ΚΕΦ. ς.
ὑπομονὴν κατεργάζεται.
Πατέρα τῇ θεότητι συνημμένος· πρὸς δὲ ἡμᾶς κατὰ τὴν ἀνθρώπότητα συναφθείς. ὥστε ὅσους κατὰ τὸ ἀνθρώπινον προσάγεται, τούτους κατὰ τὸ θεῖον προσάγει Θεῷ. ἑστηκέναι δὲ ἡμᾶς εἰπὼν ἐπὶ τῆς προσαγούσης Θεῷ χάριτος, ἐπάγει τῇ πίστει τὰ περὶ τῆς ἐλπίδος· δεικνὺς τὴν πίστιν, ὡς ἐν τῇ πρὸς Ἑβραίους γεγραπται, ἐλπιζομένων οὖσαν ὑπόστασιν πραγμάτων. καὶ φησὶν, “ ὅτι “ καυχώμεθα ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ,” προσδοκῶντες τὴν
θείαν ἐπαμφιέννυσθαι δόξαν, ἧς τύπος μὲν ἐν Μωϋσῇ, ἀληθεία δὲ ἐν Χριστῷ· ἐξεικονισμὸς δὲ εἰς ἡμᾶς. αἰτία δὲ τῆς τοιαύτης ἀποδοθησομένης ἡμῖν δόξης, ἡ παροῦσα χάρις. ὥσπερ γάρ τις τεχνίτης εἰσοικιζόμενος εἰς ἡμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον, χαρακτηρίζει νῦν καὶ μορφοῖ πρὸς ὁμοιότητα Χριστοῦ, δι’ ἀποκρυφῶν ἐνεργειῶν,
μέχρι περ ἂν εἰδοποιηθὲν καὶ ἐπιτελεσθὲν, τὸ ὅταν ἐκλάμψῃ κατὰ τὴν ἐπιφάνειαν τοῦ Σωτῆρος, ἧς Ἰωάννης λέγει, “ ἀδελφοὶ, “ νῦν τέκνα Θεοῦ ἐσμὲν, καὶ οὕπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν “ ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα.”
παροῦσι τοῖς μέλλουσι. καύχησιν γὰρ ἐπ’ ἀγαθῷ βεβαίως ὑπάρχοντι γίνεται· καὶ αὕτη ἦν ἡ μακαρία καύχησις, ἣν ὁ προφήτης Ἱερεμίας εἰσηγεῖται· “ μὴ καυχάσθω,” λέγων, “ ὁ πλούσιος ἐν “ τῶ πλούτῳ αὐτοῦ, ἀλλ’ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, “ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον,” καὶ τὰ ἑξῆς. καὶ οὐχ ὅτι
πόνοι φησι καὶ θλίψεις πάρεισι, διὰ τοῦτο τὴν ἐπὶ τοῖς ἥξουσιν ἀγαθοῖς καύχησιν ἀμβλύνομεν, καὶ ταύτῃ μᾶλλον ἔτι καυχώμεθα συναίτιον τῆς τῶν ἀγαθῶν ἀπολαύσεως, εἰδότες τὴν τῶν πόνων ὑπομονήν. διὰ γὰρ θλίψεως ὑπομονὴ συνίσταται· ὁ δὲ ὑπομείνας, δόκιμος. ὁ δὲ δόκιμος παρὰ Θεῷ γενόμενος, ἐλπίζει ζεῖ ἔχειν τὰ παρὰ
Θεοῦ. ὁ δὲ ἐλπίσας εἰς Θεὸν, οὐκ αἰσχυνθήσεται. εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις, γίνεται ὁδηγὸς ἐπὶ τὴν ἐλπίδα καθισταμένη· ἀσφαλῆ δὲ τὴν ἐλπίδα δείκνυσιν οὖσαν ἐπὶ τὸν ἠγαπηκότα ἡμᾶς Θεὸν γινομένην. τῆς δὲ ἀγάπης τεκμήριον τὴν τοῦ Πνεύματος
δωρεάν· ἐξέχεε γὰρ ἐφ’ ἡμᾶς τὴν ἀγάπην ὁ τὸ αἷμα ἐκχέας. ἐξέχεε δὲ προηγουμένως τὸ Πνεῦμα q ἐνῴκισεν· ὡς καὶ αὐτὸς ὁ Σωτῆρ’ λέγει· “ ὅτι παρ’ ὑμῖν μένει· καὶ σὺν ἡμῖν ἔσται.”
