ΕΞΗΓHΣΙΣ ΕΙΣ THN ΠΡΟΣ ΠΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΝ.
ΚΕΦ. Α.
καὶ περὶ ἐλπίδος καὶ πολιτείας πνευματικῆς.
Παῦλος δὲ οὐρανόθεν καλεῖται, “Σαοὺλ, Σαοὺλ, τί με διώκεις;' προσέτι δὲ αὐτῷ δὲ καὶ πλέον τι παρὰ τοὺς λοιποὺς Ἀποστόλους. τοὺς γὰρ περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ὁ Κύριος καλέσας, καὶ μαθητὰς ἐσχηκὼς, οὐκ εὐθὺς Ἀποστόλους ἐποίησεν ἣ ὠνόμασε. τὸν δὲ Παῦλον, ὁμοῦ καὶ ἐκάλεσεν, καὶ εἰς ἀποστολὴν
παρήγαγεν·
Ωριλένουσ. Ἀφορίζεται δὲ εἰς Εὐαγγέλιον Θεοῦ, οὐ διὰ τὴν φύσιν ἔχουσάν τι ἐξαίρετον, καὶ ὅσον ἐπὶ τῇ κατασκευὴ, ὑπὲρ τὰς τῶν τοιούτων φύσεις· ἀλλὰ διὰ τὰς προεγνωσμένας μὲν πρότερον πράξεις, ὕστερον δὲ γενομένας ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς.
νεκρῶν, πρὸς τὸ καὶ ἡμᾶς ὁμοιουμένους αὐτῷ υἱοὺς γενέσθαι Θεοῦ· τὴν υἱοθεσίαν κομισαμένους ἐν τῇ ἀπολυτρώσει τοῦ σώματος, ὡς αὐτὸς ὁ Ἀπόστολος ἔφη
Πατρὸς μεμαρτυρημένον εἰς τοῦτο κατὰ Πνεῦμα ἁγιωσύνης, καὶ ἐκ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν. ὁρίζεται δὲ εἰς υἱὸν καὶ κατὰ τὸ ἀνθρώπινον· ἔτι δὲ καὶ κατὰ φύσιν Υἱὸς Θεοῦ καὶ ἐν δυνάμει μαρτυρούμενος “κατὰ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν.“ τουτέστιν ἀπόγε τοῦ δύνασθαι καταργεῖν τὸ τοῦ θανάτου κράτος
οὐκ ἀξίας τῶν κληθέντων· καὶ ἡ προσθήκη δὲ τοῦ “ἀγίοις” οὐχ ἁπλῶς εἴρηται· ἀλλ’ ἐπειδὴ πολλοὶ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοὶ, οὐ γὰρ πάντες ἐπέμενον τῇ κλήσει· ἵνα μὴ τοὺς μαργαρίτας ῥίπτῃ τοῖς χοίροις, καὶ τὰ ἅγια τοῖς κυσὶν, "ἁγίοις” εἴρηκε δηλονότι· καὶ ἐντεῦθεν ἡμῖν ἡ πηγὴ τῶν ἀγαθῶν ἁπάντων. πάντας
δὲ τοὺς πιστοὺς ἁγίους καλεῖ.
πατὴρ γὰρ ἡμῶν εἶπεν, ἵνα τὴν χάριν δείξῃ· Κύριον δὲ Ἰησοῦν, ἵνα μὴ μέγα φρονήσαντες, ὡς καὶ αὐτοὶ υἱοὶ Θεοῦ, καθέλωσι τοῦ Ιησοῦ τὴν δόξαν, ἣ ἑαυτοὺς ἀγάγωσιν ὑπὲρ τὴν φύσιν.
ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.” καὶ συγχαίρει τῷ συναποστόλῳ αὐτοῦ Πέτρῳ, τοσοῦτον ἰσχύσαντι διὰ τῆς χάριτος.
