκ οἴδαμεν”. καὶ ὅτι οὐ μετριάζων ταῦτα ἔλεγεν, ἐδήλωσε δι’ ἑτέρων. καὶ γὰρ ἀδιαλείπτως ἐπὶ τῶν προσευχῶν αὐτοῦ, τὴν Ῥώμην ἰδεῖν ἐδεῖτο. καὶ οὐχ ὅτε ἐδεῖτο τότε ἐπέτυχε. καὶ ὑπὲρ τοῦ σκόλοπος δὲ τοῦ δεδομένου αὐτῷ ἐν τῇ σαρκί· τουτέστι τῶν κινδύνων, παρεκάλεσε καὶ ἀπέτυχε. καὶ Μωϋσῆς δὲ ἐν τῇ παλαιᾷ
ὑπὲρ τοῦ τὴν Παλαιστίνην ἰδεῖν δεόμενος. καὶ Ἱερεμίας δὲ, ὑπὲρ Ιουδαίων ἱκετεύων. καὶ Ἁβραὰμ ὑπὲρ Σοδομιτῶν ἐντυγχάνων.
ὑμᾶς τὴν τότε κατάστασιν, καὶ οὕτω σαφέστερος λοιπὸν ἔσται ὁ λόγος. τίς οὖν ἡ τότε κατάστασις; διάφορα πᾶσι τοῖς τότε βαπτιζομένοις χαρίσματα ἐδίδοτο, ἃ δὴ καὶ πνεύματα ἐκα- λεῖτο. πνεύματα γὰρ προφητῶν προφήταις ὑποτάσσεται φησί. καὶ ὁ μὲν, εἶχε προφητείας χάρισμα· τοῦ τὰ μέλλοντα προλέγειν.
ὁ δὲ, σοφίας, καὶ ἐδίδασκε τοὺς πολλούς. ὁ δὲ, ἰαμάτων, καὶ ἐθεράπευε τοὺς νοσοῦντας. ὁ δὲ, δυνάμεων, καὶ τοὺς νεκροὺς ἤγειρε. μετὰ δὲ τούτων ἁπάντων, ἦν καὶ εὐχῆς χάρισμα, ὃ καὶ αὐτὸ ἐλέγετο πνεῦμα. καὶ ὁ τοῦτο ἔχων, ὑπὲρ τοῦ πλήθους παντὸς ηὔχετο. ἐπειδὴ γὰρ ἀγνοοῦντες πολλὰ τῶν συμφερόντων ἡμῖν, τὰ
μὴ συμφέροντα αἰτοῦμεν, ἤρχετο εἰς ἕνα τινὰ τῶν τότε χάρισμα εὐχῆς. καὶ τὸ κοινὴ συμφέρον ἁπάσης τῆς ἐκκλησίας, αὐτός τε ὑπὲρ ἁπάντων ἵστατο αἰτῶν, καὶ τοὺς ἄλλους ἐπαίδευε. πνεῦμα τοίνυν ἐνταῦθα καλεῖ τό τε χάρισμα τὸ τοιοῦτον, καὶ τὴν ψυχὴν τὴν δεχομένην τὸ χάρισμα, καὶ ἐντυγχάνουσαν τῷ Θεῷ καὶ στενάζουσαν.
ὁ γὰρ τοιαύτης καταξιωθεὶς χάριτος, ἑστὼς μετὰ κατανύξεως πολλῆς, μετὰ πολλῶν τῶν στεναγμῶν τῶν κατὰ διάνοιαν· τῷ Θεῷ προσπίπτων, ᾔτει πᾶσι τὰ συμφέροντα· οὗ καὶ νῦν σύμβολον ὁ διάκονος ἐστὶ, τὰς ὑπὲρ τοῦ δήμου ἀναφέρων εὐχάς. ἐνταῦθα τοίνυν οὐ περὶ τοῦ Παρακλήτου ἐστὶν ὁ λόγος, ἀλλὰ περὶ
τῆς καρδίας τῆς πνευματικῆς.
καθ’ ὃν πρέπει τρόπον ἐκτελεῖν τὰς ἱκετείας ἐγνώκαμεν, τίς ἃν, εἰπέ μοι, γένοιτο τῶν ἀποστολικῶν γραμμάτων ὁ λόγος; ἣ, ἔνθα ἃν βλέποι τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς εἰρημένον; φαμὲν οὖν ὅτι προσευχόμεθα μὲν ἐκζητοῦντες τὴν τῶν ἀγαθῶν αἴτησιν, καὶ τὰ εἰς δόξαν Θεοῦ πρό γε τῶν ἄλλων· καὶ τὰ δι’ ὧν ἂν ἔσοιτο
βιῶναι τε ὀρθῶς, καὶ τὴν ζωὴν τὴν εὐδόκιμον ἀληθῶς κατορθῶσαι. “ τὴν δὲ ἀπαρχὴν ἔχοντες τοῦ Πνεύματος, καὶ αὐτοὶ “ ἐν ἑαυτοῖς. υἱοθεσίαν ἀπεκδεχόμενοι, καὶ ἐλπίζοντες τὴν ἀπολύ- “ τρῶσιν τοῦ σώματος.” καὶ ὡς ἔν γε τούτῳ τῷ μέρει τὸ, “τί “ προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν.” “ εἰ γὰρ ὀφθαλμὸς οὐκ
“ εἶδε καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ “ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν,” τι προσιόντες ἣ πῶς ἃν εἰδείημεν, ἃ μὴ τεθεάμεθα; μᾶλλον δὲ καὶ τὰ ἐπέκεινα νοῦ, καὶ ταῖς τῶν ἀνθρώπων καρδίαις οὐκ ἔγνως μένα; ποία δ᾿ ἃν γένοιτο καὶ ἡ τοῦ σώματος ἀπολύτρωσις· ἣ τίς ὁ
μεταπλασμός· ἀναστοιχειοῦται δὲ ὅπως εἰς ἀφθαρσίαν καὶ δόξαν· αὐτὸς ἃν εἰδείη καὶ μόνος ὁ τούτων τεχνίτης. ἔφη δέ που πρός τινας τοῦ Σωτῆρος ὁ μαθητὴς, καθὸ δεῖ προσεύχεσθαι μὴ εἰδότας, “ αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε. ἵνα ἐν ταῖς “ ναῖς ὑμῶν δαπανήσητε·” οὐκοῦν πρέποι ἃν τοῖς ὧδε διακειμένοις
εἰπεῖν, τὸ, “ τί προσευξόμεθα, καθὸ δεῖ οὐκ οἴδαμεν.” ἀλαλήτοις δὴ οὑν ἐν στεναγμοῖς λαλοῦμεν ἐν Πνεύματι, ἃ καὶ ὅτι μὲν ἔσται, πεπιστεύκαμεν· τίνα δὲ τρόπον, ἀγνοοῦμεν παντελῶς.
Θεός. δότε ὑμᾶς αὐτοὺς τῷ κατέχοντι τοῦ παντὸς τὰ πηδάλια· οὗτος γὰρ, κἂν μηδὲν αἰτήσετε, στενάζητε δὲ μόνον ὑπὸ τῆς ἐνοι- κούσης χάριτος ἐνεργούμενοι, σοφῶς τὰ κἄ ὑμᾶς πρυτανεύει, καὶ τὸ συνοῖσον μέλλει παρέξειν.
παραγενέσθαι τὰ ἐλπιζόμενα, πρὸ τοῦ δέοντος καιροῦ. συναντιλαμβάνεται οὖν ἡμῖν τὸ Πνεῦμα, ἀσθενοῦσι περὶ τὸ εὔχεσθαι ἃ δεῖ. ἐπειδὴ ἡμεῖς τὰ συμφέροντα οὐκ ἴσμεν, οὐδὲ τοὺς εὐθέτους καιρούς. τὸ μέντοι Πνεῦμα τὸ Ἄγ’ ἴον ἐν τῷ συνεργεῖν, οὐκ ἀναιρεῖ τῆς αὐτεξουσιότητος τὴν χάριν. τὸ γὰρ συνεργεῖν, συμπράττειν
ἐστὶν ἀσθενούσῃ τῇ γνώμῃ. οὐκ ἀναγκάζει, ἀλλὰ τοὺς ἑκουσίως εἰς ἀρετὴν ὁρμῶντας, ἐπιρωννύει· καὶ αὐτὸ δὲ τὸ Ἅγιον Πνεῦμα ἔστιν εἰπεῖν, ὅτι διὰ τῶν ἀλαλήτων στεναγμῶν, οὓς ἐγκαταμιγνυσι ταῖς τῶν ὁσίων εὐχαῖς, διορθοῦται τῶν εὐχομένων τὴν ἄγνοιαν· ὅταν ὁ εὐχόμενος ἐξ ἀγνοίας αἰτῇ τὸ μὴ δέον. ἀλαλήτους
δέ φησι στεναγμοὺς, τοὺς ἐν βάθει τῆς καρδίας ὑπὸ τοῦ Ἁγίου Πνεύματος κινουμένους.
ἀλλ’ ὅμως πρὸς πίστιν τούτων τῶν τηλικούτων, ἀπὸ τοῦ Πνεύματος οὐ μικρὰν ἐπικουρίαν ἔχομεν. τὰ γὰρ καὶ αἰτήσεως κρείττονα, καὶ περὶ ὧν οὐκ ἴσμεν, οὐ δὲ ὅπως εὔξασθαι χρὴ, ἵν εἴπῃ καὶ τὰ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ εὐχὴν, ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ Πνεύματος τοῦ Ἀγίου χάρις ἀπορρήτως εἰσπράττεται,
καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ τοῦ παντός. ὥσπερ γὰρ οἱ ἔπι τῶν γάμων ἀρραβῶνες, οὓς ἀλλήλοις οἱ γαμοῦντες διδόασιν, ἐγγυῶνται τὰ μετὰ ταῦτα· καὶ προφερόμενοι τὰς ἐφ’ οἷς δέδονται συνθήκας, ἐπὶ πέρας ἀχθῆναι καταναγκάζουσιν· οὕτως οἴμαι καὶ ἡ ἀπαρχὴ τοῦ Πνεύματος, τουτέστι τὸ μερικὸν τοῦ Πνεύματος
χάρισμα, ὁ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, τὴν ἐπὶ καιροῦ δοθησομένην καθόλου χάριν ἡμῖν βέβαιοι. δέον οὖν ἄρα τοὺς ὑπὲρ αὐτῆς πόνους μὴ ἀποφεύγειν. τὸ δὲ ἐντυγχάνειν, μεταφορικῶς εἶπεν· ἀπὸ τοῦ καὶ ἡμῶν τὰς χρείας ταῖς πρὸς ἀλλήλους ἐντυχίαις ἀνύεσθαι.
ἐρευνῶν τὸ Πνεῦμα. ἀλλ’ ἵνα μάθῃς ὅτι περὶ ἀνθρώπου ὁ λόγος πνευματικοῦ, καὶ χάρισμα ἔχοντος εὐχῆς, ἐπήγαγεν, “ ὁ δὲ “ νῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος.” τοῦ ἀνθρώπου τοῦ πνευματικοῦ· ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. οὐ γὰρ ἀγνοοῦντα, φησὶν, διδάσκει τὸν Θεόν· ἀλλὰ τοῦτο
γίνεται, ἵνα ἡμεῖς μάθωμεν εὔχεσθαι ἃ χρὴ, καὶ αἰτεῖν παρὰ τοῦ Θεοῦ τὰ δοκοῦντα αὐτῷ. τοῦτο γάρ ἐστι τὸ κατὰ Θεόν. ὥστε καὶ παρακλήσεως ἕνεκεν ἐγίνετο τοῦτο τῶν προσιόντων, καὶ διδασκαλίας ἀρίστης. καὶ γὰρ ὁ παρέχων τὰ χαρίσματα, καὶ τὰ μυρία διδοὺς ἀγαθὰ, ὁ παράκλητος ἦν. “ πάντα γὰρ ταῦτα, ” φησὶν,
“ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα.” καὶ τῆς ἡμετέρας χάριν τοῦτο γίνεται, καὶ τοῦ δειχθῆναι τοῦ Πνεύματος τὴν ἀγάπην· ὅτι μέχρι τούτου συγκαταβαίνει. ὅθεν καὶ τὸ εὔχεσθαι τῷ ἀγαπωμένῳ ἐγίνετο· μᾶλλον δὲ τὸ ἀκούεσθαι τῷ εὐχομένῳ.
“ λέγει Κύριος, ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου. οὖν φησὶν, ὁ σοφῶς πάντα τὰ τῶν ἀνθρώπων εἰδὼς, οὐδὲ τὸν σκοπὸν πὸν τοῦ πνεύματος ἡμῶν ἀγνοεῖ· ἀλλ’ οἶδεν ὅτι κατὰ τὸ αὐτοῦ θέλημα· καὶ ἐφ’ ᾧ δέδωκεν αὐτό. τοῦτο γάρ ἐστι, τὸ “κατὰ Θεόν. πρὸς αὐτὸν ποιεῖται τὴν ἔντευξιν. ὥστε τυχεῖν οὓς ἀγαπᾷ, ὁλοκλήρου
τῆς ἁγιότητος. τουτέστιν, ὥστε αὐτοὺς διὰ τῆς ἀναστάσεως, σεως, εἰς ἀθάνατον καὶ ἀπαθῆ μεταστῆναι ζωήν. ἁγίους δέ φησιν, τοὺς πιστούς. διττὸν γὰρ τὸ τῆς ἁγιότητος ὄνομα. τὸ μὲν, ἄπο τῆς πίστεως. τὸ δὲ, ἀπὸ τῆς ἀρίστης πολιτείας. ἣ ἁγίους, τοὺς διὰ τῆς εὐχῆς ἁγιαζομένους. ἢ ὑπὲρ ἁγίων φησίν. ἀντὶ τοῦ, ὑπὲρ καθαρῶν καὶ θεαρέστων ἔργων τὰς αἰτήσεις ποιεῖται. ἣ ὑπὲρ ἀνθρώπων τὸν ἁγιασμὸν ἐπιποθούντων. οὐκ εἶπε δὲ ἐντυγχάνει, ὑπερεντυγχάνει· τὴν σύντονον καὶ κατεσπουδασμένην δηλῶν ἔντευξιν.
“ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ,” καὶ τὰ ἑξῆς ἅπαντα, ἐκείνους εἴρηται. δι’ ἐκείνων τοίνυν πάντων ἀλείψας αὐτοὺς, καὶ παιδεύσας, μὴ ἅπερ ἃν νομίσωσιν εἶναι συμφέροντα, ταῦτα αἰτεῖσθαι τεῖσθαι πάντως· ἀλλ’ ἅπερ ἃν τὸ Πνεῦμα ὑποβάλῃ, ἄνεσις γὰρ καὶ κινδύνων ἀπαλλαγὴ καὶ τὸ ἐν ἀδείᾳ ζῆν ἐδόκει συμφέρον ἐκείνοις·
νοῖς· ὅπερ ἐπιβλαβὲς μᾶλλον ἐστὶν, ἐπάγει καὶ ταῦτα q. λογισμὸν κινῶν ἱκανὸν αὐτοὺς ἀνακτήσασθαι. ὅταν δὲ εἴπῃ πάντα, καὶ τὰ δοκοῦντα εἶναι λυπηρὰ λέγει. κἂν γὰρ θλίψις καὶ πενία· κἂν ὁτιοῦν ἕτερον ἐπέλθῃ, δυνατὸς ὁ Θεὸς εἰς τοὐναντίον ἅπαντα μεταβαλεῖν. ἐπεὶ καὶ τοῦτο τῆς ἀφάτου δυνάμεως αὐτοῦ· τὸ τὰ
δοκοῦντα εἶναι μοχθηρὰ, κοῦφα τὲ ἡμῖν ποιεῖν, καὶ εἰς τὴν ὑπὲρ ἡμῶν τρέπειν βοήθειαν. διόπερ οὐκ εἶπε τοῖς ἀγαπῶσι τὸν Θεὸν, οὐκ ἐπέρχεται τι δεινὸν, ἀλλ’ ὅτι “ συνεργεῖ εἰς ἀγαθόν.” ὅτι αὐτοῖς τοῖς δεινοῖς κέχρηται εἰς τὴν τῶν ἐπιβουλευομένων εὐδοκίμησιν. ὅπερ πολλῷ μεῖζον ἐστὶ, τοῦ κωλῦσαι ἐπελθεῖν
τὰ δεινά· ἢ καταλῦσαι ἐπελθόντα. ὃ καὶ ἐπὶ τῆς Βαβυλωνίας καμίνου πεποίηκεν. οὔτε γὰρ ἐκώλυσεν ἐμπεσεῖν εἰς αὐτήν· οὔτε ἐμπεσόντων τῶν ἁγίων ἐκείνων, τὴν φλόγα ἔσβεσεν. ἀλλὰ ἀφεὶς καίεσθαι, δι’ αὐτῆς ταύτης θαυμαστοτέρους εἰργάσατο. εἰδες πῶς τοῖς ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν;
Γενναδίου. Καὶ τοῦτο ἡμῖν που πάντως ἀνωμολόγηται, φησὶν, ὅτι ὁ Θεὸς οὐκ ἐγκαταλείπει ποτὲ τοὺς ἀγαπῶντας αὐτόν. 18 ἀλλ’ ἅπαντα αὐτοῖς τὰ περὶ αὐτοὺς συμβαίνοντα, γίνεσθαι παρασκευάζει εἰς ἀγαθόν.
συμφέρει.
συνεργεῖ, ἀλλὰ τοῖς εὐσεβῆ πρόθεσιν ἔχουσιν. οὗτοι γὰρ καὶ τέλειοι, καὶ υἱοί. οὐ μὴν Ἰουδαῖοι, οἱ φόβῳ τοῦ νόμου εὐσεβοῦντες. διὸ καὶ δοῦλοι οὗτοι. εἶτα ἐπειδὴ εἶπε, πάντα συνεργεῖ εἰς τὸ ἀγαθὸν ὁ Θεὸς, ἐπάγει καὶ τὰ ἑξῆς.
τὴν ἀνθρωπίνην ὑπερβαῖνον φύσιν, ὅτι οὐ κωλύει τὰ δοκοῦντα εἶναι Θεὸς, ἀλλ’ εἰς τὴν τῶν ἐπιβουλευομένων εὐδοκίμησιν αὐτοῖς κέχρηται. χρηται. ἐπειδὴ πολλοῖς ἄπιστον τοῦτο εἶναι ἐδόκει· ἀπὸ τῶν παρελθόντων αὐτὸ πιστοῦται· “ τοῖς κατὰ πρόθεσιν,” λέγων, “ “ τοῖς οτυσι.” σκόπει γάρ, φησι, εὐθέως ἀπὸ τῆς κλήσεως τὸ εἰρημένον.
διατί γὰρ μὴ ἐξαρχῆς πάντας ἐκάλεσεν, ἢ μηδὲ αὐτὸν Παῦλον εὐθέως μετὰ τῶν ἄλλων, οὐ δοκεῖ ἡ ἀναβολὴ ἐπιζήμιος εἶναι. ἀλλ’ ὅμως, ἐδείχθη διὰ τῶν πραγμάτων, ὅτι χρήσιμος γέγονε. πρόθεσιν δὲ ἐνταῦθα φησίν· ἵνα μὴ τὸ πᾶν τῇ κλήσει δῷ. ἐπειδὴ οὕτως ἔμελλον καὶ Ἕλληνες ἀντιλέγειν καὶ Ἰουδαῖοι. εἰ
γὰρ ἡ κλῆσις ἤρκει μόνον, τίνος ἕνεκεν οὐ πάντες ἐσώθησαν; ὅτι οὐχ ἡ κλῆσις μόνον, ἀλλὰ καὶ ἡ πρόθεσις τῶν καλουμένων τὴν σωτηρίαν ἐργάζεται. οὐ γὰρ ἠναγκασμένη γέγονεν ἡ κλῆσις. πάντες γοῦν ἐκλήθησαν, ἀλλ’ οὐ πάντες ἐσώθησαν.
μία, σώζει τὸν ἄνθρωπον. διόπερ καὶ ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, εἶπε συνεργεῖν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. οὐ γὰρ ἡ κλῆσις μόνον· πάντες γὰρ ὑπήκουσαν μὲν οὐδαμῶς· ἐκλήθησαν δὲ, ἀλλὰ καὶ ἡ πρόθεσις τῶν κεκλημένων τὴν σωτηρίαν εἰργάσατο. οὐ γὰρ ἠναγκασμένη γέγονεν ἡ κλῆσις, οὐδὲ βεβιασμένη, ἀλλ’ ἑκουσία.
