ΚΕΦ. Ζ.
πεσόντος ἐξ ἀρχῆς γηγενοῦς Ἀδάμ.
“ οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ “ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόλλη- “ τᾶι, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.” ἔδωκε γὰρ ὁ Θεὸς ἀληθῶς ὑπὲρ ἡμῶν τὸν ἴδιον Υἱόν. ἐκλελυτρώμεθα δὲ ἡμεῖς, ἀπηλλάγμεθα θανάτου καὶ ἁμαρτίας· οὐ γὰρ ἑκατέρου τινος χάριν γέγονε σὰρξ ὁ Λόγος,
καὶ ἐσκήνωσεν ἐν ἡμῖν· καὶ ἵνα τὸν τῆς σαρκὸς θάνατον ἀνατλὰς, θριαμβεύσῃ μὲν ἀρχὰς καὶ ἐξουσίας· καταργήσῃ δὲ καὶ αὐτὸν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν Σατανᾶν, καὶ ἀνέλῃ μὲν τὴν φθορὰν, ἀποστήσῃ δὲ σὺν αὐτῇ καὶ τὴν καθ’ ἡμῶν τυραννήσασαν ἁμαρτίαν, ἄπρακτόν τε οὕτως ἀποφήνῃ λοιπὸν τὴν ἀρχαίαν
ἐκείνην ἀρὰν, ἣν ἡ τοῦ ἀνθρώπου φύσις ὑπέμεινεν ἐν Ἀδὰμ, ὡς ἐν ἀπαρχῇ τοῦ γένους, καὶ ὡς ἐν ῥίζῃ τῇ πρώτῃ.
ἀφθαρσία,., καὶ ἀνακομίζων εἰς τὸ ἀπαρχῆς· “ καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, ὅτι καὶ ῥίζα τέθειται καινή. γέγονε δὲ καὶ δεύτερος Ἀδάμ· καὶ οὐχ ὥσπερ ἐκεῖνος ὀργῆς παραίτιος καὶ ἀποστροφῆς τῆς ἄνωθεν τοῖς ἐξ αὐτοῦ γεγονόσι· πρόξενος δὲ μᾶλλον καὶ δοτῆρ’ τῆς πρὸς ἓν οἰκειότητος δι’ ἁγιασμοῦ τε καὶ ἀφθαρσίας,
καὶ τῆς ἐν πίστει δικαιοσύνης. ταῦτα ἡμῖν ὁ σοφὸς ἐξηγεῖται Παῦλος διὰ τῆς προκειμένης ῥήσεως. οὐκοῦν “ ὡς δι’ ἑνὸς ἀνθρώ- “ που,” φησιν, “ ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς “ ἁμαρτίας ὁ θάνατος διῆλθεν, ἐφ’ ᾧ πάντες ἥμαρτον.” εἰσέδυ μὲν γὰρ, ὡς ἔφην, διὰ τῆς ἁμαρτίας ὁ θάνατος ἐν τῷ πρωτοπλάστῳ καὶ
ἐν τῇ τοῦ γένους ἀρχῇ· εἶτα ὅλον ἐφεξῆς κατενεμήθη τὸ γένος. ἀλλὰ καὶ ὁ τῆς ἁμαρτίας εὑρετὴς δράκων ἰσχύσας ἐν Ἀδὰμ τοῖς τῆς φαυλότητος τρόποις βατὴν s ἤργασται τὴν ἀνθρώπου διάνοιαν· πάντες γὰρ ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. ἐκ προσώπου δὴ οὖν γεγονότες τοῦ Παναγίου Θεοῦ, διάτοι τὸ ἐπιμελῶς ἐγκεῖσθαι τὴν
ἀνθρώπου διάνοιαν ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος, ἀλογώτερον διεζῶμεν βίον. καὶ κατέπιεν μὲν ὁ θάνατος ἰσχύσας, ὡς ὁ προφήτης φησίν· “ ἐπλάτυνε δὲ καὶ ὁ Ἅιδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξε τὸ “ στόμα αὐτοῦ τοῦ μὴ διαλιπεῖν.” ἐπειδὴ γὰρ τῆς ἐν Ἀδὰμ παραβάσεως γεγόναμεν μιμηταὶ, καθὸ πάντες ἥμαρτον, ταῖς ἴσαις
ἐκείνῳ δίκαις ὑπενενήγμεθα· ἀλλ’ οὐ μεμένηκεν ἀνεπικούρητος ἡ ὑπουρανόν· καθήρηται γὰρ ἡ ἁμαρτία· πέπτωκεν ὁ Σατανᾶς· κατήργηται δὲ καὶ ὁ θάνατος.
τῶν πταιόντων ἀσθενείας, οὐ λυτικὸς ἁμαρτίας, κατεργάζετο δὲ μᾶλλον ὀργήν. ἦν γὰρ ἀνάγκη τοὺς παραβαίνοντας ταῖς ἐν νόμῳ διωρισμέναις ὑποφέρεσθαι δίκαις. οὗ δὲ δὴ ὅλως παραβάσεως τρό- 1 πος, ἔκει που πάντως καὶ ἁμάρτια· καὶ εἴπερ ἐστιν ἁμάρτια θανάτου πρόξενος, πᾶσα πῶς ἀνάγκη συνερρῶσθαι λέγειν αὐτῇ καὶ τὸν ἐξ αὐτῆς ἀναφέντα t θάνατον· καθῃρημένη τε πάντως συγκατασείεσθαι· καὶ οἷά περ ἰδίᾳ συνδιόλλυσθαι μητρί. ἦν οὖν ἄχρι νόμου ἁμαρτία, φησιν, ἐν κόσμῳ κειμένου γὰρ ἔτι τοῦ νόμου, καὶ τὰ
τῆς παραβάσεως ἐγκλήματα κατὰ τῶν πταιόντων ἐκρατύνετο· ἀργοῦντος δὲ ἤδη, πέπαυται σὺν αὐτῷ τοῦ παραβαίνειν ἡ γραφή. πεπαυμένης δὲ τῆς ἁμαρτίας, ὡς ἔφην, συμπεπαύσεται καὶ ὁ θάνατος.
τῶν ἐπὶ τῆς γῆς καὶ πρὸ νόμου θάνατος.
