ΚΕΦ. Η.
Υἱὸν, καὶ πρὸς ἄμφω τὸ Πνεῦμα. Πατὴρ γάρ ἐστιν ὁ Πατὴρ, καὶ οὐχ Υἱός Υἰὸς δ αὖ πάλιν κατὰ φύσιν ὁ ἐξ αὐτοῦ, καὶ οὐ Πατήρ. Πνεῦμα δὲ ἰδικῶς τὸ Πνεῦμα τὸ Ἅγιον. ἐπειδὴ δὲ ἐν Πατρὶ μέν ἐστιν ὁ Υἱὸς, ἐν Υἱῷ δὲ Πατὴρ, ὄντος ἐν ἀμφοῖν τοῦ Ἀγίου Πνεύματος διὰ τὸ τῆς οὐσίας ταὐτὸν, κἂν εἰ ἕν τις ἀνομάσῃ
δυνάμει θεωρημάτων τὴν τοῦ παντὸς δήλωσιν ἐποιήσατο. οὐκοῦν ὁ Χριστὸν ὀνομάσας, οὐκ ἀμνημονεύσει τοῦ Πατρὸς ἣ τοῦ Πνεύματος.
Παῦλος ἐπὶ τὸ ὅτι μάλιστα τῇ προκειμένῃ μυσταγωγίᾳ χρειωδέστατον· ἔδει γὰρ ὀνομασταὶ a τὸν πεπονθότα. ταύτῃ τοι φησὶν, “ ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον “ αὐτοῦ ἐβαπτίσθημεν.” προκαταθέμενοι γὰρ ὥσπερ τὸ ἐκ συνειδήσεως ὀρθῆς ἀγαθὸν ἐπερώτημα εἰς Χριστὸν, καὶ πίστει παραδεξάμενοι,
ὅτι καὶ ἀπέθανεν ὑπὲρ ἡμῶν καὶ ἐτάφη καὶ ἀνεβίω, τὴν 1 ἄφεσιν τῶν ἁμαρτιῶν ἐσχήκαμεν διὰ τοῦ ἁγίου βαπτίσματος, καὶ τὴν τῆς ἁμαρτίας ὑπομένοντες νέκρωσιν· καὶ οἷον τῷ δι’ ἡμᾶς τεθνεώτῃ b συναποθνήσκοντες, διὰ τὸ νεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. “ ὁ μὲν γὰρ Χριστὸς τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ. ὁ δὲ “ ζῇ τῷ Θεῷ.” ἡμεῖς δὲ τὸν ἴσον αὐτῷ θάνατον ὑπομένομεν, καὶ
μονονουχὶ συντεθάμμεθα, τὴν αὐτοῦ νέκρωσιν περιφέροντες ἐν ἰδίοις σώμασι· συνετάφημεν δὲ τῷ Χριστῷ. τι δὴ ἄρ ἐντεῦθεν ἀποκερδαίνοντες, σαφηνιεῖ λέγων αὐτὸς, “ ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ “ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτως καὶ ἡμεῖς ἐν καινότητι “ ζωῆς περιπατήσω0μεν.”
ἰσχύος ἐπιδεᾶ· καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων Κύριος· ἀλλ’ ὅτι τὰ ὑπὲρ ἀνθρώπου φύσιν τῇ τῆς ἀνωτάτω φύσεως δόξῃ προσάπτειν ἔθος, αὐτῷ τε Χριστῷ καὶ τοῖς αὐτοῦ. οὐκοῦν κἂν εἴτι λέγοιτο κατορθοῦν ὁ Θεὸς καὶ Πατὴρ, οὐκ ἐξεκενοῦμεν τῆς ἐφ’ ἅπασιν ἐνεργείας αὐτοῦ τὸν Υἱόν. εἰ γὰρ πάντα γέγονεν δι’ αὐτοῦ,
πῶς ἂν ἐνδοιάσειέν τις ὡς ἐνήργηκε διὰ Υἱοῦ καὶ αὐτοῦ τοῦ ἁγίου σώματος τὴν ἀνάστασιν. καὶ γοῦν ὁ Υἱὸς ἐνεργὸν εἰς τοῦτο δεικνὺς ἑαυτὸν τοῖς Ἰουδαίοις, ἔφασκε “ λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν “ τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.” ἄθρει δὴ οὖν ὅπως αὐτὸς ἐγείρειν ἐπαγγέλλεται τὸν ἴδιον ναὸν, καίτοι τοῦ Θεοῦ καὶ Πατρὸς ἀναστῆσαι
λεγομένου. ἐπειδὴ γάρ ἐστιν αὐτὸς ἡ ζωοποιὸς δύναμις τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν ἴδιον ἐζωοποίει ναόν.
αὐτὸ ταύταις εἰλήφαμεν· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν εἰς υἱοθεσίαν ἐπίδοξον, τοῦτο γὰρ λέγει “ διὰ τῆς δόξης τοῦ Πατρὸς,” οὕτω καὶ ἡμεῖς τοῦ θανάτου κεκοινωνηκότες αὐτῶ διὰ τοῦ βαπτί- 2 σματος, κοινωνοὶ ἦμεν τῆς ἀκηράτου καὶ ἀπαλαιώτου καὶ παμμακαρίας ἐκείνης ζωῆς.
προσήκειν ἡμᾶς, καθάπερ Κύριος ἐκ νεκρῶν ἀναστὰς εἰς ἑτέραν καινήν τινα κατέστη ζωὴν, οὕτως καὶ αὐτοὺς ἐν Καινῆ τινὶ ζωὴ καθεστάναι μετὰ τὸ βάπτισμα, λογιζομένους ἄξιον ἐπιδείκνυσθαι τὸν βίον τῆς ζωῆς ἐκείνης, εἰς ἣν διὰ τοῦ βαπτίσματος γεγενῆσθαι πιστεύομεν.
αὐτοῦ.