“ σιωπήσῃς. ἔστι γάρ μοι λαὸς πολὺς ἐν τῇ πόλει ταύτῃ.” εἰς δὲ τὴν Μυσίαν λαλῆσαι τὸν λόγον ἐκώλυσεν. εἰς μέντοι τὴν Ἀσίαν, τὸ μὲν πρῶτον, ἐπέσχεν. ὕστερον δὲ τοῦτο ἐπέσχεν ἥκιστα· ἀλλὰ ποιῆσαι προσέταξε. διὰ τοῦτο καὶ ἐν Ἱεροσολύμοις ἔφη πρὸς αὐτὸν, “ σπεῦσον καὶ ἔξελθε τὸ τάχος ἐντεῦθεν. οὐ γὰρ
“ μὴ προσδέξονταί σου τὴν μαρτυρίαν.” διὰ τοῦτο κἀνταῦθα, “ τοῖς κατὰ πρόθεσιν,” ἔφη, “
κέκληνται δὲ, οἱ, περὶ ὧν ὁ λόγος, κατὰ βούλησιν, τίνων; πότερα δὴ τοῦ κεκληκότος, ἣ τῶν κεκλημένων; οὐκοῦν ἅπασα μὲν ἔφεσις πρὸς δικαιοσύνην ἡμᾶς ἀποφέρουσα, γένοιτο ἃν ἡμῖν παρὰ τοῦ Θεοῦ καὶ Πατρός. ἔφη γάρ που ὁ Χριστός· “ οὐδεὶς “ ἐλθεῖν πρός με, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με, ἑλκύσῃ αὐτόν.”
πλὴν ἔν γε τούτοις, οὐκ ἃν τίς ἁμάρτοι τοῦ πρέποντος, λέγων, ὡς κλητοὶ γεγόνασι τινὲς κατὰ πρόθεσιν, τήν τε τοῦ κεκληκότος καὶ τὴν ἑαυτῶν.
πολλοῖς ἀδελφοῖς. οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσε. λεσε. καὶ οὓς ἐκάλεσε, τούτους καὶ ἐδικαίωσεν. οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.
ὡς ἔσονται σύμμορφοι τῆς εἰκόνος τοῦ τοῦ αὐτοῦ. εἰκὼν δὲ τοῦ Υἱοῦ αὐτοῦ, τίς ἃν νοοῖτο, πάλιν σαφηνιεῖ λέγων αὐτὸς ὁ μακάριος Παῦλος, “ ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου.” οἱ γὰρ τῶν σαρκικῶν ἐπιθυμιῶν ἀλογήσαντες, οὗτοι τὴν εἰκόνα μεμίμηνται τοῦ Χριστοῦ. τουτέστι, τὴν ἐν ἁγιασμῷ πολιτείαν καὶ ζωήν. ὥσπερ γὰρ εἰκόνα τοῦ χοικοῦ, τουτέστιν Ἀδὰμ, τὴν ἐν παρακοῇ καὶ ἁμαρτίαις ζωὴν εἶναι φαμὲν, οὐτῶ καὶ εἰκόνα τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ,
τὸν ἁγιασμὸν καὶ τὴν δικαίωσιν καὶ τὴν ὑπακοήν. ὅσοι τοίνυν προεγνώσθησαν, ὡς ἐσόμενοι κατὰ καιροὺς τῆς Χριστοῦ ζωῆς σύμμορφοί τε καὶ μιμηταὶ, κατά γε τὸ ἐγχωροῦν τῇ ἀνθρωπίνῃ φύσει, οὖτοι καὶ κὲκλήνται.
τὸ Πνεῦμα τοῖς κατὰ πρόθεσιν κλητοῖς, ὅτι αὐτοὺς προέγνω Θεὸς ἀξίους τῆς τοῦ Πνεύματος βοηθείας· καὶ προγνοὺς, προώρισε συμμόρφους εἶναι τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. οὐκ ἀναιρῶν τὸ αὐτεξούσιον· ἡ γὰρ πρόγνωσις, οὐκ ἔστιν ἀναγκαστική· ἀλλὰ προθεωρητικὴ τῆς τῶν πολιτευομένων ὁρμῆς τε καὶ διαθέσεως.
σαφέστερον δ’ ἃν εἴη τὸ ῥηθὲν, εἰ ἀπὸ τῶν τελευταίων ἀρξάμενοι, ἐπὶ τὰ πρῶτα ἀνίωμεν. τίνας τοίνυν ἐνταῦθα ἐδόξασεν ὁ Θεός; οὓς ἐδικαίωσε. τίνας δὲ ἐδικαίωσεν; οὓς καὶ ἐκάλεσε· τίνας δὲ ἐκάλεσεν; οὓς προώρισε. τίνας δὲ προώρισεν; οὓς προέγνω. τίνας δὲ προέγνω; τοὺς κατὰ πρόθεσιν κλητοὺς ὄντας. τουτέστι, τοὺς
διὰ τὴν ἰδίαν πρόθεσιν κλητοὺς ὄντας καὶ συμμόρφους Χριστῷ. σύμμορφοι δὲ γινόμεθα τῆς εἰκόνος τοῦ Υἱοῦ ἐν τῷ καὶ αὐτοὶ υἱοὶ χρηματίσαι, ὡς ἀδελφοὶ τοῦ φύσει Υἱοῦ καὶ πρωτοτόκου Ἰησοῦ Χριστοῦ, κατὰ τὸν πνευματικὸν λόγον. ἐπειδὴ γὰρ Πνεῦμα ὁ Θεὸς, πνευματικοὶ δὲ καὶ οἱ ἐκ τοῦ Πνεύματος γεννηθέντες· σύμμορφοι
ἄρα κατὰ τοῦτον τὸν λόγον ἐσμὲν τῷ Χριστῷ. ἣ οὕτως σύμμορφοι ἐσμὲν τῆς εἰκόνος τοῦ Θεοῦ καὶ Πατρός· τουτέστι, τοῦ Υἱοῦ αὐτοῦ. εἰκὼν γὰρ τοῦ Πατρὸς ὁ Υἱός.
“εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον·” εἰ γὰρ καὶ μετέδωκε τῆς υἱοθεσἱας καὶ ἄλλοις, οὐδὲν ἐντεῦθεν τὸν Υιὸν ἐζημίωσεν· ἔχει γὰρ καὶ οὕτως ἐκεῖνος τὴν κατὰ πάντων ὑπεροχήν· καὶ πλεονεκτεῖ τοῖς πρωτοτοκίοις τῶν ἀδελφῶν.
“ τὸ γενέσθαι σύμμορφον αὐτὸ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὐ γὰρ δὴ τῇ θεότητι αὐτοῦ σύμμορφον ἡμῶν ἔσται τὸ σῶμα, ἀλλὰ “ τῷ σώματι τῆς δόξης αὐτοῦ.” οὕτω κἀνταῦθα, τοὺς τῆς ἀξιωθέντας, τῆς εἰκόνος τοῦ Υἰοῦ συμμόρφους ὠνόμασεν. τουτέστι, τοῦ σώματος τοῦ Υἱοῦ. ἐπειδὴ γὰρ ἀόρατος ἡ θεία φύσις·
τὸ δὲ σῶμα ὁρατὸν, ὡς ἐν εἰκόνι τινὶ διὰ τοῦ σώματος προσκυνεῖται. ἣ εἰκόνα τοῦ Υἱοῦ, τὸ σῶμα αὐτοῦ φησίν. ἐπειδὴ ὁ ἐκ σπέρματος Δαβὶδ, εἰκὼν τοῦ Λόγου κατὰ τὴν υἱότητα. Υἱὸς γὰρ προσηγορεύθη διὰ τὴν πρὸς τὸν Λόγον ἕνωσιν. σύμμορφοι γοῦν ἐσώμεθα τῷ ἐκ Δαβίδ· εἰ γὰρ καὶ σαρκὶ ἁγίᾳ καὶ καθαρᾷ καὶ ἡνωμένῃ
Θεῷ συμμορφούμεθα, ἀλλ’ ὅμως ἔχομεν οἰκειότητα, πρὸς τὸ σύμμορφοι γενέσθαι ὡς ἄνθρωποι ἀνθρώπῳ.
πνευματικῶς ζῶσιν, οὗτοι σύμμορφοι εἰσὶ τοῦ Πνεύματος· ὁ ἐστιν, εἰκὼν τοῦ Υἱοῦ.
“ Θεοῦ, “ τὴν μάχαιραν,” φησὶ, “ τοῦ Πνεύματος. “ Θεοῦ.” ῥῆμα δὲ, ζῶν καὶ
“ εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον.” καὶ οὐδὲ ἐνταῦθα ἔστη· ἀλλὰ καὶ ἕτερον ἐπάγει, “ ἐν πολλοῖς ἀδελφοῖς.” διὰ πάντων, σαφῆ τὴν συγγένειαν ἐπιδεῖξαι βουλόμενος. ταῦτα δὲ πάντα περὶ τῆς οἰκονομίας εἰρῆσθαι νόμιζε. κατὰ γὰρ τὴν θεότητα, μονογενής.
Πνεύματος ἐκ Θεοῦ γεννωμένους. ὡς ὁ Παῦλος ἐνταῦθα φησὶ, “ εἰς τὸ εἶναι πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς.” λέγεται δὲ “ πρωτότοκος τῆς κτίσεως·” ὡς πρὸ πάσης αὐτῆς ἐκ Θεοῦ γεννηθείς. ἀλλ’ οἱ τῇ κτίσει τοῦτον συντάττοντες, εἰ πρωτότοκος, φασὶν, ὁ μονογενὴς, οὐκέτι μονογενής· ἀλλ’ ὀφείλει καὶ ἄλλος εἶναι
οὗ πρωτότοκος λέγεται. καί τοι γε, ὦτ’ σοφοὶ, καὶ ἐκ Μάριας τῆς παρθένου μόνος γεννηθεὶς, πρωτότοκος αὐτῆς εἴρηται. “ ἕως οὗ γὰρ “ἔτεκε,” φησὶν, “τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον.” ὥστε ἀνάγκη ἀδελφοῦ πρωτότοκον λέγεσθαι, εἰ δὲ πρὸ τῆς κτίσεως ὣν, οὐ γέννημα ἐστὶν ἀλλὰ κτίσμα, πρωτόκτιστος ἃν ἐλέγετο, καὶ οὐ
πρωτότοκος.
ὡς κτίσμα ὑπάρχοντα. ἐπειδὴ δὲ καὶ πρωτότοκος καὶ μονογενὴς λέγεται, δεῖ δὲ καὶ ἄμφω τηρῆσαι ἐπ’ αὐτοῦ. πρωτότοκον μὲν αὐτὸν φαμὲν ἀληθῶς ἁπάσης τῆς κτίσεως, ἐπειδὴ καὶ αὐτὸς ἐκ τοῦ Θεοῦ, καὶ ἡ κτίσις ἐκ τοῦ Θεοῦ. ἀλλ’ αὐτὸς μὲν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, μόνος ἀχρόνως γεγεννημένος,
εἰκότως υἱὸς μονογενὴς πρωτότοκος, καὶ οὐ πρωτόκτιστος λεχθήσεται. ἡ γὰρ κτίσις, οὐκ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ἀλλὰ θελήματι αὐτοῦ, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη. “ πρωτό- “ τόκος δὲ ἐν πολλοῖς ἀδελφοῖς.” μονογενὴς γὰρ ὣν καὶ ἐκ τρός· ἐπειδήπερ μετέσχηκεν αἵματος καὶ σαρκὸς παραπλησίως
ἡμῖν, καὶ ἄνθρωπος γέγονε. γεγόναμεν δὲ καὶ ἡμεῖς δι’ αὐτοῦ υἱοὶ Θεοῦ· υἱοθετηθέντες διὰ βαπτίσματος. αὐτὸς ὁ φύσει Υἱὸς τοῦ Θεοῦ, πρωτότοκος ἐν ἡμῖν τοῖς θέσει καὶ χάριτι υἱοῖς Θεοῦ γεγεεννημένοις, καὶ ἀδελφοῖς αὐτοῦ χρηματίσασι γέγονεν. ὅθεν ἔλεγεν, “ἀναβαίνω πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν.” Πατέρα μου, φύσει· πατέρα ὑμῶν, θέσει καὶ χάριτι.
παντὸς ἀγαθοῦ ἀρχηγός τε καὶ αἴτιος ὁμογενὴς ἔστι Θεὸς, ὁ ἐν πᾶσι πρωτεύων, προσμαρτυρεῖ αὐτῷ, τὸ μὴ μόνον τὴν τῶν ὄντων κτίσιν δι’ ἐκείνου γενέσθαι, ἀλλ’ ὅτι τῆς ἀρχαίας τῶν ἀνθρώπων κτίσεως παλαιωθείσης καὶ ἀφανισθείσης, καθὼς αὐτὸς ὀνομάζει, ἄλλης δὲ καινῆς κτίσεως ἐν Χριστῷ γενομένης, οὐδὲ ταύτης ἄλλος
τις καθηγήσατο· ἀλλὰ πάσης τῆς διὰ τοῦ εὐαγγελίου τῶν ἀνθρώ- πων γενομένης κτίσεως, αὐτός ἐστιν ὁ πρωτότοκος. ὡς ἃν σαφέ- στερον γένοιτο τὸ περὶ τούτου νόημα, οὑτωσὶ τὸν λόγον διαληψό- διαληψόμεθα. τετράκις τῆς φωνῆς ταύτης μέμνηται ὁ θεῖος Ἀπόστολος. ἅπαξ μὲν, οὕτως εἰπών· “ὅτι πρωτότοκος πάσης κτίσεως·” πάλιν
δέ· “ὅτι πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς.” ἐκ τρίτου δέ· “ὅτι “πρωτότοκος ἐκ τῶν νεκρῶν.” μετὰ ταῦτα δὲ ἀπόλυτόν τε καὶ ἀσυζυγῆ τὴν φωνὴν παρ·ατίθεται, εἰπών· “ὅταν δὲ πάλιν εἰσαγάγῃ “τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην.” οὐκοῦν ἥνπερ ἃν διάνοιαν ἐπὶ τῶν ἄλλων συζυγιῶν τοῦ ὀνόματος τούτου κατανοήσωμεν, ἀκο-
λούθως τὴν αὐτὴν καὶ τῷ πρωτοτόκῳ τῆς κτίσεως ἐφαρμόσομεν. μιᾶς γὰρ καὶ τῆς αὐτῆς οὔσης φωνῆς, ἀνάγκη μίαν ε7ναι καὶ τὴν σημαινομένην διάνοιαν. πῶς τοίνυν γίνεται πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς ; πῶς δὲ ἐκ νεκρῶν πρωτότοκος ; ἢ τοῦτο πάντως ἐστὶ δῆλον, ὅτι διὰ τὸ γενέσθαι ἡμᾶς καὶ σάρκα, καθὼς φησὶν ἡ
γραφὴ, ὁ δι’ ἡμᾶς γενόμενος καθ’ ἡμᾶς, καὶ σαρκὸς καὶ αἵματος κοινωνήσας, μέλλων ἡμᾶς ἐκ τοῦ φθαρτοῦ μεταποιεῖν πρὸς τὸ ἄφθαρτον, διὰ τῆς ἄνωθεν γεννήσεως τῆς δι’ ὕδατος καὶ πνεύματος, αὐτὸς τοῦ τοιούτου τόκου καθηγήσατο διὰ τοῦ ἰδίου βαπτίσματος· τὸ Ἅγιον Πνεῦμα ἐπὶ τὸ ὕδωρ ἐπισπασάμενος. ὥστε πάντων τῶν
πνευματικῶς ἀναγεννωμένων πρωτότοκον αὐτὸν γενέσθαι· καὶ ἀδελ- φοὺς ὀνομάσαι τοὺς τῆς, ὁμοίας αὐτῶ διὰ τοῦ ὕδατος καὶ τοῦ Πνεύματος μετεσχηκότας γεννήσεως.
μετασχὼν τῆς διὰ λουτροῦ ἀναγεννήσεως, ἀδελφῶν πρωτότοκος γίνεται. καὶ πάλιν ἀπαρχὴν τῆς ἀναστάσεως ἑαυτὸν ποιήσας, πρωτότοκος ἐκ τῶν νεκρῶν ὀνομάζεται· οὕτως ἐν πᾶσι πρωτεύων μετὰ τὸ παρελθεῖν τὰ ἀρχαῖα πάντα, καθὼς φησὶ ὁ Ἀπόστολος, τῆς ἐν Χριστῷ καινῆς κτίσεως τῶν ἀνθρώπων πρωτότοκος γίνεται.
διὰ τῆς διπλῆς παλιγγενεσίας· τῆς τε κατὰ τὸ ἅγιον βάπτισμα, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως· ἀρχηγὸς τῆς ζωῆς καθ’ ἑκάτερον ἡμῖν γενόμενος, καὶ ἀπαρχὴ καὶ πρωτότοκος. ἐν οἷς δέ φησιν, “ ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην,” ἡ τοῦ “ πάλιν” προσθήκη τὴν ἐπὶ τέλει γενησομένην τοῦ δεσπότου
τῶν ὅλων ἐμφάνειαν προαγορεύει. ὡς γὰρ “ ἐν τῷ ὀνόματι Ἰησοῦ “ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.” καί τοι ὁ Υἱὸς τὸ ἀνθρώπινον ὄνομα οὐκ ἔχει τῷ ὑπὲρ πᾶν εἰναι ὄνομα, οὕτως παρὰ πάσης τῆς ὑπερκοσμίου κτίσεως προσκυνεῖσθαι τὸν πρωτότοκον λέγει, τὸν δι’ ἡμᾶς οὕτως ὠνομασμένον· πάλιν εἰς τὴν
οἰκουμένην εἰσιόντα· ὅταν κρίνῃ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. οὕτως διακρίνεται παρὰ τοῦ λόγου τῆς εὐσεβείας, τό τε τοῦ πρωτοτόκου καὶ τὸ τοῦ μονογενοῦς σημαινόμενον. ἑκατέρῳ τῶν ὀνομάτων τῆς καταλλήλου σημασίας φυλασσομένης. ὁ δὲ εἰς τὴν προαιώνιον ὕπαρξιν ἀνάγων τοῦ πρωτοτόκου τὸ ὄνομα, πῶς διασώσει
τὴν τοῦ μονογενοῦς ἔννοιαν; οὐ γὰρ συμβαίνει ταῦτα προσάλληλα· μήτε τοῦ πρωτοτόκου, χωρὶς ἀδελφῶν νοουμένου· μήτε τοῦ μονογενοῦς, μετὰ ἀδελφῶν. ὅταν μὲν γὰρ εἴπῃ “ ἐν ἀρχῇ ἦν ὁ διὰ τούτου τὸν μονογενῆ παρεδεξάμεθα. ὅταν δὲ ἐπαγάγῃ ὅτι “ ὁ “ Λόγος σὰρξ ἐγένετο,” διὰ τούτου τὸν πρωτότοκον ἐνοήσαμεν.
τὸ μήτε πρώτως γίνεσθαι τοῦτο διὰ τῆς κατὰ λέξιν σημασίας ἐνδείκνυται. ἐπὶ τῆς ἐπαναλήψεως γὰρ τῶν ἅπαξ γεγονότων τῇ λέξει ταύτῃ κεχρήμεθα. οὐκοῦν τὴν ἐπὶ τῷ τέλει τῶν αἰώνων φοβερὰν βερὰν αὐτοῦ ἐπιφάνειαν, σημαίνει τῷ λόγῳ· ὅτε οὐκέτι τῇ τοῦ δούλου καθορᾶται μορφῇ, ἀλλ’ ἑ ’πὶ τοῦ θρόνου τῆς μεγαλοπρεπείας
προφανῶς καθήμενος, καὶ ὑπὸ τῶν Ἀγγέλων πάντων τῶν περὶ αὐτὸν μεγαλοπρεπῶς προσκυνούμενος. διὰ τοῦτο ὁ ἅπαξ εἰσελθὼν εἰς τὴν οἰκουμένην, πρωτότοκος γενόμενος ἐκ τῶν νεκρῶν τὲ καὶ ἀδεκφῶν καὶ πάσης τῆς κτίσεως· ὅταν πάλιν εἰσέρχηται εἰς τὴν οἱκουμένην, ὁ κρίνων τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, καθὼς ἡ προφητεία
λέγει, οὐκ ἀποβάλλει τοῦ πρωτοτόκου τὸ ὄνομα, ὃ ἅπαξ ὑπὲρ ἡμῶν κατεδέξατο· ἀλλ’ ὡς ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμπτει τῷ ὑπὲρ πᾶν ὄντι ὄνομα, οὕτως καὶ τὸν ἐν τῷ ὀνόματι τοῦ πρωτοτόκου γενόμενον, προσκυνεῖ ἅπαν τῶν Ἀγγέλων τὸ πληρημα, τῇ ἀνακλήσει τῶν ἀνθρώπων ἐπευφραινόμενον· ἣν διὰ τοῦ
γενέσθαι ἡμῶν πρωτότοκος πάλιν εἰς τὴν ἐξ ἀρχῆς χάριν ἀνεκαλέσατο. καὶ πρωτότοκος δὲ ἐκ νεκρῶν γίνεται, πρῶτος δι’ ἑαυτοῦ τὰς ὠδῖνας τοῦ θανάτου λύσας, ἵνα πᾶσιν ὁδοποιήσῃ τὸν ἐξ ἀναστάσεως τόκον. ἐν ἀδελφοῖς δὲ πάλιν πρωτότοκος, τοῦ καινοῦ τῆς παλιγγενεσίας τόκου προγεννηθεὶς ἐν τῷ ὕδατι· οὗ τὰς ὠδῖνας ἡ
πτῆσις τῆς περιστερᾶς ἐμαιεύσατο. δι’ οὗ τοὺς συμμετασχόντας αὐτῷ τῆς ὁμοίας γεννήσεως, ἀδελφοὺς ἑαυτοῦ ποιεῖ. καὶ πρωτότοκος γεννωμένων μετ’ αὐτὸν, ἐκ τοῦ ὕδατός τε καὶ τοῦ Πνεύματος γίνεται.