καθ’ ὁμοιότητα τὴν Ἀδάμ τὸ ἐξ αὐτοῦ πᾶν γένος, ὥσπερ φυτοῦ παθόντος βλάβος εἰς ῥίζαν, πᾶσά πὼς ἀνάγκη τοὺς ἐξ αὐτοῦ γεγονότας μαραίνεσθαι κλῶνας· τύπον γέ μὴν αὐτὸν τοῦ μέλλοντος εἶναί φησι, τουτέστι Χριστοῦ· καίτοι παραγεγονότος ἤδη καὶ τῆς μετὰ σαρκὸς οἰκονομίαν διαπεράναντος τὸ μυστήριον· πῶς
οὐν μέλλοντα καλεῖ; φαίη τίς ἃν ἴσως· παραθεὶς γὰρ ἡμῖν τὸν πρῶτον ἄνθρωπον, καὶ τῶν τῆς παραβάσεως διαμνημονεύσας καιρῶν, ὡς μετ’ αὐτοὺς παρεσόμενόν τε καὶ ἔσχατον Ἀδὰμ ὠνόμασε τὸν Χριστόν· προώριστο μὲν γὰρ ὡς ἐν θελήσει τε καὶ προμηθείᾳ τοῦ Θεοῦ καὶ Πατρὸς, σωτήρ τε καὶ λυτρωτής. ἐπέφανε δὲ καιροῖς
ἰδίοις καθ’ οὓς ἠθέλησεν ὁ δυνάστης οὗτοι δὲ εἰσὶν οἱ ἐν ἐσχάτοις καὶ οἷον ἐπὶ δυσμαῖς τοῦ παρόντος αἰῶνος. οὐκοῦν τεθεικὼς εἰς τύπον τοῦ πρώτου τὸ δεύτερον, μονονουχὶ καὶ διαπυνθάνεται τὸν ἀκροώμενον, ὡς ἐν ὑποστιγμῇ τε καὶ ἐρωτήσει λέγων τὰ ἑξῆς.
τῆς ἁμαρτεῖν τε καὶ ἀποθανεῖν ἐπιδεχομένης, καὶ διὰ τοῦτο καὶ νομοῦ δεομένης εἰκότως τοῦ τὴν ἁμαρτίαν ὑποδεικνύντος τε καὶ ἀπαγορεύοντος, ἦρξε πρῶτος ὁ Ἀδὰμ, ἅτε πρῶτος καὶ γενόμενος καὶ παρανόμησας. τῶν οὖν ἐξ αὐτοῦ κατὰ διαδοχὰς τικτομένων, 2 πάντες ἀπέθνησκον ὡς εἰκὸς τοῦ προπάτορος κληρονομοῦντες τῆς φύσεως· ἀλλὰ τῶν ἀποθνησκόντων τούτων οἱ μὲν δι’ ὧν καὶ αὐτοὶ παρηνόμουν, ἠπείγοντο τῷ θανάτῳ· οἱ δὲ διὰ μόνην τοῦ Ἀδὰμ τὴν κατάκρισιν, οἷον ἡ τῶν νηπίων μερίς· διὰ τοῦτο νῦν μὲν φησὶν εἰς πάντας ἀνθρώπους εἰσῆλθεν ὁ θάνατος, ἐφ’ ᾧτ’ πάντες ἥμαρτον· ἀντὶ
τῶν πολλῶν λέγων τοὺς πάντας ὥσπερ αὐτοῖς u μετὰ ταῦτα· “ εἰ “ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον,” τοὺς πολλοὺς ἀντὶ τῶν πάντων φησι· “ νῦν δὲ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ “ Ἀδὰμ μέχρι Μώσεως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας·” οἱ γὰρ οὔτε πράξεως, οὔτε διακριτικῆς προαιρέσεως ὄντες ἐντὸς, πῶς
ἂν εἶεν ὑπεύθυνοι πλημμελήματι; τὸ δὲ ἄχρι νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, τοιοῦτον ἐστιν·
τῇ παλαίᾳ σαρκικοῖς οὖσιν ἡμῖν καὶ ὑποκειμένοις μαθήμασιν, ἀναγκαίαν εἶναι τὴν δόσιν τοῦ νόμου συνέβαινε ταῖς τῶν τιμωριῶν ἀπειλαῖς ἀνακόπτοντος ἡμῶν τῆς φύσεως τὰς πρὸς τὴν ἁμαρτίαν ὁρμάς· καινοῖς δὲ γενομένοις ἐν Χριστῷ καὶ δικαίοις, τουτέστι τὴν διὰ τῆς ἁμαρτίας παλαίωσιν ἐπιδεχομένοις οὐκέτι,
περιττὸς παντάπασιν ὁ νόμος ἐστί. διὰ τοῦτο λέγει, “ δικαίῳ “ νόμος οὐ κεῖται· καὶ ὑμεῖς οὐκ ἐστὲ ὑπὸ νόμον.’ διὰ τοίνυν τοῦ “ ἄχρι γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ” τοῦτο λέγει, ὅτι ἕως οὑ φύσεως ἦμεν σαρκικῆς τε καὶ παθητικῆς, καὶ διὰ τοῦτο ὑπὸ νόμον εἶναι χρηζούσης, τῇ ἁμαρτίᾳ κατεκρατούμεθα· πολιτευομένης αὐτῆς
ἐν τῷ κόσμῳ παντί· ἀναιρεθέντος μέντοι τοῦ νόμου, διὰ τὸ πνευματικοὺς γενομένους πρὸς δικαίωσιν ἡμᾶς ἐν Χριστῷ μετελθεῖν, συνανῄρηται καὶ ἡ ἁμαρτία. οὐ γὰρ ἐλλογεῖται λοιπὸν, μὴ ὄντος νόμου·
νοῦς οὗτός ἐστι. παρέχει πᾶσιν ἡμῖν ἡ κατὰ Χριστὸν χάρις, τὸ βεβαίως αὐτῇ πεπιστευκότας καυχᾶσθαι. καὶ διὰ τοῦτο ὅτι οὐδὲν ἀπεικὸς, ἀλλὰ καὶ σφόδρα γε εὔλογον ἄρξαι τοῦτον ἡμῖν τῆς ἀθανάτου καὶ δικαίας ζωῆς· ὃν τρόπον ἦρξεν ἡμῶν τὸ πρότερον 3 ὁ Ἀδὰμ τῆς φθαρτῆς τε καὶ παθητικῆς. εἰ γὰρ ἐκείνῳ πταίσαντι καὶ κατακριθέντι τελευτῇ, οἱ μετ’ αὐτὸν ἐξ αὐτοῦ κεκοινωνήκαμεν ἅπαντες, οἱ μὲν, καὶ αὐτὸ προσεφαμαρτάνοντες τὸ παρανομεῖν· οἱ δὲ ἀπὸ μόνης κατὰ τὸ συγγενὲς τῆς ἐκείνου κολάσεως· πῶς οὐκ ἀντίρρητον τῷ t καὶ τῷ δεσπότῃ Χριστῷ κατὰ τὸ ἀνθρώπινον πολιτευσαμένῳ
καὶ κατορθώσαντι καὶ κομισαμένῳ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὴν ἀμείνονα λῆξιν. διὰ τοῦτο γάρ, φησιν, αὐτὸν ὁ Θεὸς ὑπερύψωσεν τοὺς ἑνουμένους αὐτῷ διὰ πίστεως, καὶ καταξιουμένους τῆς τοῦ Πνεύματος ἐνοικήσεως, τοῦ πρῶτον αὐτὸν ἐκεῖνον ἐγείραντος ἐκ νεκρῶν, κοινωνεῖν αὐτῷ τῆς ἀκηράτου ζωῆς,
ἀντὶ σαρκικῶν γενομένους πνευματικοὺς·
γενομένων, ἡμαρτηκότων τε καὶ οὐχ ἡμαρτηκότων ὁμοίως. τὸ δὲ “ μέχρι Μωσέως” ταὐτόν ἐστι τὸ ἄχρι γὰρ νόμου· Μωσέα γὰρ νῦν, οὐκ ἰδικῶς τὸ πρόσωπον τοῦ ἀνδρὸς, ἀλλὰ τὸ πρᾶγμά φησι, τὸν νόμον ἐκ τοῦ νομοθέτου καλῶν· οὕτω καὶ ἐν τῇ πρὸς Κορινθίους “ ἕως ἀναγινώσκηται Μωσῆς,” τουτέστιν ὁ νόμος ὁ διὰ Μώσεως
δοθεὶς, ὅς ἐστι τύπος τοῦ μέλλοντος. ἐτυποῦτο δὲ ἄρα, φησιν, ἐν τοῖς περὶ τὸν Ἀδὰμ, καὶ προδιεγράφετο τὰ μετέπειτα γενησόμενα· ταῦτα δὴ τὰ κατὰ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἔδει γὰρ ἴσως γενέσθαι τὸν μὲν “ πρῶτον ἄνθρωπον Ἀδὰμ εἰς ψυχὴν ζῶσαν, “ τὸν δὲ ἔσχατον Ἀδὰμ, εἰς πνεῦμα ζωοποιοῦν.” ἐπειδὴ γοῦν,
“ ὁ μὲν πρῶτος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς χοϊκὸς, ὁ δὲ δεύτερος “ ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ,” ἀνάγκη “ κατὰ μὲν τὸν χοικὸν “ εἶναι τοὺς χοικούς· κατὰ δὲ τὸν ἐπουράνιον τοὺς ἐπουρανίους. “ καὶ ὥσπερ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοικοῦ, οὕτω δήπου καὶ τὴν “ εἰκόνα τοῦ ἐπουρανίου φορέσομεν.” ἀκολούθως ἐκ τῶν ὑποδεεστέρων
ἀναβιβαζόμενοι πρὸς τὰ ὑπάρχοντα.