“ρήνην ἔχωμεν” τουτέστιν, μηκέτι ἁμαρτάνωμεν, μὴ δὲ πρὸς τὰ πρότερα ἐπανερχώμεθα τοῦτο γάρ ἐστι πόλεμον ἔχειν πρὸς τὸν Θεόν. καὶ πῶς δυνατόν φησι, τὸ μηκέτι ἁμαρτάνειν; πῶς τὸ πρότερον ἐγένετο δυνατόν; εἰ γὰρ τοσούτων ὄντες ὑπεύθυνοι, πάντων ἀπηλλάγημεν διὰ τοῦ Χριστοῦ, πολλῷ μᾶλλον ἐν οἱ; ἐσμὲν,
μεῖναι δι’ αὐτοῦ δυνησόμεθα· οὐ γάρ ἐστιν ἰσον μὴ οὖσαν εἰρήνην λαβεῖν, καὶ δοθεῖσαν κατασχεῖν. ἐπειδήπερ ἡ κτῆσις τῆς φυλακῆς χαλεπώτερον. ἀλλ’ ὅμως γέγονε τὸ χαλεπώτερον εὔκολον, καὶ εἰς ἔργον ἐξέβη· οὐκοῦν ἔσται καὶ τὸ εὐκολώτερον ἡμῖν εὐκατόρθωτον, ἃν ἐχώμεθα καὶ ἐκεῖνα ἡμῖν ἠνυκότες. ἐνταῦθα δὲ οὐ τὸ
εὔκολον αἰνίττεσθαί μοι δοκεῖ μόνον, ἀλλὰ καὶ τὸ εὔλογον. εἰ γὰρ αὐτὸς ἡμᾶς κατήλλαξε πολεμωμένους, εὔλογον μένειν ἐπὶ τοῖς καταλλαγεῖσι, καὶ ταύτην ἀποδοῦναι αὐτῷ τὴν ἀμοιβὴν, ἵνα μὴ δόξῃ σκαιοὺς καὶ ἀγνώμονας κατηλλαχέναι τῷ s Πατρί
ἡμῶν.
ὑπὸ νόμον ἁμαρτανόντων τῷ Θεῷ· καὶ γὰρ “ ἐὰν ἁμαρτάνωμεν, σοὶ “ ἐσμὲν, εἰδότες σου τὸ κράτος·” ἀσεβεῖς δὲ τότε οἱ νομιζόμενοι εἶναι 2 ὑπὸ τὸν νόμον, τυγχάνουσιν· ἐπὰν ἐγκαταλιπόντες τὸν Θεὼ τῶν πατέρων, ζητοῦσι τοὺς θεοὺς τῶν ἐθνῶν. πρὶν δὲ προσελθεῖν ἡμᾶς θεοσεβείᾳ, ἀγάπη ἐν ἡμῖν οὐ συνειστήκει· πάντα γὰρ μᾶλλον ἣ Θεὸν ἀγαπῶμεν. ὅτε δὲ τοιούτων ἡμῶν ὑπαρχόντων, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, τότε συνέστη καὶ ὑπέστη ἐν ἡμῖν ἡ τοῦ Θεοῦ ἀγάπη,
πάντων περιαιρεθέντων τῷ τοῦ Ἰησοῦ θανάτῳ ἀφ’ ἡμῶν τῶν ἐμποδιζόντων τῆ συστάσει τῆς εἰς ἡμᾶς τοῦ Θεοῦ ἀγάπης. κατὰ ταύτην οὖν τὴν διήγησιν τοῦ “ αυνίστησιν” ἀκουστέον, συνιστάντος καὶ ὑφιστάντος τοῦ Θεοῦ ἐν ἡμῖν τὴν ἑαυτοῦ ἀγάπην, τὴν οὐδενὸς ἑτέρου κυρίως, ἢ αὐτοῦ τοῦ Θεοῦ τυγχάνουσαν.