ἡμῶν τὴν ἑαυτοῦ ψυχὴν ὁ Ἐμμανουήλ, καὶ ἀπέθανε κατὰ σάρκα. συντεθάμμεθα δὲ αὐτῷ, τίνα δὴ τρόπον ἡμεῖς οἱ c βεβαπτισμένοι; ἄρα ὡς ἀνατλάντες σὺν αὐτῷ τὸν τῆς σαρκὸς θάνατον; οὔ μενοῦν. πῶς οὖν ἄρα σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ; φέρε δὴ φέρε, λέγωμεν· ἀπέθανε μὲν γὰρ κατὰ σάρκα
Χριστὸς, ἵνα λύσῃ τοῦ κόσμου τὴν ἁμαρτίαν. ἀποθνήσκομεν δὲ ἡμεῖς οὐ κάταγε τὴν σάρκα ποθὲν, ἀλλὰ τῇ ἁμαρτίᾳ καθὰ γέγραπται· τουτέστιν ἀεργῆ τε καὶ ἄπρακτον ἐν ἑαυτοῖς ἀποφαίνοντες τὴν ἁμαρτίαν, διὰ τοῦ κατανεκροῦν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν
πλεονεξίαν.
καὶ τῆς ἀναστάσεως αὐτοῦ. ζησόμεθα γὰρ ἐν Χριστῷ· καὶ ἀναβιώσεται μὲν ἡ σὰρξ, ζησόμεθα δὲ καὶ καθ’ ἕτερον τρόπον αὐτῷ, τὴν οἰκείαν ἀναθέντες ψυχὴν, μεταστοιχειούμενοί τε πρὸς ἁγιασμὸν, καὶ εἰς εὐκλεᾶ πολιτείαν ἐν Ἁγίῳ Πνεύματι.
κοινωνήσαντες τῷ θανάτῳ, μὴ καὶ τῆς ἀναστάσεως ἐπ’ αὐτῶ τυχεῖν τῶν πραγμάτων. καλῶς δὲ εἶπε τὸ “ σύμφυτοι,” περί νεκρώσεως καὶ ζωοποιήσεως διαλεγόμενος· ἐπειδὴ καὶ τῶν φυτῶν ἴδιόν ἐστι τὸ νεκροῦσθαι μὲν ἐν τῇ φυτείᾳ, μεθίστασθαι δὲ ἐπὶ τὸ κρεῖττον καὶ ἐνδοξέτερον πολλῷ. καὶ εἰκότως ἀπὸ τῶν παρόντων
τὰ μέλλοντα ἐπιστώσατο· ἐπειδὴ γὰρ δῆλον ἢν ὡς Πνεύματος μετεῖχον ἐν τῷ βαπτίσματι· τοῦτο δὲ ὑπ’ αὐτῶν σαφῶς ἐδείκνυτο τῶν πραγμάτων· καλῶς ἀπὸ τοῦ φαινομένου τότε τὸ μηδέπω δῆλον αὐτοὺς ἐπιστώσατο.
πρέμνων εἰς ταὐτὸ ἑνοῦται πολλάκις ἡ φύσις διὰ τῆς κολλήσεως· οὕτως οὖν καὶ οἱ γνησίως βαπτισθέντες εἰς τὸν θάνατον τοῦ Χριστοῦ, ἑνοῦνται αὐτῷ διὰ τῆς πίστεως.
φυτῷ ὁ λόγος γεωργεῖ ἐν τοῖς παραδεξαμένοις τὴν διδασκαλίαν τὴν διὰ Χριστοῦ, ποιῶν αὐτοὺς συμφύτους τῷ ὁμοιώματι τοῦ θανάτου ἐκείνου d, δύναται ἡ ἀνθρωπίνη φύσις ἀναλαβεῖν, τὸν δὲ ἐκείνου θάνατον τοῦ ἁμαρτίαν μὴ ποιήσαντος, μηδὲ γνόντος ἁμαρτίαν, ἀλλ’ ἀποθανόντος ἐπὶ τῇ καθαιρέσει, οὐχὶ τῆς ἐν αὐτῷ ἁμαρτίας,
ἀλλὰ τῆς ἐν ἡμῖν, οὐχ οἷόν τε ἐστὶν ἀποθανεῖν τινὰ τῶν ἡμαρτηκότων· “ πάντες δὴ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ “ Θεοῦ, δικαιούμενοι δωρεὰν,” καὶ τὰ ἑξῆς.
συνανέστη Χριστῷ, καὶ συνεγερθεὶς αὐτῷ, τὰ ἄνω ζητεῖ· ἑτέραν δὲ τὴν ὅταν ἔλθῃ τὸ τέλειον, περὶ ἧς καὶ Δανιὴλ προφητεύων φησὶ, “ πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἀναστήσονται, “ οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσ- “ χύνην αἰώνιον.” τὴν ἑτέραν μὲν οὖν τῶν ἀναστάσεων οἱ ἅγιοι
ἐροῦσι συνεγηγέρθαι τῷ Χριστῷ· κατὰ δὲ τὴν ἑτέραν καὶ ἀναστήσεσθαι.
συνεσταυρώθη Χριστῷ, πολυπραγμονεῖν ἀναγκαῖον. ἴσως μὲν οὖν οἰήσονται τινες ἁμαρτίας εἰρῆσθαι σῶμα τὴν ἀπὸ γῆς σάρκα, καθάπερ ἐν τάξει δίκης τῇ τοῦ ἀνθρώπου δοθεῖσαν ψυχῇ, διὰ τὸ καὶ πρὸ σωμάτων ἡμαρτηκέναι. δοκεῖ γὰρ ὧδέ τισι καὶ φρονεῖν καὶ λέγειν. Ἑλλήνων δὲ οὖσαν τὴν δόξαν ὡς οὐκ ἀληθῆ διωσώμεθα.
σῶμα τοίνυν ἁμαρτίας καὶ παλαιὸν ἡμῶν ἄνθρωπον τὸ σῶμα λέγει τὸ ἀπὸ γῆς ἔχον ὥσπερ ἐκ παλαιότητος τῆς ἐν Ἀδὰμ τὸ καταφθείρεσθαι δεῖν· καὶ καταδεδικάσμεθα γὰρ ἐν ἐκείνῳ καὶ πρώτῳ· ἠρρωστηκὸς δὲ πρὸς τούτῳ καὶ τὸ φιλήδονον. ἔχοι γὰρ οὕτω κατὰ φύσιν ἡ σὰρξ ἐξ ἐμφύτων κινημάτων.