λογίοις προσέχων, καὶ μέντοι καὶ ὁ τῆς τῶν ξενῶν θεραπείαι ἐπιμελούμενος. ὁ δέ γε θεῖος Ἀπόστολος λατρεύειν ἔφη τῷ Υἱῷ τῷ τοῦ Θεοῦ προσφέρων τοῖς ἔθνεσιν Εὐαγγέλιον· καὶ λατρεύειν ἐν πνεύματι, ἀντὶ τοῦ, κατὰ τὴν δεδομένην μοι χάριν τοῦ Πνεύματος. Ὠριλένουσ. b Ἔτι δὲ καὶ χωρὶς θελήματος Θεοῦ ἥκειν πρός
τινα, ὥσπερ ὁ Βαλαὰμ ἀπῄει πρὸς τὸ Βαλὰκ καταρασάμενος μισθοῦ τὸν Ἱσραήλ· οἶμαι δὲ καὶ πᾶς ἐθνικὸς, ἢ ὅπως c δή ποτε τῆς θεοσεβείας ἀλλότριος, μὴ διακονούμενος ἁγίοις τῶν λυσιτελῶν τι αὐτοῖς, οὐ καὶ ἐν θελήματι Θεοῦ εὐοδοῦται, γίνεσθαι πρὸς οὓς γίνεται· εἰ καὶ εὐοδοῦται ποτέ. ἔστι γάρ,” φησιν ἡ γραφὴ,
’ἐν κακοῖς εὐοδία ἀνδρός.
ἐμποδίσαι προσευχῇ. ἡ δὲ ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνδρὸς καὶ γυναικὸς κωλύει. ὅτι δὲ χάρισμα ὁ γάμος, δηλοῖ ὁ Ἀπόστολος φήσας, θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν, ἀλλ’ ἕκαστος ἴδίον ἔχει χάρισμα ἐκ Θεοῦ ὁ μὲν οὕτως, ὃς δὲ οὕτως.
μήπω γινώσκοντας φωτίζων. παρακαλεῖ δὲ, ὁ τοὺς ἤδη πεφωτισμένους εὐφραίνων τῷ τῆς σοφίας λόγῳ, ὡς αὐτὸς διαιρῶν φησίν· “εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ 2 “παρακλήσει.” παρακαλουμένων δὲ Ῥωμαίων, καὶ αὐτός, φησι, συμπαρακληθήσεται, κοινωνῶν τῆς ἐκείνων παρακλήσεως διὰ τὴν ἀγάπην. ἅμα δὲ, ὡς οὐδὲ αὐτὸς ὣν ὑπὲρ ἄνω τοῦ χρήζειν τῆς ἐκ λόγου ὠφελείας. παράκλησις γὰρ ὁ λόγος καὶ τῷ λέγοντι.
καὶ Ἰουδαίοις καὶ Ἕλλησι. προτέθηκε δὲ τῶν Ἑλλήνων τοὺς Ἰουδαίους, ἐπειδὴ καὶ ὁ δεσπότης Χριστὸς πρώτους τοὺς ἱεροὺς ἀπέστειλε κήρυκας.
σταυρὸν, οὐ παραιτήσομαι. εἰ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ τὴν αἰσχύνην ἀνθ’ ἡμῶν ἐβάστασε τὴν τοῦ σταυροῦ, πῶς οὐκ ἄτοπον ἡμᾶς αἰσχύνεσθαι τὸ τοῦ Κυρίου δι’ ἡμᾶς πάθος;
προφήτης εἴρηκεν “ἐκ πίστεως εἰς πίστιν·” “εἰ γὰρ ἐπιστεύετέ, φησι, “Μωσεῖ, ἐπιστεύετε ἃν ἐμοί.”
λόγον· ἀναγκαίαν γεγενῆσθαι τὴν τοῦ Χριστοῦ παρουσίαν διδάσκων· καὶ οὕτω περὶ τῆς τῶν Ἰουδαίων ἐκπτώσεως διαλέγεται. καὶ τὸ τελευταῖον ἐπάγει τὰς παραινέσεις. ἄρχεται δὲ ἀπὸ τοῦ κατὰ ἐθνῶν λόγου, καί φησιν, ὡς τὸν ἐν τῇ φύσει παρὰ τοῦ δημιουργοῦ γραφέντα νόμον ἀδεῶς παρέβησαν.
Catena In Epistulam Ad Romanos (Typus Vaticanus) (E Cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48]). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.