ΚΕΦ. Ζ.
χῆραι αὐτῶν. προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον.
τοὺς ποιοῦντας καὶ τοὺς πάσχοντας διὰ τούτου ἐπαίροντες· τοῦτο οὐ κακία ἦν, ἀλλὰ τοῦ πλήθους ἴσως ῥαθυμία· διὰ τοῦτο προὔθη- κεν αὐτὸ εἰς μέσον· οὐ μικρὸν γὰρ τὸ κακὸν ἢν· ὄρα πὼς καὶ ἐν ἀρχῇ τὰ κακὰ οὐχὶ ἔξωθεν μόνον ἦν· ὅρας τὰ ἔξω διαδεχόμενα τὰ ἔσω;
ὅτι ἔλειπεν εἷς, καὶ ἔδει γενέσθαι δώδεκα· καὶ ἐνταῦθα τὴν χρείαν ἐδήλωσαν· οὐ πρότερον ἐποίησαν, ἀλλὰ περιέμενον γενέσθαι τὸν γογγυσμόν· καὶ οὔτε ἠνέσχοντο ἐπιτοπολὺ τοῦτο συμβῆναι· καὶ ὅρα τὴν κρίσιν αὐτοῖς ἐπιτρέπουσι· τοὺς πᾶσιν ἀρέσκοντας, τοὺς ὑπὸ πάντων μαρτυρουμένους, ἐκείνους προβάλλονται· καὶ σφόδρα
αὕτη καλὴ κρίσις· ἑπτὰ προβάλλονται, οὐκέτι δώδεκα.
ἑπτὰ, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας· οὗς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης.
οὕτως ἢν συνετόν.
Πνεῦμα τὸ Ἅγιον, καὶ οὐχ ἡ ἁπλῶς πίστις.
εἴρηται γὰρ περί τινος ὀφθέντος τῷ Πέτρῳ, πίστιν ἔχοντος οὐ μὴν πλήρους u αὐτῆς ὄντος.
οὐ λέγει πῶς, ἀλλὰ τί; ἐχειροτονήθησαν διὰ προσευχῆς· τοῦτο γὰρ ἡ χειροτονία ἐστίν· ἡ χεὶρ ἐπίκειται τοῦ ἀνδρός· τὸ δὲ πᾶν 1 ὁ Θεὸς ἐργάζεται, καὶ νῦν ἡ αὐτοῦ χάρις ἐστὶν, ἡ ἁπτομένη τῆς κεφαλῆς τοῦ χειροτονουμένου, ἐὰν ὡς δεῖ χειροτονῆται.
ἐδόθη ἐξ ἀρχῆς τοῖς διακόνοις, καὶ τοῦτο ἔθος μέχρι καὶ νῦν σώζεται.
τῆς ἐλεημοσύνης ἰσχὺς, καὶ τῆς διατάξεως· καὶ μέλλει λοιπὸν αὔξειν τὸ κατὰ Στέφανον· καὶ τὰς αἰτίας αὐτῶν προτίθησιν.
δὲ ἄξιον, πῶς οὐκ ἐσχίσθη τὸ πλῆθος ἐν τῇ αἱρέσει τῶν ἀνδρῶν· ὁποῖον δὲ ἀξίωμα εἶχον οὗτοι, καὶ ὁποίαν ἐδέξαντο χειροτονίαν ἀναγκαῖον μαθεῖν· ἄρα τὴν τῶν διακόνων· καὶ μὴν τοῦτο ἐν ταῖς ἐκκλησίαις οὐκ ἔστιν· ἀλλὰ τῶν πρεσβυτέρων ἐστὶν ἡ οἰκονομία. καίτοι οὐδέπω οὐδεὶς ἐπίσκοπος ἦν, ἀλλ’ οἱ Ἀπόστολοι μόνον· ὅθεν οὔτε
διακόνων οὔτε πρεσβυτέρων τὸ ὄνομα εἶναι δῆλον καὶ φανερὸν, ἀλλὰ τέως εἰς τοῦτο χειροτονήθησαν· καὶ οὐχ ἁπλῶς ἐχειροτονήθησαν, ἀλλ’ ἐπηύξαντο αὐτοῖς δυνηθῆναι περιγενέσθαι· ὅρα δέ μοι εἰ ἑπτὰ ἀνδρῶν ἐδέησεν εἰς τοῦτο· τοσαῦτα ἴσως ἐπέρρει χρήματα· τοσούτων χηρῶν πλῆθος ἦν.