ἐν τῇ ἁγίᾳ καὶ πανάγνῳ σαρκὶ τοῦ Χριστοῦ, καὶ οὔτι που κεκινῆσθαι φαμὲν ἐν αὐτῷ τὰ τῶν ἀνθρωπίνων παθῶν ἐκτοπώτερα· πλὴν ὅσα τὴν κίνησιν ἀδιάβλητον ἔχει· τὸ πεινῆν δὲ λέγω καὶ τὸ διψῆν καὶ τὸ κοπιᾶν καὶ ὅσα καὶ παρ’ ἡμῖν ὁ τῆς φύσεως νόμος ἔξω τετήρηκεν αἰτίας· ὅμως εἰ καὶ μὴ κεκίνηται τυχὸν ἐν Χριστῷ τῆς ἁμαρτίας ὁ νόμος, διάτοι τὸ κατηυνᾶσθαι τῇ τοῦ οἰκονομοῦντος λόγου δυνάμει τε καὶ ἐνεργείᾳ· ἀλλ’ οὖν ὅταν αὕτη καθ’ ἑαυτὴν ἡ τῆς σαρκὸς δοκιμάζεται φύσις, κἂν εἰ ἐν Χριστῷ νοοῖτο τυχὸν, οὐχ ἑτέραν οὖσαν παρὰ τὴν ἡμῶν εὑρήσομεν. συνεσταυρώμεθα
τοίνυν αὐτῷ σταυρωθείσης αὐτοῦ τῆς σαρκὸς, καὶ οἱον ὅλην ἐχούσης ἐν ἑαυτῇ τὴν φύσιν· καθάπερ ἀμέλει καὶ ἐν Ἀδὰμ, ὅτε γέγονεν ἐπάρατος, ὅλη νενόσηκε τὴν ἀρὰν ἡ φύσις· οὕτω γὰρ καὶ συνεγηγέρθαι λεγόμεθα τῷ Χριστῷ· συγκαθῆσθαι δὲ καὶ ἐν τοῖς ἐπουρανίοις· εἰ γὰρ ἐστὶν ὑπὲρ ἡμᾶς ὡς Θεὸς ὁ Ἐμμανουὴλ, ἀλλ’ οὖν ἐπείτοι γέγονε κἀς ἡμᾶς ὡς εἷς ἐξ ἡμῶν, ἐγήγερται τε καὶ συνεδρεύει τῷ Θεῷ καὶ Πατρί.
τῶν ἐν αὐτῇ κινημάτων ἡ ἔμφυτος ἀγριότης, κατασείσουσα μὲν ἀεὶ πρὸς τὰ αἰσχίω τὸν νοῦν· ἐνιεῖσα δὲ ὥσπερ πηλῷ καὶ τέλμασι ταῖς γεωδεστέραις ἡδοναῖς. ὅτι γὰρ ἐν Χριστῷ καὶ τοῦτο κατώρωται τῇ ἀνθρωπείᾳ φύσει· πῶς ἃν ἐνδοιάσειέ τις Παύλου λέγοντος ἐναργῶς, “ τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς
“ σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς “ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί. ὁρᾶς οὖν ὅπως τὸ τῆς ἁμαρτίας κατήργηται σῶμα. κατακέκριται γὰρ ἐν τῇ σαρκὶ τῆς ἁμαρτίας τὸ κέντρον, καὶ νενέκρωται μὲν ἐν πρώτῳ Χριστῷ· διαβέβηκε δὲ παρ’ αὐτοῦ καὶ δι’ αὐτοῦ καὶ εἰς ἡμᾶς ἡ
χάρις.
ἀνενέργητον πρὸς τὴν ἁμαρτίαν καθίσταται. διὸ καὶ οὐχ ἁπλῶς ἔφη καταργεῖσθαι τὸ σῶμα, ἀλλὰ τὸ σῶμα τῆς ἁμαρτίας. τοῦτο γὰρ φθαρτὸν ὃν νῦν, ἐνδύεται ἀφθαρσίαν· καὶ θνητὸν ὃν νῦν, ἐνδύσεται ἀθανασίαν, μετασχηματίζοντος ἡμῶν τὸ σῶμα τῆς ταπεινώσεως τοῦ δεσπότου Χριστοῦ, πρὸς τὸ γενέσθαι αὐτὸ σύμμορφον
τῷ σώματι τῆς δόξης αὐτοῦ. ὁ γὰρ ἀποθανὼν φησὶν, δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. τί τοῦτό ἐστιν ὃ λέγει; τῶν ζώντων ταυτηνὶ τὴν ζωὴν τὸ πταίειν ἐστίν. ἐπειδὴ καὶ τὸν νόμον ἔχειν τούτων ἐστί· τοῖς τετελευτηκόσι δὲ προσήκει τούτων οὐδέτερον. οὔτε γὰρ νόμος τῷ τεθνηκότι προσδιαλέγεται· πῶς γὰρ τῷ γε μηδὲ ἀκούοντι;
καὶ ἁμαρτία τὸν τοιοῦτον οὐ διοχλεῖ. τῷ τοίνυν ἀποθανόντι φησὶν, οὐδὲν πρὸς τὴν ἁμαρτίαν κοινόν· οὐδὲ αὐτὴ πρὸς ἐκεῖνον ἔχει τὸ δίκαιον. οὐδὲ γὰρ τῷ πλημμελεῖν ὑπόκειται τοῦ λοιποῦ.
γενόμενοι τοῦ θανάτου, πλεῖστον ὅσον ἐπιρρεπέστερον πρὸς τὸ ἁμαρτάνειν ὑπὸ τῆς θνητότητος ἐγινόμεθα, τῷ Χριστῷ φησὶν ἐσταυρωμένῳ, ὥσπερ ἅπασα ἡμῶν ἡ ὑπὸ τὴν θνητότητα κειμένη φύσις συνεσταυρώθη, ἐπειδὴ καὶ πᾶσα αὐτῷ συνανέστη. πάντων ἀνθρώπων αὐτῷ συμμετασχεῖν ἐλπιζόντων τῆς ἀναστάσεως. ὡς
ἐντεῦθεν συναφανισθῆναι μὲν τὴν περὶ τὸ ἁμαρτάνειν ἡμῶν εὐκολίαν, διὰ τῆς ἐπὶ τὴν ἀθανασίαν τοῦ σώματος μεταστάσεως· γενηθῆναι δὲ καὶ ἡμᾶς ἔξω καταστῆναι τῆς τοῦ ἁμαρτάνειν ἀνάγκης.