σημαινόμενον, ἧς πρωτότοκος ἐστὶν, ἀγνοηθήσεται. διπλῆν γὰρ τῆς φύσεως ἡμῶν τὴν κτίσιν ἐγνώκαμεν. τήν τε πρώτην, καθ’ ἣν ἐπλάσθημεν· καὶ τὴν δευτέραν καθ’ ἣν ἀνεπλάσθημεν. ἀλλ’ οὐκ ἂν r τῆς δευτέρας ἡμῶν κτίσεως χρεία, εἰ μὴ τὴν πρώτην διὰ τῆς παρακοῆς ἠχρειώσαμεν. ἐκείνης τοίνυν παλαιωθείσης τὲ καὶ ἀφανισθείσης,
νισθείσης, ἔδει καινὴν ἐν Χριστῷ γενέσθαι κτίσιν, καθὼς φησὶν ὁ Ἀπόστολος, “ ἐνδύσασθε,” λέγων, “ τὸν καινὸν “ κατὰ Θεὸν κτισθέντα.” καὶ “ εἴ τις ἐν Χριστῷ,” φησὶν, “ 19 “κτίσις.” ταύτης τοίνυν τῆς καινῆς ἐν Χριστῷ κτίσεως, ἧς αὐτὸς καθηγήσατο, πρωτότοκος ὠνομάσθη. ὅτι γὰρ οὐ κατὰ τὴν προαιώνιον ὕπαρξιν ἐφαρμόζεται τῷ Υἱῷ τὸ πρωτότοκος, ἡ τοῦ μονογενοῦς προσηγορία διαμαρτύρεται. ὁ γὰρ ἀληθῶς μονογενὴς, ἀδελφοὺς οὐκ ἔχεν πῶς οὖν ἄν τις εἴη μονογενὴς ἐν ἀδελφοῖς ἀριθμούμενος;
ἀλλ’ ὡς λέγεται Θεὸς καὶ ἄνθρωπος, Υἱὸς Θεοῦ καὶ υἱὸς ἀνθρώπου, τὰ μὲν, κατὰ τὴν ὑπερέχουσαν φύσιν ὣν, τὰ δὲ, κατὰ τὴν φιλάνθρωπον οἰκονομίαν γενόμενος, οὕτω καὶ μονογενὴς Θεὸς ὢν, πρωτότοκος πάσης τῆς κτίσεως γίνεται· μονογενὴς μὲν ὢν ἐν τῷ πατρῴῳ κόλπῳ· ἐν δὲ τοῖς διὰ τῆς καινῆς κτίσεως σωζομένοις,
πρωτότοκος τῆς κτίσεως καὶ γενόμενος καὶ λεγόμενος.
οὐκοῦν τότε πρωτότοκος, ὅτε πολλοὺς κατὰ χάριν υἱοὺς ἀπέδειξε Θεοῦ. καὶ πρωτότοκος δὲ πάσης καλεῖται κτίσεως, οὐχ ὡς πρωτότοκος αὐτῆς κατὰ χρόνον ὑπάρχων· οὐδὲ τῆς αὐτῆς τοῖς κτίσμα- σιν οὐσίας· ἀλλὰ καθάπερ ἤδη προείρηται, διὰ τὴν πρὸς τὰ κτίσματα συγκατάβασιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν. ἐπιτηρῆσαί
δὲ ὅμως κἀκεῖνο, καλόν. μονογενὴς καλεῖται καὶ πρωτότοκος· ὅτε μὲν οὖν μονογενὴς ὀνομάζεται, οὐδεμιᾶς αὐτῷ συμπεπλεγμέ- νης αἰτίας, καθ’ ἣν ἐστὶ μονογενὴς, τοῦτο καλεῖται. ἀλλὰ ἀπολε- λυμένως ὁ μονογενὴς Θεὸς “ ὁ ὣν εἰς τὸν κόλπον τοῦ Πατρός” ὅτε δὲ πρωτότοκον αἱ θεῖαι καλοῦσι γραφαὶ αὐτὸν, εὐθὺς ἐπιφέρουσιν.
ὧν ἐστι πρωτότοκος, καὶ τὴν αἰτίαν δι’ ἣν καὶ ταύτην ἔχει τὴν ἐπωνυμίαν. φασὶν γὰρ, “πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς.” καὶ “ πρωτότοκος ἐκ τῶν νεκρῶν.” ἐπειδὴ γὰρ τὸν Υἱὸν τοῦ Θεοῦ κάτα φύσιν ἔχοντα τὸ πρωτεύειν, καὶ ὅτε γέγονεν ἅνθρωπος τοῦτο μὴ ἀπολέσας, εἰκότως καὶ τῆς πρὸς ἡμᾶς ὁμοιώσεως ἐπιλαβόμενος,
πάσης προτάττεται κτίσεως.
“ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ ἄλλως τε οὐδὲ εἴρηκεν ἡ θεία γραφὴ, ὅτι περ ἐστὶ πρωτότοκος τῶν ἄλλων κτισμάτων. ἵνα μὴ ὄντως ὡς εἷς ἐξ αὐτῆς εἶναι νοοῖτο· ἀλλὰ πάσης κτίσεως πρωτότοκον αὐτὸν εἴναι φησι. ἴνα δία του “ πάσης” εἰπεῖν, ὅλης ὁμοῦ τῆς κτίσεως ἐν μέρει κειμένης, ἕτερος
εἶναι παρ’ αὐτὴν πιστεύηται. ὁ δὲ ἔξω πάσης ὑπάρχων κτίσεως, οὐκ ἂν εἴη κτιστῆς οὐσίας, ἀλλ’ ἕτερος παρ’ αὐτήν. καὶ γοῦν ἡ θεῖα γραφὴ τὴν τοιαύτην ἐπιτήρησιν εἰδυῖα σαφῶς, οὐκ ἐκάλεσε τὸν Ῥουβὶμ πρωτότοκον πάντων τῶν τέκνων τοῦ Ἰακώβ. ἵνα μὴ ἕτερος παρὰ τούτους εἶναι νομίζηται. ἀλλὰ μετὰ πολλῆς ἀκριβείας
πρωτότοκον αὐτὸν εἶναι φησὶ τοῦ Ἰακὼβ καὶ τῶν αὐτοῦ. εἰ οὖν διὰ τὸ καλεῖσθαι πρωτότοκον πάσης κτίσεως τὸν Υἱὸν τῇ κτίσει συγκαταριθμεῖν αὐτὸν ἐπιχειροῦσι τινὲς, ἔσται καὶ αὐτὸς ἐν τοῖς πᾶσιν. εἰ δέ τις δοίη τοῦτο κρατεῖν, ἑαυτοῦ πρωτότοκος ἔσται· καθὸ πάσης τῆς κτίσεως πρωτότοκος ὢν, καὶ
αὐτὸς ἐν τοῖς πᾶσιν ἐστίν. ἔσται οὐν ἑαυτοῦ, καὶ πρωτότοκος καὶ δεύτερος. εἰ μὲν γὰρ διὰ τὸ πάσης κτίσεως εἶναι πρωτότοκον, ἔξω τῶν πάντων αὐτὸν κεῖσθαι νοήσαιμεν, πρῶτος ἔσται τῶν πάντων. εἰ δὲ τοῖς πᾶσι καὶ αὐτὸς συνταχθήσεται, ἑαυτοῦ κατὰ χρόνον ἔσται δεύτερος. πρῶτος μὲν, κατ’ ἐκεῖνον τὸν τρόπον· δεύτερος δὲ,
κατὰ τοῦτον. καὶ ἔτι, εἰ διὰ τὸ καλεῖσθαι πρωτότοκος πάσης τῆς κτίσεως, εἷς ἔσται καὶ αὐτὸς τῶν κτισμάτων· γέγονε δὲ πάντα δι’ αὐτοῦ· ἑαυτοῦ ποιητὴς ἔσται καθ’ ὑμᾶς· καὶ ὁ κτίζων, κτίζεται. καὶ τοῦτο, δι’ ἑαυτοῦ. εἰ γὰρ ἐν τοῖς πᾶσιν ἔστι, καὶ πάντα δι’ αὐτοῦ, ἀληθὲς ἔσται τὸ εἰρημένον. καὶ εἰ πᾶσα κτίσις ἐν αὐτῷ
συνέστηκε, πῶς εἷς τῶν πάντων εἶναι δύναται, ὁ τοῖς πᾶσι τὸ συνεστάναι διδούς;
δικαίως. “ πρωτότοκος δὲ ἐκ τῶν νεκρῶν·” πρῶτος γὰρ αὐτὸς εἰς ἀφθαρσίαν ἀνέστησε τὴν ἑαυτοῦ σάρκα, καὶ πρῶτος αὐτὴν εἰς οὐρανοὺς ἀνήγαγε. διὸ καὶ φησὶν, ἐγὼ εἰμὶ ἡ ὀδός.” καὶ “ἐγὼ “ εἰμὶ ἡ θύρα.” δι’ αὐτοῦ γὰρ ἡ φύσις ἡ ἀνθρωπεία, καὶ τὴν καινὴν τῆς ἀναστάσεως ὁδὸν βαδίζειν ἐκδιδάσκεται· καὶ ὥσπερ διά τινος
θύρας εἰς αὐτὸν ἀνέρχεται τὸν οὐρανόν. καὶ ἄλλως δὲ κατὰ τὸν εὐσεβῆ λόγον διὰ τὴν τοῦ Πατρὸς φιλίαν, ἣν ἔχει περὶ τὰ ἑαυτοῦ κτίσματα, πρωτότοκον ἑαυτὸν πάσης κτίσεως ἐκάλεσε, τῆς τε ὁρωμένης, τῆς τε ἀοράτου, ὁ Υἱός. καὶ τῇ πρὸς τὰ πεποιημένα συγκαταβάσει μονονουχὶ καὶ ἑαυτὸν τούτοις συντάττειν οὐκ ὀκνεῖ. ἱν ἐπειδή περ καλεῖται
τούτων πρωτότοκος, δι’ αὐτοῦ σώζηται μετ’ αὐτόν. εἰ γὰρ δεῖ πάντως αὐτὸν εἶναι πρωτότοκον, μενοῦσι πάντως καὶ ὧν ἔσται πρωτότοκος. ἔστι τοίνυν μονογενὴς μὲν κατὰ φύσιν, ἅτε δὴ μόνος ὣν ἐκ Πατρός· Θεὸς ἐκ Θεοῦ· καὶ φῶς ἐκ φωτὸς ἀναλάμψας. πρωτότοκος δὲ δι’ ἡμᾶς. ἱν ὥσπερ ἀθανάτῳ τινὶ ῥίζῃ, πᾶσα ἡ
κτίσις ἐγκεκεντρισμένη, καὶ ἐκ τοῦ ἀεὶ ὄντος ἀναβλαστήσασα, γέγονε γὰρ τὰ πάντα δι’ αὐτοῦ, καὶ συνέστηκεν εἰς ἀεὶ, καὶ αὐτὴ διασώζηται.
τὸν χρόνον, πρῶτος, συγγενὴς δὲ ὅμως κατὰ τὴν φύσιν, καὶ διὰ τὸ εἰναι κτίσμα τοῖς ἄλλοις ἅπασι προσεοικώς. συγγενὴς οὐν ἔσται καὶ ἀλόγοις ζώοις, ὀρνέοις τὲ καὶ νηκτοῖς. ταῦτα γὰρ εἰ καὶ ἐλάχιστα, μέρη γοῦν τῆς πάσης κτίσεως ἐστίν. ἀλλὰ τοῦτο ἄτοπον. οὐκοῦν εὐσεβῶς μὲν πρωτότοκος, ὡς ἐν πολλοῖς ἀδελφοῖς,
διὰ τοὺς κατὰ χάριν εἰς υἱοθεσίαν κεκλημένους, νοηθήσεται. πάσης δὲ κτίσεως ἀνωτέρω κείσεται· ὡς πρὸ ταύτης ὣν, καὶ εἰς τὸ εἶναι παραγαγών· κτιστῆς τὲ αὐτὸς οὐχ ὑπάρχων οὐσίας. καὶ πάλιν, εἰ πρωτότοκος ἐκ Θεοῦ, ὡς τῶν πολλῶν πρῶτος γεννηθείς· ἔστι δὲ καὶ ἐκ τῆς παρθένου πρωτότοκος, εἴη ἃν καὶ ἐξ αὐτῆς ὡς
πρωτότοκος ἑτέρων. εἰ δὲ μόνος, ἀλλ’ οὐ πρὸ ἄλλων γεννηθείς. ἐκ Μάριας πρωτότοκος αὐτῆς κέκληται, καὶ ἐκ Θεοῦ ἄρα πρωτότοκος, οὐχ ὡς πολλῶν πρῶτος, ἀλλ’ ὡς μόνος γεννηθείς. εἰ δὲ κτίσμα καὶ αὐτὸς, οὐκέτ’ ἀν’ εἴη πρωτότοκος· οὔτε αὐτὸς γεννηθεὶς, καὶ τῶν ἄλλων ἀδελφῶν οὐκ ὄντων ἐκ πατρός. αὐτὸ δὲ δὴ
τοῦτο τὸ εἶναι πρῶτον, εἰκόνα δείκνυσιν αὐτὸν τοῦ Πατρὸς ἀληθινήν. ὥσπερ γὰρ ὁ Πατὴρ πρῶτον ἑαυτὸν εἶναι φησὶ, οὕτω καὶ ὁ Υἱὸς εἰκὼν ἀκριβὴς, καὶ ὁμοίωμα τοῦ πρώτου Πατρὸς ὑπάρχων, πρῶτος καὶ ἔστι καὶ λέγεται. ἐν αὐτῷ γάρ ἐστιν ὁ πρῶτος Πατήρ. καὶ αὐτὸς ὁμοίως ἐν τῷ πρώτῳ Πατρί. καὶ δι’ αὐτοῦ τὰ πάντα
γέγονε, καὶ πρὸς υἱοθεσίαν καλεῖται τὰ λογικά. κἂν τὸ λέγεσθαι πρῶτον τῆς κτίσεως εἶναι τὸν Υἰόν. ἀνάγκη συγγενῆ τοῖς μετ αὐτὸν γενομένοις ὑπάρχειν αὐτόν· καὶ τοιοῦτον εἶναι κατὰ φύσιν, ὁποῖα περ ἂν ᾖ τὰ τῷ χρόνῳ δεύτερα. τί ἄρα φατέ; κἂν ὁ Πατὴρ λέγῃ περὶ ἑαυτοῦ, “ ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα,” ἆρα καὶ
αὐτῷ τὸ τῳ χρόνῳ προτερεύειν μόνον τῶν κτισμάτων παραχωρησαντες, γενητὴν περιθήσετε τὴν οὐσίαν; καὶ τοῖς πεποιημένοις αὐτὸν συγκαταριθμήσετε; ἀλλ’ οὐκ ἂν οἶμαί τις εἰς τοσαύτην μανίαν, ὡς τολμῆσαι τοῦτο κἂν δέχεσθαι κατὰ νοῦν. ὥσπερ οὖν τὸ λέγεσθαι πρῶτον τὸν Πατέρα, οὐκ ἀναγκάσει πάντως αὐτὸν συγγενῆ
τοῖς μετ’ αὐτὸν νοεῖσθαι· οὕτω κἂν ὁ Υἱὸς πρῶτος λέγηται τῆς κτίσεως, οὐ πάντως ἔσται τῶν ποιημάτων εἱς. ἀλλ’ ὥσπερ ὁ Πατὴρ ἀρχὴν ἑαυτὸν τῶν πάντων ἀποδεικνύων ἔλεγεν, “ ἐγὼ “ πρῶτος,” οὕτω καὶ ὁ Υἱὸς πρωτότοκος τῆς κτίσεως λέγεται. δι’ αὐτοῦ γὰρ τὰ πάντα γέγονε, καὶ αὐτός ἐστιν ἡ πάντων τῶν
κτισμάτων ἀρχή. ὡς κτίστης καὶ δημιουργός. Οὓς δὲ προώρισε, τούτους καὶ ἐκάλεσεν. οὓς δὲ ἐκάλεσε, τούτους καὶ ἐδικαίωσε. καὶ οὓς ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν.
ἄνωθεν ταῦτα προτετυπῶσθαι. ἄνθρωποι μὲν γὰρ ἀπὸ τῶν πραγμάτων, τὰς ὑπὲρ αὐτῶν γνώμας λαμβάνουσι. τῷ δὲ Θεῷ πάλαι τοῦτο ἔδοξε, καὶ ἄνωθεν πρὸς ἡμᾶς διέκειτο. οὓς δὲ ἐκάλεσεν, ἐδικαίωσε μὲν διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας· ἐδόξασε δὲ, διὰ τῆς χάριτος, διὰ τῆς υἱοθεσίας.
εἴποιμι αὐτὸν κατὰ κρημνοῦ χωρήσειν πελάζοντα εἶτα γένοιτο κατὰ τὸν λόγον ἡ ἔκβασις, ἐγὼ τὸν ἵππον ἐνέβαλον εἰς κρημνόν. ἀλλὰ τὸ μέλλον ἔσεσθαι προηγόρευσα· τεκμηρίῳ χρησάμενος τῇ τοῦ ἵππου θρασύτητι. ὁ δὲ τῶν ὅλων Θεὸς πόρρωθεν οἶδεν ἅπαντα ὡς Θεός. οὐ μὴν ἀνάγκην ἐπάγει τῷ δεῖνι εἰς κατόρθωσιν ἀρετῆς, τῷ δεῖνι δὲ εἰς ἐργασίαν κακίας. εἰ γὰρ αὐτὸς εἰς ἑκάτερον ἐβιάζετο, οὐ δικαίως τὸν μὲν ἀνακηρύττει καὶ στεφανοῖ, τοῦ δὲ, καταψηφίζεται κόλασιν. εἰ δὲ δίκαιος ὁ Θεὸς, ὥς περ οὖν δίκαιος, προτρέπει μὲν ἐπὶ τὰ καλὰ, καὶ ἀπαγορεύει τἀναντία. ἐπαινεῖ δὲ
τοὺς τῶν ἀγαθῶν ἐργάτας, καὶ τιμωρεῖται τοὺς ἑκόντας τὴν κακιαν ἀσπασαμένους.
γενέσθαι, οὐ δὲ βιάζεται τὴν ἀρετήν. ὥστε τῆς θείας προγνωστικῆς κελεύσεως ἐστὶν ὁ προορισμός. προορίζει δὲ τὰ οὐκ ἐφ’ ἡμῖν κατὰ πρόγνωσιν αὐτοῦ. προέκρινε γὰρ πάντα ὁ Θεὸς ἤδη κατὰ τὴν πρόγνωσιν αὐτοῦ, κατὰ τὴν ἀγαθότητα καὶ τὴν δικαιοσύνην αὐτοῦ. χρὴ δὲ γινώσκειν ὅτι ἡ μὲν ἀρετὴ ἐκ τοῦ Θεοῦ ἐδόθη ἐν
τῇ φύσει, καὶ αὐτός ἐστιν παντὸς ἀγαθοῦ ἀρχὴ καὶ αἰτία. καὶ ἐκτὸς τῆς αὐτοῦ συνεργίας καὶ βοηθείας, ἀδύνατον ἀγαθὸν θελῆσαι ἣ πρᾶξαι ἡμᾶς. ἐφ’ ἡμῖν δέ ἐστιν ἣ ἐμμεῖναι τῇ ἀρετῇ, καὶ ἀκολουθῆσαι τῷ Θεῷ πρὸς ταύτην καλοῦντι, ἣ ἀποφοιτῆσαι αὐτῆς. ὅπερ ἐστιν ἐν κακίᾳ γενέσθαι, καὶ ἀκολουθῆσαι τῶ διαβόλῳ πρὸς
ταύτην καλοῦντι ἀβιάστως. ἡ γὰρ κακία οὐδὲν ἕτερόν ἐστιν, εἰ μὴ ἀναχώρησις τοῦ ἀγαθοῦ· ὥσπερ καὶ τὸ σκότος, τοῦ φωτός ἐστιν ἀναχώρησις. μένοντες οὖν ἐν τῷ κατὰ φύσιν, ἐν τῇ ἀρετῇ ἐσμέν. ἐκκλίνοντες δὲ ἐκ τοῦ κατὰ φύσιν, ἤγουν ἐκ τῆς ἀρετῆς, εἰς τὸ περὶ q φύσιν ἐρχόμεθα, καὶ ἐν τῇ κακίᾳ γινόμεθα.
