ΚΕΦ. Ε.
τῶν ἡμετέρων τὸ μέγεθος λέξομεν.
“ ἐκζητῶν τὸν Θεόν.” ἐν δὲ τῷ νβ'· “ ὁ Θεὸς ἐκ τοῦ οὐρανοῦ “ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἣ “ ἐκζητῶν τὸν Θεόν.” ἔοικεν οὖν νενοηκέναι ἰσοδυναμεῖν τὸ “ τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἣ ἐκζητῶν τὸν Θεόν. καὶ τὸ οὐκ ἔστι “ δίκαιος οὐδὲ εἷς,” νομίζω γεγονέναι ἐκ τοῦ “ οὐκ ἔστι ποιῶν χρηστοτητα·
οὐκ ἔστιν ἕως ἑνός. ὥστε τῇ δυνάμει δὶς αὐτὸν τεθεικέναι, ἅπαξ μὲν μεταποιήσαντα, ἅπαξ δὲ λέξεσι ταῖς αὐταῖς χρησάμενον, καὶ παραλιπόντα τὸ δεύτερον εἰρημένον ” οὐκ ἔστιν.”
περὶ ἐπταικότων λέγειν αὐτὰ τὸν Δαβίδ. ὥσπερ οὖν ἡμεῖς ἄχρι τῆς δεῦρο ἐν ταῖς ἐκκλησιαστικαῖς διαλέξεσι, μαρτυρίαις συγκεχρήμεθα, ὡς ἃν ἁρμόζειν δυναμέναις ἀπὸ τῆς διανοίας τοῖς παρ’ ἡμῶν λεγομένοις. ὁ γὰρ ψαλμὸς ἐκεῖνος οὐ περὶ πάντων ἀνθρώπων εἴρηται τῷ Δαβίδ. καὶ δῆλον ἐξ ὧν φησὶν, “ οὐχὶ γνώσονται
“ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; οἱ ἐσθίοντες τὸν λαόν μου “ ἐν βρώσει ἄρτου.” τίνα δὲ ἔμελλεν ὀνομάζειν οἰκεῖον Θεῷ ὃ περὶ πάντων ἀνθρώπων ὥστε τὸ χεῖρον ἐκκλινάντων ἀποφηνά- μενος e.
γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας καὶ τὰ ἑξῆς ἐλλειπῶς εἴρηται. τὸ γὰρ “ τι οὖν κατέχομεν περισσόν;“ἀκόλουθον ἦν ἐπαγαγεῖν τὴν ἐκ πίστεως δικαιοσύνην· προῃτησάμεθα γὰρ Ἰουδαίους τε καὶ Ελληνας. προῃτήσατο δὲ πῶς; ἐν τῷ Ἕλληνας μὲν ἀπελέγξαι διαφθείραντας τὴν φυσικὴν γνῶσιν ἐν οἷς ἔφη, “ ὁ Θεὸς γὰρ
“ αὐτοῖς ἐφανέρωσε· τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου, “ τοῖς ποιήμασι νοούμενα καθορᾶται. καὶ διότι γνῶντες τὸν “ Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν, ἢ εὐχαρίστησαν.” Ἰουδαίους δὲ παραβεβηκότας τὸν νόμον, δι’ ὧν φησιν, “ ὃς ἐν νόμῳ καυχᾶσαι, 1 „διὰ διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν Θεὸν ἀτιμάζεις;“ δείξας καὶ ὅτι παρ’ οἷς μὲν ἡ φύσις ἠσθένησε· παρ’ οἷς δὲ, καὶ ἡ φύσις καὶ ὁ νόμος, ἀκολούθως τὴν ἐκ τοῦ Εὐαγγελίου χάριν εἰσάγει καὶ φησὶ, τι ἔχομεν ἡμεῖς ἐκ τῆς χάριτος περισσὸν καὶ ἐξαίρετον; τὴν πίστιν τὴν διὰ Ἰησοῦ Χριστοῦ δικαιοσύνης οὖσαν
ἀπεργαστικήν.
“ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου.” εἶθ᾿ ἑξῆς τοῦτο ἐστίν· “ ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα.” τοῦτο δὲ ζητήσεις ἐν τῷ Ἠσαΐᾳ, ἣ ἐν ταῖς ἄλλαις τῶν Παροιμιῶν ἐκδόσεσιν, ἐν τῷ “ ταχυνοὶ ἐκχέαι αἷμα. ” ὃ μετὰ ἀστερίσκων προσετέθη ἐν τῆ ἐκδόσει τῶν ἑβδομήκοντα. “ τὸ δὲ σύντριμμα καὶ ταλαιπωρία ἐν
“ ταῖς ὁδοῖς αὐτῶν,” μέχρι τοῦ δεῦρο οὐκ οἶδα ποῦ ἀνεγνωκώς. οἶμαι δὲ ἔν τινι τῶν προφητῶν γεγράφθαι τὸ, “ ὁδὸν εἰρήνης οὐκ “ ἔγνωσαν.” ἐν δὲ Ψαλμοῖς, “ οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν “ ὀφθαλμῶν αὐτῶν.” πλήθους δὲ ὄντων ἁμαρτημάτων οὐ πάντως ἔνοχος ἕκαστός ἐστι τοῖς ἅπασιν. ἀλλ’ οἱ μὲν, τῷ δὲ τῷ ἁμαρτήματι,
οἱ δὲ τῶδε, καὶ οὕτω τοὺς πάντας τοῖς πᾶσιν.