ἔχουσιν ἁμαρτίας προκείμενον τῷ διαβόλῳ εἰς ἐπιβουλάς· οἱ δὲ κατὰ τὸν νέον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, σῶμα δικαιοσύνης· ἐπειδὴ καὶ μέλη τοῦ Κυρίου εἰσὶν, οὐκοῦν τοῦ διαβόλου τοὺς ἀνθρώπους ἐξερεθίζοντος ἁμαρτεῖν, ἡττηθέντος διὰ Χριστοῦ, καὶ τῷ σταυρῷ προσηλωθείσης τῆς σαρκὸς τοῦ Λόγου, ὁ πονηρὸς
ἐκβέβληται· καὶ ἐλευθεριάζουσι νῦν οἱ βουλόμενοι. ὁ γὰρ ἀποθανὼν κατὰ τὸν τοῦ βαπτίσματος λόγον, τῷ κόσμῳ ἀπέθανε, καὶ δεδικαίωται καὶ ἀπήλλακται τιμωρίας, τῆς ἁμαρτίας ἀπαλλαγείς.
τὸν ἑαυτῶν τοῦ λοιποῦ βίον ἐν τῇ κατὰ Χριστὸν ῥαθυμίζειν d ζωῇ ὡς ἐλπίδι πρὸς ταύτην μεταβεβηκότας ἐκ τῆς προτέρας.
ἀεὶ καὶ τῆς φιλανθρωπίας ἐλπίδα. εἰ δὲ ἅπαξ ἀποθανὼν οὐκ ἔτι ἀποθνήσκει, οὕτω καὶ ἡμεῖς συνταφέντες αὐτῷ καὶ συνεγερθέντες, οὐκέτι ταῖς ἁμαρτίαις ἀποθνήσκομεν. οὐ γάρ ἐστι δεύτερον βάπτισμα οὔτε δεύτερος Χριστοῦ θάνατος. διὸ ἀσφαλέστερον δεῖ βιοῦν. “ ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ.” τουτέστιν
ὑπὲρ τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων· “ ὃ δὲ ζῇ, τῶ Θεῷ ζῇ.” τουτέστιν εἰσαεὶ ζῆ, ἅτε δὴ Θεὸς ὤν· οὕτως οὖν καὶ ὑμεῖς ταῖς ἁμαρτίαις νεκρώθητε· τῷ δὲ Θεῷ ζώσατε, δι’ ὃν ζῆτε.
τὸν λόγον, οὕτω μοι νόει “ τῷ Θεῷ ζῇ·” τουτέστι τὸ εἶναι Θεὸς, οὐκ ἐπειδὴ καὶ τὸ εἶναι ψυχῇ οὐκ ἔζη, ἀλλὰ τὸ ἀμαχώτερον ἔθηκε τὸ εἶναι αὐτὸν Θεόν.
φασιν ἀποθανεῖν αὐτόν· οὕτω e κυριεύεσθαι ἀπὸ τοῦ θανάτου, ἀλλὰ τῷ ἑκόντα τὴν ψυχὴν αὐτοῦ τεθεικέναι ὑπὲρ τῶν προβάτων ἑαυτοῦ, ἣ ὑπὲρ τῶν φίλων ἑαυτοῦ· φησὶν γὰρ καὶ αὐτὸς ὁ Σωτῆρ’, “ οὐδεὶς “ αἴρει τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ “ ἐμαυτοῦ.” ὁ μὲν οὖν τις πρὸς ταῦτα φησὶν, ὅτι θάνατος λέγεται
νῦν ὁ μέσος καὶ ἀδιάφορος, ὃν κατὰ τὸ κοινότερον ἀπέθανεν, ὅτε ὥς φησιν ὁ Παῦλος, “ ἀπέθανε κατὰ τὰς γραφάς.” ἀλλὰ πῶς ταύτῃ δυνήσεται συναγορεῦσαι τῇ διηγήσει τὸ “ ἀπεθάνομεν σὺν Χριστῷ, καὶ τὸ, “ ὃ γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, ἀπέθανεν ἐφάπαξ ; ” ἀλλ’ ἴσως ὁ τοιοῦτος ἐρεῖ, ὡς τὰ αὐτὰ ὀνόματα τίθησι διττῶς ἡ γραφή· ποτὲ
μὲν ἐπὶ τῶν σωματικῶν, ὅτε δὲ ἐπὶ τοῦ πνευματικοῦ, ὡς καὶ περὶ τῆς Σαμαρείτιδος γεγραμμένον, ἐν ᾦ τὸ ὕδωρ καὶ τὸ πιεῖν κατὰ τὸν αὐτον τόπον, ὅτε μὲν ἔπι του σωματικοῦ· ὅτε ’δε ἔπι του πνευματικοῦ τετάχθαι δοκεῖ· καὶ τὸ περὶ τοῦ θερισμοῦ ὡσαύτως φησί.
Χριστοῦ, οὐκ ἄλλος ἣ ὁ ἐχθρὸς αὐτοῦ, οὗ τόπος d ἦν τὸ κατὰ τὸν Ιωνᾶν κῆτος προφητευόμενον, καὶ ὑπὸ τοῦ Ἰὼβ φάσκοντος, “ ἀλλὰ “ κατεράσαιτο αὐτὴν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι·” πρὸς ὃν θάνατον ὁδεύων, κατὰ τὸν καιρὸν τοῦ μέσου θανάτου ἔλεγεν, γεν, οὐ διὰ τὸν μέσον θάνατον, ἀλλὰ δι’ ἐκεῖνον· “ νῦν ἡ ψυχή μου
“ τετάρακται, καὶ περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου.” Οἰνεῖ (sic) γὰρ ἀπῄει εἰς τὴν χώραν αὐτοῦ διὰ τοὺς κρατουμένους ὑπ’ αὐτοῦ, ὡς τάχα διὰ τοῦτο ἐρεῖσθαι τὸ “ εἰς χοῦν θανάτου κατή- “ γαγές με.” καὶ ἑαυτὸν πεποίηκεν αὐτῷ “ ὑπήκοος γενόμενος μέχρι “ θανάτου.” διὰ γὰρ τὸ γεγονέναι ἐν αὐτῷ κατακριθεὶς ὑπ’ αὐτοῦ,
κατέκρινε τὴν ἁμαρτίαν, οὖσαν ἐν ἐκείνῳ τῷ θανάτῳ. ὡς ἄν τις παραδείγματος ἕνεκεν, ἐλεύθερος ὣν, δοῦλον ἑαυτὸν παραδίδωσι τῷ στρατηγῷ τῶν πολεμίων, ἵνα παρ’ αὐτῷ γενόμενος, ἐλευθερώσῃ τῇ ἑαυτοῦ οἰκονομικῇ δουλίᾳ τοὺς πολίτας ἀπὸ τοῦ ὑπ’ ἐκείνω κινδύνου διὰ τοῦ ἐνέδρᾳ τινι ἀποκτεῖναι τὸν στρατηγὸν, καὶ τοὺς
ὑπ’ αὐτῷ πολεμίους. ἐκυριεύθη γὰρ ὁ τοῦτο δράσας, ὡς οὐκ αἰχμάλωτος ἁλοὺς, ἀλλὰ φρονήματι χρησάμενος ἀριστέως· οὕτως οὖν καὶ ὁ Χριστὸς ἑαυτὸν παρέδωκε τῇ δουλείᾳ, ἵνα μηδεὶς θανάτου γένηται τῶν μαθητευομένων αὐτοῦ τῷ λόγῳ δοῦλος· οὕτως γὰρ φησὶν ἡ γραφὴ, “ κατήργησε τὸν τὸ κράτος ἔχοντα τοῦ
“ θανάτου, τουτέστι τὸν διαβόλον,” καὶ τὰ ἑξῆς. τάχα δὲ καὶ παρέδωκεν ἑαυτὸν τῷ θανάτῳ κυριευθησόμενον, ῥυόμενος τοὺς ὑπ’ αὐτοῦ κεκρατημένους, καὶ ἀντ’ ἐκείνων ἑαυτὸν παραδιδούς· ἵνα μετὰ τοῦτο καταστρατηγήσῃ καὶ καταργήσῃ τὸν θάνατον.