ποιῶν τοὺς γάμους τῷ υἱῷ αὐτοῦ, τοὺς μὲν οἰκέτας ἀπέστειλε συναγεῖραι τοὺς κεκλημένους. οἱ δὲ, οὐκ ἠθέλησαν ἐλθεῖν. εἰσῆλθον δὲ μετ’ ἐκείνους οἱ κλητοὶ κατ’ ἰδίαν πρόθεσιν. πέπλησται δὲ 20 οὕτως ὁ νυμφὼν τῶν ἀνακειμένων. οὐδὲν οὖν ἄρα τοῖς ἐθέλουσιν ἐλθεῖν ἐμποδὼν ὁρᾶται κείμενον. ἀδικεῖ δὲ οὐδένα τὸ σύμπαν ἡ πρόγνωσις, οὔτε μὴν ὀνίνησι τινάς. ἐπεὶ διδασκόντων εἰ μὴ καὶ αὐτοὶ προεγνώσθησαν, οἱ ταῖς ἀπειθείαις ἐξυβρικότες τὸν σεσωκότα Θεόν. ἀλλὰ καὶ κέκληνται μὲν καὶ εἰσπεπεδήκασι τινὲς εἰς
τὸν γάμον. πλὴν οὐ γεγόνασιν ἐκλεκτοί· οὐ δεδικαίωνται οὐδὲ ἐδοξάσθησαν. διὰ ποίαν αἰτίαν; ὅτι μὴ πρέπουσαν τοῖς γάμοις ἐμφιέννυντο στολήν. ἄλλως τε καὶ αὐτὸν εὑρήσομεν τὸν ἡμῶν Ἰησοῦν Χριστὸν, ἀναφανδὸν εἰρηκότα, “ δεῦτε πρός με “ οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.” ἰδοὺ δὴ
σύμπαντας ἐκάλει πρὸς ἑαυτόν. ἀμοιρήσειε δ’ ἃν οὐδεὶς τῆς ἐπὶ τῷ κεκλῆσθαι χάριτος. ἐν γὰρ τῷ, “ πάντες” εἰπεῖν, ἀπόπεμπτον ποιεῖται παντελῶς οὐδένα.
ἐπιλαμβανομένους τῶν τοιούτων λέξεων, καὶ οἰομένους διὰ τούτων εἰσάγειν τοὺς ἐκ κατασκευῆς καὶ φύσεως σωζομένους, καὶ τὸ ἐφ’ ἡμῖν ἐκ τούτων ἀναιροῦντας. ἴδωμεν οὖν τὴν τάξιν τῶν εἰρημένων. δικαιοῖ ὁ Θεὸς, καλέσας πρότερον. οὐκ ἂν δικαιώσας οὓς μὴ ἐκάλεσε· καλεῖ δὲ, πρὸ τῆς κλήσεως προορίσας. οὐκ ἂν καλέσας, οὓς μὴ
προώρισε. καὶ ἔστιν αὐτῷ ἀρχὴ τῆς κλήσεως καὶ τῆς δικαιώσεως, οὐχ ὁ προορισμός· οὗτος γὰρ εἰ ἦν ἀρχὴ τῶν ἑξῆς, πιθανώτατα ἃν ἔλεγον οἱ παρεισάγοντες τὸν περὶ τῆς φύσεως ἄτοπον λόγον. ἀνωτέρω δέ ἐστι τοῦ προορισμοῦ ἡ πρόγνωσις· “ οὓς γὰρ φησὶν, “ καὶ προώρισε, συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ.”
προενατενίσας οὖν ὁ Θεὸς τῷ εἱρμῷ τῶν ἐσομένων, καὶ κατανοήσας ῥοπὴν τοῦ ἐφ’ ἡμῖν, τῶν δέ τινων ἐπὶ εὐσέβειαν· καὶ ὁρμὴν ἐπὶ ταύτην μετὰ τὴν ῥοπήν· καὶ ὡς ὅλους ἑαυτοὺς ἐπιδώσουσι τῷ κατ’ ἀρετὴν ζῆν, προέγνω αὐτούς. γινώσκων μὲν τὰ ἐνιστάμενα, προγινώσκων δὲ τὰ μέλλοντα. καὶ οὓς οὕτω προέγνω, “ προώρισε συμ-
“ μόρφους ἐσομένους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ.” ἔστιν οὖν ὁ τοῦ Θεοῦ, εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου· τούτου δὲ εἰκὼν, ἡ λεγομένη εἰκὼν, τοῦ Θεοῦ r. ἥντινα νομίζω εἶναι, ἣν ἀνέλαβε ψυχὴν ὁ 21 Υἱὸς τοῦ Θεοῦ ἀνθρωπίνην· γενομένην διὰ τὴν ἀρετὴν, τῆς εἰκόνος τοῦ Θεοῦ εἰκόνα. ταύτης δὲ, ἣν οἰόμεθα εἰκόνος εἰκόνα εἶναι τοῦ Υἱοῦ τοῦ Θεοῦ, συμμόρφους προώρισε γενέσθαι ὁ Θεὸς, οὓς διὰ τὴν περὶ αὐτῶν πρόγνωσιν προώρισεν. οὐ νομιστέον τοίνυν εἶναι τῶν ἐσομένων αἰτίαν, τὴν πρόγνωσιν τοῦ Θεοῦ. ἀλλ’ ἐπεὶ ἔμελλε
γίνεσθαι κατ’ ἰδίας ὁρμὰς τοῦ ποιοῦντις, διὰ τοῦτο προέγνω· εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν. καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν, τούσδε μέν τινας προέγνω καὶ προώρισε συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. ἄλλους δὲ εἶδεν ἀπηλλοτριωμένους. ἐὰν δέ τις ἀνθυποφέρῃ πρὸς ταῦτα· εἰ δυνατόν ἐστι
μὴ γενέσθαι ἃ τοιάδε ἔσεσθαι προεγίνωσκεν ὁ Θεὸς, φήσομεν ἀδύνατον μὲν μὴ γενέσθαι· οὐχὶ δὲ εἰ ἀδύνατον μὴ γενέσθαι, ἀνάγκημὴ γενέσθαι ἣ γενέσθαι. καὶ γίνεται οὐ πάντως ἐξ ἀνάγκης. ἀλλὰ δυνατόν ἐστι καὶ τὸ αὐτὰ μὴ γενέσθαι.
τόπος. ἵν ὁ σμήξας ἑαυτοῦ τὸ ὄμμα τῆς ψυχῆς, δυνηθῇ τῆ λεπτότητι τῶν ἀποδείξεων παρακολουθήσας, κατανοῆσαι πῶς μέχρι καὶ τῶν τυχόντων οὐκ ἐμποδίζεται, τὸ εἶναι τι εἰς πολλὰ δυνατὸν, ἑνὸς ἐκ τῶν πολλῶν ὄντος τοῦ ἐσομένου, καὶ οὐ κατὰ ἀνάγκην ἐσομένου· μένου· προεγνωσμένου τε οὑτωσὶν, ὅτι ἔσται μὲν, οὐκ ἐξ ἀνάγκης
δὲ ἔσται. ἀλλ’ ἐνδεχομένου τυγχάνοντος τοῦ μὴ γενέσθαι, ἔσται. οὐ στοχαστικῶς εἰρημένον, ἀλλ’ ἀληθῶς προεγνωσμένον. μὴ νομιζέτω μιζέτω δέ τις ἡμᾶς τὸ κατὰ πρόθεσιν σεσιωπηκέναι ὡς θλῖβον ἡμῶν τὸν λόγον. ἐπεὶ φησὶν ὁ Παῦλος, “ οἴδαμεν δὲ, ὅτι “ ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν· τοῖς κατὰ
“ πρόθεσιν κλητοῖς οὖσιν.” ἀλλὰ προσεχέτω, ὅτι τοῦ κατὰ εἶναι κλητοὺς τὴν αἰτίαν εὐθέως ἀποδέδωκε καὶ ὁ Ἀπόστολος, ὅτι οὓς προέγνω καὶ προώρισε συμμόρφους τῆς εἰκόνος, εἰπὼν, τοῦ Υἱοῦ αὐτοῦ. καὶ τίνα γε μᾶλλον ἐχρῆν ἐγκαταχωρισθῆναι εἰς τὴν δικαιοῦσαν κλῆσιν τῇ προθέσει τοῦ Θεοῦ, ἣ τοὺς ἀγαπῶντας
αὐτόν; πάνυ δὲ τὴν ἐκ του ἐφ’ ἡμῖν αἰτίαν παρίστησι τῆς προθέσεως καὶ τῆς προγνώσεως, τὸ, “ οἴδαμεν δὲ, ὅτι τοῖς “ τὸν Θεὸν, πάντα συνεργεῖ εἰς ἀγαθόν.” σχεδὸν γὰρ εἶπεν, ὅτι πάντα συνεργοῦντα εἰς ἀγαθὸν, διὰ τοῦτο συνεργεῖ, ἐπεὶ ἄξιοι εἰσὶ συνεργίας οἱ ἀγαπῶντες τὸν Θεόν. ἅμα δὲ καὶ ἐρωτήσωμεν τοὺς τὰ ἐναντία λέγοντας, καὶ ἀποκρινέσθωσαν ἡμῖν πρὸς ταῦτα. ἔστω καθ’ ὑπόθεσιν εἶναί τινα ἐφ’ ἡμῖν. καὶ τοῦτο ἐροῦμεν αὐτοῖς ἀναιροῦσι τὸ ἐφ’ ἡμῖν, ἕως ἐκ τῆς διδομένης ὑποθέσεως ἐλεγχθῇ αὐτῶν ὁ λόγος οὐχ ὑγιὴς ὤν. ὄντος δὴ τοῦ ἐφ’ ἡμῖν, ἄρα ὁ Θεὸς
ἐπιβαλὼν τῷ εἱρμῷ τῶν ἐσομένων, προγνώσεται τὰ πραχθησόμενα ἐκ τοῦ ἐφ’ ἡμῖν, ἑκάστῳ τῶν ἐχόντων τὸ ἐφ’ ἡμῖν, ἣ οὐ προγνώσεται; τὸ μὲν οὖν λέγειν οὐ προγνώσεται, ἀγνοοῦντος ἐστὶ τὸν ἐπὶ πᾶσι νοῦν, καὶ τὴν μεγαλωσύνην τοῦ Θεοῦ. εἰ δὲ δώσουσιν ὅτι προγνώσεται, πάλιν ἐρωτήσωμεν αὐτοὺς. ἅ τὸ εγνωκεναι αὐτὸν
αἴτιόν ἐστι τοῦ ἔσεσθαι τὰ ἐσόμενα; διδομένου τοῦ τοῦ τὸ ἐφ’ ἡμῖν; ἣ ἐπεὶ ἔσται προέγνω. καὶ οὐδαμῶς ἐστιν αἰτία αὐτοῦ ἡ πρόγνωσις τῶν ἐσομένων ἐκ τοῦ ἐφ’ ἡμῖν ἑκάστῳ. δυνατὸν οὖν ἦν τῶν δέ τινων ἀπαντησάντων, μὴ τόδε, ἀλλὰ τόδε ἐνεργῆσαι τὸν δημιουργηθέντα αὐτεξούσιον.
ἀγαθὰ, οὐδὲν ἃν ἔχοιεν εἰπεῖν. οἷον, τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς σὲ φιλίαν, τὴν δικαίωσιν, τὴν δόξαν. καὶ γὰρ ταῦτά σοι διὰ τῶν δοκούντων εἶναι λυπηρῶν ἐχαρίσατο. καὶ ὅπερ ἐνόμιζες αἰσχύνης εἶναι, ’τον σταυρὸν, τὰς μάστιγας, τὰ δέσμα, ταύτα ἐστιν α την οἰκουμένην κατώρθωσεν ἅπασαν. ὥσπερ οὖν οὗν αὐτὸς ἔπαθε, καί
τοι γε σκυθρωποῖς εἶναι δοκοῦσι, τούτοις εἰς ἐλευθερίαν καὶ σωτηρίαν ρίαν τῆς φύσεως ἀπεχρήσατο, οὕτως καὶ ἐφ’ οἷς αὐτὸς ὑπομένεις, ποιεῖν εἴωθεν· εἰς δόξαν σου καὶ εὐδοκίμησιν τοῖς σοῖς ἀποχρώμενος πάθεσι. καὶ τίς οὐ καθ’ ἡμῶν, φησιν; καὶ γὰρ ἡ οἰκουμένη καθ’ ἡμῶν, καὶ τύραννοι, καὶ δῆμοι, καὶ συγγενεῖς, καὶ πολίται·
ἀλλ’ οὗτοι οἱ καθ’ ἡμῶν, τοσοῦτον ἀπέχουσιν ἐπηρεάζειν ἡμῖν, ὅτι καὶ ἄκοντες στεφάνων ἡμῖν αἴτιοι γίνονται, καὶ μυρίων ἀγαθῶν πρόξενοι. τῆς τοῦ Θεοῦ σοφίας τὰς ἐπιβουλὰς, εἰς τὴν ἡμετέραν τρεπούσης σωτηρίαν καὶ δόξαν. ὁρᾷς, πῶς οὐδεὶς καθ’ ἡμῶν; ὅτι τοῦ Θεοῦ ὄντος ὑπὲρ ἡμῶν, καὶ τὰ καθ’ ἡμῶν δοκοῦντα εἶναι, ὑπὲρ ἡμῶν πάντα γίνεται. ἐκ γὰρ τούτων, ἡμῖν οἱ στέφανοι πλέκονται· καὶ αὐτοὶ οἱ δοκοῦντες ἐπιβουλεύειν, τῶν εὐεργετούντων οὐκ ἔλαττον ἡμᾶς ὠφελοῦσι.
ἀφθονίαν εὐεργεσιῶν, τί ἐροῦμεν; οὐδὲ εὐχαρίστων, φησὶν, λόγων εὐποροῦμεν· μή τι γε ἔργων ἀμοιβῆς. τοιαύτη ἐστὶν ἄφατος αὐτοῦ ἡ περὶ ἡμᾶς χάρις. εἶτα ὥσπερ πόρισμα λαβὼν ἐντεῦθεν, φησὶν, “ εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;” οὐδείς. τινες βλάπτειν ἐπιχειρήσωσιν, οὐ βλάψουσιν, ἀλλὰ ὠφελήσουσιν.
τοῦτο καὶ ἐνταῦθα τίθησι, τὴν σφαγὴν τοῦ παιδός. οὐ γὰρ ἐδικαίωσε μόνον φησὶν, καὶ ἐδόξασε, καὶ συμμόρφους ἐποίησε τῆς εἰκόνος ἐκείνης, ἀλλ’ οὐδὲ τοῦ παιδὸς ἐφείσατο διὰ σέ. καὶ μεθ’ ὑπερβολῆς καὶ πολλῆς τῆς θερμότητος ταῖς λέξεσι κέχρηται. ἵνα ἐνδείξηται αὐτοῦ τὴν ἀγάπην. πῶς οὖν ἡμᾶς προήσεται, ὑπὲρ ὧν τοῦ
ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν; ἐννόησον γὰρ ὅσης ἀγαθότητος, τὸ καὶ τοῦ ἰδίου Υἱοῦ μὴ φείσασθαι· σθαι· ἀλλὰ καὶ δοῦναι, καὶ ὑπὲρ πάντων ἐκδοῦναι, καὶ εὐτελῶν, καὶ ἀγνωμόνων, καὶ ἐχθρῶν, κα βλασφήμων. “ πῶς οὑν οὐχὶ καὶ “ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται ; ” ὃ δὲ λέγει, τοιοῦτόν
ἐστιν. εἰ τὸν Υἱὸν αὐτοῦ ἐχαρίσατο, καὶ οὐχ ἁπλῶς ἐχαρίσατο, ἀλλὰ καὶ σφαγῇ παρέδωκε, τι λοιπὸν ὑπὲρ τῶν ἄλλων ἀμφιβάλλεις, τὸν δεσπότην λαβών; τί διστάζεις ὑπὲρ τῶν κτημάτων, τὸν Κύριον ἔχων; ὁ γὰρ τὸ μεῖζον τοῖς ἐχθροῖς δεδωκὼς, πῶς τὰ ἐλάττονα οὐ δώσει τοῖς φίλοις;
διὰ τοῦ παραδείγματος παραινῶν. οὐ μόνον δὲ, ἀλλὰ κα ἀνακτώμενος καὶ παρηγορῶν· εἰ γὰρ ὁ Υἱὸς τοσαῦτα ὑπὲρ σοῦ ἔπαθε, τί σε χρῆ παθεῖν ὑπὲρ αὐτοῦ; καὶ εἰ ἐκεῖνος τοιαῦτα παθὼν, τῆς πατρικῆς δόξης τε καὶ θεότητος οὐδέν τι καθυφειμένον ἐδέξατο· μὴ δὲ σὺ ὀλιγωρήσῃς πάσχων ταῦτα. πάντως γὰρ
τῶν ἐπηγγελμένων, καὶ μετὰ τὰ παθήματα, καὶ μετὰ τῶν θάνατον, ἀξιωθήσῃ.
πεποιηκέναι. “ ὁ Χριστὸς γάρ,” φησι, “ ἠγάπησεν ἡμᾶς, “ ἑαυτὸν παρέδωκεν ὑπὲρ ἡμῶν.” τί διδάσκων ἡμᾶς ἕτερον, ἣ ἓν εἶναι Πατρὶ καὶ Υἱῷ τῆς ἀνθρώπων σωτηρίας τὸ βούλημα; Γρηγορίου Νύσσησ. Εἰπών γε μὴν ὁ Παῦλος τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀντιδιαστέλλει τὸν ἀληθινὸν Υἱὸν τοῖς γεννηθεῖσι
καὶ ὑψωθεῖσι καὶ ἀθετήσασι. τούτοις λέγω τοῖς διὰ προστάγματος παραχθεῖσιν εἰς γένεσιν. τῇ τοῦ ἰδίου προσθήκῃ, τὸ κατὰ τὴν φύσιν οἰκεῖον ἐπισημαίνων. καὶ ὡς ἃν μή τις τῇ ἀκηράτῳ φύσει τὸ κατὰ τὸν σταυρὸν πάθος προστρίβοιτο, δι’ ἑτέρων τρανοτέρων τὴν τοιαύτην ἐπανορθοῦται πλάνην. μεσίτην αὐτὸν Θεοῦ καὶ ἀνθρώπων,
καὶ ἄνθρωπον καὶ Θεὸν ὀνομάζων. ἵν ἐκ τοῦ, τὰ δύο περὶ τὸ ἓν λέγεσθαι, τὸ πρόσφορον νοοῖτο περὶ ἑκάτερον. περὶ μὲν τὸ θεῖον, ἡ ἀπάθεια· περὶ δὲ τὸ ἀνθρώπινον, ἡ κατὰ τὸ πάθος οἰκονομία. τῆς ἐπινοίας διαιρούσης τὸ κατὰ φιλανθρωπίαν μὲν ἡνωμένον· τῷ λόγῳ δὲ διακρινόμενον· ὥστε περὶ ἑκάτερον τὸ εὐσεβὲς φυλαχθῆναι.
τοῦτε ἀνθρωπίνου, διὰ τῆς ἀναλήψεως δοξαζομένου· καὶ τοῦ θείου διὰ τῆς συγκαταβάσεως μὴ μολυνομένου. ἀλλὰ διδόντος μὲν τοῖς πάθεσι τὸ ἀνθρώπινον μέρος, ἐνεργοῦντος δὲ τὴν τοῦ πεπονθότος ἀνάστασιν διὰ τῆς θείας δυνάμενως· καὶ οὕτως οὔτε τοῦ θανάτου πεῖρα ἐπὶ τὸν κεκοινωνηκότα τῆς ἐμπαθοῦς φύσεως ἀναφέρεται, διὰ τὴν τοῦ ἀνθρώπου πρὸς αὐτὸν ἕνωσιν· καὶ τὰ ὑψηλὰ τὲ καὶ θεοπρεπῆ τῶν ὀνομάτων ἐπὶ τὸν ἄνθρωπον καταβαίνει. ὡς καὶ Κύριον τῆς δόξης τὸν ἐπὶ σταυροῦ φανέντα, κατονομάζεσθαι τῇ τῆς φύσεως αὐτοῦ πρὸς τὸ ταπεινὸν ἀνακράσει· καὶ
τῆς τῶν ὀνομάτων χάριτος, ἐκ τοῦ θείου πρὸς τὸ ἀνθρώπινον συμμετελθούσης.
