ΚΕΦ. Γ.
περὶ γὰρ ἐκείνης ὅταν e φησὶν, “ ἐξ ἔργων νόμου οὐ δικαιω- θήσεται πᾶσα σάρξ.”
τοῦ νόμου βουλήματα, νόμον ἔχει τὴν φύσιν.
“ Εὐαγγέλιόν μου,” ἵνα εἴπῃ, καθὼς καὶ αὐτὸ κηρύττων διατελῶν, 1 ὅτι ἔσται κρίσεως καιρὸς, καὶ δεῖ πιστεύσαντας Χριστῷ τὴν τιμωρίαν ἐκφυγεῖν ἐκείνην.
αὐτῶν ἐστὶ τὸ Εὐαγγέλιον σὺν τῇ τοῦ Θεοῦ κρίσει διακόνῳ κεχρημενῃ.
ὥστε Χριστοῦ κρίνοντος, Θεὸν εἰναι τὸν κριτήν.
τρόπον ψιλὸν, τὸ Μώσεως γράμμα, καθὸ σημαινόμενον εἴρηται τὸ “ εἰ ἐν νόμῳ g δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.” καὶ τὸ “ ὁ νό- “ μος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν.” ἔτι καὶ ὁ κατὰ πνεῦμα νόμος κυρίως ὀνομαζόμενος, καθὸ εἴρηται· “ὥστε ὁ μὲν νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἁγία.” ἔτι καὶ ὁ φυσικὸς, καθὸ εἴρηται·
“ ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου “ ποιεῖ,” καὶ τὰ ἑξῆς. λέγεται νόμος καὶ ἡ Μώσεως ἱστορία, ὡς ὅταν ἐν τῇ πρὸς Γαλάτας φάσκῃ “ λέγετέ μοι οἱ τὸν νόμον ἀνα- “ γινώσκοντες, τὸν νόμον οὐκ ἀκούετε; γέγραπραι γὰρ Ἀβραὰμ δύο υἱοὺς ἔσχε, καὶ τὰ ἑξῆς. καλεῖ δὲ καὶ τὰ προφητικὰ νόμον,
“ ὡς ἐν τῷ νόμῳ γέγραπται, ἐν h ἑτερογλώσσοις καὶ ἐν χείλεσιν “ ἑτέροις λαλήσω τῷ λαῷ τούτῳ,” ἐν Ἡσαΐᾳ. μήποτε δὲ καὶ τὴν 2 Χριστοῦ περὶ τῶν πρακτέων διδασκαλίαν νόμον καλεῖ, ὡς ὅταν φάσκῃ, “ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπτάσατε,᾿ ἀνατρέπει ἡμᾶς ἀπὸ τοῦ Μώσεως γράμματος. περιτομὴν οὖν ἣν αὐτός φησι, νῦν ἑτέραν λέγει παρὰ τὴν κατατομὴν καὶ νόμον τὸν πνευματικόν. δύναται δὲ νῦν νόμος νοεῖσθαι καὶ ὁ κατὰ τὰς φυσικὰς
ἐννοίας. κατὰ γὰρ τὴν τῆς ψυχῆς βελτίωσιν, ὁ πνευματικῶς περιτεμνόμενος, ὠφελεῖται κατὰ τὴν τῶν φαύλων περιαίρεσιν. διὰ δὲ τοῦ πράττειν τὸν νόμον τὰ πρακτέα ἐργαζόμενος. δύναται δέ τις καὶ κατὰ τὸ ῥητὸν ἐκτὸς ἀναγωγῆς ἐξηγήσασθαι τὸ ῥητόν· καὶ φησιν ὅτι πρὸς τοὺς ἀπὸ Ἰουδαίων διαλεγόμενος τοῦτό φησιν·
ἐγένετο γὰρ τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, ἵν Ἰουδαίους κερδήσῃ, περιτεμὼν τὸν Τιμόθεον καὶ κειράμενος καὶ καθαιρόμενος κατὰ νόμον, ὥστε καὶ πρὸς αὐτοὺς λέγειν, “ περιτομὴ μὲν γὰρ ὠφελεῖ, “ ἐὰν νόμον πράσσῃς,” πρὸς δὲ τοὺς ἐξ ἐθνῶν διαλεγόμενος, ταύτην κωλύει, μὴ ἐναντιούμενος ἑαυτῷ.
τῶν Λευιτῶν ἰδικῶς νενομοθετημένα, ἣ τὰ περὶ τῶν ἱερέων, ἣ τὰ περὶ τῆς γερουσίας προσυπακούειν αὐτοῖς δίδωσι καὶ ἑτέρους. ὅταν γὰρ καὶ τοὺς προσηλύτους βούλεται τι διαπράττεσθαι, ἰδικῶς καὶ αὐτῶν μέμνηται· ὡς ὅταν περὶ θυσίας φησὶν, ἀμέλει καὶ συνεστηκότος τοῦ καλουμένου ἁγιάσματος προσέφερον καὶ
προσήλυτοι. ὡς καὶ περὶ τῶν δέκα λεπρῶν τῶν καθαρθέντων ὁ Κύριος ἔφη, “ πορευθέντες δείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι,” ἀφ’ ὧν Σαμαρείτης εἷς ἢν. ᾧτ’ μαρτυρῶν ὁ Σωτῆρ’ φησιν, “ οὐχὶ οἱ δέκα “ ἐκαθαρίσθησαν, οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες “ δόξαν δοῦναι τῷ Θεῷ, εἰ μὴ ὁ ἀλλογενὴς οὗτος.” εἰ δέ τις τὰ
ἀπὸ τῆς Ἐξόδου ἀνθυποίσει περὶ τῶν ἐσθίειν τὸ πάσχα βουλομένων προσηλύτων, ὡς δεῖ αὐτοὺς περιτέμνεσθαι, φήσομεν, ὡς ἐν ἑνὶ τόπῳ θύεσθαι τὸ πάσχα προσέταξεν ὁ Θεὸς, τούτου δὲ ἱσταμένον, νῦν περιττὴ ἡ περιτομὴ τοῖς ἐξ ἐθνῶν.
παραβαινόντων· συνάδει δὲ ἅπαντα καταλλήλως τῷ οἰκείῳ σκοπῷ· πρόθεσιν ἔχων καὶ τοῦ φυσικοῦ νόμου Ἕλληνας δεῖξαι παραβάτας, καὶ Ἰουδαίους πρὸς τῷ φυσικῷ καὶ τοῦ θέτου· ἵνα διὰ πάντων στήσῃ τὸ τῆς χάριτος χρήζειν ἅπαντας. λέγει δὲ τὸ “ ἐν πνεύ- ματι,” ἀντὶ τοῦ τῇ προθέσει, ὡς ἐν τῇ τῶν Ἀριθμῶν βίβλῳ φησιν
ὁ Θεὸς, “ ὅτι πάντες οἱ παροξύναντές με οὐκ ὄψονται τὴν γῆν· ὁ δὲ “ παῖς μου Χάρεβ, ὅτι ἐγεννήθη πνεῦμα ἕτερον ἐν αὐτῷ, καὶ ἐπη- “ κολούθησέ μοι,” καὶ τὰ ἑξῆς. φανερῶς πνεῦμα τὴν πρόθεσιν εἰπών· καὶ ὁ προφήτης “ πνεύματι πορνείας ἐπλανήθησαν. ἵνα εἴπῃ πρόθεσιν ἔσχον πορνικήν.
Catena In Epistulam Ad Romanos (Typus Vaticanus) (E Cod. Oxon. Bodl. Auct. E.2.20 [= Misc. 48]). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.