φύσει τὰ του νόμου ποίῃ, οὐτῶ νόμον μὴ ἔς, ἑαυτοῖς εἰσι “ νόμος,” ἀλλ’ ὡς ὄντων, φησὶν, ἁμαρτημάτων, καὶ ἐμπολιτευομένων, ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι τῆς θέσεως τοῦ νόμου, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας μηδὲ παραβεβηκότας ἐντολὴν Θεοῦ κατὰ τὸν Ἀδάμ· ἀλλὰ νόμον φύσεως παραχαράξαντας. τὸ
δὲ, “ ὅς ἐστι τύπος τοῦ μέλλοντος,” τουτέστι τύπος τοῦ Χριστοῦ ὁ Ἀδὰμ, οὐ κατὰ τὴν ἁμαρτίαν, ἣ τὴν δικαιοσύνην, κατὰ γὰρ ταῦτα ἐναντίως ἔσχον, ἀλλὰ κατὰ τὸ προῆρχθαι. ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀδάμ διεδόθη εἰς πάντας ὁ θάνατος, οὕτως ἀπὸ τοῦ Χριστοῦ διεδόθη εἰς πάντας ἡ ζωή. ἔστι δὲ τύπος καὶ καθ’ ἕτερον λόγον.
ὥσπερ γὰρ ὁ Ἀδὰμ κεφαλὴ ἦν τῆς Εὔας, καθὸ ἀνὴρ, οὕτω καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας, καθὸ νυμφίος αὐτῆς ἀνηγόρευται· ὡς καὶ ὁ Ἀπόστολός φησιν, “ ἀντὶ τούτου καταλείψει “ ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθή- “ σεται πρὸς τὴν γυναῖκα αὐτοῦ· τὸ μυστήριον τοῦτο, μέγα ἐστιν·
“ ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν.”
αὐτοῖς· καὶ πρὸς ἀπόδειξιν τοῦ προκειμένου ἐπάγει, “ ἁμαρτία δὲ “ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.” τοσοῦτον γὰρ ἀπεῖχεν ὁ νόμος, φησὶ, τοῦ τὴν ἁμαρτίαν ἀνελεῖν, ὥστε οὐδ’ ἃν γένοιτο ἁμαρτία, εἰ μὴ νόμος εἴη. νόμον δὲ νῦν καλεῖ τὴν ἥντινα δήποτε διάκρισιν· εἴτε ἀπὸ φύσεως, εἴτε ἀπὸ θέσεως ἐγγινομένην· μὴ γὰρ οὔσης τῆς
διακρίσεως οὐκ ἄν τις λέγοιτο ἁμαρτάνειν ἁμαρτίαν· εἰ δὲ ὁ τὸ φαινόμενον κακὸν καὶ διακεκριμένον ἀπὸ τοῦ καλοῦ μετιὼν, ἀλλὰ τοῦτο μὲν, εἰς αὔξησιν τοῦ ἐφ’ ᾧ πάντες ἥμαρτον, τέθεικεν. ἐχόμενος δὲ τῆς οἰκείας ἀκολουθίας, ἐπήγαγεν, “ ἀλλ’ ἐβασίλευσεν ὁ θάνατος “ ἀπὸ Ἀδὰμ μέχρι Μώσεως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας ἐν
“ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ· ὅς ἐστι τύπος τοῦ μέλ- “ λοντος.”