καὶ ἀπαθὴς ὁμογενὴς Θεὸς, καὶ παθητὸς ὁ Χριστὸς εἶναι πιστεύεται. καὶ ὁ λόγος διὰ τῶν ἐναντίων οὐ ψεύδεται· τὸ πρόσφορον ἑκατέρῳ τῶν ὀνομάτων ἐν τοῖς νοήμασιν ἐφαρμόζων. τὰ μὲν οὖν ἀνθρώπινα, τῷ ἀνθρωπίνῳ· τὰ δὲ ὑψηλὰ, τῇ θεότητι καταλλήλως ἁρμόζομεν. καὶ φαμὲν ὅτι καθὸ Θεὸς ὁ Υἱὸς, ἀπαθὴς πάντως
ἐστι καὶ ἀκήρατος. εἰ δέ τι πάθος περὶ αὐτοῦ λέγοιτο, διὰ τοῦ ἀνθρωπίνου πάντως τοῦ δεχομένου τὸ πάθος, τὸ τοιοῦτον ἐνήργησεν. ἐνεργεῖ γὰρ ὡς ἀληθῶς ἡ θεότης διὰ τοῦ περὶ αὐτὴν σώματος σωτηρίαν· ὡς εἶναι τῆς μὲν σαρκὸς, τὸ πάθος, τοῦ δὲ Θεοῦ, τὴν ἐνέργειαν. κἂν τὸν Ἀπόστολον εἰς συνηγορίαν τινὲς, τοῦ ἐναντίου
καθέλκωσι δόγματος, λέγοντα, ὅτι τοῦ ἰδίου οὐκ ἐφείσατο· καὶ ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν ἔπεμψε, καὶ ὅσα τοιαῦτα. πρὸς τὴν θείαν φύσιν ἐν τῇ τοῦ πάθους οἰκονομίᾳ, καὶ οὐχὶ πρὸς τὸ ἀνθρώπινον βλέπειν δοκεῖ. οὐδὲν ἧττον τῶν ὑγιῶν δογμάτων οὐκ ἀφεξόμεθα· αὐτοῦ τοῦ Παύλου γυμνότερον τὸ περὶ τούτου σαφηνίσαντος ἡμῖν
μυστήριον. πανταχοῦ γὰρ τῷ ἀνθρωπίνῳ μέρει τοῦ Χριστοῦ, τὴν τοῦ πάθους οἰκονομίαν προσμαρτυρεῖ, λέγων, “ ἐπειδὴ γὰρ “ δι’ ἀνθρώπου ὁ θάνατος, καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν.” καὶ, “ ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας, ἐν ὁμοιώματι σαρκὸς “ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί.” ἐν τῇ σαρκὶ
γὰρ, οὐκ ἐν τῇ θεότητι φησίν. καὶ μηδεὶς οἰέσθω τὸν θεῖον Ἀπόστολον καθ’ ἑαυτοῦ πρὸς τὰ ἐναντία μερίζεσθαι. καὶ τοῖς μαχομένοις κατὰ τὰ δόγματα, πρὸς τὴν εἰς ἑκάτερον ἐπιχείρησιν ἐκ τοῦ ἴσου παρέχειν διὰ τῶν ἰδίων λόγων τὰς ὕλας. εὕροι γὰρ ἄν τις ἀκριβῶς ἐξετάζων, ὅτι πρὸν ἓν αὐτῷ βλέπει δι’ ἀκριβείας ὁ λόγος, καὶ οὐκ ἐπιδιστάζει ταῖς ἐπινοίαις. πανταχοῦ γὰρ τὴν τοῦ ἀνθρωπίνου πρὸς τὸ θεῖον ἀνάκρασιν κηρύσσων, οὐδὲν ἧττον ἐν ἑκα- τέρῳ τὸ ἴδιον καθορᾷ. ὡς καὶ τῆς ἀνθρωπίνης ἀσθενείας διὰ τῆς πρὸς τὸ ἀκήρατον κοινωνίας πρὸς τὸ κρεῖττον ἀλλοιωθείσης· καὶ
τῆς θείας δυνάμεως οὐ συγκαταπιπτούσης τῇ πρὸς τὸ ταπεινὸν συναφείᾳ τῆς φύσεως.
Πατρὸς ἀγάπῃ καταστρέφουσι θαῦμα. β. φράσειας ἃν, ὅπως. . καὶ μάλα προθύμως. δέδωκεν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας τὸν υἱόν ; β. καὶ πάνυ. . ἄμεινον δὲ δήπουθεν τὸ γεννηθὲν, οὗ- περ ἃν φιλοτεχνήσαιτό τις· εἶπέρ ἐστι τὸ μὲν, ἐξ ἡμῶν, καὶ τῆς τοῦ τεκόντος ὑποστάσεως καρπός· τὸ δὲ, τῆς ἀρίστης εὕρεμα
βουλῆς, καὶ σοφίας ἔργον· οὐ βλαστὸς οὐσίας. β. τι οὖν τοῦτό γε; . ἣ οὐκ ἐννοεῖς, ὡς μεῖον μὲν ἄντις ἀγάσαιτο τυχὸν τὴν ἀγάπησιν τοῦ Θεοῦ καὶ Πατρὸς, προεμένου πρὸς λύτρωσιν τῆς ὅλης κτίσεως, μέρος ὄντα κτίσεως τὸν Υἱόν· εἶπέρ ἐστι γενη- τός. πλουσιώτερον δὲ κατατεθήποι ἂν, καὶ μάλα εἰκότως τῆς τοῦ
κόσμου ζωῆς ἀντάλλαγμα, καὶ αὐτὸν εἰ μάθοι δεδωκότα τὸν Υἱόν· καὶ ἀφειδήσαντα μὲν ἰδίου καρποῦ, κατά γε τὸ, ἐν σαρκὶ γεγονότα· καὶ ἐντεθνάναι δοκεῖν, δεδιψηκότα δὲ μᾶλλον τοῦ κόσμου τὴν εἰς τὸ εὖ εἶναι διαμονήν. β. συνίημι. . ογͅαι δὲ ἔγωγε. καὶ νεμε- σάτω μηδεὶς ἀνακαιομένῳ πρὸς θράσος ἐκ φιλοθείας τῷ λόγῳ· ὡς
οὐδ’ ἃν ἀντάξιος εἴη τῆς ὅλης κτίσεως ὁ Χριστός οὐδ’ ἃν ἔχῃ διαρκῶς εἰς τὸ ἐκπρίασθαι καλῶς τὴν τοῦ κόσμου ζωὴν, εἰ καὶ αὐτὴν κατάθοιτο, καθάπερ ἐν τάξει τιμῆς, τὴν ἰδίαν ψυχὴν, πρό- οιτό τε ὑπὲρ ἡμῶν τὸ τίμιον αἷμα· εἰ μὴ ἀληθῶς Υἱός ἐστι, καὶ ὡς ἐκ Θεοῦ Θεὸς, κτίσμα δὲ καὶ κτίσεως μέρος.
ἐπισκῆψαι δυνήσεται, ἀλλὰ καταγέλαστος γίνεται, κἂν ἐγκαλέσῃ τίς, πολλῷ μᾶλλον ὅταν ὁ Θεὸς ἐκλέγηται ψυχὰς, καταγέλαστοι οἱ ἐγκαλοῦντες. οὐκ εἶπε δὲ Θεὸς ὁ ἀφεὶς ἁμαρτήματα· ἀλλ’ ὃ πολλῷ μεῖζον ἦν, “ Θεὸς ὁ δοκαιῶν.” ὅταν γὰρ ἡ δικαστοῦ ψῆφος, δίκαιον ἀποφήνῃ, καὶ δικαστοῦ τοιούτου, τίνος
ἄξιος ὁ κατηγορῶν; οὐκοῦν οὔτε τοὺς πειρασμοὺς φοβεῖσθαι δικαιον ὑπὲρ ἡμῶν γάρ ἐστιν ὁ Θεός. καὶ ἐδήλωσεν ἐξ ὧν ἐποίησεν.) οὔτε τὰς φλυαρίας τὰς Ἰουδαικάς. καὶ γὰρ καὶ ἐξελέξατο ἡμᾶς καὶ ἐδικαίωσε. καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ διὰ τῆς σφαγῆς τοῦ παιδὸς, ἐδικαίωσε. τίς οὖν ἡμᾶς κατεδίκασεν;
κἀνταῦθα, ὥσπερ καὶ ἐπὶ τῶν εἰρημένων, ὅτι Θεοῦ δικαισῦντος, εἰς μάτην γλωσσαλγοῦσιν οἱ αἰτιώμενοι καὶ κατακρίνοντες.
τῶν μὲν ἀρχαίων ἁμαρτιῶν ἐλευθερωθήσονται, δικαιωθήσονται δὲ, Θεοῦ κατανεύοντος. εἰ γὰρ καὶ πᾶσα ἁμαρτία, τοῦ θείου νόμου παράβασιν ἔχει, καὶ κατακρίνει τὸν ῥαθυμοῦντα· ἀλλ’ εἰ αὐτὸς ὁ τοῦ νόμου κύριος συγχωρεῖ, τίς ὁ κατακρίνων τὸν ἡμαρτηκοτα;
διὰ τοῦτο οὖν ἐκεῖνος ἐξευτελίζεται, ἐγκαλῶν καὶ κατὰ ἐκλεκτῶν τοῦ Θεοῦ. τοῦ γὰρ Θεοῦ δικαιοῦντος, τίς κατακρίναι δύναται; κἂν ὁ κατήγορος φέρῃ εἰς μέσον τὰ ἀπειλημένα, ἐφ’ οἷς κατεκρίθη ἂν, εἰ μὴ ἀπήλειπτο. ἐδικαίωσε δὲ, ὡς νεφέλην ἀπολείψας τὰς ἀνομίας αὐτῶν, καὶ ὡς γνόφον τὰς ἁμαρτίας αὐτῶν.
καὶ γὰρ ἐπὶ τῆς οἰκείας ἀξίας φανεὶς, οὐ κατέλυσε τὴν ὑπὲρ ἡμῶν πρόνοιαν. ἀλλὰ καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν· καὶ τὴν αὐτὴν ἀγάπην μένει διατηρῶν. οὐδὲ γὰρ ἠρκέσθη τῇ σφαγῇ μόνον, ὅπερ μεγίστου μάλιστά ἐστι φίλτρου, τὸ μὴ μόνον τὰ εἰς αὐτὸν ἥκοντα ποιεῖν, ἀλλὰ καὶ ἕτερον ὑπὲρ τούτου παρακαλεῖν. τοῦτο
γὰρ μόνον διὰ τοῦ ἐντυγχάνει, δηλῶσαι ἠβουλήθη, ἀνθρωπικώτερον διαλεχθεὶς καὶ συγκαταβατικώτερον· ἵνα τὴν ἀγάπην ἐνδείξηται. ἐπεὶ καὶ τὸ, “ οὐκ ἐφείσατο,,” ἐὰν μὴ μετὰ ταύτης τῆς ἐννοίας, πολλὰ τὰ ἄτοπα ἕψεται. καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἐστιν ὃ κατασκευάσαι βούλεται, πρότερον εἰπὼν ὅτι ἔστιν
ἐν δεξιᾷ, τότε ἐπήγαγεν, ὅτι ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὅτε τὴν ὑμοτιμίαν ἔδειξε καὶ τὴν ἰσότητα. ἵνα λοιπὸν τὸ, ἐντυγχάνει, μὴ ἐλαττώσεως, ἀλλὰ ἀγάπης φαίνηται ὄν. ὁ γὰρ αὐτοξωὴ ὣν, καὶ πηγὴ τῶν ἀγαθῶν ἁπάντων, καὶ μετ’ ἐξουσίας τῆς αὐτῆς τῷ Πατρὶ, καὶ νεκροὺς ἐγείρων καὶ ζωοποιῶν, καὶ τὰ ἄλλα πάντα
ποιῶν, πῶς ἂν ἐντεύξεως ἐδεήθη εἰς τὸ ὠφελῆσαι ἡμᾶς, ὁ ἀπεγνωσμένους καὶ καταδεδικασμένους, καὶ ἐξ οἰκείας ἐξουσίας, καὶ τῆς καταδίκης ἐκείνης ἀπαλλάξας, καὶ δικαίους υἱοὺς ποιήσας, καὶ πρὸς τὰς ἀνωτάτω τιμὰς ἀγαγὼν, καὶ τὰ μηδέποτε ἐλπισθέντα εἰς ἔργον ἀγαγὼν, πῶς ἂν μετὰ τὸ κατορθῶσαι πάντα, καὶ τὴν
φύσιν τὴν ἡμετέραν δεῖξαι, ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ, πρὸς τὰ εὐκολώτερα, ἐντυχίας ἐδεῖτο; ὁρᾷς πῶς πανταχόθεν δείκνυται, ὅτι τὸ, ἐντυγχάνει δι’ οὐδὲν ἕτερον εἴρηκεν, ἀλλ’ ἵνα τὸ θερμὸν καὶ ἀκμάζον τῆς περὶ ἡμᾶς ἀγάπης ἐνδείξηται. ἐπεὶ καὶ ὁ Πατὴρ φαίνεται παρακαλῶν ἀνθρώπους καταλλαγῆναι αὐτῷ. “ ὑπὲρ “ Χριστοῦ γὰρ πρεσβεύομεν,” φησὶν, “ ὡς τοῦ “ λοῦντος δι’ ἡμῶν.” ἀλλ’ ὅμως καὶ Θεοῦ, καὶ ἀνθρώπων Χριστοῦ πρεσβευομένων, οὐδὲν ἀνάξιον ἐννοοῦμεν ἐντεῦθεν τῆς ἀξίας ἐκείνης, ἀλλ’ ἓν μόνον ἐκ τῶν εἰρημένων ἁπάντων συλλέγομεν,
τὴν τῆς ἀγάπης ἐπίτασιν. τοῦτο δὴ καὶ ἐνταῦθα ποιῶμεν. εἰ τοίνυν καὶ “ τὸ Πνεῦμα ἐντυγχάνει στεναγμοῖς ἀλαλήτοις,” καὶ ὁ Χριστὸς ἀπέθανε καὶ ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν, καὶ ὁ Πατὴρ τοῦ ἰδίου Υἰοῦ οὐκ ἐφείσατο διὰ σὲ, καὶ ἐξελέξατό σε καὶ έδικαίωσέ σε, τί λοιπὸν δέδοικας τοσαύτης ἀπολαύων ἀγάπης;
κατὰ τὸ ἀνθρώπινον τέθεικεν. ὡς γὰρ Θεὸς οὐκ αἰτεῖ, ἀλλὰ Χορηγεῖ. γεῖ. εἰ δὲ καὶ κατὰ τὴν θεότητα φήσαιεν οἱ αἱρετικοὶ τοῦτο ποιεῖν τὸν Υἱὸν, οὐδὲ οὕτως αὐτοῦ τὴν δόξαν ἐλάττονα δείξουσι. δῶμεν γὰρ δύο βασιλεῖς ἰσοτίμους εἶναι, τὴν αὐτὴν ἔχοντας ἐξουσίαν. ὕπαρχον δέ τινα ἣ στρατηγὸν ἀμφοτέροις προσκεκρουκέναι. καὶ
τούτων ’τον ἕτερον πρότερον του προσκεκρουκότος τὰς ἱκετείας δεξάμενον, αἰτεῖν παρὰ τοῦ κοινωνοῦ τῆς βασιλείας τὰς πρὸς τοῦτον καταλλαγάς· ἄρα τοῦτο σμικρύνει τὴν τοῦ αἰτοῦντος ἀξίαν; οὐδαμοῦ· ἀλλ’ ἐνταῦθα οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. τὰ γὰρ δοκοῦντα τῷ Υἱῷ, καὶ τῷ Πατρὶ συνδοκεῖ. ἐσχημάτισται δὲ
οὕτως τῷ Ἀποστόλῳ ὁ λόγος, ἵνα δείξῃ τὴν τῆς κηδεμονίας ὑπερβολήν.
δὲ ὡς ἀγνοοῦντα τὸν Πατέρα, τὰ καθ’ ἡμᾶς διδάσκει ἐντυγχάνων· οὔτε ὡς μὴ βουλόμενον. ἃ γὰρ βούλεται ὁ Πατὴρ, βούλεται καὶ ὁ Υἱός. τί οὖν βούλεται ἡ πρεσβεία; τὴν μέλλουσαν ἀσέβειαν Σαβελλίου προεκκόπτει ὁ λόγος· διδάσκων ὡς εἰ καὶ μία ἐστὶ τῆς τριάδος ἡ φύσις, ἀλλ’ οὐχὶ μία καὶ ἡ ὑπόστασις. διὰ γὰρ
τῆς ἐντεύξεως, ἕτερος ὁ αἰτῶν, καὶ ἕτερος ὁ αἰτούμενος δείκνυται. οὐκ ἄτοπον γὰρ, τὸν μὲν Υἱὸν, αἰτεῖν, τὸν δὲ τέρα Χαρίζεσθαι· ὅπως ἃν ἁρμόζουσα τάξις ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. ἣ οὐκ ἄτοπον ἦν, εἰδότα τοῦ Πατρὸς τὴν γνώμην φθάνειν τὸν Υἱὸν τοῦ Πατρὸς τὴν δωρεάν; καὶ ὑφαρπάζοντα
διδόναι τὴν χάριν; οὕτω γοῦν καὶ πάντα μὲν διὰ τοῦ Υἱοῦ ἐδημιουργήθη, βουλήσει δὲ Πατρός. ἵνα δι’ ὅλου τὸ πρέπον ἐπ’ ἀμφοτέρων τῶν προσώπων φυλάττηται. διδάσκει οὖν ὁ λόγος ἡμᾶς τὴν τοῦ Πατρὸς καὶ Υἱοῦ ἀσύγχυτον τάξιν. ἐὰν δὲ καὶ τὸν ἐν σαρκὶ Χριστὸν λογίσῃ αἰτοῦντα, πολλῷ σοι μᾶλλον ὁ λόγος φανεῖται
εὐσυνοπτότερος.
τῷ λόγῳ τῆς μεσιτείας· ὡς καὶ τὸ Πνεῦμα ὑπὲρ ἡμῶν έντυγχάνειν λέγεται. “ εἷς γὰρ Θεὸς, καὶ εἷς μεσίτης Θεοῦ καὶ “ πων, ἄνθρωπος Ἰησοῦς Χριστός.” πρεσβεύει γὰρ ἔτι καὶ ὡς ἄνθρωπος ὑπὲρ τῆς ἐμῆς σωτηρίας. ὅτι μετὰ τοῦ σώματος ἐστι οὗ προσέλαβεν, ἕως ἃν ἐμὲ ποιήσῃ Θεὸν τῇ δυνάμει τῆς
ἐνανθρωπήσεως. κἂν μηκέτι κατὰ σάρκα γινώσκηται, τὰ σαρκικὰ λέγω πάθη, καὶ χωρὶς τῆς ἁμαρτίας ἡμέτερα.
μὲν τὸν Πατέρα καθῆσθαι, πρὸς δὲ τὸ ἐφεξῆς εἰς τὸ κάτω τὸν Υἱὸν ἀπεῶσθαι. ἀλλὰ τὴν πρὸς τὸ ἶσον σχέσιν παρίστησιν. οὐ σωματικῶς τοῦ δεξιοῦ λαμβανομένου. οὕτω γὰρ ἄν τι καὶ σκαιὸν ἐπὶ τοῦ θείου εἴη. ἀλλ’ ἐκ τῶν τιμίων τῆς προεδρίας ὀνομάτων τὸ μεγαλοπρεπὲς τῆς περὶ τὸν Υἱὸν τιμῆς παριστῶντος τοῦ λόγου.
τί τοίνυν φήσουσιν; ἢ τίνα ἕξουσι δικαίαν ἀπολογίαν ἐπὶ τοῦ φοβεροῦ καὶ κοινοῦ τῆς κτίσεως ἁπάσης δικαστηρίου; εἰ τοῦ Στεφάνου θεασαμένου τὸν Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ· καὶ Παύλου ἐν πνεύματι διαμαρτυρομένου περὶ Χριστοῦ, ὅτι ἔστιν ἐν δεξιᾷ τοῦ Θεοῦ· καὶ τοῦ Πατρὸς λέγοντος, “ κάθου ἐκ δεξιῶν
“μου·” καὶ τοῦ Ἁγίου Πνεύματος μαρτυροῦντος, “ὅτι ἐκάθισεν “ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ Θεοῦ.” αὐτοὶ τὸν σύνθρονον καὶ ὁμότιμον ἀπὸ τῆς πρὸς τὸ ἷσον σχέσεως ἐπὶ τὸ κάτω καταβιβά- ζουσιν· οἷμαι γὰρ, τὴν μὲν στάσιν καὶ τὴν καθίδρυσιν, τὸ πάγιον τῆς φύσεως καὶ πάντη στάσιμον ὑποφαίνειν. καθὸ καὶ Bαροὺχ
τὸ ἀκίνητον καὶ ἀμετάθετον τῆς τοῦ Θεοῦ διεξαγωγῆς ἐνδεικνύ- ἐνδεικνύμενος, ἔφη, “σὺ καθήμενος εἰς τὸν αἰῶνα. καὶ ἡμεῖς ἀπολλύ- “μένοι εἰς τὸν αἰῶνα.” τὴν δὲ δεξιὰν χώραν δηλοῖ, τὸ τῆς ἀξίας ὁμότιμον.