ἁμαρτήματα. Καῒν μὲν, φησὶ, “ μείζων ἡ αἰτία μου τοῦ ἀφε- “ θῆναί με.” οἱ δὲ εἰς Αἴγυπτον καταβάντες πρὸς τὸν Ἰωσὴφ πατριάρχαι, λέγουσιν ἐπὶ τοῖς τοῦ Ἰωσὴφ πρὸς αὐτοὺς λόγοις τὸ “ ἐν ἁμαρτίαις ἐσμὲν περὶ τοῦ ἀδελφοῦ ἡμῶν. καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ εἴπερ ὁ Ἰὼβ δείκνυται πρὸ Μώσεως γεγονέναι, φησίν· “ εἰ δὲ
“ καὶ ἁμαρτῶν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου,” καὶ τὰ ἑξῆς. ὥστε δοκεῖ μοι μὴ τὸν Μώσεως νόμον νῦν λέγεσθαι τῷ Ἀποστόλῳ, ἀλλὰ περὶ τοῦ φυσικοῦ, ὃς καὶ γέγραπται ἐν ταῖς καρδίαις τῶν 2 ἀνθρώπων. τίνες δ᾿ ἃν εἶεν οἱ ἐν τῷ νόμῳ; ἣ πᾶς ὁ συμπληρώσας τὸν λόγον ἄνθρωπος; οὐκ εἰσὶ γὰρ ἐν τῷ νόμῳ, οἱ ἔτι ζῶντες χωρὶς νόμου, ὁποῖος ἦν καὶ Παῦλος ποτὲ, πλὴν οἱ ἅγιοι, οὓς προέγνω καὶ προώρισε καὶ ἐδικαίωσε καὶ ἐδόξασε, νόμος εἰσὶ καὶ οὐκ ἐν νόμῳ. διόπερ οὐ φραγήσεται αὐτῶν τὸ στόμα, οὐδὲ ὑπόδικοι
γενήσονται τῶ Θεῷ· οὐ γὰρ εἰσὶ σάρξ. καὶ εἰ δικαιοῦνται δὲ, οὐκ ἐξ ἔργων νόμου, νόμος γὰρ, “ οὐκ ἐξ ἔργων νόμου δικαιω- “ θήσεται,” αὐτόθεν δίκαιος ὤν· οὕτω δὲ g δὴ νόμου ἐπίγνωσις ἁμαρτίας, ὡς διὰ ἰατρικῆς ἐπίγνωσις νόσου, καὶ μάλιστα τῆς λανθανούσης καὶ αὐτὸν τὸν νοσοῦντα. καὶ ἄλλως δὲ, ὅσον ἐπὶ τῶ
νόμῳ τιμωρηθῆναι τὸν μοιχεύοντα, ἐχρῆν καὶ τὸν φονεύοντα κολάζεσθαι βουλομένῳ πάντως· τὸ δὲ “ Κύριος ἀφεῖλε τὸ ἀνόμημά “ σου,” οὐκέτι βούλημα ἦν τοῦ νόμου, ἀλλὰ χάρις τοῦ δεδωκότος τὸν νόμον. διὰ τοῦτο ἀκριβῶς εἰπὼν τὸ “ ἐξ ἔργων νόμου, ” οὐκ ἐπήγαγε, πᾶς ἄνθρωπος, ἀλλὰ πᾶσα σάρξ. διαθέσει μὲν γὰρ
δικαιοῦσθαι δυνατὸν, ὅταν τῇ προθέσει πρὸς τὸ τοῦ νόμου ῥέπῃ βούλημα. ἔργοις δὲ, οὐκέτι δυνατόν. τὰ δὲ ἔργα σαρκὸς, ἅπερ ἀνέληται ψυχή.
ἐπίγνωσις ἁμαρτίας, οὕτω καὶ φανέρωσις δικαιοσύνης Θεοῦ διὰ νόμου γίνεται. μείζων γάρ ἐστιν ἡ δικαιοσύνη τοῦ Θεοῦ τῶν φυσικῶν ἀφορμῶν, αἱ τινες οὐκ εἰσὶν αὐτάρκεις πρὸς τὸ κατανοῆσαι δικαιοσύνην, οὐχ ἁπλῶς, ἀλλὰ τὴν αὐτοῦ τοῦ Θεοῦ, οὗ τὰ δικαιούμενα κρίματα ἀνεξερεύνητά εἰσιν. διὸ “ νυνὶ χωρὶς νόμου
“ πεφανέρωται ἡ τοῦ Θεοῦ δικαιοσύνη,” ἧς διδάσκαλός ἐστιν ὁ Χριστὸς, ἐν μηδενὶ παραλαμβάνων εἰς παράτασιν τῆς τοῦ Θεοῦ δικαιοσύνης τὸν τῆς φύσεως νόμον. ἐμαρτυρεῖτο δὲ αὕτη ὥσπερ ὑπὸ τῶν προφητικῶν λόγων ἐξ Ἁγίου Πνεύματος αἰνιγματωδῶς εἰρημένων, καὶ ὑπὸ τοῦ προφήτου Μωϋσέως νόμου. καὶ μὴ θαυμάσῃς,
εἰ δύο σημαινόμενα τοῦ ἑνὸς ὀνόματος τοῦ νόμου ἐν τῷ αὐτῷ παρείληπται τόπῳ. εὑρήσομεν γὰρ ταύτην τὴν συνήθειαν καὶ ἐν ἄλλαις γραφαῖς· οἷον “ οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι, 3 “ καὶ ὁ θερισμὸς ἔρχεται; ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ “ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.” δὶς γὰρ ἐκεῖ ὁ θερισμὸς ὀνομασθεὶς, καὶ τὰ μὲν τὸν πρότερον ἐπὶ τὸν σωματικὸν ἀναφέρεται, κατὰ δὲ τὸν δεύτερον ἐπὶ τὸν πνευματικόν. εἴπερ δὴ ὁ αὐτὸς νόμος παρείληπται κατά τινας. εἰ μὲν χωρὶς
νόμου πεφανέρωται, οὐχ ὑπὸ νόμου μαρτυρεῖται. εἰ δὲ ὑπὸ νόμου μαρτυρεῖται, οὐ χωρὶς τοῦ νόμου πεφανέρωται.
παρὰ Θεοῦ δικαιοσύνῃ τελειωθῶμεν. αὕτη δέ ἐστιν ἡ διὰ τῆς Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας, καὶ πᾶσιν ἐπαναπαυομένη.
ἀναγκαίως, τοῦτον τὸν λόγον ἀναλαβὼν, δείκνυσι διὰ τῆς εἰς τὸν δεσπότην Χριστὸν πίστεως ταύτης ἅπαντας ἀπολαύοντας, εἴτε Ἰουδαῖοι εἶεν, εἴτε Ἕλληνες, οἱ ταύτης τυχεῖν ἐφιέμενοι. τὸ γὰρ εἰς πάντας τοὺς Ἰουδαίους λέγει, ἐπὶ πάντας δὲ τοὺς ἐκ τῶν ἄλλων ἐθνῶν.
ἀοίδιμος. καὶ γοῦν αὐτὸς ἔφη πάλιν ὁ μακάριος Παῦλος, ὡς ἡγεῖτο μὲν ἅπαντα τὰ ἐν νόμῳ ζημίαν, καὶ ἐν ἴσῳ σκυβάλοις κατελογίζετο. ζητοίη δὲ πάλιν τὸ ὑπέρεχον τῆς γνώσεως τοῦ Χριστοῦ. κατακρίνει δὲ πάλιν ὁ νόμος τοὺς παραβαίνοντας. ταύτῃ τοι ἑτέρωθι φησίν· “ εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως
δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξη.