ἦν τὸ τῆς ἁμαρτίας εἶδος τό τε τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν ἀνθρώπων, θανάτου γεγόνασιν ἐκτὸς οἱ λοιποί· ἀλλ’ ὑπὲρ ὧν ἡμάρτανον ὁπωσδήποτε, τοῦ θανάτου τὴν ἀπόφασιν ἐδέξαντο πάντες. οὐ γὰρ τῆς τοιᾶσδε ἁμαρτίας τιμωρία ὁ θάνατος ὥρισται, ἀλλὰ πάσης ἁμαρτίας· ἔστι δὲ ἐν τῷ πᾶν ἀπὸ τοῦ, “ οὐ μόνον δὲ ἀλλὰ καὶ καυ-
“ χώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.” οὐ λέγει γὰρ τῆς τοιᾶσδε ἁμαρτίας τιμωρία ὁ θάνατος ὥρισται, ἀλλὰ πάσης ἁμαρτίας. λέγει γὰρ ὅτι οὐκ ἐπὶ τούτῳ μόνον καυχώμεθα, ὅτι διὰ τοῦ Χριστοῦ κατήλλαξεν ἡμᾶς ὁ Θεὸς ἑαυτῷ, ἀλλ’ ὅτι καὶ πάντα δὴ τὰ παλαιὰ ἔλυσε κακά. ποῖα ταῦτα; ἡμαρτηκότος
γὰρ τοῦ Ἀδὰμ, καὶ μὴν καὶ θνητοῦ διὰ τοῦτο γεγονότος, ἥτε ἁμαρτία πάροδον ἔλαβεν εἰς τοὺς ἑξῆς, καὶ ὁ θάνατος πάντων ἐκράτει τῶν ἀνθρώπων ὡς εἰκός· πάντων γὰρ ἡμαρτηκότων, εἰ καὶ μὴ παραπλησίαν τῷ Ἀδὰμ ἁμαρτίαν, ἀλλ’ οὖν γε ὁπωσδήποτε, τῶν μὲν οὕτω, τῶν δὲ οὕτω· ἀνάγκη καὶ τὸν θάνατον ἦν κρατεῖν
ἐφ’ ἁπάντων ὁμοίως· ἀλλ’ οὐδὲ ὁ νόμος ἐπεισελθὼν ἀνελεῖν αὐτὴν ἐπὶ τῶν ἀνθρώπων ἐδυνήθη· τοὐναντίον μὲν οὖν καὶ ἡ τοῦ ἁμαρτάνειν ἀφορμὴ ἐντεῦθεν ἡμῖν ἐπεγίγνετο· τῷ μηδὲ οἷόν τε εἶναι ἁμάρτημα κρίνεσθαι νόμων ἐκτός· ὄντων δὲ τῶν καθ’ ἡμᾶς ἐν τούτοις ὡς μηδεμίαν τῆς ἐπὶ τὸ κρεῖττον μεταβολῆς ὑποφαίνεσθαι
ἐλπίδα, λύσιν ἁπάντων ὁ Χριστὸς εἰργάσατο τῶν κακῶν. διὸ συντόμως ἐπήγαγε τὸ “ ὅς ἐστι τύπος τοῦ μέλλοντος·” ἵνα εἴπῃ ὅτι ἐγένετο δὲ τὰ κατὰ τὸν Ἀδὰμ τύπος τῶν κατὰ Χριστόν. ἐπειδὴ ὥσπερ δι’ ἐκείνου τῶν χειρόνων ἡ πάροδος ἐγένετο, οὕτω διὰ τούτου τῆς τῶν κρειττόνων ἀπολαύσεως τὴν ἀφορμὴν ἐδεξάμεθα.
τούτου δὲ ἴσως ἄν τις κατασκευάσῃ, ἀλλὰ περὶ ἑνὸς καὶ μόνου τοῦ Ἀδάμ· εἰ γὰρ περὶ τοῦ κοινοῦ ἀνθρώπου γεγραμμένον ἦν τὸ περὶ τῆς παραβάσεως γράμμα, οὐκ ἃν ἐνταῦθα ἐλέγετο “ καὶ ἐπὶ “ τοὺς μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως “ Ἀδάμ.”
μὰ καὶ θάνατος, σωτηρία καὶ ζωὴ καὶ ἀνάστασις. ἡ μὲν οὖν ἐναντιότης ἐν τούτοις· ἡ δὲ ὁμοιότης, ὥσπερ δι’ ἑνὸς τοῖς πᾶσιν ἐπιγέγονεν· ἡ δὲ ὑπερβολὴ, ὅτι ἐπὶ μὲν τῶν χειρόνων συνέπραξαν, τῷ ἑνὶ οἱ πολλοὶ ἐπὶ τὸ μετασχεῖν αὐτοῖς τῶν κακῶν, ἐπὶ δὲ τῶν ἀμεινόνων οὐδεὶς συνέπραξεν, ἀλλὰ μόνον τοῦ ἑνὸς Χριστοῦ τὸ
χάρισμα γέγονεν. ὥστε οὐχ ὁμοίως καὶ ἐπίσης, ἀλλὰ καθ’ ὑπερβολὴν καὶ ἐκ περισσείας ἡ ὁμοιότης· πάλιν διὰ τοῦ Ἀδὰμ τῶν χειρόνων εἰσαχθέντων, οὐκ ἀνῃρέθη μόνον ταῦτα, ὅπερ ὡς ἐναντίοις ὅμοιον καὶ ἀνάλογον, ἀλλὰ καὶ ἐπεδόθη παρὰ Χριστοῦ τὰ ἀμείνω· ὅπερ τὴν ὑπερβολὴν καὶ τὴν περισσείαν παρίστησιν.
τῆς ἐν Ἀδὰμ παραβάσεως, ὅλης τῆς ἀνθρωπείας φύσεως τοῦτο παθούσης ἐν αὐτῷ· καὶ γὰρ ἦν ἀπάρχη τοῦ γένους· ἀλλ’ ἐν Χριστῷ πάλιν ἀνεθάλλομεν εἰς ζωήν. τύπος δὲ ἦν ὁ Ἀδὰμ τοῦ μέλλοντος, τουτέστι Χριστοῦ, τῇ τῶν φθασάντων σκαιότητι τὴν ἰσομοιροῦσαν ἡμῖν εἰσκομίζοντος χάριν. ἆρα οὖν, φησὶ, τοῦτο
λέγων, διημάρτηκα κατ’ ἀληθοῦς; ἔξω φέρομαι τοῦ εἰκότος; “ οὐχ “ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα ; ” ἀλλ’ ἴσχυσε μὲν δι’ ἑνὸς ὁ θάνατος, ἀτονήσει δὲ δι’ ἑνὸς ἡ ζωή; καίτοι πῶς οὐχ 5 ἀληθὲς ἐκεῖνο εἰπεῖν; “ εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολ- “ λοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν “ χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ, εἰς τοὺς πολλοὺς “ ἐπερίσσευσεν.” ἀνέξεται γὰρ ἤκιστά γε φιλάνθρωπος ὣν ὁ δημιουργὸς, κατισχύσαι μὲν θάνατον διὰ τοῦ ἑνὸς, ἀπρακτῆσαι δὲ τὴν
δι’ ἑνὸς ἀνθρώπου ζωήν. ὑπερκείσεται δὲ ἡ χάρις τὰ ἐξ ὀργῆς.
παντελῶς τοῦ λοιποῦ καὶ δικαίαν ἐργασαμένη τὴν φύσιν ἡμῶν.
μὲν εἰς πάντας ὁ θάνατος, ἐπειδὴ καὶ πάντες ἡμάρτομεν. ἀλλὰ διῆλθε πάντας μὲν διερευνῶν καὶ πειράζων, κατέχων δὲ οὐ τοὺς ἁπλῶς ἁμαρτάνοντας, ἀλλὰ τοὺς ἐμπαραμένοντας ταῖς ἑαυτῶν ἁμαρτίαις. ὅπερ καὶ διὰ τῶν ἑξῆς δηλοῖ λέγων, ὅτι ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί. δι’ ὧν ἐμφαίνει τὸ ἀμετάθετον τῆς
κακίας αὐτῶν. ὥστε διῆλθε μὲν εἰς πάντας ὁ θάνατος, διερευνῶν, ὁρῶν αὐτοὺς ἁμαρτάνοντας· ἐθανάτωσε δὲ οὐ πάντας. ἔνιοι μὲν οὖν διαφορὰν θανάτου ᾠήθησαν διὰ τούτων δηλοῦσθαι· καὶ διὰ μὲν τοῦ “ πάντες” σωματικὸν ἐμφαίνεσθαι τὸν θάνατον· διὰ δὲ τοῦ “ πολ- “ λοὶ” ψυχικὸν, ἀλλ’ οὐδὲν τούτων νῦν ἡ ἀκολουθία τοῦ λόγου δείκνυσιν.