ψις, ἣ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἣ κίνδυνος, ἢ μάχαιρα ; καθὼς γέγραπται, ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβάτα σφαγῆς. ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.
ὀνομάζειν. καὶ ὅρα τὴν αὐτοῦ σύνεσιν. οὐ γὰρ εἶπε ταῦτα οἷς καθ’ ἡμέραν ἁλισκόμεθα, χρημάτων ἔρωτα, καὶ δόξας ἐπιθυμίαν, καὶ ὀργῆς τυραννίδα· ἀλλ’ ἃ πολλῷ τούτων ἔστι τυραννικώτερα, καὶ τὴν φύσιν αὐτὴν ἱκανὰ βιάσασθαι, καὶ διανοίας στερρότητα ἀναμοχλεῦσαι πολλάκις. καὶ ἀκόντων ἡμῶν ταῦτα τίθησι, θλί-
ψεῖς καὶ στενοχωρίας. εἰ γὰρ καὶ εὐαρίθμητα τὰ εἰρημένα, ἀλλὰ μυρίους ἔχει πειρασμῶν ὁρμαθοὺς, ἑκάστη λέξις. ὅταν γὰρ εἴπῃ θλῖψιν, καὶ δεσμωτήρια λέγει καὶ συκοφαντίας, καὶ ταλαιπωρίας, καὶ τὰς ἄλλας ἐξορίας ἁπάσας. ἑνὶ ῥήματι πέλαγος κινδύνων διατρέχων ἄπειρον. καὶ πάντα ἁπλῶς τὰ ἐν ἀνθρώποις δεινὰ διὰ
μιᾶς ἡμῖν ἐμφαίνων λέξεως· ἀλλ’ ὅμως καὶ πάντων αὐτῶν κατα- τολμᾷ. διὸ καὶ κατὰ ἐρώτησιν αὐτὰ προάγει. ὡς ἀναντίρρητον ὂν, ὅτι τὸν οὕτως ἀγαπηθέντα, καὶ τοσαύτης ἀπολαύσαντα προ- νοίας, οὐδέν ἐστιν ὃ διαστῆσαι δυνήσεται. ε7τα ἵνα μὴ δόξῃ ταῦτα ἐγκαταλείψεως ετͅναι, καὶ τὸν προφήτην ἐπάγει προαναφωνοῦντα αὐτὰ πρὸ πολλοῦ τοῦ χρόνου καὶ λέγοντα, “ὅτι ἕνεκα σοῦ θανα- *’ τούμεθα ὅλην τὴν ἡμέραν. ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.” τουτέστι, πᾶσιν ἐσμὲν προκείμενοι εἰς τὸ πάσχειν κακῶς. ἀλλ’
ὅμως πρὸς τοὺς τοσούτους καὶ τηλικούτους κινδύνους, καὶ τὰς καινὰς ταύτας τραγῳδίας, ἀρκοῦσα παράκλησις, ἡ τῶν ἀγώνων ὑπόθεσις ἡμῖν δέδοται. μᾶλλον δὲ οὐκ ἀρκοῦσα μόνον· ἀλλὰ καὶ πολλῷ πλείων. οὐ γὰρ δι’ ἀνθρώπους, οὐδὲ δι’ ἄλλο τι βιωτικὸν ταῦτα πάσχομεν, ἀλλὰ διὰ τὸν τῶν ὅλων βασιλέα, φησίν.
σχεῖν εἰ βουληθείημεν, δέδωκεν ὁ Θεός. ὅθεν δῆλον, ὅτι τοσούτους ἀπελευσόμεθα ἔχοντες στεφάνους, ὅσας ἃν βιώσωμεν ἡμέρας· μᾶλλον δὲ καὶ πολλῷ πλείους. ἔστι γὰρ ἐν ἡμέρᾳ μιᾷ, καὶ ἅπαξ καὶ δὶς, καὶ πολλάκις ἀποθανεῖν. ὁ γὰρ πρὸς τοῦτο παρεσκευ- ασμένος ἀεὶ, ἀεὶ τὸν μισθὸν ἀπηρτισμένον λαμβάνει. τοῦτο γοῦν
καὶ ὁ προφήτης αἰνιττόμενος ἔλεγεν, “ὅλην τὴν ἡμέραν.” διὸ καὶ ὁ Ἀπόστολος αὐτὸν ἐπεισήγαγε, μειζόνως αὐτοὺς διεγείρων. εἰ γὰρ οἱ ἐν τῇ παλαιᾷ φησὶν, καὶ γῆν τὸ ἔπαθλον τῶν πόνων ἔχοντες, καὶ τὰ ἄλλα τὰ τῷ παρόντι συγκαταλυόμενα βίῳ, ῥᾴδιον τῆς παρούσης ὑπερώρων ζωῆς, καὶ τῶν πειρασμῶν καὶ τῶν κινδύνων, τίνα ἃν σχοίη-
μὲν συγγνώμην ἡμεῖς, μετὰ τὸν οὐρανὸν καὶ τὴν βασιλείαν τὴν ἄνω, καὶ τὰ ἀπόρρητα ἀγαθὰ, καταμαλακιζόμενοι, καὶ μὴ δὲ πρὸς τὸ αὐτὸ μέτρον φθάνοντες ἐκείνοις ; ἀλλ’ οὕτω μὲν οὐκ εἶπε· τῷ δὲ συνειδότι αὐτὸ καταλιπὼν, τῶν ἀκροατῶν τῇ μαρτυρίᾳ ἀρκεῖται μόνῃ. καὶ δείκνυσιν, ὅτι καὶ θυσία αὐτῶν τὰ σώματα γίνεται.
καὶ οὐ δεῖ θορυβεῖσθαι οὐδὲ ταράττεσθαι, τοῦ Θεοῦ οὕτως οἰκονο- μήσαντος. καὶ ἑτέρως δὲ αὐτοὺς προτρέπει. ἵνα γὰρ μὴ λέγῃ τὶς, ὅτι ἁπλῶς ταῦτα φιλοσοφεῖ πρὸ τῆς πείρας τῶν πραγμάτων, ἐπήγαγεν, “ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.” τοὺς καθημερι- νοῦς τῶν Ἀποστόλων θανάτους λέγων. εἶδες ἀνδρίαν καὶ ἐπιείκειαν; ὥσπερ γὰρ ἐκεῖνα, φησὶν, οὐκ ἀνθίσταται σφαττόμενα, οὕτως οὐδὲ ἡμεῖς. ἀλλ’ ἐπειδὴ τῆς ἀνθρωπίνης διανοίας ἡ ἀσθένεια, καὶ μετὰ τοσαῦτα, τῶν πειρασμῶν ἐδεδοίκει τὸ πλῆθος, ὅρα πῶς πάλιν ἀνίστησι τὸν ἀκροατὴν, εἰπὼν, “ ἀλλ’ ἐν τούτοις πᾶσιν
“ ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς.” τὸ γὰρ δὴ θευμαστὸν τοῦτο ἐστιν· οὐχ ὅτι νικῶμεν μόνον, ἀλλὰ καὶ δι’ ὧν ἐπιβουλευόμεθα νικῶμεν. καὶ οὐχ ἁπλῶς νικῶμεν, ἀλλὰ καὶ “ ὑπερ- “ νικῶμεν.” τουτέστι, μετ’ εὐκολίας ἁπάσης, χωρὶς ἱδρώτων καὶ πόνων. οὐ γὰρ πράγματα ὑπομένοντες, ἀλλὰ τὴν γνώμην παρασκευάζοντες
σκευάζοντες μόνον, οὕτω πανταχοῦ τὰ τρόπαια κατὰ τῶν ἐχθρῶν ἱστῶμεν. καὶ μάλα εἰκότως. Θεὸς γάρ ἐστιν ἡμῖν ὁ συναγωνιζόμενος. μὴ τοίνυν ἀπιστήσῃς εἰ μαστιζόμενοι, τῶν μαστιζόντων περιγινόμεθα. ὅταν γὰρ καὶ τὴν δύναμιν τοῦ Θεοῦ καὶ τὴν ἀγά- πην θῆς, οὐδὲν τὸ κωλύου τὴν ἐκ περιουσίας λάμψαι νίκην. λέγω
δὴ τὸ, ἅπερ κατ’ αὐτῶν ἐμηχανῶντο, πάντα ὑπὲρ αὐτῶν ὁρᾶσθαι γινόμενα. διὸ καὶ ἔλεγεν, “ ὑπερνικῶμεν.” καινὸς γὰρ οὗτος ὁ νόμος τῆς νίκης ἦν, τὸ διὰ τῶν ἐναντίων κρατεῖν, καὶ μηδέποτε ἡττᾶσθαι· ἀλλ’ ὡς αὐτοὺς ὄντας κυρίους τοῦ τέλους, οὕτως εἰς τοὺς ἀγῶνας ἐξιέναι τούτους.
λίαν ἀσπαστῶς ὑπομένειν. κατάλληλος δὲ ἡ μαρτυρία, τὸ “ ἕνεκεν “ σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν.” ἐκ προσώπου γὰρ ἀνδρῶν εἴρηται τῶν ἐσχηκότων τὸν αὐτὸν σκοπόν. τὸ γὰρ Πανάγιον Πνεῦμα, διὰ τοῦ θεσπεσίου Δαβὶδ περὶ τῶν θαυμασίων Μακκαβαίων γέγραφε τὸν ψαλμόν.
Χριστοῦ. οὔτε γὰρ, εἰ θάνατόν τις ἠπείλει τὸν μέλλοντα τὸν ἀθάνατον, ὥστε ἀποστῆναι τοῦ Χριστοῦ· οὔτε εἰ ζωὴν ἐπηγγέλλετο τὴν ἄπειρον, κατεδεξάμην ἄν. τι γὰρ δεῖ λέγειν βασιλεῖς τοὺς κάτω, καὶ ὑπάτους, καὶ τὸν δεῖνα καὶ τὸν δεῖνα; κἂν Ἀγγέλους μοι εἴπῃς· κἂν πάσας τὰς ἄνω δυνάμεις· κἂν πάντα τὰ
ὄντα· κἂν πάντα τὰ μέλλοντα· πάντα ἐμοὶ μικρά· καὶ τὰ ἐν τῇ γῇ· κα τὰ ἐν τοῖς οὐρανοῖς· καὶ τὰ ὕπο γῆν, καὶ ὕπερ οὐράνους, πρὸς τὸ φίλτρον ἐκεῖνο. εἶτα ὡς οὐκ ἀρκούντων τούτων παραστῆσαι τὸν πόθον ὃν εἶχεν, ἕτερα τοσαῦτα πάλιν ὑποστησάμενος φησὶν, “ οὔτε κτίσις ἕτερα.” ὃ δὲ λέγει τοιοῦτόν ἐστι· καὶ εἰ ἄλλῃ
τοσαύτῃ κτίσις ἦν, ὅση ἡ ὁρωμένη, ὅση ἡ νοητὴ, οὐδὲν ἄν με τῆς ἀγάπης ἐκείνης ἀπέστησε. ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς Ἀγγέλων τοῦτο ἐπιχειρούντων, ἢ τῶν ἄλλων δυνάμεων· μὴ γένοιτο· ἀλλὰ μεθ’ ὑπερβολῆς ἁπάσης τὸ φίλτρον, ὃ περὶ τὸν Χριστὸν εἶχεν, ἐπιδεῖξαι βουλόμενος. οὐ γὰρ τὸν Χριστὸν ἐφίλει διὰ τὰ Χριστοῦ·
ἀλλὰ δι’ αὐτὸν, τὰ ἐκείνου· καὶ πρὸς αὐτὸν ἑώρα μόνον. καὶ ἓν ἐδεδοίκει, τὸ τῆς ἀγάπης ἐκπεσεῖν ἐκείνου. τοῦτο γὰρ αὐτῷ καὶ γεέννης φοβερώτερον ἦν· ὥσπερ καὶ τὸ μένειν ἐν αὐτῇ, βασιλείας ποθεινότερον.
καὶ δυνάμεις, τὰ ἀποστολικὰ πνεύματα.
τὰ μέλλοντα, τὸν πρόσκαιρον θάνατον καὶ τὸν αἰώνιον, καὶ τὴν ἐν γεέννῃ μακροτάτην κόλασιν, μετὰ τῆς περὶ αὐτὸν ἀγάπης, ἀσπασίως ἃν ταῦτα καὶ προθύμως εἱλόμην· ἣ ἐκεῖνα τὰ λαμπρὰ καὶ μεγάλα καὶ ὑπὲρ λόγον, τῆς ἀγάπης ἐστερημένος.
θάνατος μὲν παλαίει βουλόμενος χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, οὐχ ὁ κοινὸς περὶ οὗ ἀνωτέρω εἴρηται, τὸ, “ἕνεκα σοῦ “θανατούμεθα ὅλην τὴν ἡμέραν·” ἀλλ’ ὁ ἐχθρὸς Χριστοῦ ὁ ἐσχάτως κατακριθησόμενος. βουλήσεται μὲν γὰρ οὗτος χωρίσαι φέρε εἰπεῖν, Παῦλον. οὐ δυνήσεται δέ· καταργούμενος ὑπὸ τοῦ ἐν αὐτῷ
Χριστοῦ. ζωὴ δὲ, οὐχ ἡ τῷ θανάτῳ τούτῳ ἐναντία· τὰ γὰρ ἀλλήλοις ἐναντία, οὐ πέφυκεν ἓν καὶ ταὐτὸ βούλεσθαι· ἀλλὰ ἡ κἄ ἣν ζῇ τίς τῇ ἁμαρτίᾳ καὶ τοῖς εἴδεσιν αὐτῆς. αὕτη γὰρ βουλήσεται μὲν χωρίσαι τὸν ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ. οὐ δύναται δέ. καταργουμένη, πῆ μὲν, ὑπὸ τοῦ θανάτου, καθ’ ἣν ἀποθνήσκει τίς
τῇ ἁμαρτίᾳ· πῆ δὲ, ὑπὸ τῆς ζωῆς ἡμῶν, ἥ τις κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. καὶ Ἄγγελοι δὲ βούλονται ἡμᾶς χωρίσαι τῆς ἀγάπης τοῦ Θεοῦ. περὶ ὧν λέλεκται τοῖς ἐξ εὐωνύμων, “πορεύεσθε “εἰς τὸ πῦρ τὸ ἡτοιμασμένον μένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.” τὸ δὲ, “οὔτε ἀρχαὶ,” ἐπὶ τὸ, οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς “αἱμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τοὺς κοσμοκράτο- “ῥᾶς,“ἀναφέρεται. καὶ εἰς τὸ, “ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ “ἐξουσίαν καὶ δύναμιν.” ἑξῆς τούτῳ ἐστὶ, τὸ, “ἐνεστῶτα.” ταῦτα δὲ ἐπίσκεψαι εἰ δύναται ἀναφέρεσθαι ἐπὶ “τοὺς κοσμοκράτορας τοῦ
“σκότους τοῦ αἰῶνος τούτου.” ἄλλος δ' ἄν σοι λέγῃ τὰ ἐνεστῶτα ἀναφέρεσθαι ἐπὶ τὰ βλεπόμενα καὶ πρόσκαιρα. μετὰ τοῦτο ἴδωμεν, τίνα “τὰ μέλλοντα.” ἤτοι, τὰ πρὸς τὸν μέλλοντα χρόνον τῆς ἐν τῷ βίῳ τούτῳ παρεπιδημίας, ὡς πρὸς τὰς ἐνεστηκυίας τῆς γραφῆς τῆς ἐπιστολῆς ἡμέρας, παλαίσοντα τῷ Ἀποστόλῳ. ἣ τὰ
μετὰ τὸν ἐνεστηκότα αἰῶνα, καὶ μετὰ τὴν ἔξοδον εὐθέως ἀπαντήσοντα· ὅτε ὁ ἄρχων τοῦ κόσμου τούτου, καί τινες ὑπ’ αὐτὸν δυνάμεις, βουλήσονται μὲν κρατεῖν τοῦ ἐκδημήσαντος, οὐ δυνήσονται δὲ, ἐπὶ τῶν προανειληφότων τὴν ἀγάπην τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ἑξῆς δὲ αὐτῷ ἐστὶ, τὸ, “οὔτε ὕψωμα, οὔτε βάθος.” μήποτε
οὖν ἡ τοῦ ἀνθρώπου ψυχὴ ἐπιβουλεύεται, ὑπὸ μὲν ὑψώματος, κάτα τὰ ἐν τοῖς ἐπουρανίοις πρὸς τὰ πνευματικὰ τῆς πονηρίας· ὑπὸ δὲ βάθους, κατὰ τὰ καταχθόνια. ὧν οὐδέτερον τὸν ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ ὁπλισάμενον χωρισθῆναι ἐάσει, αὐτῆς.
τῶν θείων ἀγγέλων, ἀνωτέρω ἁπλούστερόν τε καὶ κυριώτερον ἐξειλήφθη, φέρε πλατύτερόν τι περὶ τῶν Ἀγγέλων διαληψόμεθα.
τὴν περὶ Θεὸν οὖσαν ἀεὶ, καὶ προσεχῶς αὐτῷ καὶ πρὸ τῶν ἄλλων ἀμέσως ἡνῶσθαι παραδεδομένην. τούς τε γὰρ ἁγιωτάτους θρόνους, καὶ τὰ πολυόμματα καὶ πολύπτερα τάγματα, Χερουβὶμ Εβραίων φωνῇ καὶ Σεραφὶμ ὠνομασμένα, κατὰ τὴν πάντων ὑπερκειμένην ἐγγύτητα, περὶ Θεὸν ἀμέσως ἱδρῦσθαι φησίν. τὸν
τριαδικὸν οὖν τοῦτον διάκοσμον ὡς ἕνα καὶ ὁμοταγῆ καὶ ὄντως πρώτην ἰεραρχίαν, ὁ κλεινὸς ἡμῶν ἔφη καθηγεμών. ἧς οὐκ ἔστιν ἑτέρα θεοειδέστερα καὶ ταῖς πρωτουργοῖς τῆς θείας ἐλλάμψεσιν ἀμέσως προσεχέστερα. δευτέραν δέ φησιν εἶναι, τὴν ὑπὸ τῶν ἐξουσιῶν καἰ κυριοτήτων καὶ δυνάμεων συμπληρουμένην. καὶ τρίτην ἐπ’ ἐσχάτων τῶν οὐρανίων ἱεραρχιῶν, τὴν τῶν Ἀγγέλων τὲ καὶ Ἀρχαγγέλων καὶ ἀρχῶν διακόσμησιν.
ἑκάστου θεοειδοῦς ἰδιότητος. καὶ τὴν μὲν ἁγίαν τῶν Σεραφὶμ ὀνομασίαν, φασὶν οἱ τὰ Ἑβραίων εἰδότες, ἣ τὸ, ἐμπρηστὰς ἐμφαίνειν, ἣ τὸ θερμαίνοντας. τὴν δὲ τῶν Χερουβὶμ, πλῆθος γνώσεως, σεως, ἣ χύσιν σοφίας. εἰκότως οὑν ἡ πρώτη τῶν οὐρανίων ἱεραρχία πρὸς τῶν ὑπερτάτων οὐσίων ἱερουργεῖται· τάξιν ἔχουσα τὴν πασῶν
ὑψηλοτέραν, τὸ περὶ Θεὸν ἀμέσως ἱδρῦσθαι· καὶ τὰς πρωτουργοὺς θεοφανείας καὶ τελειώσεις εἰς αὐτὴν ὡς ἐγγυτάτην ἀρχικωτέρως διαπορθμεύεσθαι. θερμαίνοντες γοῦν ὀνομάζονται, καὶ χύσις σοφίας. ἐκφαντορικῶς τῶν θεοειδῶν αὐτῶν ἕξεων ὀνόματα. τὸ μὲν γὰρ ἀεικίνητον ἀυτῶν πέρι τὰ θεία καὶ ἀκατάληκτον, καὶ τὸ
θερμὸν καὶ ὀξὺ καὶ ὑπερζέον, τῆς προσεχοῦς καὶ ἀνενδότου καὶ ἀκλινοῦς ἀεικινησίας. καὶ τὸ τῶν ὑποβεβηκότων ἀναγωγικῶς καὶ δραστηρίων ἀφομοιωτικὸν ὡς ἀναζέον ἐκεῖνα καὶ ἀναζωπυροῦν ἐπὶ τὴν οἰκείαν θερμότητα. καὶ τὸ πρηστηρίως καὶ ὁλοκαύτως καθαρ- τικὸν, καὶ τὴν ἀπερικάλυπτον καὶ ἄσβεστον και ἀσβεστον ἐχουσαν ὡσαύτως ἀεὶ
φωτοειδῆ καὶ φωτιστικὴν ἰδιότητα. καὶ πάσης ἀλαμποῦς σκοτοποιΐας ἐλάτειραν οὖσαν καὶ ἀφανιστικὴν, ἡ τῶν Σεραφὶμ ἐπωνυμία ἐκφαντορικῶς διδάσκει. ἡ δὲ τῶν Χερουβὶμ, τὸ γνωστικὸν αὐτῶν καὶ θεοπτικόν· καὶ τῆς ὑπερτάτης Φωτοδοσίας δεκτικὸν καὶ θεωρητικὸν ἐν πρωτουργῷ δυνάμει τῆς θεαρχικῆς εὐπρεπείας,
καὶ τῆς σοφοποιοῦ μεταδόσεως ἀναπεπλησμένον. καὶ κοινωνικὸν ἀφθόνως πρὸς τὰ δεύτερα τῇ χύσει τῆς δωρηθείσης σοφίας. ἡ δὲ τῶν ὑψηλοτάτων καὶ ἐπηρμένων θρόνων τὸ πάσης ἀμιγῶς ἐξηρῆσθαι περιπεζίας ὑφέσεως· καὶ πρὸς τὸ ἄναντες ὑπερκοσμίως ἀνωφερές· καὶ πάσης ἐσχατιὰς ἀνωκισμενον· καὶ πέρι ’τον ὄντως υψιστον
ὁλικαῖς δυνάμεσιν, ἀκατασείστως καὶ εὐσταθῶς ἱδρυμένον· καὶ τῆς θεαρχικῆς ἐπιφοιτήσεως ἐν ἀπαθείᾳ πάσῃ καὶ αὐλίᾳ δεκτικόν· καὶ θεόφορον, καὶ θεραπευτικῶς ἐπὶ τὰς θείας ὑποδοχὰς ἀνα- πεπταμενον.