Μῆ οὖν βασιλευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ἡμῶν
σώματι.
ἔθος τοὺς δορυφόρους. μὴ τούνυν φησὶν ὡς βασιλίδι τῇ ἁμαρτίᾳ σπεύδοντες ὑπηρετεῖσθαι, διαπράττεσθε ἃ μὴ δεῖ. σπουδάσατε δὲ μᾶλλον ἑαυτοὺς ἀφορίσαι τῷ Θεῷ, κατὰ τοὺς ἐκ νεκρῶν ἀναβιώσοντας· ὅλοι δι’ ὅλων τὰ διακαιοσύνης ἔργα ποιεῖν ἐσπουδακότες.
ῥοπὴν καὶ τὰς ἐντεῦθεν κινήσεις, εἰ τὰ τῆς γνώμης ἀκέραια σώζοιτο, ἐπάγει, “ ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει.” ἐπειδὴ γὰρ ἀπὸ τῶν μελλόντων μὴ δεῖν αὐτοὺς ἁμαρτάνειν ἔδειξεν, ἀκολούθως ἐπήγαγεν, ὅτι κρατῆσαι ὑμῶν καθόλου τὴν ἁμαρτίαν τῶν ἀδυνάτων· ἔσται γὰρ καιρὸς ὁ μέλλων, ἐν ᾧ πάσης ἁμαρτίας ἀπηλλαγμένοι
πολιτεύσεσθε· ὥστε εἰ νῦν τὰ τῆς γνώμης ὑμῶν ὐγιαίνοι e, ἅπαν εἶδος ἁμαρτίας ἀποστρεφομένων, καὶ σπουδῇ τὰ καλὰ ποιεῖν ἐθελόντων, οὐ δεῖ δεδοικέναι τὴν ἐπὶ τὸ χεῖρον ῥοπήν. λήψεται γὰρ ἴασιν τοῦτο πάντως ἐν καιρῷ τῷ προσήκοντι, καὶ οὐ χρεία τῶν ἡμετέρων πρὸς τοῦτο πόνων. καὶ τὸ μεῖζον, “ οὐ γὰρ ἐστὲ ὑπὸ νόμον,
“ ἀλλ’ ὑπὸ χάριν.” τοσοῦτον γὰρ ἀφέξετε τότε καί τι τοιοῦτον διδοικέναι, ὥστε οὐδὲ νόμων ὑμῖν δεήσει τῶν ὑποδεικνύντων ἃ πράττειν 7 προσήκει. χάριτί τε καὶ φιλοτιμίᾳ τοῦ δεδωκότος τῆς τοῦ Πνεύματος ἀπολαύσεται e δωρεᾶς.
πείρᾳ κεκτήμεθα· οὔτε γὰρ ἀπαθεῖς, οὔτε ἀθάνατοι πὼς γεγόναμεν, τοῦ πράγματος αὐτοῦ κατά τινα λόγον ἀπόρρητον τῷ τῆς κοινῆς ἀναστάσεως φυλαττομένου καιρῷ, συμβουλὴν μετρίαν τε αὐτοῖς καὶ τὴν ἐνδεχομένην προσάγει· οὐ γὰρ ἔφη, μὴ οὖν ἁμαρτάνετε. τοῦτο γὰρ φύσεως ἀπαθοῦς τε καὶ ἀθανάτου, ἀλλὰ “ μὴ βασι-
“ λευέτω ἡ ἁμαρτία ἐν τῷ θνητῷ ὑμῶν,” κράτος ἐχέτω· μὴ δὲ δίκην οἰκετῶν τὸ προσταττόμενον ὑπ’ αὐτῆς ἐν ταῖς τοῦ σώματος ἡμῶν ἐπιθυμίαις ἔτι ποιεῖν καταδέχεσθε f, δορυφόρους ὥσπερ αὐτὴν πρὸς συνεργείαν τῆς ἀδικίας τὰ ἑαυτῶν παρεχόμενοι μέλη. ἀλλ’ ἀποφυγόντες ἐκείνην, καὶ πολεμίαν ὑμῖν εἶναι καὶ ἐχθρὰν ἡγησάμενοι,
καταφύγετε πρὸς Θεὸν, καὶ ὡς ἀθανάτους αὐτῷ πρὸς δικαιοσύνης κατὰ δικαιοσύνης κατόρθωσιν ἑαυτοὺς εὐτρεπίσατε· “ ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει, οὐ γὰρ ἐστὲ ὑπὸ νόμον ἀλλ’ “ ὑπὸ χάριν.” ἔγνω τούτου τὸν σαρκικὸν ἑτοίμως ἑξόμενον· καὶ τῇ χάριτι πρὸς ἁμάρτημα ἀποχρησάμενον ἄδειαν τοῦτο τοίνυν
προυπειδόνος (sic) ἑαυτῷ, τὸν παρ’ ἐκείνου λόγον ἀνθυποφέρει καὶ φησίν.