οὐδὲ γὰρ διαστολή τις ἐν αὐτῷ ἐστιν, ἀλλ’ ὡς περὶ ἑνὸς οἰκουμενικοῦ πράγματος διέξεισι. φιλοτιμεῖται μέντοι δεῖξαι, ὅτι εἰ καὶ τὸ παράπτωμα τοῦ Ἀδὰμ κατεσκεύασεν ὁ πονηρὸς, ἀρχὴν ἑαυτῷ τῆς κατ’ ἄνθρωπον βασιλείας πραγματευόμενος, ἀλλὰ μεῖζον χάρισμα ἐπιδήμησας ὁ Κύριος ἐχαρίσατο.
ἀνισταμένων ὁμοίως·
ἀπεφοίτησεν εἰς πάντας καθ’ ὁμοιότητα τὴν αὐτοῦ· ῥίζα γὰρ ἦν, ὡς ἔφην, τοῦ γένους παθοῦσα τὴν φθορὰν, πῶς οὐκ ἃν γένοιτο καὶ πίστει παραδεκτὸν καὶ ἀγαπητὸν τῷ Θεῷ τὸ δεῖν ἐξ ἑνὸς δικαιώματος ἐκ πολλῶν παραπτωμάτων δικαιοῦσθαι πολλούς; ἣ οὐχ αἱρετὸν τὸ σώζειν μᾶλλον ἣ ἀπολλύναι παρὰ Θεῷ; ὥσπερ
τοίνυν καταδεδίκασται μὲν ὁ Ἀδὰμ, κατεκράτησε δὲ Μώσεως ἡ τῆς ἀρᾶς δύναμις ὑποφέρουσα τῇ φθορᾷ τοὺς ἐπὶ τῆς γῆς, οὕτως ἐπειδήπερ δεδικαίωται χριστὸς ὁ δεύτερος Ἀδὰμ ὁδῷ τῇ πρώτῃ, βαδιεῖταί που πάντως καὶ εἰς ἡμᾶς ἡ δικαίωσις. δεδικαιῶσθαι δὲ φαμὲν τὸν Χριστὸν, οὐχ ὡς ἄδικον μὲν γεγονότα ποτὲ, προσήκοντά
γε μὴν ἐξ ἐπιδόσεως τῆς εἰς τὰ ἀμείνω εἰς δικαίωσιν· ἀλλ’ ὅτι πρῶτός τε καὶ μόνος ἄνθρωπος αὐτὸς ἐπὶ γῆς οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
ἡ δὲ χάρις οὐκ ἐκείνην μόνην, ἀλλὰ καὶ πολλὰς ἄλλας ἐκείνης βαρυτέρας ἐπιτηδευθείσας ὑπὸ τῶν μεταγενεστέρων ἀνεῖλεν, ἄπταιστον παντελῶς καὶ δικαίαν ἐργασάμενος τὴν φύσιν ἡμῶν.
ὅπερ διδάσκων ἐπάγει· “ τὸ μὲν γὰρ κρίμα ἐξ ἑνὸς εἰς “ κατάκριμα· τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίω- “ μα.” βούλεται γὰρ εἰπεῖν, ὅτι τὸ μὲν τοῦ Ἀδὰμ ἁμάρτημα ἓν ἦν, ἀλλ’ ὅμως ἓν ὃν ἐξ ἑνὸς ἁμαρτήματ’ ὃς κατέκρινε τοὺς πολλοὺς διὰ τὸ μισήσασθαι τὸν Ἀδάμ. τὸ δὲ χάρισμα τοῦ Κυρίου, οὐ πρὸς τὸ ἓν ἁμάρτημα ἐμετρήθη, ἀλλὰ πρὸς τὰ πάντων πολλὰ ὄντα· ὥστε ἐκ πολλῶν παραπτωμάτων ἀπαλλάξαν, ἤγαγεν εἰς δικαίωμα· ἐν γὰρ τούτῳ ἐστι τῆς χάριτος τὸ περίσσευμα, ὅτι οὐ μόνον τῶν παραπτωμάτων ἀπήλλαγεν, ἀλλὰ καὶ εἰς δικαιοσύνην
ἐχειραγώγησεν·
γὰρ ἀπ’ ἑνὸς ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ εἰς τοὺς ἑξῆς ἐλήλυθεν. ἀλλὰ πολλῶν ὄντων τῶν ἤδη κατακεκριμένων, σύντομον εἴς τε τοὺς πρό- τερον καὶ εἰς τοὺς ἑξῆς ἀνθρώπους τῆς δωρεᾶς ἐποιήσατο τὴν ἐξά- πλωσιν. ἔστιν οὖν μείζων πολλῷ· εἴπερ ἐκεῖνο μὲν ἔκλαμψε τοὺς ἑξῆς· τοῦτο δὲ οὐ τοὺς ἑξῆς μόνον ὠφέλησεν, ἀλλὰ γὰρ καὶ τοὺς
προσειληφότας ἔλυσε τῶν ἐγκλημάτων.
ἑνὸς θάνατον, εὐσθενείας γε μὴν ἀμοιρῆσαι τὴν ζωήν· πολλῷ γὰρ μᾶλλον οἱ χάριν ἔχοντες τὴν διὰ Χριστοῦ καὶ τὴν τῆς δικαιοσύνης δωρεὰν ἐκ φιλοτιμίας τῆς ἄνωθεν, ἀποσείσονται μὲν τοῦ θανάτου τὸ κράτος, συμβασιλεύσουσι δὲ τῷ ζωοποιοῦντι τὰ πάντα Χριστῷ.
κατὰ σύγκρισιν, ἐπισυλλογίζεται λοιπὸν καὶ κατασκευάζει τὸ σπουδαζόμενον, καὶ φησὶν, “εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι “ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνὸς” καὶ τὰ ἑξῆς. τῷ γὰρ συν- συνδέσμῳ, νῦν ἀντὶ τοῦ τοίνυν ἐχρήσατο. εἰ τοίνυν φησι καὶ ἑνὸς ἀν- θρώπου παραπτώματι καὶ δι’ ἑνὸς παραπτώματος ὁ θάνατος ἐβα-
σίλευσεν, ἄρα οὖν πολλῷ μᾶλλον οἱ τὸ πλέον τῆς εἰς δικαιοσύνην χάριτος ἐν τῷ ἑνὶ Χριστῷ κομιζόμενοι, καθὼς ἀποδέδεικται, βασι- λεύσουσιν ἐν ἀθανάτῳ ζωὴ.
μελλούσης ζωῆς διηνεκῶς ἀπολαύοντες.