οἱ θεσπέσιοι μαθηταί· ἔφασκον γὰρ “ νῦν οὖν τι πειράζετε τὸν “ Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν “ οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;” ὅτε τοίνυν Ἕλληνες μὲν ἦσαν ὑφ’ ἁμαρτίαν ὡς ἠγνοηκότες τὸν δημιουργὸν Ἰουδαῖοι δὲ ὡς τῆς τοῦ νόμου παραβάσεως ἔνοχοι,
ἐδέησεν ἀναγκαίως τοῖς οὖσιν ἐπὶ τῆς γῆς g τοῦ δικαιοῦντος Χριστοῦ· δεδικαιώμεθα γὰρ οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ, ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος· αὐτὸς γὰρ ἢν ὁ κατὰ πάλαι λέγων διὰ φωνῆς προφητῶν, “ ἐγώ εἰμι ὁ ἐξαλεί- “ φων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθήσομαι.” διάττει γε
μὴν ἡ δικαιοῦσα χάρις εἰς πάντας ἐν ἴσῳ, Ἰουδαίους τέ φημι καὶ Ἕλληνας, “ ὅτι καὶ πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης “ τοῦ Θεοῦ, δόξα Θεοῦ δὲ νοοῖτ ἂν εἰκότως τὸ μήτε εἰδέναι μήτε μὴ πεφυκέναι πλημμελεῖν. κατόπιν δὲ πάντως τῶν τῆς θεότητος αὐχημάτων, πᾶσα ἡ γενητὴ κτίσις, παρώλισθον γὰρ καὶ
τῶν Ἀγγέλων τινὲς, πλὴν εὐδόκησεν ὁ Θεὸς καὶ Πατὴρ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ τῷ δικαιοῦντι δωρεὰν τῇ αὐτοῦ χάριτι. τέθενται γὰρ ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι. ἐπειδὴ γὰρ πεποίηται τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὸ ἴδιον αἷμα, σέσωκε τὴν ὑπ’ οὐρανὸν, ἵλεων τε καὶ εὐμενῆ κατέστησεν
ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν.
τὴν τοῦ ἀρχιερέως θυσίαν ἐν τῶ Λευιτικῷ, “ ἐὰν δὲ πᾶσα συνα- “ γωγὴ ἀγνοήσῃ, καὶ λάθῃ ῥῆμα ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς, “ καὶ ποιήσωσι μίαν ἁπασῶν τῶν ἐντολῶν Κυρίου. ἢ ἡ ἁμαρτία, “ ἥμαρτον ἐν αὐτῇ καὶ προσάξει ἡ συναγωγὴ μόσχον ἐκ βοῶν “ περὶ τῆς ἁμαρτίας.” εἶτα μετ’ ὀλίγα· “ καὶ εἰσοίσει ὁ ἱερεὺς, ὁ
“ χριστὸς ἀπὸ τοῦ αἵματος τοῦ μόσχου εἰς τὴν σκηνὴν τοῦ μαρ- “ τυρίου.” Καὶ πάλιν μετ’ ὀλίγα—“ καὶ ποιήσει,” φησι, “ τὸν μόσχον ὂν τρόπον ἐποίησε ’τον μόσχον τῆς ἁμαρτίας οὕτως 4 “ ποιηθήσεται αὐτῷ· καὶ ἐξιλάσεται περὶ αὐτῶν ὁ ἱερεὺς, καὶ ἀφεθήσεται αὐτοῖς.
Ἰουδαῖοι τὸν νόμον. ὑστερεῖ δὲ αὐτοῖς ἡ τῆς χάριτος τελείωσις.
τῶν ἁμαρτημάτων, ἔδειξεν ὅτι βουλόμενος οὐ καταλλάξαι νόμον τῶν ἁμαρτημάτων, ἀλλὰ καὶ δικαιῶσαι, τὸ πρότερον ἠνέσχετο. συγχωρήσας τοίνυν ἁμαρτάνειν, ἀθρόαν τὴν ἄφεσιν ἐχαρίσατο. δίκαιον δὲ τὸν Θεὸν λέγομεν· ἤτοι ἀνταποδιδόντα, ἣ τὴν δικαιοσύνην χαριζόμενον. ὃ οὖν ἐγὼ δικαιοῦμαι, Θεοῦ δικαιοσύνη,
ἐπειδὴ οὐκ ἐξ ἐμῶν ἔργων, ἀλλ’ ἐκ τῆς τοῦ δικαιοῦντος χάριτος. οἷον συντόμως δείξας τὰ δῶρα τῆς χάριτος, ἀνατρέχει τὸν περὶ τοῦ νόμου λόγον καὶ δείκνυσιν αὐτὸν.
ἀνθρώποις καύχησις, διὰ τοῦτο “ πᾶς ὁ ὕψων ἑαυτὸν ταπεινωθήσε- “ ται·” κἂν ἀληθεύων λέγει τὸ “ ὁ Θεὸς ὁ εὐχαριστῶν σοι, ὅτι οὐκ “ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων,” καὶ τὰ ἑξῆς. διὰ νόμου δὲ πίστεως ἐκκλείεται πᾶσα καύχησις, ὁποῖα ἦν ἡ Παύλου λέγοντος “ k ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι ἐπ’ οὐδεμίᾳ τῶν ἀρετῶν, ἣ ἐν
“ μόνῳ τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.”
περιττὸν εἰκότως τοῦτον ἀπέφηνεν, νικώσης τὴν ἀπὸ τοῦ νόμου τῶν ἔργων. ἐπειδὴ ταῦτα ἡμῶν ἀπὸ τῆς θείας ὑπάρχει χάριτος, ἃ σὺν πολλῷ τῷ πόνῳ προσγίνεσθαι ἀπὸ τῶν προτέρων οὐκ ἠδυνήθην.
φησὶν, ἡ καύχησις. τουτέστιν ἐκβέβληται, καὶ ἀνήρηται τόπον. τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων πεπλουτήκαμεν ἐλέῳ καὶ χάριτι, δικαιούμενοι δωρεὰν ἐν Χριστῷ.
ἀλλ’ ἀντὶ τοῦ λογισμῷ τῷ προσήκοντι· ἡγοῦμαι τῆς κατὰ πίστιν δικαιώσεως ἄνευ ἔργων νόμου πάντα ἄνθρωπον βουληθέντα μετέχειν. σημειωτέον δὲ ὡς οὐχ ἁπλῶς εἶπε “ χωρὶς ἔργων νόμου, ὡσανεὶ καὶ ἐργαζοίμεθα ἀρετῆς ἐπιμελούμενοι, οὐκ ἀνάγκη νόμου τοῦτο ποιούντων, ἀλλ’ ὑφ’ ἑτέρου πρὸς τοῦτο ἀγομένων.