ὅτι ὥσπερ θρόνος καὶ βασίλειόν ἐστι τῆς ἁμαρτίας τὸ θνητὸν ἡμῶν σῶμα· τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεὸν, καὶ πάλιν τὸ φρόνημα τῆς σαρκὸς θάνατος. ἀλλὰ καὶ πάντα τὰ ἁμαρτήματα ἔργα σαρκός ἐστιν, ἅπερ ὁ Ἀπόστολος “ φανερὰ” ὠνόμασεν. ἐν αὐτοῖς δὲ τάξας καὶ τὰς αἱρέσεις, ἐδίδαξεν ὅτι καὶ αὗται σαρκὸς
εἰσὶν ἔργον ἀπολύον ἡμᾶς περισπασμοῦ· ἵνα μὴ νομίζωμεν τινὰ μὲν εἶναι ἔργα σαρκὸς, τινὰ δὲ ἁμαρτήματα οὐ σαρκὸς, ἤτοι δὲ 8 ψυχῆς ἣ νοῦ. ἀλλ’ ἐπάν τις ζητῇ πῶς καὶ αἱρέσεις τῆς σαρκός εἰσι κατειλεγμέναι, λεκτέον πρὸς αὐτὸν, ὅτι αἱρέσεις γίνονται ἀπὸ τοῦ νοῦ τῆς σαρκὸς, περὶ οὗ φησί που ὁ Παῦλος “ εἰκῆ ἐμβα- “ τεύεων καὶ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ, καὶ οὐ “ κρατῶν τὴν κεφαλήν·” τάχα δὲ καὶ ὅτε ἁμαρτάνομεν βασιλευούσης
τῆς ἁμαρτίας ἐν τῷ θνητῷ ἡμῶν σώματι, οὐδὲν ἄλλο ἐσμὲν, ἤπερ τὸ θνητὸν σῶμα καὶ σάρκες· “ οὐ μὴ,” γάρ φησι, “ κατα- “ μείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις εἰς τὸν αἰῶνα διὰ “ τὸ εἶναι αὐτοὺς σάρκας.” καὶ αὐτὴ δὲ ἡ ψυχὴ ἔοικε μὴ μένειν, ἀλλ’ ἤτοι διὰ κακίαν γίνεσθαι σὰρξ, ἢ δ’ ἀρετὴν πνεῦμα· ὅτε γὰρ
κολλᾶται τῇ πόρνῃ, γίνεται εἰς σάρκα μίαν πρὸς αὐτήν· ὁ δὲ κολλώμενος τῷ Κυρίῳ, ἓν Πνεῦμα ἐστίν.
λήψονται λέγεσθαι ἑτέρων, οἱ ἔζησαν μὲν τῷ Θεῷ, οὐ μὲν ἐν Χριστῷ Ἰησοῦ. ἡμεῖς δὲ φαμὲν, μήποτε ἀδύνατόν ἐστι ζῆν μὲν Θεῷ ἐν Χριστῷ Ἰησοῦ * * * * ἐπείπερ “ εἶδε τὴν Χριστοῦ ἡμέραν καὶ ἐχάρη·” εἴτε Μώσης ἔζησε τῷ Θεῷ, ἐν Χριστῷ Ἰησοῦ ἔζησεν· “ ὅστις γε καὶ μείζονα πλοῦτον
“ ἡγήσατο τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ·” ἀλλὰ καὶ οἱ ἐπιθυμήσαντες πολλοὶ προφῆται καὶ δίκαιοι ἰδεῖν ἃ εἶδον οἱ Ἀπόστολοι, καὶ ἀκοῦσαι ὧν ἤκουσαν, οὐκ ἂν ἦλθον εἰς τὴν τῶν τοιούτων ἐπιθυμίαν καὶ ὄρεξιν, ἔξω τυγχάνοντες τοῦ ἐν Χριστῷ Ἰησοῦ ζῆν τῷ Θεῷ.
Ἰησοῦ, ἀποφαίνεται, ὅτι οὐκ εἴ τις ζῇ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ, οὗτος ἤδη πάντως νεκρός ἐστι τῇ ἁμαρτίᾳ, καὶ ὕστερον νεκρὸς γενόμενος αὐτῇ ἔζησε τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ. ἕτερος δὲ εἴποι ἃν, ὅτι ἐνδέχεται καὶ διδομένου τοῦ ζῆν τινας τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ μηδέποτε γενομένους ἐν ἁμαρτίᾳ, οὐδὲν ἧττον κἀκείνους νέκρους εἶναι τῇ ἁμαρτίᾳ· ὡσπερ χωρὶς νόμου ἁμαρτία ἢν νεκρὰ, οὐκ ἐκ τοῦ ποτὲ ζῆν ἐλθοῦσα ἐπὶ τὸ γενέσθαι νεκρά.