ρεσθαι, τοὺς δὲ, καθαίρειν. καὶ τοὺς μὲν, φωτίζεσθαι, τοὺς δὲ, φωτίζειν. καὶ τοὺς μὲν, τελεῖσθαι, τοὺς δὲ, τελεσιουργεῖν. καὶ καθαίρεσθαι μέν ἐστι, τὸ ἀμιγεῖς ἀποτελεῖσθαι καθόλου, καὶ πάσης ἐλευθερῶσθαι τῆς ἀνομοίου συμφύρσεως. φωτίζεσθαι δὲ, τὸ ἀποπληροῦσθαι τοῦ θείου φωτὸς πρὸς θεωρητικὴν ἕξιν καὶ δύναμιν,
ἐν παναγίοις νοὸς ὀφθαλμοῖς ἀναγομένους. τελεῖσθαι δὲ, τὸ ἐκ τοῦ ἀτελοῦς μεταταττομένους, μετόχους γίνεσθαι τῆς τῶν ἐποπτευθέντων ἱερῶν τελειωτικῆς ἐπιστήμης. καὶ πάλιν καθαίρειν μέν ἐστι, τὸ περιουσίᾳ καθάρσεως καὶ ἑτέροις μεταδιδόναι ἁγνότητος. φωτίζειν δέ ἐστι, τὸ, ὡς διειδεστέρους νόας καὶ πρὸς
μετοχὴν φωτὸς, καὶ μετάδοσιν οἰκείως ἔχοντας· καὶ πανολβίως τῆς ἱερᾶς ἀποπληρουμένης αἴγλης, τὸ κατὰ πᾶν αὐτῶν ὑπερχεόμενον φῶς εἰς τοὺς ἀξίους αὐτῶν ἐποχετεύειν. τελεσιουργεῖν δὲ ἐστι, τὸ, ὡς ἐπιστημονικοὺς τῆς τελεστικῆς μεταδόσεως τελεῖν τοὺς τελουμένους τῇ πανιέρῳ μυήσει τῆς τῶν ἐποπτευθέντων ἱερῶν
ἐπιστήμης.
τελείου τελεσιουργίας ἀναλόγως αὐτὴ πληρουμένη, καθαίρεται καὶ φωτίζεται καὶ τελεσιουργεῖται· πάσης μὲν ὑφέσεως ἀμιγὴς, πρώτου δὲ φωτὸς πλήρης, καὶ πρωτοδότου γνώσεως καὶ ἐπιστήμης μέτοχος ἀποτειλαμένη. συνελὼν δὲ καὶ τοῦτο φαίην ἃν οὐκ ἀπεικότως, ὅτι καὶ κάθαρσίς ἐστι καὶ φωτισμὸς, καὶ τελείωσις,
ἡ τῆς θεαρχικῆς ἐπιστήμης μετάληψις. ἀγνοίας μὲν οἷον ἀποκαθαίρουσα, τῇ κατ’ ἀξίαν ἐνδιδομένῃ γνώσει τῶν τελειοτέρων μυήσεων. φωτίζουσα δὲ αὐτῇ τῇ θείᾳ γνώσει· δι’ ἧς καὶ καθαίρει τοὺς οὐ πρότερον ἐποπτεύσαντας ὅσα νυν ἐκφαίνεται διὰ τῆς ὑψηλοτέρως ἐλλάμψεως· καὶ τελειοῦσα πάλιν αὐτῷ τῷ φωτὶ τῇ
καθ’ ἕξιν ἐπιστήμῃ τῶν φανοτάτων μυήσεων. αὕτη μὲν οὖν ἐστιν ἡ πρώτη τῶν οὐρανίων οὐσιῶν διακόσμησις. ἡ κύκλῳ Θεοῦ καὶ περὶ Θεὸν ἀμέστως ἑστηκυῖα.
ἐκφαντορικὴν ὀνομασίαν οἶμαι δηλοῦν, ἀδούλωτόν τινα καὶ πάσης ὑποπεζίας ὑφέσεως ἐλευθέραν ἀναγωγήν. οὐδεμιᾷ τῶν τυραννικῶν ἀνομοιοτήτων οὐδενὶ τρόπῳ καθόλου κατακλινομένην. πάσης μειωτικῆς δουλοποιίας ὑπερκειμένην, ἀνένδοτον ὑφέσει πάσῃ, τῆς ὄντως κυριότητος καὶ κυριαρχίας ἀκαταλήκτως ἐφιεμένην· καὶ
πρὸς τὴν αὐτῆς κυρίαν ἐμφέρειαν ὡς ἐφικτὸν ἑαυτὴν τὲ καὶ τὰ μεθ’ ἑαυτὴν ἀγαθοειδῶς διαπλάττουσαν· πρὸς οὐδὲν τῶν εἰκῆ δοκούντων· ἀλλὰ πρὸς τὸ κυρίως ἃν ὁλικῶς ἐπεστραμμένην, καὶ κυριαρχικῆς ἀεὶ ἀγαθοειδείας μέτοχον, κατὰ τὸ δυνατὸν αὐτῇ γινομένην. τὴν δὲ τῶν ἁγίων δυνάμεων ἀρρηνωπόν τινα καὶ ἀκατάσειρον
ἀνδρείαν, εἰς πάσας τὰς κατ᾿ αὐτὴν θεοειδεῖς ἐνεργείας πρὸς μηδεμίαν τῶν ἐνδιδομένων αὐτῇ θεαρχικῶν ἐλλάμψεων ἀδρανῶς ἐξασθενοῦσαν. δυνατῶς ἐπὶ τὸ θεομίμητον ἀναγομένην. οὐκ ἀπολείπουσαν ἑαυτῆς ἀνανδρίᾳ τὴν θεοειδῆ κίνησιν· ἀλλ’ ἀρρηνωπῶς ἀφορῶσαν εἰς τὴν ὑπερούσιον καὶ δυναμοποιὸν δύναμιν, καὶ
ταύτης εἰκόνα δυναμοειδῆ κατὰ τὸ ἐφικτὸν γινομένην. καὶ πρὸς μὲν αὐτὴν ὡς ἀρχιδύναμον, δυνατῶς ἐπεστραμμένην· πρὸς δὲ τὰ δεύτερα, δυναμοδότως καὶ θεοειδῶς προιοῦσαν. τὴν δὲ τῶν ἁγίων ἐξουσιῶν, τὴν ὁμοταγῆ τῶν θείων κυριοτήτων καὶ δυνάμεων, τὴν εὔκοσμον καὶ ἀσύμφυρτον περὶ τὰς θείας ὑποδοχὰς εὐταξίαν. καὶ
τὸ τεταγμένον τῆς ὑπερκόσμου καὶ νοερᾶς ἐξουσιότητος, οὐ τυραννικῶς ἐπὶ τὰ χείρω ταῖς ἐξουσιαστικαῖς δυνάμεσιν ἀποκεχρημένης, ἀλλ’ ἀκρατήτως ἐπὶ τὰ θεῖα μετ’ εὐταξίας ἀναγομένης τὲ καὶ τὰ μετὰ ταύτην ἀγαθοειδῶς ἀναγούσης. καὶ πρὸς τὴν ἐξουσιοποιὸν ἐξουσιαρχίαν ὡς θεμιτὸν ἀφομοιουμένης. καὶ ταύτην ὡς
δυνατὸν Ἀγγέλοις ἀναλαμπούσης, ἐν ταῖς κατ’ αὐτὴν εὐκόσμοις τάξεσι, τῆς ἐξουσιαστικῆς δυνάμεως.
αὐτῇ δευτέρως διὰ τῆς πρώτης ἱεραρχικῆς διακοσμήσεως· καὶ διὰ μέσης ἐκείνης δευτεροφανῶς διαπορθμευομένων. ἀμέλει τὴν δι’ ἀλλήλου λεγομένην φοιτᾶν εἰς ἄλλον ἄγγελον ἀκοὴν, σύμβολον ποιησόμεθα τῆς πόρρωθεν ἐπιτελουμένης, καὶ διὰ τὴν πρόοδον ἀμυδρουμένης εἰς δευτέρωσιν τελειώσεως. τοῦτο γάρ ἐστι καθόλου
τῇ θείᾳ ταξιαρχίᾳ νενομοθετημένον θεοπρεπῶς, τὸ διὰ τῶν πρώτων τὰ δεύτερα τῶν θεαρχικῶν μετέχειν ἐλλάμψεων. διὸ καὶ πρὸς τῆς ἱερατικῆς ἡμῶν παραδόσεως τελεταὶ καὶ φωτουργοὶ καὶ καθαρτικαὶ δυνάμεις οἱ πρῶτοι νόες ὀνομάζονται, τῶν ὑφειμένων, ὡς δι’ αὐτῶν ἐπὶ τὴν ὑπερούσιον ἀρχὴν ἀγομένων. καὶ τῶν τελεταρχικῶν
καθάρσεων καὶ φωτισμῶν καὶ τελειώσεων κατὰ τὸ αὐτοῖς θεμιτὸν, γινομένων ἐν μετουσίᾳ.
κατὰ τὸ ἐμοὶ δυνατὸν, τὰς τῶν ἁγίων αὐτῶν ἐπωνυμιῶν, ἐκφαντορίας. ἐκφαίνει γὰρ ἡ μὲν τῶν οὐρανίων ἀρχῶν, τὸ θεοειδῶς ἀρχικὸν καὶ ἡγεμονικὸν μετὰ τάξεως ἱερᾶς, καὶ ταῖς ἀρχικαῖς πρεπωδεστάτης δυνάμεσι. καὶ τὸ πρὸς τὴν ὑπεράρχιον ἀρχὴν αὐτὰς τὲ ὁλικῶς ἐπεστράφθαι, καὶ ἑτέρων ἀρχικῶς ἡγεῖσθαι. καὶ τὸ πρὸς
αὐτὴν ἐκείνην ὡς δυνατὸν ἀποτυποῦσθαι τὴν ἀρχοποιὸν ἀρχήν. ἀναφαίνειν τὲ τὴν ὑπερούσιον αὐτῆς ταξιαρχίαν τῇ τῶν ἀρχικῶν εὐκοσμίᾳ δυναμένων. ἡ δὲ τῶν ἁγίων Ἀρχαγγέλων, ὁμοταγὴς μέν ἐστι τῖς οὐρανίαις ἀρχαῖς. ἔστι γὰρ αὐτῶν τὲ καὶ τῶν Ἀγγέλων ὡς ἔφην, ἱεραρχία μία καὶ διακόσμησις. πλὴν ἐπείπερ οὐκ ἔστιν
ἱεραρχία, μὴ καὶ πρώτας καὶ μέσας καὶ τελευταίας δυνάμεις ἔχουσα, ἡ τῶν Ἀρχαγγέλων ἁγία τάξις κοινωνικῶς τῇ ἱεραρχικῇ μεσότητι τῶν ἄκρων ἀντιλαμβάνεται. ταῖς τε γὰρ ἁγιωτάταις ἀρχαῖς κοινωνεῖ καὶ τοῖς ἁγίοις Ἀγγέλοις· ταῖς μὲν, ὅτι πρὸς τὴν ὑπερούσιον ἄρχην ἀρχικῶς ἐπέστραπται, καὶ πρὸς ἀυτὴν ὡς
ἐφικτὸν ἀποτυποῦται. καὶ τοὺς Ἀγγέλους ἑνοποιεῖ, κατὰ τὰς εὐκόσμους αὐτῆς καὶ τεταγμένας καὶ ἀοράτους ἡγεμονίας. τοῖς δὲ, ὅτι καὶ τῆς ὑποφητικῆς ἐστι τάξεως τὰς θεαρχικὰς ἐλλάμψεις ἱεραρχικῶς διὰ τῶν πρώτων δυνάμεων ὑποδεχομένης. καὶ τοῖς Ἀγγέλοις αὐτὰς ἀγαθοειδῶς ἀγγέλλουσα· καὶ δι’ Ἀγγέλων
ἡμῖν ἀναφαίνουσα.
οἰκειότερον ὀνομαζόμενοι· ὅσῳ καὶ περὶ τὸ ἐμφανέστερον αὐτοῖς ἐστιν ἡ ἱεραρχία, καὶ μᾶλλον, περικόσμιος. τὴν μὲν γὰρ ὑπερτάτην ὡς εἴρηται διακόσμησιν, ὡς τῷ κρυφίῳ πρωτοταγῶς πλησιάζουσαν, κρυφιωδῶς οἰητέον ἱεραρχεῖν τῆς δευτέρας. τὴν δὲ δευτέραν, ἢ συμπληροῦται, πρὸς τῶν ἁγίων κυριοτήτων καὶ δυνάμεων
καὶ ἐξουσιῶν, τῆς τῶν ἀρχῶν καὶ Ἀρχαγγέλων Ἀγγέλων ἱεραρχίας ἡγεῖσθαι, τῆς μὲν ἱεραρχίας, ἐμφανέστερον· τῆς δὲ μετὰ ταύτην, κρυφιωδέστερον· τὴν δὲ τῶν Ἄρχων καὶ Ἀρχαγγέλων καὶ Ἀγγέλων ἐκφαντορικὴν διακόσμησιν, ταῖς ἀνθρωπείαις ἑραρχίαις δι’ ἀλλήλων ἐπιστατεῖν· ἱν ᾖ κατὰ τάξιν πρὸς Θεὸν
ἀγωγὴ καὶ ἐπιστροφὴ καὶ κοινωνία καὶ ἕνωσις· καὶ μὴν ἡ παρὰ Θεοῦ πάσαις ταῖς ἑραρχίαις ἀγαθοπρεπῶς ἐνδιδομένη, καὶ κοινωνικῶς ἐπιφοιτῶσα μετ’ εὐκοσμίας ἱερωτάτης, πρόοδος.
ἐπ’ αὐτὴν ἀμέσως ἀνατείνεσθαι, κρυφιωτέρα καὶ φανοτέρα τῆς θεαρχίας φωτοδοσία καθαίρεται. κρυφιωτέρα μὲν, ὡς νοητοτέρα, καὶ μᾶλλον ἁπλωτικῇ καὶ ἑνοποιῷ. φανοτέρα δὲ, ὡς πρωτοδότῳ καὶ πρωτοφανεῖ· καὶ ὁλικωτέρα, καὶ μᾶλλον εἰς αὐτὴν ὡς διειδῆ κεχυμένη. πρὸς ταύτης δὲ πάλιν, ἀναλόγως ἡ δευτέρα. καὶ πρὸς
τῆς δευτέρας, ἡ τρίτη. καὶ πρὸς τῆς τρίτης ἡ καθ’ ἡμᾶς ἑραρχία, κατὰ τὸν αὐτὸν τῆς εὐκόσμου ταξιαρχίας θεσμόν. ἐν ἁρμονίᾳ θείᾳ καὶ ἀναλογίᾳ πρὸς τὴν ἁπάσης εὐκοσμίας ὑπεράρχιον ἀρχὴν καὶ περάτωσιν ἱεραρχικῶς ἀνάγεται. ἐκφαντορικοὶ δὲ πάντες εἰσὶ καὶ Ἄγγελοι ἕλοι τῶν πρὸ αὐτῶν. οἱ μὲν πρεσβύτατοι, Θεοῦ τοῦ κινοῦντος.
ἀναλογῶς δὲ οἱ λοιποὶ τῶν ἐκ Θεοῦ κεκινημένων. διὸ τῆς ἀγγελικῆς ἐπωνυμίας ἠξίωνται, διὰ τὸ πρώτως αὐτοῖς ἐγγίνεσθαι τὴν θεαρχικὴν ἔλλαμψιν. καὶ δι’ αὐτῶν εἰς ἡμᾶς διαπορθμεύονται τὰς ὑπὲρ ἡμᾶς ἐκφαντορίας.
δὲ ὡς οἶμαι χρὴ, δι’ ἣν αἰτίαν οἱ θεόλογοι, πάσας μὲν ἅμα τὰς οὐρανίους οὐσίας, Ἀγγέλους καλοῦσιν· ἐρχόμενοι δὲ πρὸς τὴν ἐκφαντορίαν τῶν ὑπερκοσμίων αὐτῶν διακοσμήσεων, τάξιν ἀγγελικὴν ἰδίως ὀνομάζουσι τὴν συμπληρωτικῶς ἀποπερατοῦσαν τὰ θεῖα καὶ οὐρανία τάγματα. πρὸς ταύτης δὲ τάττουσιν ἀρχαγγέλους, ἀρχὰς, ἐξουσίας, δυνάμεις, καὶ τὰ λοιπά. φαμὲν δὴ ὅτι κατὰ πᾶσαν ἱερὰν διακόσμησιν, αἱ μὲν ὑπερβεβηκυῖαι τάξεις, ἔχουσι καὶ τὰς τῶν ὑφειμένων διακοσμήσεων ἐλλάμψεις καὶ δυνάμεις· ἀμέθεκτοι δὲ τῶν αὐτὰς ὑπερκειμένων εἰσὶν αἱ τελευταῖαι.
τὰ μὲν ἁγιώτατα τῶν ὑπερτάτων οὐσιῶν τάγματα, καὶ Ἀγγέλους καλοῦσιν οἱ θεόλογοι. καὶ γὰρ εἰσὶν ἐκφαντορικὰ καὶ αὐτὰ τῆς θεαρχικῆς ἐλλάμψεως. τὴν τάξιν δὲ τὴν τῶν οὐρανίων νόων τελευταίαν, οὐκ ἔχει λόγον, ἀρχὰς, ἢ θρόνους, ἣ Σεραφὶμ ὀνομάζειν. οὐδὲ γάρ ἐστιν ἐν μετουσίᾳ τῶν ὑπερτάτων δυνάμεων.
διακοσμήσεις μετέχουσιν. αἱ τελευταῖαι δὲ τῶν πρώτων οὐδαμῶς. καὶ τούτου χάριν οὐρανίαι μὲν δυνάμεις, ἅπαντες οἱ θεῖοι νόες ὀνομάζονται, Σεραφὶμ δὲ καὶ θρόνοι καὶ κυριότητες, οὐδαμῶς. οἱ γὰρ Ἄγγελοι καὶ Ἀρχάγγελοι καὶ ἀρχαὶ καὶ ἐξουσίαι, μετὰ τὰς δυνάμεις ὑπὸ τῆς θεολογίας ταττόμενοι, κατὰ κοινοῦ πολλάκις
ὑφ’ ἡμῶν ὁμοῦ ταῖς ἄλλαις ἁγίαις οὐσίαις, οὐρανίαι δυνάμεις ἀποκαλοῦνται. φαμὲν δὴ ὅτι κοινῶς ἐπὶ πάσας κεχρημένοι τῇ τῶν οὐρανίω, δυνάμεων ἐπωνυμίᾳ, οὐ σύγχυσίν τινα τῶν ἑκάς διακοσμήσεως ἰδιοτήτων εἰσάγομεν. ἀλλ’ ἐπειδὴ εἰς τρία διήρηντο τῷ κατ’ αὐτοὺς ὑπερκειμένῳ λόγῳ πάντες οἱ θεῖοι νόες, εἰς
οὐσίαν καὶ δύναμιν καὶ ἐνέργειαν· ὅταν ἅπαντας ἣ τινὰς αὐτῶν ἀπαρατηρήτως οὐρανίας οὐσίας, ἣ οὐρανίας δυνάμεις ἀποκαλῶ αὐτοὺς περιφραστικῶς τοὺς περὶ ὤη ὁ λόγος ἐμφαίνειν ἡμᾶς οίητέον ἐκ τῆς καθ’ ἕκαστον αὐτῶν οὐσίας ἣ δυνάμεως.