πεποιηκέναι. ἐξ οὐδενὸς γὰρ ἔργου, ἀλλ’ ἐκ τῆς πίστεως ἀφέονται ταύτης αἱ ἁμαρτίαι, καὶ ἤκουσε τὸ “ ἡ πίστις σου σέσωκέ σε. “ πορεύου εἰς εἰρήνην.” ὅτι δὲ μετὰ τὴν ἐπίγνωσιν ἀδικία γενομένη, ἀθετεῖ τὴν χάριν τοῦ δικαιώσαντος, σαφῶς αὐτὸς ἐν τοῖς ἑξῆς παραστήσει. ἐγὼ δὲ οἰμαι, φησὶν, ὅτι καὶ τὰ πρὸ τῆς
πίστεως ἔργα, κἂν δοκῇ εἶναι δεξιὰ, ὡς μὴ ἐποικοδομηθέντα καλῷ 1θεμελίῳ τῆ πίστει, οὐ δικαιοῖ τὸν ποιήσαντα αὐτά.
“ φήτην αὐτοῖς ἀναστήσω ἐκ τῶν ἀδελφῶν αὐτοῦ· καὶ λαλήσει “ αὐτοῖς καθότι ἃν ἐντείλωμαι αὐτῷ. καὶ ὁ ἄνθρωπος ἐκεῖνος ὃς “ μὴ ἀκούσῃ τῶν λόγων, ὅσα ἃν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ 6 “ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.” πῶς οὖν οὐχ ἱστῶμεν νόμον διὰ τῆς πίστεως τὸν πη αὐτοῦ προσιέμενον λόγον· καὶ προφήτης ὠνόμασται διὰ τὸ ἀνθρώπινον ὁ Ἐμμανουὴλ, ὁ ὡς ἐν τάξει Μώσεως μεσίτης Θεοῦ καὶ ἀνθρώπων. καὶ πάλιν ὁ μὲν νόμος ἦν ἐν σκιαῖς, πλὴν ὠδίνων ὁρᾶθαι τῆς ἀληθείας τὴν μόρφωσιν.
οὐκ ἀναιρεῖ δὲ τοὺς τύπους ἡ ἀλήθεια, καθίστησι δὲ ἐμφανεστερους.
οἷον καὶ ἐν τῇ πρὸς Κορινθίους, “ ἡ γυνὴ,” φησὶν, “ ἐκ τοῦ ἀνδρὸς, “ ὁ δὲ ἀνὴρ διὰ τῆς γυναικός.” δοκεῖ δέ μοι οἰκειότερον εἶναι τὸ ἔκ τινος τῷ ἐξ οὗ, ἤ περ τὸ διά τινος τῷ δι’ οὗ. ἡ μὲν γὰρ γυνὴ πρώτως ἐξ ἀνδρός ἐστιν οὐδέποτε δι’ ἀνδρός. οὐδὲ γὰρ ἐξ ἄλλου ποτε γυνὴ, ἵνα γένηται δι’ ἀνδρός. καὶ μάλιστα ἐπὰν ἀκούῃ
τούτων κατὰ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν, διὰ τὸ “ τοῦτο νῦν ὀστοῦν “ ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου.” ὁ δὲ ἀνὴρ οὐδέποτε ἐκ τῆς γυναικὸς, ἀλλὰ καὶ αὐτὸς πρώτως ἐξ ἀνδρὸς ὣν, μετὰ τοῦτο γίνεται διὰ γυναικός· ἀλλὰ τοῦτο οὐκέτι ἁρμόζει ἐπὶ τοῦ Ἀδὰμ, ἀλλ’ ἐπὶ παντὸς ἀνδρὸς μετ’ ἐκεῖνον. ἐπεὶ τοίνυν εὐγενέστερον
περιτομὴ ἀκροβυστίας ὑπάρχον, τὸ δὲ ὑποδεέστερον ἡ ἀκροβυστία ὁδεύει διὰ τῆς πίστεως, ἵνα δικαιωθῇ οὐκ ἐλθοῦσα διὰ τῆς πίστεως. πιστεύσας γάρ τις ἔρχεται εἰς τὴν περιτομὴν, καὶ μάλιστα ἣν φησὶν ὁ Ἀποστολος “ τὴν ἐν κρυπτῷ,” ὥστε βέλτιον νοεῖται τὸ ἐξ ἀνδρὸς, καθὸ ἐξ ἀνδρὸς τὸ διὰ γυναικός. ὅτι ἐπὶ
παντὸς μὲν ἀνθρώπου χώραν ἔχει τοῦτο, ἐπεὶ πρὸ τοῦ διὰ γυναικὸς, γέγονεν ἐξ ἀνδρός. ἐπὶ δὲ τοῦ Σωτῆρος μὴ γενομένου ἐξ ἀνδρὸς, οὐκ ἔχει τὸ γεγονέναι αὐτὸν διὰ γυναικός· διόπερ ἐκεῖ, ἐπεὶ τὸ γεγενημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστιν, ἡ σὰρξ αὐτοῦ μὴ γενομένη ἐξ ἀνδρὸς, γέγονεν ἐκ γυναικὸς, καὶ οὐ διὰ γυναικός.
δὲ ὧσπέρ τι τῆς ὀρθῆς πίστεως φαμέν. εἰ δέ τις ἀντιθήσει ἐκ τῆς δευτέρας πρὸς Κορινθίους Ἐπιστολῆς τὸ “ εἰ δὲ ἡ διακονία “ τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις, ἐγενήθη ἐν “ δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ “ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν
“ καταργουμένην,” ἐροῦμεν ὅτι οὐ ταὐτόν ἐστὶ, τὸ νόμος οὖν καταργεῖται, τὸν νόμον οὖν καταργοῦμεν. οὐδὲ γὰρ αὐτὸς ἐνεργεῖ ὁ νόμος ὁ Παῦλος τὸ καταργεῖν τὸν νόμον. εἰ γὰρ καὶ καταργεῖται ὑπὸ τῆς ὑπερβαλλούσης δόξης τοῦ Χριστοῦ, “ Κύριος γάρ,” φησι, “ τοῦ σαββάτου ἐστὶ,” καὶ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ
τῷ μέρει ὡς πρὸς σύγκρισιν τῆς m ὑπερβαινούσης δόξης. μόνον γοῦν ὠνόμασε τὸ Χριστοῦ. τὸ δὲ μὴ μένον καταργούμενον, ἐπεὶ “ ὁ νόμος παιδαγωγὸς, ἕως ἂν ἔλθῃ τὸ πλήρωμα τοῦ χρόνου.”