προεῖπον ἐν Ἀδὰμ, καὶ ὡς ἐκ ῥιζ́ης τῆς πρώτης εἰς ἅπαν διέβη τὸ ἐξ αὐτῆς γενόμενος ὁ ἐξ ἀρᾶς θάνατος. δεδικαιώμεθα δὲ καὶ ἀνεβλαστήσαμεν εἰς ζωὴν, δικαιωθέντος ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ. ἀφειδήσας μὲν γὰρ τῆς αὐτῷ δοθείσης ἐντολῆς ὁ προπάτωρ, προκέκρουκε τῷ Θεῷ καὶ ὑπομεμένηκε τὰ ἐκ θείας ὀργῆς. κατώλισθε
γὰρ εἰς φθορὰν τότε, καὶ εἰσήλατο τὴν ἀνθρώπου φύσιν ἡ ἁμαρτία· οὕτω καὶ ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, τουτέστιν οἱ ἀνὰ πᾶσαν τὴν γῆν. ἀλλ’ εἴποι τις ἄν· ναὶ παρώλισθεν ὁ Ἀδὰμ, καὶ τῆς θείας ἀλογίσας ἐντολῆς, φθορᾷ καὶ θανάτῳ κατεδικάζετο. εἶτα πῶς ἁμαρτωλοὶ δι’ αὐτὸν κατεστάθησαν οἱ πολλοὶ; τί πρὸς ἡμᾶς
τὰ ἐκείνου πταίσματα; πῶς δὲ ὅλως οἱ μήπω γεγενημένοι καταδεδικάσμεθα σὺν αὐτῷ, καίτοι Θεοῦ λέγοντος, “ οὐκ ἀποθανοῦνται “ πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων. ψυχὴ ἡ ἁμαρ- “ τάνουσα αὕτη ἀποθανεῖται,” τίς οὖν ἃν γένοιτο πρὸς ἡμᾶς τῆς ἀπολογίας ὁ τρόπος; οὐκοῦν ψυχὴ μὲν ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται.
ἁμαρτωλοὶ δὲ γεγόναμεν διὰ τῆς παρακοῆς τοῦ Ἀδὰμ διὰ τοιόνδε τρόπον. πεποίητο μὲν γὰρ ἐπὶ ἀφθαρσίᾳ καὶ ζωῇ, ἦν δὲ αὐτῷ καὶ ὁ βίος ἁγιοπρεπὴς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς· ὅλον ἦν καὶ διαπαντὸς ἐν θεοπτίαις ὁ νοῦς, ἐν εὐδίᾳ δὲ καὶ γαλήνῃ τὸ σῶμα, κατηρεμούσης ἁπάσης αἰσχρᾶς ἡδονῆς· οὐ γὰρ ἦν
ἐκτόπων κινημάτων θόρυβος ἐν αὐτᾷ.
τῆς παρακοῆς τὴν φθορὰν, εἰσέδυ τε οὕτως αὐτὴν τὰ πάθη, οὕτως ἀπήλλακται πάλιν ἐν Χριστῷ. γέγονε γὰρ ὑπήκοος τῷ Θεῷ καὶ Πατρὶ, καὶ οὐκ ἐποίησεν ἁμαρτίαν.
εὐεργεσίαν, ἐπάγει λοιπὸν ἀποφατικώτερον διδάσκων, ὣ; τοῦ μὲν Ἀδὰμ κατέκρινε, καὶ ἐθανάτωσεν ἀνθρώπους τὸ παράπτωμα, τοῦ δὲ Κυρίου ἐζωοποίησε τὸ δικαίωμα. τί δὲ τοῦ Ἀδὰμ τὸ παράπτωμα; ἡ παρακοή· τί τοῦ Κυρίου τὸ δικαίωμα; ἡ ὑπακοὴ, ἣν ὑπήκουσεν τῷ Πατρὶ κατὰ τὸ ἐνανθρωπῆσαι καὶ παθεῖν
ὑπὲρ ἀνθρώπων, καθώς ἐν ἑτέροις ὁ Ἀπόστολός φησι, “ σχήματι “ εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος “ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.” ὥστε ἡ ὑπακοὴ καθεῖλε τὴν παρακοὴν, καὶ τῷ βελτίστῳ τὸ χείριστον κατηγωνίσατο.
τῶν πραγμάτων, συλλογίζεται ἐνταῦθα τὸ πᾶν πρὸς τὸ διὰ “ τοῦτο ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε·” ταῦτα ἀποδιδοὺς καὶ λέγων, ὅτι δέδεικται διὰ τούτων ἡμῖν, ὅπως τοῦ Ἀδὰμ καὶ ἁμαρτήσαντος καὶ θανάτου αἰτίου γεγονότος, ὁ Χριστὸς καὶ τὴν λύσιν τῶν ἁμαρτημάτων ἡμῶν ἐχαρίσατο, καὶ
τὴν ἀπαλλαγὴν τοῦ θανάτου τῇ τῆς ἀναστάσεως ἐλπίδι, καθ’ ἣν ἔξω πάσης ἁμαρτίας πολιτευσόμεθα. τοῦτο γὰρ λέγει τὸ ἁμαρτωλοί. οὕτως ὁ Χριστὸς τὴν ἀνάστασιν ἡμῖν ἐδωρήσατο, ὥστε ἐν ἀθανάτῳ τῆ φύσει καταστάντας, πάσης ἁμαρτίας διάγειν ἐλευθέρους, ἐν ἀκριβεῖ τῇ δικαιοσύνῃ πολιτευομένους. ἔδειξε δὲ κανταῦθα
ὅτι τὸ οἱ πολλοὶ ἀντὶ τοῦ πάντες λέγει· εἰν γὰρ τὸ “ εἰς “ πάντας ἀνθρώπους, εἰς δικαίωσιν ζωῆς, ἐπήγαγεν “ ἁμαρτωλοὶ “ κατεστάθησαν οἱ πολλοί.” ὥστε δῆλον ὅτι οἱ πολλοὶ ἀντὶ τοῦ οἱ πάντες λέγει, καὶ ἀνωτέροις, κἀνταῦθα.
νοεῖν τεθνηκέναι, ὑπεξαιρουμένων τοῦ Ἐνὼχ, καὶ τοῦ εἰς οὓς διῆλθε μὲν ὁ θάνατος, καθὸ γεγόνασι θνητοὶ, οὐ μὴν καὶ κατέσχεν αὐτῶν· ὅτι ὁ μὲν μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, ὁ δὲ ἀνελήφθη ἐν ἅρματι πυρίνῳ, πόσῳ μᾶλλον ἡ εἰς τὰ ἄπειρα πλήθη ἀποσταλεῖσα χάρις τοῦ παναγάθου Θεοῦ ἡμῶν διὰ Ἰησοῦ Χριστοῦ;
εἰ δὲ καὶ τινες ἐν τῇ παρουσίᾳ καταληφθέντες τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, μὴ γεύσαιντο θανάτου, καὶ πρὸς τοὺς τοιούτους ἃν εἴη ἀντιδιαστελλόμενον τὸ “ οἱ πολλοὶ ἀπέθανον·” τι γὰρ τὸ ἀναγκαῖον τοὺς περιλειπομένους ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου θανάτου γεύσασθαι, εἶτα αὖθις ἀνίστασθαι· ἀλλὰ μὴ ἐντεῦθεν εἰς ἀθανασίαν
χωρεῖν. οὐ γὰρ ὅτι ὁ Χριστὸς ἀπέθανε, ταύτῃ καὶ πάντας ἀποθανεῖν ἀνάγκη. ἀλλ’ ἐκ τοῦ ἐναντίου, εἰ ὑπὲρ πάντων ἀπέθανεν, οὐδεὶς ὤφειλεν ἀποθνήσκειν οὐκέτι. εἰ δὲ διὰ τὴν φύσιν τοῦ πράγματος οὕτω γίνεται, οἱ καταλαμβανόμενοι ἐν τῇ παρουσίᾳ αὐτοῦ οὐ τεθνήξονται.
