ΚΕΦ. Θ
Θεὸς γίνεσθαι· ὅρα καὶ παρατήρει ὅπως οἰκονομεῖται τὰ πράγματα· ἐθαυμάσθησαν διὰ τὰ σημεῖα· μαστιχθέντες οὐδὲν ἔπαθον· κατέστησαν ἐπὶ τῶν χειρῶν, ἠύξανε ὁ λόγος· πάλιν συγχωρεῖ κώλυμα μέγα γενέσθαι καὶ διωγμὸς οὐχ ὁ τυχών. ἐφοβοῦντο γὰρ θρασυτέρους αὐτοὺς γενομένους· καὶ ἅμα δείκνυται ὅτι ἄνθρωποι
ἦσαν οἱ φοβούμενοι, οἱ φεύγοντες· ἵνα μὴ σὺ μετὰ ταῦτα λέγῃς, ὅτι χάριτι μόνῃ κατώρθουν, καὶ ἐδιώκοντο, καὶ αὐτοὶ δειλότεροι γεγόνασι, καὶ ἐκεῖνοι θρασύτεροι.
γενόμενον καὶ κείμενον νεκρόν; ἱκανὸν αὐτοῦ ἐπιτάφιον εἶπεν ὁ Εὐαγγελιστὴς τὴν φωνὴν ταύτην, μὴ στήσῃς αὐτοῖς τὴν “ἁμαρτίαν ταύτην.”
ὀλοφύρεσθαι, λυπουμένους πέρα τοῦ μέτρου· τύπον γὰρ καὶ περὶ τούτων δίδωσιν ὁ Σωτῆρ’, μέχρι τοῦ δακρύσαι ἐπὶ τῷ ἀγαπωμένῳ Λαζάρῳ τεθνηκότι ἔφθασεν.
παρεδίδου εἰς φυλακήν· οἱ μὲν οὖν διασπαρέντες διῆλθον, εὐαγγελιζόμενοι τὸν λόγον,
καὶ τὴν ὕβριν, καὶ τὴν μανίαν· τοὺς ἐμπίπτοντας ἅπαντας μυρίοις διετίθει κακοῖς· ἀπὸ γὰρ τῆς σφαγῆς ταύτης θρασύτερος γέγονεν.
οὐδὲ ὁ θάνατος Στεφάνου ἔσβεσεν αὐτῶν τὸν θυμὸν, ἀλλ’ ἐπέτεινε μᾶλλον· ἐσκόρπισε τοὺς διδασκάλους, ὥστε πλείονα γενέσθαι τὴν μαθητείαν· καὶ χαρὰ ἦν· καίτοι κοπετὸς ἦν μέγας· ἀλλ’ ὅρα πάλιν τὰ χρηστά. ἱκανοῦ χρόνου τὸ νόσημα ἦν, ἀλλ’ οὗτος αὐτοὺς ἐξείλατο. πῶς δὲ καὶ τὸν Σίμωνα ἐβάπτισεν; ὥσπερ καὶ τὸν
Ἰούδαν ὁ Χριστὸς ἐξελέξατο.
ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ Φιλίππου ὁμοθυμαδὸν, ἐν τῷ ἀκούειν
αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει.
τοῦ πράγματος γραφικὴν, ἄκουε τοῦ παναρίστου Λουκᾶ ἐν ταῖς Πράξεσι γεγραφότος· ἀναιρεθέντος Στεφάνου διωγμὸς ἐγένετο μέγας ἐπὶ τὴν ἐκκλησίαν· “πάντες δὲ διεσπάρησαν κατὰ τῆς χώρας τῆς ᾿Ιουδαίας καὶ τῆς Σαμαρείας, πλὴν τῶν Αποστόλων·” ὡς δῆλον εἶναι ὅτι ὁ Ἀπόστολος Φίλιππος σὺν τοῖς ἄλλοις ᾿Αποστόλοις
ἐπὶ Ἰεροσολύμων κατέμεινεν.
εὐνοῦχον κατὰ θεῖον χρησμὸν βαπτίσας· ὑπὸ τοῦ Πνεύματος Κυρίου εἰς Ἄζωτον μὲν εὑρέθη· πρὸς δὲ Καισάρειαν ὥρμησε τὴν αὐτὸν ἐνεγκοῦσαν· τῆς γὰρ ἐπὶ Στεφάνου λύπης πειρασθεὶς, καὶ ἴσως δείσας μὴ τῶν ὁμοίων μετάσχῃ, ἐπαλινόστησεν οἴκαδε.
καὶ ἑτέρα. Φίλιππος μὲν ἐβάπτισε τοὺς ἐν Σαμαρείᾳ μαθητευθέντας· Πέτρος καὶ Ἰωάννης οἱ Ἀπόστολοι καταβάντες ἀπὸ ῾Ιεροσολύμων πρὸς αὐτοὺς, τὴν τοῦ Πνεύματος χάριν παρέσχοντο· εἰ δὲ ὁ βαπτίσας εἷς τῶν ᾿Αποστόλων ἐτύγχανεν, εἶχεν τὴν αὐθεντείαν τῆς τοῦ Πνεύματος δόσεως· βαπτίζει δὲ μόνον ὡς μαθητὴς·
τελειοῦσι δὲ τὴν χάριν οἱ Ἀπόστολοι, οἷς ἡ τῆς τοιαύτης δόσεως αὐθεντεία ἐδέδοτο.
οἱ μάγοι ἐποίουν· ἴσως γὰρ ἐκεῖνος ἐδέσμει.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.