σαφῶς διηγήσατο γραφή· ἔοικε δὲ ὁ Ἀπόστολος ἡ καθόλου αὐτὸν ἐκλαμβάνειν πεπιστευκέναι. καὶ γὰρ ἀληθῶς, εἰ μὲν τὸ καθόλου, πάντως καὶ τὸ κατὰ μέρος. εἰ δὲ ἐπὶ τοῖς εἰρημένοις ἐπίστευσεν τῷ Θεῷ, οὐκ ἀκολούθει ὅτι καθόλου ἐπίστευσεν. ἔστι γὰρ μέτρα τοῦ πιστεύειν Θεῷ· διὸ “ Ἁβραὰμ μὲν ἐπίστευσε τῷ Θεῷ, καὶ
“ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” οὐδὲν δὲ τοιοῦτον γέγραπται, “ ἡνίκα εἰδεν Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην, ἃ ἐποίησε Κύριος “ τοῖς Αἰγυπτίοις, καὶ ἐφοβήθη ὁ λαὸς Κύριον, καὶ ἐπίστευσε τῷ “ Κυρίῳ, καὶ Μώσῃ τῷ θεράποντι αὐτοῦ.” οὐ πρόσκειται δὲ ὡς ἐπὶ τοῦ Ἁβραὰμ τὸ “ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.”
λέγει τῶν Ἰσραηλιτῶν τῶν κατὰ Πνεῦμα Θεοῦ γενομένων μένων υἱῶν· οἷς ἐξομοιωθεὶς Χριστὸς ἐν τῇ κατὰ σάρκα γενέσει, ἐξομοιώσειεν αὐτοὺς πρὸς ἑαυτὸν, διὰ τῆς ἐν Πνεύματι κατὰ χάριν γεννησεως.
Ἁβραὰμ πολυπραγμονοῦντας λόγον, ἐκεῖνο εἰπεῖν. εἴρηται που τινὶ τῶν ἁγίων μαθητῶν, δίχα τῶν ἔργων, τὴν πίστιν εἶναι νεκράν· προσεπάγει δὲ τούτοις τὸ θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν; Ἁβραὰμ ὁ πατὴρ ἡμῶν, οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν
αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; ἆρ’ οὖν ἀλλήλοις τἀναντία φασὶν οἱ πνευματοφόροι; τι οὑν πρὸς ταῦτα φαμέν; εἰς γῆρας ἐληλακότι λοιπὸν ἀδοκήτως λίαν ἐπηγγέλετο αὐτῷ υἱὸν ὁ τῶν ὅλων Θεός· ἔφασκέ τε ὅτι τῇ τῶν ἄστρων ἀναριθμήτῳ πληθύι φιλονεικοῦν τὸ ἐξ αὐτοῦ γενήσεται σπέρμα. ὁ δὲ ἐπείπερ ἐτίμα τὸν ὑπισχνούμενον
τὸ πάντα δύνασθαι κατορθοῦν, διὰ τούτου ἐπιμαρτυρῶν τῷ Θεῷ δεδικαίωται παρ’ αὐτῷ, καὶ γέρας ἐντάξιον τῆς οὕτω θεοφιλοῦς ἐκομίζετο γνώμης, τῶν ἀρχαίων αἰτιαμάτων τὴν ἀμνηστείαν. πλὴν ἐποιεῖτο κατὰ καιροὺς γύμνασμα τῷ δικαίῳ Θεὸς τὸ ἔπι γε τῷ Ἰσαὰκ χρησμῴδημα. ἀλλ’ ἦν καὶ ἐπ’ αὐτῷ πιστὸς καὶ φιλόθεος,
ὡς τῆς πρὸς Θεὸν ἀγάπης προτάξας οὐδέν. πλὴν καθά φησι τοῦ Σωτῆρος ὁ μαθητὴς, ἡ πίστις συνεργεῖ τοῖς ἔργοις· καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐβεβαιώθη. ἔφη δέ που καὶ ὁ θαυμάσιος Παῦλος περὶ τοῦ προπάτορος Ἀβραὰμ, “ πίστει προσενήνοχε τὸν “ Ἰσαὰκ πειραζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγε-
“ λίας ἀναδεξάμενος· πρὸς ὃν ἐλαλήθη, ἐν Ἰσαὰκ κληθήσεται σοι “ σπέρμα· λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ “ Θεός.” οὐκοῦν κἂν εἰ λέγοι τὸ τυχὸν ἐξ ἔργων δεδικαιῶσθαι διά- 8 τοι τὸ προσενεγκεῖν τὸν Ἰσαὰκ πειραζόμενον, ἀλλ’ ἢν καὶ τοῦτο αὐτῷ πίστεως τῆς ἑδραιοτάτης ἀπόδειξις ἐνεργής.
ὀφείλων δίδωσιν, ἀλλὰ πάντα ὡς χάριν δωρεῖται. καὶ πάντα τὰ εὐεργετούμενα, οὐκ ὀφειλομένης αὐτοῖς εὐεργεσίας εὐεργετεῖται, ἀλλὰ τὸ βούλεσθαι τὸν Θεὸν ἰδίᾳ χάριτι εὐεργετεῖν, οὓς ἃν εὐεργετῇ. νῦν οὖν νομιστέον αὐτὸ ἁπλούστερον καὶ καθόλου εἰρῆσθαι, καὶ ἄλλως κοινότερον νοούμενον ἐπὶ τῶν οἱστισινοῦν ἐργαζομένων,
καὶ τὸν μισθὸν ἀπ’ ἐκείνων λαμβανόντων, οὐ κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. ἡγητέον δὲ αὐτὸ δύνασθαι λέγεσθαι, φέρε εἰπεῖν ἐπὶ τῶν ὡς Κάϊν ἐργαζομένων τὴν γῆν καὶ ποιούντων ἔργα πονηρά· τούτοις γὰρ ὡς ὀφειλόμενα νομίζω, καὶ ὡς μισθὸν τῶν ἐργαζομένων ἀποδίδοσθαι τὰς κολάσεις. διὸ καὶ ὁ Ἀπόστολος ὀψώνια
μὲν τῆς ἁμαρτίας ἔφησεν εἶναι τὸν θάνατον· οὐκέτι δὲ ὀψώνια καὶ ὡσπερεὶ ὀφειλόμενα ἀπὸ Θεοῦ τὴν αἰώνιον ζωὴν, ἀλλὰ χάρισμα αὐτοῦ. φησὶ γὰρ, “ τὸ δὲ χάρισμα τοῦ Θεοῦ, ζωὴ αἰώνιος, ἐν “ Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.” οὐ νομιστέον οὖν ἐπὶ τῶν κρειττόνων ἔργων λέγεσθαι ἐν τῷ Εὐαγγελίῳ τὸ “ ᾧτ’ μέτρῳ με-
“ τρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν.” ” χάριτι γάρ ἐσμὲν σεσωσμένοι· “ καὶ τοῦτο οὐκ ἐξ ἡμῶν, Θεοῦ τὸ δῶρον, ἵνα μήτις καυχήσηται.’ πρὸς δὲ μέτρον τῶν ἡμαρτημένων ἡμῶν δίδοσθαι τὰς κολάσεις ὑποληπτέον.