“ οὐ γάρ ἐστε,” φησὶ, “ ὑπὸ νόμον ἀλλ’ ὑπὸ χάριν.” πρόσχες ἐνταῦθα τῇ ἀποστολικῇ ἀκριβείᾳ· τίνα τρόπον τὸ κυριεύειν τάσσων ἐπὶ τοῦ Σωτῆρος καὶ ἐφ’ ἡμῶν. ἐπὶ μὲν τοῦ Σωτῆρος, “ θάνατος,” εἶπεν, “ αὐτοῦ οὐκ ἔτι κυριεύσει.” ἐπὶ δὲ ἡμῶν, “ ἁμαρτία γὰρ “ ὑμῶν οὐ κυριεύσει.” οὔτε γὰρ ἐπὶ τοῦ Σωτῆρος ἔπρεπε λέγεσθαι
τὸ ἁμαρτία αὐτοῦ οὐ κυριεύσει, οὔτε ἐφ’ ὑμῶν κυριώτερον ἦν τὸ θάνατος ὑμῶν οὐ κυριεύσει. καὶ ἵνα μὴ ταὐτὸν περὶ τοῦ Σωτῆρος καὶ ἡμῶν λέγεται g ὡς παραπλησίων, μετὰ ταῦτα ὥσπερ αἰτίαν παριστὰς τοῦ ἁμαρτίαν ἡμῶν μὴ κυριεύειν, φησὶ τὸ “ οὐ γὰρ ἐστὲ “ ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν.’ κατὰ γὰρ αὐτὸν τὸν Παῦλον, “ ἡ
“ δύναμις τῆς ἁμαρτίας ὁ νόμος ἐστί.” καὶ “ νόμος παρεισῆλθεν, ἵνα “ πλεονάσῃ τὸ παράπτωμα. ἀλλ’ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ἐκεῖ “ ὑπερεπερίσσευσεν ἡ χάρις h. διότι οὐκέτι ἐσμεν ὑπὸ νόμον ἀλλ’ “ ὑπὸ χάριν.” δικαίῳ γὰρ νόμος οὐ κεῖται. οὐ γὰρ δέεται τῆς ἀπὸ γράμματος νομικῆς διδασκαλίας εἰς τὸ τηρεῖν τὰς ἐντολὰς τοῦ
Θεοῦ, θεοδίδακτος ὣν, ὡς Παῦλος διδάσκει λέγων, “ περὶ δὲ τῆς “ ἀγάπης οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι, ὑμεῖς γὰρ θεοδίδακτοι “ ἐστὲ εἰς τὸ ἀγαπᾶν ἀλλήλους.” εἰ τινι οὖν συμπέφυκεν ὁ τοῦ Θεοῦ νόμος, ὡς μὴ ἕτερον μὲν βούλεσθαι τὸν νόμον· ἕτερον δὲ εἰναι τὸ θέλημα τοῦ ἀνθρώπου, ὁ τοιοῦτος οὐκ ἔστιν ὑπὸ νόμον
ἀλλ’ ὑπὸ χάριν. οὕτω νοητέον “ ἀλλ’ ἣ ἐν τῷ νόμῳ Κυρίου τὸ θέ- “ λῆμα αὐτοῦ.”
ὑμῖν ταῖς ὑμῶν αὐτῶν ὁμολογίαις ἐμμένειν· καὶ τοῦτον ὅτι δεσπότην ἑαυτοῦ τοῖς ἔργοις τίς ἐπιδέδεικται τὸν οὗ τοῖς (sic) 9 κελεύσμασιν ἔγνωκεν ὑπακούειν· κἂν ἁμαρτία τοῦτο, κἂν δικαιοσύνη. τὸ γὰρ ἤτοι ἁμαρτίας, ἣ ὑπακοῆς εἰς δικαιοσύνην ἀσαφῶς εἰρημένον τοιοῦτόν ἐστιν, ἤτοι ἁμαρτίας εἰς ὑπακοὴν, ἣ δικαιοσυνης.
φύσις διορίζει τι μὲν πράττειν προσήκει, τί δὲ μή. εἰ μὲν οὖν ἔξω νόμου τυγχάνομεν, οὐδὲν ἃν κωλύοι τὸ προστυχὸν ἅπαντας πράττειν. εἰ δὲ ἔστι τις πρακτέων καὶ μὴ τοιούτων διάκρισις, ὑπὸ νόμον πάλιν ἐσμέν· καὶ σχῆμα ψιλὸν ἔχει τὰ λεγόμενα παρ’ ὑμῶν. ταύτην τοίνυν ἀντιθεὶς αὐτῷ τὴν ἀντίρρησιν, λέγει μὲν πῶς
ἁμαρτίας ἐκτὸς εἰναι προσῆκεν ἡμᾶς, οὐχ ὑπὸ νόμον ὄντας· ὅπως δὲ ἡ τῆς χάριτος ἀπόλαυσις οὐκ ἄδειαν ἡμῖν τοῦ ἁμαρτάνειν παρέχεται· καὶ εὐθὺς μὲν ἐπάγει κατὰ τὸ σύνηθες αὐτῷ, μὴ γένοιτο τοῦ ἁμαρτάνειν· καὶ τὴν προσηγορίαν φευκτὴν εἶναι ἡγούμενος, τὴν δέ γε λύσιν τῆς ἀντιθέσεως οὕτω ποιεῖται· πᾶς ἄνθρωπος
ὅτῳ περ ἃν ὑπακούειν ἕληταί, φησι, δοῦλον ἑαυτὸν ἐκείνου κατέστησεν εἰς τὸ πείθεσθαι τε αὐτῶ καὶ τὰ ἐκείνω δοκοῦντα πράττειν ἅπαντα. ἣ τοίνυν τῇ ἁμαρτίᾳ πείθεσθαι ἑλόμενοι, τὰ ἐκείνῃ δοκοῦντα ποιεῖν ἀνάγκην ἔχετε, τὸν ἐπιγινόμενον ἐντεῦθεν θάνατον ἐκδεχόμενοι, ἣ τῇ δικαιοσύνῃ προσνείμαντας ἑαυτοὺς, δεήσει
πάντως τὸ ταύτης βούλημα πληροῦν, τὰ ἐκεῖθεν ἀγαθὰ περιμενοντας.
καὶ ταύτην ἀντ’ ἐκείνης δεσπότην ἔχειν καταδεξάμενοι. ἧς καὶ τὸν τύπον τῆς διδαχῆς παρειληφότες προσήκασθε, πρὸς ὃν τοῦ λοιποῦ βιωτέον ὑμῖν ἀκριβῶς.
ἀγαθῶν δόσιν παρὰ Θεοῦ ὑπάρξασαν ἡμῖν ἐξηγεῖσθαι μέλλοντα. καιριώτατα δὲ τὸ “ εἰς ὃν παρεδόθητε τύπον διδαχῆς.” οἱ γὰρ Ἀπόστολοι διετέλουν ἁπανταχοῦ λέγοντες, ὅτι λέλυται τὰ παλαιὰ, πέπαυται θάνατος, ἔσβεσται ἁμαρτία· ἔργῳ μὲν ὕστερον, ἐπαγγελίᾳ δὲ ἤδη. τύπον δέ τινα καὶ σύμβολα πληροῦμεν ἐκείνων ἐπὶ τοῦ βαπτίσματος, διὰ τῆς δεδομένης ἡμῖν ἐν αὐτῷ τοῦ Πνεύματος δωρεᾶς· ὥσπερ ἀναγεννώμενοι κατὰ μίμησιν τῶν ἐσομένων τότε. τοῦτο οὖν λέγει· ὅτι γνώμῃ τὴν ἡμετέραν διδασκαλίαν εἵλεσθαι h, δι’ ἧς προσηγάγομεν ὑμᾶς, καὶ μονονουχὶ παρεδώκαμεν
τῷ τύπῳ τῶν μελλόντων διὰ τοῦ βαπτίσματος. τούτοις δὴ πεισθέντας, ἀνάγκη σύμφωνα διαπράττεσθαι, μιμουμένους ἐκεῖνα τῷ βίω, εἰς ἃ τῶ τύπω κατέστητε.