καύχημα εἶπεν ἔχειν ἐν τῷ Θεῷ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. οἱ μὲν γὰρ ἐξ ἔργων νόμου τι κτώμενοι, ἐφ’ ἑαυτοῦ ἔχειν εἴρηται τὸ καύχημα· οἱ δὲ ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δικαιούμενοι, ἐν τῷ Θεῷ τὸ καύχημα ἔχουσι· τῷ δωρουμένῳ διὰ Ιησοῦ Χριστοῦ τὰ πλούσια χαρίσματα τῶν ἰαμάτων, ἀρραβὼν
τυγχάνοντα τῆς μελλούσης χαρᾶς. πιστοποιεῖται ἡμᾶς καὶ τῆς ὀργῆς ῥυθησομένους διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ σωθησομένους ἐν τῇ ζωῇ αὐτοῦ. αὐτὸ δὲ τοῦτο καὶ τῆς πρὸς τὸν Θεὸν καταλλαγῆς σημεῖον εἶναί τι ὑπὲρ ἁμαρτωλῶν ἀποτεθνηκέναι, οὐ πάντων, φησὶν, ἀνθρώπων ἀσεβῶν τυγχανόντων. οὐ γὰρ
Αβραὰμ, ἣ οἱ προφῆται ἢ πάντες οἱ κατὰ νόμον πολιτευσάμενοι ἀσεβεῖς. ἀλλὰ τῶν μὲν ὡς ἁμαρτωλῶν, τῶν δὲ καὶ ὡς ἀσεβῶν· ἵνα πᾶς μὲν ἀσεβὴς καὶ ἁμαρτωλὸς ᾖ, οὐ μὴν τοὐναντίον· ἐπὶ πλεῖον μὲν ἡ ἁμαρτία· ἡ δὲ ἀσέβεια ἐπ’ ἔλαττον· καὶ διὰ τοῦτο καὶ ὁ Ἀπόστολος ἐν πρώτοις εἰρηκὼς Χριστὸν ὑπὲρ ἀσεβῶν ἀποτεθνη- κέναι, ὕστερον ἐπιδιορθούμενος ἑαυτὸν, τὸ καθολικὸν ἐπείπει. ἀσε- βῶν οὖν φησὶ τῶν ἐθνῶν, οὐ μὴν τὸ καθολικὸν ταύτῃ δηλοῦται· ἀλλ’ ἐν τῷ εἰπεῖν· “ἔτι γὰρ ἁμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς “ὑπὲρ ἡμῶν ἀπέθανc” τὸ ὑπὲρ πάντων αὐτὸν ἀποτεθνηκέναι
λοῦται σαφῶς ἐνταῦθα.
τες, οἱ ὑπὸ τῆς θείας γραφῆς χρηματίσαντες “ὧν οὐκ ἦν ἄξιος ὁ ’* κόσμος ; ’ φαμὲν οὖν, τῶν ἁμαρτημάτων, τὰ μὲν κατὰ διάνοιαν ε7ναι μόνον· τὰ δὲ καὶ εἰς ἐνέργειαν ἔρχεται· τὸ γὰρ μηδὲ μέχρις ἐνθυμήσεως λογίσασθαι τὸ πονηρὸν, τὴν ἡμετέραν ἴσως ἐκπέ- φευγε δύναμιν· τὰ μὲν οὖν εἰς ἐνέργειαν ἥκοντα, τὴν
νομίζομεν ἐπισεσημειῶσθαι γραφήν· τὰ δὲ μέχρις ἐνθυμήσεως, ἣ καὶ τὴν ἡμετέραν ἐκφεύγοντα διάνοιαν, ἃ δὴ κρύφια ὠνόμασεν ὁ Δαβὶδ, οὐκ ἠξιῶσθαι ὑπονοοῦμεν ἐν αἰτίας μέρει τεθεῖσθαι, καὶ ὅλως ἀναγεγράφθαι. καὶ ἴσως οὐ τὰ ἐνθυμήματα ἔκρινεν ὁ νόμος, ἀλλὰ τὰ ἀποτελέσματα, ἃ καὶ ἠλέγχοντο ὁμολογεῖν ἄνθρωποι
κἂν γὰρ ὁ νόμος *’ οὐκ ἐπιθυμήσεις λέγει, οὐ τὴν ἐπιθυμίαν, ἀλλὰ τὸ ταύτης ἀποτέλεσμα κρίνει. καὶ ἴσως ταύτῃ πάντες ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ· ὡς μὴ μόνον τοῦ τὰ ἄτοπα μὴ πράσσειν δύναμιν κεκτῆσθαι, ἀλλὰ καὶ τοῦ μὴ
ἐνθυμεῖσθαι τὰ φαῦλα. οὐ γὰρ ἃν ἐπέτασσεν ὁ Ἰησοῦς, α ἐρρέθη,” λέγων, ** τοῖς ἀρχαίοις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ἐμβλέπων ** γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ *’ καρδίᾳ αὐτοῦ.” καὶ περὶ φόνου καὶ πληγῶν ὡσαύτως καὶ τῶν παραπλησίων.
“ τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν “ ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι.” εἰτα βουλόμενος διατάξαι τίς ἁγιασμὸς, ἐπιλέγει γράφων, “ ἵνα παρα- “ στήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον, “ ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων· ἀλλ’ ἵνα ᾐ ἁγία καὶ ἄμωμος·” καὶ
διὰ τοῦτο οὐδεὶς λέγεται τετελειῶσθαι, πρὸ τοῦ τὸν Κύριον παθόντα, καὶ τῶν τοιούτων σπίλων καὶ ῥυτίδων καθάρσιον γενέσθαι τοῦ γένους ἤμων.
Catena In Epistulam Ad Romanos (Typus Vaticanus) (E Cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48]). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.