ΚΕΦ. Β.
εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκανὴ δεικνύναι, καταλιπόντες δὲ τοῦτο οἱ ἄνθρωποι, τὰ δημιουργήματα ἐθεοποίησαν, ἐν ἀδικίᾳ κατέσχον τοῦ Θεοῦ τὴν ἀλήθειαν, ἀφ’ ὧν c δὴ γνῶναι τὸν Θεὸν, πλανηθέντες καὶ τόγε εἰς αὐτοὺς ἧκον, ἠδίκησαν τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὐκ εἰς τὰ προσήκοντα αὐτῇ χρησάμενοι· ἀλλ’
ἐκείνη ἄτρεστος μένει, τὴν οἰκείαν ἔχουσα δόξαν ἀκίνητον.
ἀλλὰ διὰ τῆς κτίσεως ἐνδεικνύμεναι.
ἐνίστασθαι λόγον· ὡς καθ’ ἓν μόνον εἶδος ἀσεβείας τὴν εἰδωλολατρείαν ποιούμενος τὸν ἔλεγχον. οὐ μὴν καὶ τοῖς ἀκριβέστερον θεωροῦσιν ἃ λέγει τοῦτο φαίνεται ποιῶν, ἀλλὰ πολὺ μᾶλλον πλατύνων τὴν κατ’ αὐτῶν ἐπιτίμησιν ὡς d ἐλλειπούντων ἀσεβείας εἰδος.
φαίνονται, καὶ χρώμενοι γε αὐτῇ, ἐπειδὰν μὴ ταῖς ἡδοναῖς παρατρέπωνται, μαρτυροῦσι τῇ δημιουργίᾳ τοῦ Θεοῦ ὅτι καλή· ὅπερ καὶ ὁ Ἐκκλησιαστὴς ἐπιθεώρησας φησίν· “ὅτι ἐποίησεν ὁ Θεὸς “τὸν ἄνθρωπον εὐθύc, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς.” τῶν δὲ ἀνθρώπων, οἱ μὲν ἀρχηγοὶ πρὸς τὸ κακὸν, οἱ δὲ ἀκολουθηταὶ
τοῦ κακοῦ. ἀμφότεροι δὲ πονηροὶ, καὶ ὁ κατάρξας, καὶ ὁ συνδραμών. τοῦ δὲ ποιεῖν τὸ συνευδοκεῖν χεῖρον τίθησι κατὰ τὸ λεγόμενον, “εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ.” ὁ μὲν γὰρ ποιῶν, μεθύων τῷ πάθει, ἡττᾶται τῆς πράξεως· ὁ δὲ συνευδοκῶν, ἐκτὸς ὢν τοῦ πάθους, πονηρίᾳ χρώμενος, συντρέχει τῷ κακῷ· τὸ οὖν
"οὐ μόνον, ἀλλὰ καὶ συνευδοκοῦσιν,” ἐπιστάσεως d ἐστι· τούτους μέντοι αἰτιᾶται, ὡς ἐκατέρα ποιοῦντας·
περὶ αὐτοῦ τοῦτο λέγει φάσκων, “τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν "πρᾶξιν αὐτοῦ.” ὅταν οὖν ὅπερ ὡμολόγηται εἶναι Θεοῦ, τοῦτο Υἱοῦ φαίνεται ὂν, κοινωνία τῆς φύσεως δείκνυται, καὶ ἀληθὴς υἱότης.
καὶ τὸ τοῦ κατεργαζομένου παρὰ τὸν ἐργαζόμενον. ἔστι γὰρ ἐργάζεσθαι παλαίοντα, μὴ νικώμενον δέ. τὸ δὲ κατεργάζεσθαι, τῆς μετ’ ἐπιμελείας ἐργασίας ἐστι του κάκου.
διοιδαίνουσαν. οὗτος δὲ ὁ θυμὸς ἔργον ἔχει τὸ ἐλέγχειν, ἡνίκα ἀν’ δία τὰς ἁμαρτίας πάσχων τινὰ, ἤτοι τῆς συνειδήσεως αὐτῶν πληττομένης, ἢ ἀκολουθούντων ἐπιπόνων τινῶν τῇ ἁμαρτίᾳ. ἀλλὰ καὶ θλίψις ἕπεται τοῖς τοιούτοις· οὐχ ὑπομονὴν κατεργαζομένη, 2 οὐδὲ εἰ νῆστις ὣν καυχήσεται, ἀλλ’ εἰ συνέζευκται στενοχωρίᾳ. οὐκ ἃν δέ τις ἐστενοχωρήθη, εἰ πεποίηκέ τις αὐτῷ ἀπὸ σοφίας πλάτος καρδίας, καὶ ἤκουσε τοῦ Ἀποστόλου λέγοντος· “πλα- “τύνθητε καὶ ὑμεῖς.” συνάγειν γὰρ εἴωθε καὶ στενοῦν τὴν ψυχὴν τὰ κακὰ, ὡς τὸν διάβολον, ὡς ἐν ὀπῇ κατὰ τὸν ὄφιν ἐμφωλεύειν.
ἀλλὰ τοὺς κατεργαζομένους· καὶ ὅτι τιμᾷ τοὺς ἁπλῶς ἐργαζομένους τὸ ἀγαθόν.
ὑπὲρ τοὺς ἄλλους ἀπολαύουσιν.
Catena In Epistulam Ad Romanos (Typus Vaticanus) (E Cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48]). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.