σαρκὸς ὑμῶν με καταναγκάσαντα·
ἀκαθαρσίᾳ.
πάσης, οὕτω νῦν, ἣ καὶ μᾶλλον ἀποσχομένους ἐκείνων παντάπασι, τὴν δικαιοσύνης σπουδαίως ἁγιότητα μετελθεῖν.
μὴ ὑπὲρ ἄνθρωπον. τοσοῦτο γοῦν ὑμᾶς περὶ τὴν ἀρετὴν ἔχειν βούλομαι, ὅσον τῇ ἁμαρτίᾳ προσεσχήκατε.
χωρῆσαι·.
δουλείαν ἐξεπληροῦτε, καὶ τίς τῆς πολλῆς ταύτης εὐνοίας ὑμῶν ὁ καρπός. οὐ φθορὰ καὶ ἀκαθαρσία καὶ θάνατος, καὶ τὰ πάσης αἰσχύνης ἀνάμεστα;
εἴδομεν γὰρ τὸ κέρδος, φησὶ, τῆς περὶ ἐκεῖνα σπουδῆς, ἃ καὶ λεγόντων ἑτέρων αἰσχύνεσθε.
ἡμαρτημένων αἰσχύνεται, ταῦτα καρπὸς ἃν εἴη ἄχριστος 1 ἄωρος εἰς βρῶσιν καὶ εἰς οὐθὲν ἐπιτήδειος. καὶ γὰρ τέλος τῶν τοιούτων ἔργων οὐκ ἄλλο ἣ θάνατος ἐστὶν, ὁ ἐχθρὸς Χριστῷ τῷ εἰπόντι, “ ἐγώ εἰμι ἡ ζωή.” κυριευόντων τοιούτους καρποὺς ἐνηνοχότων· ἐν ᾧ θανάτῳ οὐκ ἔστιν ὁ μνημονεύων Θεοῦ. καὶ γὰρ πᾶς
ὁ ἐν αὐτῷ τέθνηκε τῷ Θεῷ, καὶ ζῇ τῷ θανάτῳ, ὅπερ ταὐτόν ἐστι, τὸ ζῆν τῇ ἀναμαρτίᾳ m.
διαπράττεσθαι γνόντες, καρποῦσθε μὲν τὸν ἁγιασμὸν τὸ ἀναμάρτηον· τουτέστιν, ἐκ δὲ τούτου τὸ ἀθανάτοις ὑμῖν διαμένειν περίεσται.
γὰρ μὴ γενώμεθα ἄξιοι τοῦ κρείττονος, ὡς ἡμέτερον αὐτὸ τῆ φύσει οὐ λαμβάνομεν διὰ τὴν ἁμαρτίαν. ἐρεῖ δέ τις ἐνταῦθα τὸν εἰς ἁγιασμὸν καρπὸν εἶναι τῶν δεδουλωμένων τῷ Θεῷ τὴν παντελῆ ἀπὸ τῶν ἀφροδισίων καθάρευσιν. καί φησιν ὁ τοιοῦτος, τοῖς μὲν ἐν γάμῳ ἁρμόζειν τὸ “ ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας,
“ ἐδουλώθητε τῇ δικαιοσύνῃ.” τοῖς δὲ ἐν ἁγνείᾳ ὡς μεῖζον, τὸ “ νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας,” καὶ τὰ ἑξῆς. ὥστε τὸν μὲν ἔσχατον καρπὸν αὐτοῦ εἰς ἁγιασμὸν διὰ τὸ δεδουλῶσθαι τῷ Θεῷ. δεδουλῶσθαι πολὺ πρότερον τῇ δικαιοσύνῃ μὴ πάντως ἔχειν τὸν καρπὸν αὐτοῦ ἔχει εἰς ἁγιασμὸν διὰ τοῦ κατὰ συγγνώμην
λόγον n.
οὖν τοιοῦτοι ἴδιον κτῆμα ὥσπερ τῆς ἁμαρτίας γενόμενοι, θανάτῳ ἑαυτοὺς ὑπάγουσι. τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας, θάνατος. ἣ τάχα τοῦτο λέγει, ὅτι τὰ παρὰ τοῦ ἐχθροῦ ὀψωνούμενα θανάτου παρεκτικά.
τεταγμένου· χάρις μάτος δὲ ἐπὶ τοῦ Θεοῦ. οὔτε γὰρ ὀψώνια ὡς ὀφειλόμενα δίδωσιν ὁ Θεὸς, ἀλλὰ χάρισμα· οὐδὲ χάρισμα ἡ ἁμαρτία ἀλλ’ ὀφειλόμενα ὀψώνια. τὸ δὲ χάρισμα τοῦ Θεοῦ οὐκ ἔταξεν ἁπλῶς ζωὴ αἰώνιος· ἀτελὴς γὰρ αὕτη νοεῖται, ὅτε μὴ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν ἐστι. δηλοῦται δὲ ὅτι ἡ ἁμαρτία
τῷ βασιλευομένῳ ὑπ’ αὐτῆς δίδωσι τὸν θάνατον· καὶ οὐχ ὁ Θεὸς ἐπιφέρει τὸν ἐχθρὸν τοῦ Χριστοῦ θάνατον “ ὁ γὰρ Θεὸς θάνατον “ οὐκ εποίησεν,” καὶ τὰ ἑξῆς. ἐὰν δέ τις πρὸς τοῦτο ἀνθυποίσῃ καὶ 12 τὸ “ ἐγὼ ἀποκτενῶ καὶ ζωοποιήσω,” καὶ “ Κύριος θανατοῖ καὶ “ ζωογονεῖ,” ἐροῦμεν ὅτι ἀποκτενεῖ ὁ Θεὸς τῇ ἁμαρτίᾳ, ἵνα μετὰ τοῦτο ζωοποιήσῃ τὸν ἀποθανόντα τῇ ἁμαρτίᾳ.
Catena In Epistulam Ad Romanos (Typus Vaticanus) (E Cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48]). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.