εἰσὶ τὰ τελευταῖα, δι’ ἣν αἰτίαν ὁ καθ’ ἡμᾶς ἱεράρχην, Ἄγγελος Κυρίου ὑπὸ τῶν ἁγίων ὠνόμασται; φαμὲν δὴ καὶ πρὸς τοῦτο· ὅτι τῆς ὁλικῆς καὶ ὑπερκειμένης τῶν πρεσβυτέρων διακόσμων δυνάμεως ἀποδέουσιν οἱ τελευταῖοι. τῆς δὲ μερικῆς καὶ ἀναλόγου μετέχουσι κατὰ τὴν μίαν ἁπάντων ἐναρμόνιον καὶ συνδετικὴν κοινωνίαν. οἷον, ἡ τῶν ἁγίων Χερουβὶμ τάξις, μετέχει σοφίας καὶ γνώσεως ὑψηλοτέρας. αἱ δὲ τῶν ὑπ’ αὐτοὺς οὐσιῶν διακοσμήσεις, μετέχουσι μὲν καὶ αὐταὶ σοφίας καὶ γνώσεως, μερικῆς δὲ ὅμως ὡς πρὸς ἐκείνους, καὶ ὑφειμένης. καὶ τὸ μὲν
ὅλως ἐν μετουσίᾳ σοφίας εἶναι καὶ γνώσεως, κοινόν ἐστι πᾶσι τοῖς θεοειδέσι καὶ νοεροῖς. τὸ δὲ προσεχῶς καὶ πρώτως, ἢ δευτέρως καὶ ὑφειμένως, οὐκέτι κοινὸν, ἀλλ’ ὡς ἑκάστῳ πρὸς τῆς οἰκείας ἀναλογίας ὥρισται. τοῦτο δὲ καὶ περὶ τῶν θείων νόων πάντων ἄν τις ὁρίσαιτο. οὐδὲν οὖν ὡς οἶμαι τὸ ἄτοπον, εἰ καὶ τὸν καθ’ ἡμᾶς
ἱεράρχην, Ἄγγελον ἣ θεόλογον καλεῖ· τὸν κατὰ δύναμιν οἰκείαν τῆς τῶν Ἀγγέλων ὑποφητικῆς ἰδιότητος, μετέχοντα, καὶ πρὸς τὴν ἐκφαντορικὴν αὐτῶν ὁμοίωσιν ὡς ἐφικτὸν ἀνθρώποις ἀνατεινό- μενον.
πρὸς ἕνα τῶν θεολόγων, ὁ Σεραφὶμ ἀποστέλλεσθαι λέγεται, καὶ οὐ τῶν ὑφειμένων τίς Ἀγγέλων ἀποκαθαίρει τὸν ὑποφήτην. τινὲς μὲν οὖν φασὶν, ὅτι κατὰ τὸν ἤδη προαποδοθέντα τῆς πάντων τῶν νόων κοινωνίας ὅρον, οὐχ ἕνα τῶν περὶ Θεὸν πρωτίστων νόων ὀνομάζει τὸ λόγιον ἐπὶ τὴν τοῦ θεολόγου κάθαρσιν ἐληλυθέναι·
τινὰ δὲ τῶν ἡμῖν ἐφεστηκότων Ἀγγέλων ὡς ἱερουργὸν τῆς τοῦ προφήτου καθάρσεως, τῇ τῶν Σεραφὶμ ὁμωνυμίᾳ κληθῆναι, διὰ τὴν πρηστήριον τῶν ἁμαρτιῶν ἀναίρεσιν, καὶ τὴν τοῦ καθαρθέντος ἐπὶ τὴν θείαν ὑπακοὴν ἀναζωπύρησιν. ἕτερος δὲ τοιοῦτόν τι περὶ τούτου ἔφη, ὅτι τὴν οἰκείαν καθαρτικὴν ἱερουργίαν ὁ μέγας ἐκεῖνος, ὅς
τίς ποτε ἦν, ὁ τὴν ὅρασιν διαπλάσας Ἄγγελος, εἰς τὸ μυῆσαι τὰ θεῖα τὸν θεόλογον, ἐπὶ Θεὸν καὶ μετὰ Θεὸν, εἰς τὴν πρωτουργὸν ἱεραρχίαν ἀνέθηκε. πᾶσα γὰρ θεαρχικὴ ἐνέργεια, διὰ τῶν πρώτων οὐσιῶν ἀναλάμπουσα, εἰς τὰς λοιπὰς διαδίδοται κατὰ τὴν ἑκάστης ἀναλογίαν. διὸ καὶ τὴν ἐμπυρίως καθαρτικὴν ἰδιότητα τοῖς Σεραφὶμ
εἰκότως μετὰ Θεὸν ἀνατέθεικεν ἐκεῖνος ὁ Ἄγγελος. ὥσπερ γὰρ ὁ καθ’ ἡμᾶς ἱεράρχης, διὰ τῶν αὐτοῦ λειτουργῶν ἢ ἱερέων καθαίρων ἣ φωτίζων, αὐτὸς λέγεται καθαίρειν καὶ φωτίζειν· τῶν δι’ αὐτοῦ καθιερωμένων τάξεων ἐπ’ αὐτὸν ἀνατιθεισῶν τὰς οἰκείας ἱερὰς ἐνεργείας, οὕτω καὶ τὴν οἰκείαν καθαρτικὴν ἐπιστήμην καὶ
δύναμιν, ὁ τὴν κάθαρσιν τοῦ λόγου τελετουργῶν Ἄγγελος, ἐπὶ Θεὸν μὲν ὡς αἴτιον· ἐπὶ δὲ τὸν Σεραφὶμ ὡς πρωτουργὸν ἱεράρχην, ἀνατίθησιν, ὡς ἄν τις φαίη, μετ’ εὐλαβείας ἀγγελικῆς· διδάσκων τὸν ὑπ’ αὐτοῦ καθαιρόμενον, ὅτι τῆς εἰς σὲ πρὸς ἐμοῦ τελετουργουμένης καθάρσεως, ἀρχὴ μὲν ἔστιν ἐξηρημένη, Θεός· ἱεράρχης
δὲ καὶ μετὰ Θεὸν ἡγεμὼν, ὁ τῶν πρωτίστων οὐσιῶν διάκοσμος· παρ’ οὗ καὶ τὸ καθαίρειν ἐγὼ θεοειδῶς ἐμυήθην. οὗτος οὖν ἐστιν ὁ δι’ ἐμοῦ σε καθαίρων. καὶ τοῦτο δὲ ἄξιον ἐπιστασίας· ὅτι τῶν λογίων ἡ περὶ τῶν Ἀγγέλων παράδοσις, χιλίας χιλιάδας εἶναι φησὶ, καὶ μυρίας μυριάδας. τοὺς παρ’ ἡμῖν ἀκροτάτους τῶν
ἀριθμῶν εἰς ἑαυτοὺς ἐπανακυκλοῦσα καὶ πολλαπλασιάζουσα. καὶ διὰ τούτων ἐναργῶς ἐμφαίνουσα τὰς ἡμῖν ἀναριθμήτους τῶν οὐρανίων νόων διατάξεις· πολλαὶ γάρ εἰσι· τὴν ἀσθενῆ καὶ συνεσταλμένην ὑπερβεβηκυῖαι τῶν καθ’ ἡμᾶς ὑλαίων ἀριθμῶν συμμετρία ὑφ' ἑαυτῶν δὲ γινωσκόμεναι. αἱ δὲ διάφοροι τούτων ἀναπλάσεις
καὶ ὀνομασίαι καὶ οἱ σχηματισμοὶ, καθ’ ὁμοιότητα ἐνεργειῶν παρὰ τῇ γραφῆ ἀναπλάττονται. περὶ ὧν ὁ ζητῶν, ἀπ’ αὐτῶν τῶν γραφῶν διδαχθήσεται.
ἀσώματον· οἷόν τι πῦρ ἄυλον, ὥς φησιν ὁ θεῖος Δαβὶδ, “ὁ ποιῶν “τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα· καὶ τοὺς λειτουργοὺς αὐτοῦ “πῦρ φλέγον.” τὸ κοῦφον, καὶ διάπυρον, καὶ θερμὸν, καὶ τομώτατον, καὶ ὀξὺ περὶ τὴν θείαν ἔφεσίν τε καὶ λειτουργίαν, διαγράφων· καὶ τὸ ἀνωφερὲς αὐτῶν, καὶ πάσης ὑλικῆς ἐννοίας ἀπηλλαγμένον.
Ἄγγελος τοίνυν οὐσία ἐστὶ νοερὰ ἀεικίνητος, αὐτεξούσιος, ἀσώματος, Θεῷ λειτουργοῦσα κατὰ χάριν ἐν τῇ φύσει τὸ ἀθάνατον εἰληφυῖα. ἧς οὐσίας τὸ εἶδος καὶ τὸν ὅρον, μόνος ὁ κτίσας ἐπίσταται. ἀσώματος δὲ καὶ ἄυλος λέγεται, ὅσον πρὸς ἡμᾶς. πᾶν γὰρ συγκρινόμενον πρὸς Θεὸν τὸν μόνον ἀσύγκριτον, παχὺ τὲ
καὶ ὑλικὸν εὑρίσκεται. μόνον γὰρ ὄντως τὸ θεῖον ἄυλον ἐστὶ καὶ ἀσώματον. ἔστι τοίνυν φύσις λογικὴ, νοερὰ τὲ καὶ αὐτεξούσιος· τρεπτὴ κατὰ γνώμην, ἤτοι ἐθελότρεπτος. πᾶν γὰρ κτιστὸν, καὶ τρεπτόν. μόνον γὰρ τὸ ἄκτιστον, καὶ ἄτρεπτον. καὶ πᾶν λογικὸν, αὐτεξούσιον. ὡς μὲν οὖν λογικὴ καὶ νοερὰ, αὐτεξούσιος. ὡς δὲ
κτιστὴ, τρεπτή. ἔχουσα ἐξουσίαν καὶ μένειν καὶ προκόπτειν ἐν τῷ ἀγαθῷ· καὶ ἐπὶ τὸ χεῖρον τρέπεσθαι. ἀνεπίδεκτος μετανοίας· ὅτι καὶ ἀσώματος. ὁ γὰρ ἄνθρωπος, διὰ τὴν τοῦ σώματος ἀσθένειαν, τῆς μετανοίας ἔτυχεν. ὅπερ δέ ἐστι τοῖς ἀνθρώποις ὁ θάνατος, τοῦτο τοῖς Ἀγγέλοις ἡ ἔκπτωσις. μετὰ γὰρ τὴν ἔκπτωσιν, οὐκ
ἔστιν αὐτοῖς μετάνοια· ὥσπερ οὐδὲ τοῖς ἀνθρώποις μετὰ τὸν θάνατον. ἀθάνατος, οὐ φύσει, ἀλλὰ χάριτι. πᾶν γὰρ τὸ ἀρξάμενον, καὶ τελευτᾷ κατὰ φύσιν. μόνος δὲ ὁ Θεὸς ἀεὶ ὣν, μᾶλλον δὲ καὶ ὑπὲρ τὸ ἀεί. οὐχ ὑπὸ χρόνον γὰρ, ἀλλ’ ὑπὲρ χρόνον ὁ τῶν χρόνων ποιητής. φῶτα δεύτερα, νοερά· ἐκ τοῦ πρώτου καὶ ἀνάρχου φωτὸς
τὸν φωτισμὸν ἔχοντα. οὐ γλώσσης καὶ ἀκοῆς δεόμενα· ἀλλ’ ἀναλόγου προφορικοῦ, μεταδιδόντα ἀλλήλοις τὰ διανοήματα καὶ βουλεύματα.
ἀναλογίαν τῆς ἀξίας καὶ τῆς τάξεως, τοῦ φωτισμοῦ καὶ τῆς χάριτος μετέχοντες. περιγραπτοί· ὅτε γάρ εἰσιν ἐν τῷ οὐρανῷ, οὐκ εἰσὶν ἐν τῇ γῇ· καὶ εἰς τὴν γῆν ὑπὸ τοῦ Θεοῦ ἀποστελλόμενοι, οὐκ εἰσὶν ἐν τῷ οὐρανῷ. οὐ περιορίζονται δὲ ὑπὸ τοίχων καὶ θυρῶν καὶ κλείθρων καὶ σφραγίδων. ἀόριστοι γάρ. ἀορίστους δὲ
λέγω· οὐ γὰρ καθ’ ὃ εἰσὶν, ἐπιφαίνονται τοῖς ἀξίοις, οἷς ὁ Θεὸς φαίνεσθαι αὐτοὺς θελήσοι· ἀλλ’ ἐν μετασχηματισμῷ. καθὼς δύνανται οἱ ὁρῶντες ὁρᾷν. ἀόριστον γάρ ἐστι φύσει καὶ κυρίως, μόνον τὸ ἄκτιστον· πᾶν γὰρ κτίσμα ὑπὸ τοῦ κτίσαντος αὐτὸ Θεοῦ ὁρίζεται. ἔξωθεν τῆς οὐσίας τὸν ἁγιασμὸν ἐκ τοῦ Ἄγ’ ἴου Πνεύματος
ἔχοντες. διὰ τῆς θείας χάριτος προφητεύοντες. μὴ γάμου χρῄζοντες. ἐπειδήπερ μὴ εἰσὶ θνητοί.
ἐνεργεῖν ἔνθα ἃν προσταχθῶσι· καὶ μὴ δύνασθαι κατὰ ταὐτὸν ὦδε κἀκεῖσε εἶναι καὶ ἐνεργεῖν. εἴτε ἶσοι κατ’ οὐσίαν· εἴτε διαφέροντες ἀλλήλων οὐκ ἴσμεν· μόνος οἶδεν ὁ ποιήσας αὐτοὺς Θεός· ὁ καὶ πάντα εἰδώς. διαφέροντες δὲ ἀλλήλων τῷ φωτισμῷ καὶ τῇ στάσει. εἴτε πρὸς τὸν φωτισμὸν τὴν στάσιν ἔχοντες· ἣ πρὸς
τὴν στάσιν τοῦ φωτισμοῦ μετέχοντες. καὶ ἀλλήλους φωτίζοντες διὰ τὸ ὑπερέχον τῆς τάξεως ἢ φύσεως. δῆλον δὲ ὡς οἱ ὑπερέχοντες, τοῖς ὑποβεβηκόσι μεταδιδόασι τοῦ φωτισμοῦ καὶ τῆς γνώσεως. ἰσχυροὶ καὶ ἕτοιμοι πρὸς τὴν τοῦ θείου θελήματος ἐκπλήρωσιν. καὶ πανταχοῦ ταχέως εὑρισκόμενοι ἔνθα ἂν ἡ θεία κελεύσῃ ἐπίνευσις,
τάχει φύσεως· καὶ φυλάττοντες μέρη τῆς γῆς, καὶ ἐθνῶν καὶ τόπων προἱστάμενοι· καθὼς ὑπὸ τοῦ δημιουργοῦ ἐτάχθησαν. καὶ τὰ καθ’ ἡμᾶς οἰκονομοῦντες καὶ βοηθοῦντες ἡμῖν. πάντως δὲ ὅτι κατὰ τὸ θεῖον θέλημά τε καὶ πρόσταγμα ὑπὲρ ἡμᾶς ὄντες. ἀεὶ τὲ περὶ Θεὸν ὑπάρχοντες, δυσκίνητοι πρὸς τὸ κακόν. ἀλλ’ οὐκ
ἀκίνητοι· νῦν δὲ ἀκίνητοι, οὐ φύσει, ἀλλὰ χάριτι· καὶ τῇ τοῦ μόνου ἀγαθοῦ προσεδρείᾳ. ὁρῶντες Θεὸν κατὰ τὸ ἐφικτὸν αὐτοῖς, καὶ ταύτην τροφὴν ἔχοντες. ὑπὲρ ἡμᾶς ὄντες ὡς ἀσώματοι, καὶ παντὸς σωματικοῦ πάθους ἀπηλλαγμένοι. οὐ μὴν ἀπαθεῖς· μόνον γὰρ τὸ θεῖον ἀπαθές ἐστι. μετασχηματίζονται δὲ πρὸς ὅπερ ἂν
κελεύσοι ὁ Θεός. καὶ οὕτω τοῖς ἀνθρώποις ἐπιφαίνονται, καὶ τὰ θεῖα αὐτοῖς ἀποκαλύπτουσι μυστήρια. ἐν οὐρανῷ διατρίβουσι. καὶ ἓν ἔργον ἔχουσιν ὑμνοῦν τὸν Θεὸν, καὶ λειτουργεῖν τῷ θείῳ αὐτοῦ θελήματι.
θεόλογος λέγει Γρηγόριος. “πρῶτον ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις “καὶ οὐρανίους· καὶ τὸ ἐννόημα, ἔργον ἦν.” ἕτεροι δὲ, ὅτι μετὰ τὸ γενέσθαι τὸν πρῶτον οὐρανόν. ὅτι δὲ πρὸ τῆς ἀνθρώπου πλάσεως, πάντες ὁμολογοῦσιν. ἐγὼ δὲ τῷ θεολόγῳ Γρηγορίῳ συντίθεμαι. ἔπρεπε γὰρ πρῶτον τὴν νοερὰν οὐσίαν κτισθῆναι, καὶ οὕτω τὴν
αἰσθητήν. καὶ τότε ἐξ ἀμφοτέρων τὸν ἄνθρωπον. ὅσοι δὲ φασὶν τοὺς Ἀγγέλους δημιουργοὺς τῆς οἱασδήποτε οὐσίας, οὗτοι στόμα εἰσὶ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου. κτίσμα γὰρ ὄντες, οὐκ εἰσὶ δημιουργοί. πάντων δὲ ποιητὴς καὶ προνοητὴς καὶ συνοχεὺς, ὁ Θεός ἐστιν· ὁ μόνος ἄκτιστος. τὰ μέλλοντα δὲ οὐκ οἴδασιν οἱ
Ἄγγελοι· ὅμως, προλέγουσι, τοῦ Θεοῦ αὐτοῖς ἀποκαλύπτοντος, καὶ προλέγειν κελεύοντος· ὅθεν ὅσα λέγουσι, γίνονται.
φωναὶ τῶν ὑπερκοσμίων δυνάμεων, οὐ φύσεις τινὰς ἀλλήλων παρηλλαγμένας σημαίνουσιν· ἀλλ’ ἡ τῶν προσηγοριῶν σημασία σαφῶς ἐνδείκνυται, τὸ μὴ φύσεων διαφόρας, ἀλλὰ τῆς ἐπουρανίου στρατιᾶς τὰς ποικίλας τῶν ἐνεργειῶν ἰδιότητας τῷ λόγῳ παρίστασθαι. ἀρχαὶ γάρ φησιν, καὶ θρόνοι καὶ ἐξουσίαι καὶ δυνάμεις
ἣ κυριότητες. ταῦτα δὲ τὰ ὀνόματα τοιαῦτά ἐστιν, ὡς αὐτόθεν παντὶ πρόδηλον εἶναι, τὸ κατ’ ἐνεργείας τινὸς τετάχθαι τὰ σημαινόμενα. τὸ γὰρ ἄρχειν, καὶ τὸ κυριεύειν, καὶ τὸ ἐξουσιάζειν, καὶ τὸ θρόνον εἶναί τινος, ταῦτα πάντα οὐκ ἃν ὁ λελογισμένος, εἰς οὐσίων διαφόρας ἀπαγάγῃ· προδήλως τῆς ἐνεργείας ὑφ’ ἑκάστου
τῶν ὀνομάτων σημαινομένης. ὥστε ὁ λέγων φύσεων διαφορὰς ἐν τούτοις σημαίνεσθαι, φρεναπατᾷ ἑαυτόν.
οὐ γὰρ νήπιοι κτισθέντες οἱ Ἄγγελοι, εἶτα τελειωθέντες τῇ κατ’ ὀλίγον μελέτῃ, οὕτως ἄξιοι τῆς ὑποδοχῆς τοῦ Πνεύματος γεγόνασιν. ἀλλ’ ἐν τῇ πρώτῃ συστάσει, καὶ τῷ οἱονεὶ φυράματι τῆς οὐσίας αὐτῶν, συγκαταβληθεῖσαν ἔσχον τὴν ἁγιότητα. διὸ καὶ μετατιθέμενοι δυσκόλως εἰσὶ πρὸς κακίαν. εὐθὺς οἱονεὶ βαφῇ τινὶ
τῷ ἁγιασμῷ στομωθέντες, καὶ τὸ μόνιμον εἰς ἀρετὴν, τῇ δωρεᾷ τοῦ Ἁγίου Πνεύματος ἔχοντες.
ἀκεραίας αὐτοῖς καὶ ἀτρέπτου τῆς συστάσεως, σωζο- μενης.
δεύει, καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία, οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν Ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφίστησιν ἁμαρτία. ἐὰν δὲ ἔχῃς ἐν τῇ ψυχῇ ἄξια φυλακῆς ἀγγελικῆς ἔργα, ἀναγκαίους φρουρούς σοι καὶ φύλακας ὁ Θεὸς παρακαθίστησιν.
Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.