λέγων “ νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα·” τὸ δὲ “ παρεισῆλθεν,” ἀντὶ τοῦ πάρεισ’ βέβληκε μεταξὺ τῆς τε ἐν Ἀδὰμ κατακρίσεως, καὶ τῆς ἐν Χριστῷ δικαιοσύνης.
ᾦ Παῦλε; ἆρα καὶ ἁμαρτίας ὁ νόμος ἦν πρόξενος; καὶ πεπλήθυνται δι’ αὐτοῦ τὰ παραπτώματα; μὴ γένοιτο. χρὴ τοίνυν κατευρύναι τῆς μυσταγωγίας τὸν τρόπον. ἔφη τοιγαροῦν ὁ Δαβὶδ “ ὅτι πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἦν ὁ ποιῶν χρη- “ στότητα, οὐκ ἦν ἕως ἑνός.” διεφθάρκασι γὰρ πάντες οἱ ἐπὶ τῆς
γῆς τὴν ὁδὸν αὐτῶν, μετὰ τὴν ἐν Ἀδὰμ παράβασιν· ταύτῃ τοι καὶ ἐκολάζοντο· κοινὴν μὲν ἅπαντες ὑπομείναντες δίκην τὸν κατακλυσμόν· ἰδικῶς δὲ καὶ κατὰ καιροὺς καὶ κατὰ χώρας τε καὶ πόλεις· εἰ γὰρ καὶ νόμος οὐκ ἦν, ἀλλ’ οὖν καὶ ἐξ ἐμφύτων κινημάτων ἐπαιδαγωγεῖτο παρὰ Θεοῦ πρὸς εἴδησιν τῶν ἀγαθῶν ἡ ἀνθρώπου
φύσις.
τὴν εἰς τὸν κόσμον εἰσβολὴν, ἡ ἐν Χριστῷ δικαίωσις ὁρῷτο λοιπόν· δικαιοῦσθαι γὰρ φαμὲν, οὐ τὸν ἤδη δίκαιον, ἀλλ’ εἴ τις ἐστιν ἁμαρτίαις ἔνοχος. πῶς οὖν ἔδει προαναδείκνυσθαι τοὺς ἐπὶ τῆς γῆς τῆς ἐν Χριστῷ χάριτος δεδεημένους; παρεισῆλθε νόμος, ἵνα πλεονάσῃ τὸ παράπτωμα· τουτέστιν, ἴνα ἐν τοῖς ὑπὸ νόμον πολὺ φαίνοιτο το
παράπτωμα· μηδενὸς δηλονότι δικαιοῦσθαι δυναμένου διὰ τὸ τῆς φύσεως ἀσθενές· ὑποπιπτόντων δὲ ὥσπερ ἁπάντων ταῖς ἐκ παραβάσεως αἰτίαις. τέθειται τοίνυν ὁ νόμος ἔλεγχος οἷά τις τῆς 8 ἁπάντων ἀσθενείας, ἵνα φαίνοιτο τὰ ἀνθρώπινα μόνης τῆς διὰ Χριστοῦ θεραπείας δεδεημένα. ταύτῃ τοι φησὶν, “ οὗ δὲ ἐπλε- “ όνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.” ἔδει γὰρ εἶναι τοσαύτην, ὡς ἀμείνω φαίνεσθαι τοῦ κατακρίνοντος νόμου.
ἦν παράπτωμα, καὶ ᾔδεσαν πταίοντες ἄνθρωποι. οὐ μὴν πάντα ἃ ἔπταιον ἐπεγίνωσκον ὡς πταίσματα· ἀλλ’ ὁ νόμος δοθεὶς, ἀπεγύμνωσε καὶ ἔδειξε πλείονα ὄντα ἣ ἃ ἐνόμιζον· ἀκριβῶς δὲ εἶπε τὸ “ παρεισῆλθε,” μεταξὺ γὰρ τῆς τοῦ Ἀδὰμ παρακοῆς, καὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας πάροδον εἰς τὸν βίον ἔλαβεν ὁ νόμος. “ οὗ
“ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις.” ποῦ οὖν ἐπλεόνασεν ἡ ἁμαρτία; ὅπου ὁ νόμος. εἰ δὲ παρὰ Ἰουδαίοις ὁ νόμος, ἐκεῖ καὶ ὑπερεπερίσσευσεν ἡ χάρις. ἐκεῖθεν γὰρ εὐαγγελισταὶ καὶ Ἀπόστολοι, καὶ τὸ τῆς σωτηρίας κεφάλαιον ὁ Χριστός.
ἄλλα καὶ τὴν ἐν τῳ τύπῳ καὶ ὁμοιότητι ὑπεροχὴν καὶ περισσείαν· τοῦτο γὰρ ἐνδείκνυται διὰ τοῦ λέγειν, ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα· καὶ πάλιν, καὶ οὐχ ὡς ἑνὸς ἁμαρτήσαντος. ἐπεὶ οὖν σύνθετον αὐτῷ πὼς γέγονε τὸ ἐπιχείρημα, ἀνομοιώτητά πὼς ἐν ὁμοιότητι διαπλέκοντι· νῦν ἐπαναλαμβάνεται μὲν τὸ αὐτὸ, καθαρῶς δὲ τὴν
ὁμοιότητα δείκνυσι· καὶ οὐκέτι πλέκων ὅσον ἀπὸ τῆς λέξεως τινὰ ἀνομοιώτητος μάχην· εἶτα σαφῶς τοῦτο καὶ καθαρῶς ἐνδειξάμενος, ὅτι ὥσπερ δι’ ἑνὸς ἐβασίλευσεν ὁ θάνατος, πολλῷ μᾶλλον ἐν ζωῇ βασιλεύσει δι’ ἑνὸς Χριστοῦ, ἐπάγει ὥσπερ συμπαραινούμενος, καὶ εἰς τὸ ἔτι σαφέστερον καὶ συνεσταλμένον ἀνάγων τὸν λόγον,
καὶ φησιν· “ ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματος εἰς πάντας ἀν- “ θρώπους τὸ κατάκριμα,” καὶ τὰ ἑξῆς· εἶτα καὶ ἐπειδὴ καὶ ἐν τῷ πρώτῳ καὶ συνθέτῳ ἐπιχειρήματι, καὶ ἐν τῷ δευτέρῳ καὶ δια- 9 κεκαθαρμένῳ καὶ ἐπαναληπτικῷ· καὶ ἐν τῷ “ ὥσπερ” συμπεράσματι ἐπενεχθέντι. παραπτώματος μὲν καὶ χαρίσματος καὶ κατακριματος καὶ δωρήματος καὶ δικαιώματος καὶ τοιούτων μνημονεύει· ὅθεν καὶ τὴν ἄρχην εἴληφεν ἐκατέρα τῶν ἐναντίων η συστοιχία αὕτη οὐδέπω ἐπεσημήνατο. νῦν αὐτὸ τοῦτο διασαφεῖ καὶ ἀποκαλύπτει,
καί φησιν, ὅτι τὰ μὲν ἐκ παρακοῆς ἐρρύη, τὰ δὲ ἐξ ὑπακοῆς ηνθησεν· ὥστε κατασκευαστικὸν ἃν εἴη τοῦτο του ἐπιχειρήματος τοῦ κατασκευάζοντος τὸν τύπον καὶ τὴν ὁμοιότητα, οἷον τοῦ “ εἰ “ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος,” καὶ ἑξῆς.