ἀνθρώπου.
δὲ τὰ ἔργα καὶ πρὸς τὸ ἐναντίον ῥέποντα οὐ λογίζεται, ὅταν ἡ τοῦ Θεοῦ φιλανθρωπία τῶν γεγονότων ἀνωτέρα φαίνεται.
κατὰ τὸ οἰκεῖον ἰδίωμα κἀνταῦθα εἶπεν ὡς τὸ εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους· λέγει γὰρ τὸ ἀναγκαίως τοῖς γεγονόσιν ἑπόμενον. ἐντεῦθεν φησὶ κοινός ἐστιν ἁπάντων πατὴρ, ἐπειδὰν τὴν πρὸς αὐτὸν ὁμοιότητα τῆς πίστεως δέξωνται.
σημεῖον περιτομῆς, ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλίνουσαν δίκην τῶν ἐσφραγισμένων τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων· ἵν οἱ μετὰ τὴν πίστιν, ἐκεῖνοι ἐκ περιτομῆς τοῦ Ἁβραὰμ ἕτεροι ὄντες τῶν ἐκ πίστεως δικαιωθησομένων τεκνῶν αὐτοῦ, ἣ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτεροι ὦσι λαοὶ παρὰ
τῶν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησομένων. ἡ δὲ σφραγὶς ἐτηρεῖτο μὲν μὴ λυομένη, ὅσον οὐδέπω ἐληλύθεισαν οἱ ἐκ πίστεως καὶ ἐν ἀκροβυστίᾳ· ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λαὸς τῶν ἐν ἀκροβυστίᾳ καὶ ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφραγὶς καὶ τὸ σημεῖον ἐκεῖνο ἐλύθη, ὥστ’ ἃν λεχθῆναι τῷ βουλομένῳ
τὴν σφραγῖδα ἐκείνην λαβεῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει.
οὕτως ἀκριβὴς ἐξέθετο τὸ “ ἐπίστευσε δὲ Ἁβραὰμ τῷ Θεῷ.” οὕτω δὲ εἰκὸς καὶ ἐν τοῖς ἑξῆς γέγραφθαι ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ, “ ὅτι ἐλογίσθη ἡ πίστις τῷ Ἁβραὰμ εἰς δικαιοσύνην.” νυνὶ δὲ ἔχομεν ἡμεῖς Ἁβραάμ.
“ τὴν γῆν ταύτην.” διὸ καὶ κόσμου κληρονομίας εἰναι τὴν ἐπαγγελίαν ὁ Ἀπόστολος λέγει· γῆς οὖσαν ἐπαγγελίαν. ἐν δὲ τῇ πρὸς Κορινθίους, εἰς ἡμᾶς τοὺς τοῦ Ἁβραὰμ κατὰ πνεῦμα διαδόχους, ἀναφέρων πάντα ἡμῶν φησὶν, “ εἴτε κόσμος, εἴτε ἐνεστῶτα, εἴτε “ μέλλοντα.” καὶ δῆλον τοῖς τὰ Μώσεως ἀναγινώσκουσιν, ὅτι οὐ
νόμου προστάγματα λαβὼν ὁ Ἁβραὰμ, ἐπὶ τούτοις ἔσχε τὴν τοιαύτην ἐπαγγελίαν. ὁ δέ γε Παῦλος ἐν τοῖς προκειμένοις, καὶ τὴν αἰτίαν ἀποδίδωσι, δι’ ἣν οὐκ ἐπὶ νόμῳ τὴν ἐπαγγελίαν ἔδωκεν ὁ Θεὸς, ἀλλ’ ἐπὶ πίστει.
ὅτι νόμου ἰσχυροτέρα, ὅτι συνίστησι νόμον. εἰ γὰρ πάντες ἥμαρτον, ἀναγκαία. εἰ ἀκρόβυστος ὢν ἐδικαιώθη, πρεσβυτέρα. εἰ μαρτυρεῖται ὑπὸ τοῦ νόμου, καὶ τὸν νόμον ἵστησιν, οὐκ ἐναντία ἀλλὰ φίλη καὶ σύμμαχος. δείκνυσι δὲ πάλιν καὶ ἑτέρωθεν, ὅτι οὐδὲ δυνατὸν ἦν διὰ νόμου τὴν κληρονομίαν λαβεῖν. καὶ παραβαλὼν
αὐτὴν τῇ περιτομῇ, καὶ λαβὼν τὰ νικητήρια, ἀντεπεξάγει πάλιν αὐτὴν τῷ νόμῳ. ἵνα μή τις λέγῃ, ὅτι καὶ πίστιν δυνατὸν ἔχειν, καὶ νόμον τηρῆσαι δείκνυσιν ὅτι ἀμήχανον. ὁ γὰρ ἐχόμενος τοῦ νόμου ὡς σώζοντος ἀτιμάζει τῆς πίστεως τὴν * * * * * διό φησι, “ κεκένωται ἡ πίστις·” τουτέστιν οὐ χρεία τῆς κατὰ
σάρκα σωτηρίας. οὐδὲ γὰρ δύναται τὴν ἰσχὺν τὴν ἑαυτῆς ἐπιδείξασθαι. καὶ γὰρ ὁ Ἰουδαῖος ἴσως ἃν P εἴποι, τί μοι γὰρ χρεία πίστεως; οὐκοῦν εἰ τοῦτο ἀληθὲς, μετὰ τῆς πίστεως καὶ τὰ τῆς ἐπαγγελίας ἀνήρηται. ποίαν δὲ ἐπαγγελίαν φησί· τὸ κληρονόμον αὐτὸν εἶναι τοῦ κόσμου, καὶ ἐν αὐτῷ πάντας εὐλογεῖσθαι. καὶ
πῶς κατήργηται ἡ ἐπαγγελία αὕτη φησὶν, “ ὅτι ὁ νόμος,” καὶ τὰ ἑξῆς.