τούτοις, ἀλλὰ σαφῶς λίαν καὶ διηκριβωμένως ἀλληλουχεῖ καὶ ἐντάττει τῶν κεφαλαίων τὴν δύναμιν· ἔστι μὲν οὖν τὸ μὲν “ ἀλλ’ “ οὐχ ὡς τὸ παράπτωμα,’ καὶ ἑξῆς, ἕως τοῦ “ ἐκ πολλῶν παραπτω- “ μάτων εἰς δικαίωμα.” ἐπιχείρημα μὲν, ὡς ἔφημεν, δεικτικὸν τοῦ τύπου καὶ τῆς ὁμοιότητος· ἐδεῖτο οὖν σαφηνείας καὶ διακαθάρσεως.
τοῦτο ποιεῖ τὸ ἐφεξῆς ἐπιχείρημα, ἐπαναλαμβάνον τὸ προειρημένον καὶ διακαθαῖρον καὶ εἰς τὸ σαφὲς ἀπαγγέλον· ἀλλ’ ἔδει καὶ τοῦτο λαβεῖν ἀξίωμα, καὶ μὴ ἐξ ὑποθέσεως προτείνεσθαι μόνον. οὐδὲ τοῦτο παρορᾷ, ἀλλ’ ὡσπερ συμπεραινόμενος, καὶ τῇ του λόγου θαρρῶν ἀληθείᾳ, μετὰ βεβαιώσεως ἀποφαίνεται· “ ἄρα οὖν ὡς δι’
“ ἑνὸς παραπτώματος,” καὶ τὰ ἑξῆς. εἶτα, ἐπεὶ οὖν ἦν εἰπὼν ἐν τοσούτοις ἐπιχειρήμασιν οὐδαμοῦ πόθεν ἔσχεν ἀρχὴν τὸ δικαίωμα καὶ τὸ κατάκριμα, οὐδὲ τοῦτο παρορᾷ, ἀλλὰ τίθησι λέγων, “ ὥσπερ “ γὰρ διὰ τῆς παρακοῆς,” καὶ ἑξῆς.
λέγει· μείζονα περὶ τὸ ἁμαρτάνειν ῥοπὴν θνητοὶ γεγονότες ἐσχήκαμεν. πολλὰ μὲν γὰρ ἀπὸ ἡδονῆς, τῆς πέρι τε βρῶσιν καὶ πόσιν, καὶ τὸν ἔξωθεν κόσμον, καὶ μὴν καὶ τὰς τῶν γυναικῶν ἐπιμιξίας ἐγγίνεται ἡμῖν πταίσματα, ἐφ’ ἑκάστου τούτων, οὐκ ἐπὶ τοῦ πρέποντος τῶν πολλῶν ἱσταμένων, ἀλλ’ εἰς ἀμετρίαν ἐκφερομένων· ταῦτα δὲ ἀθανάτῳ μὲν οὐκ ἄν ποτε ἐγγένοιτο φύσει· ποία γὰρ ἡδονή; τίς δὲ φιλαργυρία ἐπὶ τῆς ἀθανάτου χώραν ἕξει φύσεως; ἐπειδὴ δὲ θνητοὶ γεγόναμέν τε καὶ ἐσμὲν τὴν φύσιν, ἄφατον μέν τινα ἀπὸ τῶν προειρημένων παθῶν τὴν ἐνόχλησιν ὑπομέμένομεν,
πολλὴν δὲ τὴν περὶ τὸ ἁμαρτάνειν ῥοπὴν ἐντεῦθεν δεχόμεθα. καλῶς οὖν ἔφη βασιλεῦσαι ἐν τῷ θανάτῳ τὴν ἁμαρτίαν, μονονουχὶ κρατοῦσαν ἡμῶν διὰ τῆς ἐνούσης ἡμῖν ἐντεῦθεν περὶ τὸ ἁμαρτάνειν ῥοπῆς. ὥσπερ οὖν τότε φησὶν, ἡ ἁμαρτία ἡμῶν ἐκράτει συνωθουμένων ἐπ’ αὐτὴν, καὶ παρὰ γνῶ μὴν πολλάκις, οὕτω δὴ
ἡ τοῦ Θεοῦ καθέξει δ ρ α φιλοτιμία, ἀσάλευτον τὴν βασιλείαν ἔχουσα ἐν ἡμῖν, ἐπειδὰν τῆς αἰωνίου ζωῆς καταξιωθέντες διὰ τῆς ἀναστάσεως ἐν ἀληθινῇ καὶ βεβαίᾳ τῇ δικαιοσύνῃ διάγειν μέλλομεν, ἁμαρτεῖν οὐκ ἐπιδεχόμενοι.
“ μὴ γένοιτο.” ἄρα οὖν φησὶν, ἔκ γε ὧν ἔφην, ὡς ἐπεξαμαρτητέον ἡμῖν, καὶ ταύτῃ τὴν χάριν ποιητέον πλείονα τε καὶ μείζονα. εἴπερ οὑν πρὸς τὸ τῶν ἡμετέρων πλῆθος ἁμαρτημάτων καὶ ἡ ταύτης αὔξεται φύσις. ἔοικε δὲ μάλιστα τοῦτο, τῷ “ φασί τινες ἡμᾶς λέ- “ γειν, ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά.” μὴ γένοιτό φησι·
τέως ὡς ἀνόσιον παντὸς λογισμοῦ τὸν λόγον ἀπηύξατο. μετὰ τοῦτο δὲ ἤδη καὶ λογισμοῖς ἀναμφιλέκτοις z τὴν ἀτοπίαν αὐτοῦ διελέγχει, καὶ φησὶν, “ οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι “ ζήσομεν ἐν αὐτῇ ” τοῦτο λέγειν ἄν φησιν ἔχοιεν οἱ σαρκικοί τε καὶ ἄπιστοι. ἡμᾶς μέντοι τῶν παντάπασιν ἀδυνάτων ἐστὶν αὖθις
ἀναβιῶναι τῇ ἁμαρτίᾳ τοὺς ἅπαξ ἀποθανόντας αὐτῇ.
ἀποτάττεσθαι τῇ ἁμαρτίᾳ καὶ τῷ διαβόλῳ.
Catena In Epistulam Ad Romanos (Typus Vaticanus) (E Cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48]). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.