τὴν χάριν. ὥστε τὴν ἐπαγγελίαν ἔργον ἐξελθεῖν. ὅπου γὰρ χάρις, συγχώρησις. ὅπου δὲ συγχώρησις, οὐδεμία κόλασις· κολάσεως δὲ ἀνῃρημένης, ἐπιγινομένης διὰ τῆς πίστεως, τι τὸ κωλῦον κληρονόμους ἡμᾶς γενέσθαι τῆς ἐπαγγελίας; διὰ τοῦτο οὖν ἐκ πίστεως φησὶν, ἵνα κατὰ χάριν εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν
τοῦ Θεοῦ παντὶ τῷ σπέρματι. ὁρᾶς ὅτι οὐ τὸν νόμον ἵστησι μόνον ἡ πίστις, ἀλλὰ καὶ τὴν ἐπαγγελίαν τοῦ Θεοῦ οὐκ ἀφίησι διαπεσεῖν; ὁ δὲ νόμος τοὐναντίον καὶ τὴν πίστιν καταργεῖ παρὰ καιρὸν τηρούμενος, καὶ τὴν ἐπαγγελίαν κωλύει. διὰ τοῦτο φησὶ “ κατὰ χάριν” εἰς τὸ μὴ καταισχυνθῆναι, ἀλλ’ “ εἰς τὸ εἶναι βε-
“ βαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ πιστεύοντι.”
τὴν πρὸς τὰ ἔθνη συγγένειαν· καὶ δεικνὺς, ὅτι οὐδὲ δύνανται φρονεῖν ἐπὶ τῷ Ἁβραὰμ οἱ μὴ πιστεύοντες ὁμοίως ἐκείνῳ. τὴν τοίνυν συγγένειαν τὴν πρὸς τὸν δίκαιον, ἀκριβεστέραν ἡ πίστις ἐποίησε, καὶ πλειόνων ἐκγόνων ἀπέφηνε πρόγονον. διὸ οὐδὲ ἁπλῶς εἶπεν Ἁβραὰμ, ἀλλὰ τοῦ πατρὸς ἡμῶν τῶν πιστῶν.
τὸν κατακλυσμὸν παθόντες, ἣ οἱ ἐν Σοδόμοις ἐν παραβάσει γεγόνασι. καὶ πρόγε τούτων Ἀδὰμ καὶ ἡ Εὖα. λεκτέον οὖν πρὸς τούτους ὅτι ὁ Μώσεως νόμος, οὐ τὴν ἐν κρίσει ὀργὴν κατεργάζεται, ἀλλὰ τὴν κατ’ αὐτόν· τοὺς μὲν λιθολεύστους ποιῶν· ἑτέρους δὲ ἐπὶ πυρὸς κατακαίων, ἣ ἑτέρᾳ ὑποβάλλων τιμωρίᾳ. ἀλλὰ καὶ εἴπερ οὗ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις· ὅτε ὅσα ὁ νόμος λαλεῖν τοῖς ἐν τῷ νόμῳ λαλεῖ. ὅρα δὲ αὐτοὺς καὶ τὸν παρ’ αὐτῷ Παύλῳ νόμον πίστεως ὀνομαζόμενον Θεοῦ ὀργὴν κατεργάζεσθαι, καὶ παράβασιν εἶναι ἔνθα ἐστιν ὁ τῆς πίστεως νόμος καὶ ὁ τοῦ Θεοῦ.
τούτου τοῦ νόμου, οὐδαμῶς εἰσὶ κληρονόμοι. εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις. “ παντὶ δὲ τῷ σπέρματι” φησι ἤτοι τῷ ἐκ τοῦ νόμου, ἣ τὸ ἐκ τῆς πίστεως αὐτοῦ, καὶ οὐ μόνον τὸ ἐκ τοῦ νόμου, ἀλλ’ εἰ ἔχοι πρὸς τὸ ἐκ τοῦ νόμου τὸ ἐκ τῆς πίστεως. εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, ἔσται ἡ ἐπαγγελία τοῖς ἐξ
Ισραὴλ, καὶ τοῖς ἐκ Χετοῦρας, ἅπερ οὐκ ἀρέσκει.
βαφὴ γίνεται ἐκ πίστεως περὶ τὴν ψυχὴν, καὶ μάλιστα τῆς λελογισμένης εἰς δικαιοσύνην, ὥστε τὴν δι’ αὐτῆς ἐπαγγελίαν καὶ χάριν ἴσχειν διὰ τὸ P ἀνέκπλυτον αὐτῆς, ἣ ἀμετάβολόν γε τὴν βεβαιότητα· ἥτις οὐκ ἐμφαίνεται περὶ τὰ ἐκ νόμου ἔργα. ἀποστρέφειν γοῦν ποτὲ δίκαιος ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ λέγεται,
καὶ ποιεῖν ἀδικίαν. οὐκ οἶδα δὲ εἰ καὶ περὶ τῆς πίστεως γέγραπται, ὅτι ἀπέστρεψέ τις ἀπὸ τῆς πίστεως ἅπαξ μαρτυρηθεὶς πεπιστευκέναι, καὶ δικαιωθεὶς διὰ τὴν πίστιν. εἶτα καὶ τὴν μαρτυρίαν ἐπισφραγίζει ὁ θεῖος Ἀπόστολος τὸ εἰρημένον αὐτῷ.
οὐκ ἐστι Θεὸς, ἀλλὰ πάντων πατὴρ, οὕτω καὶ αὐτός. καὶ πάλιν ὥσπερ ὁ Θεὸς πατήρ ἐστιν, οὐ κατὰ τὴν φυσικὴν συγγένειαν, ἀλλὰ 11 κατ’ οἰκείωσιν πίστεως, οὐτῶ κα αὐτὸς. η γὰρ ὑπακοὴ ποίει πατέρα πάντων ἡμῶν. ἐπειδὴ γὰρ οὐδὲν ἐνόμιζον εἶναι ταύτην τὴν συγγένειαν, τὴν παχυτέραν ἐκείνην κατασχόντες, δείκνυσι ταύτην κυριωτέραν, ἐπὶ τὸν Θεὸν τὸν λόγον ἀνάγων. καὶ μετὰ τοῦτον κἀκεῖνο ἐμφαίνει, ὅτι καὶ ἀμοιβὴν τῆς πίστεως ταύτην ἔλαβεν.
ὥστε ἃν μὴ τοῦτο ᾐ, κἂν πάντων ἦ πατὴρ τῶν τὴν γῆν οἰκούντων τὸ κατέναντι οὐκέτι χώραν· τὸ γὰρ “ κατέναντι,” τὸ ὁμοίως ἐστί. τὸ γὰρ παράδοξον τοῦτό ἐστιν, οὓς οὐκ εἶχεν ἐκ φύσεως, τούτους ἀπὸ τῆς τοῦ Θεοῦ δωρεᾶς λαβεῖν.
οὗ ἐπίστευσε Θεοῦ.
ὄντος καὶ μὴ μετέχοντες αὐτοῦ, οὕτω καλούμενοι πρὸς ἀντιδιαστολὴν τῶν μετεχόντων τοῦ εἰπόντος “ ἐγώ εἰμι ὁ ὤν.” καλεῖ δὲ τὰ μὴ ὄντα, ἵνα ὑπακούσασιν αὐτοῖς χαρίσηται τὸ εἶναι. ἀλλ’ ἴσως τις πρὸς ταῦτα ἐρεῖ, πῶς ὁ Ἀπόστολός φησι μεθ’ ἕτερα, ἐξελέξατο ὁ Θεὸς τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ; ἀλλ’
εὔδηλον ὡς ἕτερόν ἐστι τοῦτο σημαινόμενον τοῦ ὄντος καὶ μὴ ὄντος, ὅσον ἀπὸ πάσης τῆς ἐκεῖσε ἀποφάσεως ὄντες μὲν γὰρ ἐνθάδε οἱ κατὰ σάρκα σοφοὶ καὶ δυνατοὶ καὶ εὐγενεῖς· μὴ ὄντες δὲ οἱ ἄλλως παρὰ τούτοις διακείμενοι ὡς πρὸς τὴν ἐκείνων ὑπόληψιν.
τοῦ ἐφ’ ἡμῖν Ρ πίστιν, εἰ καὶ ἐκ πίστεως οὑν οἱ κληρονόμοι, καὶ ἡ ἐπαγγελία, ἵνα κατὰ χάριν, οὐ δ᾿ αὐτὴ ἡ πίστις ἡ πρὸ τῆς χάριτος καθ’ ἣν λέγεται διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν χωρὶς χάριτος ὑφεστάναι οὐ δύναται.
παρ’ ἐλπίδα ἐστιν· ὅσον δὲ ἐπὶ τῷ δυνατῷ τοῦ Θεοῦ καὶ ταῖς ἀψευδέσιν ἐπαγγελίαις αὐτοῦ, ἐπ’ ἐλπίδι τῶν ἐκ τοῦ πιστεύειν ἐλπιζόντων τυγχάνει. καὶ ἐπείπερ ὁ πιστεύων ἐπ’ ἐλπίδι πιστεύει, διὰ τοῦτο “ μένει πίστις, ἐλπὶς,” ἀφ’ ὧν γεννᾶται καὶ τὸ τρίτον μεῖζον τούτων ἡ ἀγάπη. καὶ νομίζω στοιχειώσεως μὲν ἔχειν
λόγον τὴν πίστιν· προκοπῆς δὲ, τὴν ἐλπίδα, τελειότητος δὲ τὴν ἀγάπην. ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἁβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τινὰ τρόπον προσθέμενος Ἁβραὰμ ἔλαβε γυναῖκα τοὔνομα Χεττοῦραν, καὶ ἔτεκεν αὐτῷ μετὰ τὴν τελευτὴν Σάρρας, ἥτις ἔζησεν ἔτη ἑκατὸν εἰκοσιεπτά·
πρεσβύτερος δὲ τῆς Σάρρας δεκαέτης εὑρίσκεται σαφῶς ὁ Αβραάμ. εἰ οὖν διὰ τὴν ἐπαγγελίαν, ὥς φασι τινὲς, ἐπαιδοποίησε τὸν Ἰσαὰκ, πῶς χωρὶς ἐπαγγελίας μετὰ ἑκατὸν εἰκοσιεπτὰ ἔτη ἔτεκε τοὺς ἀπὸ Χεττούρας. ὥστε ἐν ἐπαίνῳ λέγεται ἡ τοιαύτη νέκρωσις τοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νεκρώσαντος· ὅτε γάρ τις
πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῖ, τότε σβέννυσι πᾶσαν τὴν πεφυκυῖαν ἀνάπτεσθαι ἐν αὐτῷ πύρωσιν. ὥστε τὴν τοῦ Ἰσαὰκ 12 γένεσιν μὴ εἰναι ἀπὸ πυρώσεως, ἀλλ’ ἐξ ἐπαγγελίας Θεοῦ. ἄξιοι γὰρ γεγόνασι τὴν τούτου ἐπιγραφῆναι πατριάρχου γονεῖς.
ἀντὶ τοῦ περὶ ἡμῶν· οὐ γὰρ ἵνα Ἁβραὰμ ἐντυχὸν ὁ Μωυσέως προγενέστερος τῷ μεταγενεστέρῳ αὐτοῦ γράμματι ὠφελήθη αὐτῷ εἰς δικαιοσύνην· ἀλλὰ καὶ περὶ ἡμῶν οἱονεὶ προαναφωνοῦντος τοῦ λόγου τὴν λογισθησομένην ἐκ πίστεως δικαιοσύνην τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν. πρόσχες
ἐπιμελέστερον μήποτε μόνος καὶ πᾶς πιστεύει “ ἐπὶ τὸν ἐγείραντα “ Ἰησοῦν τὸν Κύριον ἡμῶν ἐκ νεκρῶν,” ὁ συνεγερθεὶς Χριστῷ· ὥστ’ ἃν εἰπεῖν “ καὶ συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις “ ἐν Χριστῷ·” συνηγέρθη δὲ Χριστῷ ὁ σύμμορφος γενόμενος τῇ ἀναστάσει αὐτοῦ· καὶ διὰ τὸ συναποτεθνηκέναι συζῶν αὐτῷ· “ εἰ
“ γὰρ συναποθάνωμεν, καὶ συζήσομεν.” συναπέθανε δὲ Χριστῷ, ἐπεὶ καὶ Χριστὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφ’ ἅπαξ· καὶ αὐτὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ, συζῇ Χριστῷ· ζῇ δὲ Χριστῷ ὁ ἐν καινότητι ζωῆς περιπατῶν.
δὲ αὐτὸν ὁ Πατὴρ ἐκ νεκρῶν, ὥσπερ τὰ πάντα διὰ τοῦ παιδὸς, οὕτω καὶ τοῦτο ἐργασάμενος.
Catena In Epistulam Ad Romanos (Typus Vaticanus) (E Cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48]). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.