ἀλλ’ ὅτε δῆλος γέγονεν· ἵνα δειχθῇ ὅτι οὐκ ἀρκεῖ X μόνη ἡ χάρις, ἀλλὰ δεῖ καὶ τῆς χειροτονίας, ὥστε προσθήκη Πνεύματος ἐγένετο· εἰ γὰρ πλήρεις. Πνεύματος ἦσαν, δηλονότι τοῦ ἀπὸ τοῦ λουτροῦ.
καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῆ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.
ᾤκουν ἐκεῖ πολλοὶ ξένοι, οὕτω καὶ συναγωγὰς εἶχον, ἔνθα ἔδει τὸν νόμον ἀναγινώσκεσθαι καὶ εὐχὰς γίνεσθαι.
Θεόν· συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους
καὶ τοὺς γραμματεῖς· καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν,
καὶ ἤγαγον εἰς τὸ συνέδριον· ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας.
ἴσως τοῦ θείου νόμου, ἢ οὐκ ἔλεγε μὲν, ᾐνίττετο δέ· ἐπεὶ εἰ ἔλεγε φανερῶς, οὐκ ἔδει τῶν ὑπολοίπων ἀνδρῶν οὐδὲ τῶν ψευδομαρτύρων.
τῆς ἀνοίας· τοὺς διὰ τῶν ἔργων κρατοῦντας προσεδόκων κρατήσειν διὰ τῶν λόγων· ὅπερ καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίουν· καὶ ἀεὶ λόγους αὐτοὺς ἐνέβαλλον· ἁρπάσαι γὰρ ἁπλῶς ᾐσχύνοντο, οὐδὲν ἔχοντες ἐγκαλεῖν. Καὶ μετ’ ὀλίγα—ὅρα τοῦ κηρύγματος τὴν δύναμιν, ὅτι οὐ μαστιζομένων μόνον ἀλλὰ καὶ λιθαζομένων κρατεῖ.
ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος.
τῆς ἐναλλαγῆς τῆς κατὰ τὸν νόμον σαρκικῆς λατρείας.
περὶ τοῦ Χριστοῦ ἔλεγον, ὁ καταλύων τὸν ναὸν τοῦτον· πολλὴ γὰρ ἦν αὐτοῖς εὐλάβεια περὶ τὸν ναὸν, ἅτε καὶ μετοικεῖν βουλομένοις· καὶ περὶ τὸ ὄνομα Μωϋσέως διπλῆ ἡ κατηγορία· εἰ ἀλλάξῃ τὰ ἔθη, καὶ ἕτερα ἀντεισάξει· ὅρα πῶς μικρὰ ἡ κατηγορία, καὶ κινδύνων γέμουσα.
πολλὴν ἐπεδείξατο παρρησίαν· “ εἶδον τὸ πρόσωπον αὐτοῦ, φησὶν, "ὡς πρόσωπον Ἀγγέλον·” τοῦτο γὰρ ἡ χάρις ἦν· τοῦτο ἡ δόξα Μωϋσέως ἦν· ἐπίχαριν αὐτὸν ἐποίησεν ὁ Θεός.
Μωϋσῆς ἐπὶ τοῦ προσώπου εἶχε, τοῦτο οὗτος ἐπὶ τῆς ψυχῆς περιέφερε· μᾶλλον δὲ καὶ πολλῷ πλέον· τὸ μὲν γὰρ Μωϋσέως αἰσθη- τικωτερον ήν· τοῦτο δὲ ἀσώματον.
διὰ τοῦτο καὶ αὐτὸς ἀπὸ προσηνείας ἄρχεται τῶν ῥημάτων, καὶ φησίν· “ ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε μου, ” καὶ τὰ ἑξῆς.
ἀδυνάτοις ἐπιχειροῦσιν.
Χαρράν· καὶ εἶπε πρὸς αὐτόν.
ἀλλοτρίᾳ γῇ ἦν· καὶ καλῶς ἀρχόμενος “τὸν Θεὸν τῆς δόξης ἐκάλεσεν, ἐπειδὴ τοὺς ἀτίμους ἐνδόξους πεποίηκε, φησὶ, καὶ ἡμᾶς ποιήσει· ὅρα πῶς αὐτοὺς ἀπάγει τῶν σωματικῶν· ἀπὸ τοῦ τόπου τέως· ἐπειδὴ περὶ τόπου ὁ λόγος ἦν· "ὁ Θεὸς τῆς δόξης” φησὶ πάλιν, ὅτι οὐ δεῖται τῆς παρ’ ἡμῶν δόξης τῆς διὰ τοῦ ναοῦ.
νόμου δεδωκότος καὶ τὸν κόσμον πεποιηκότος, ἐπήγαγεν, ὡς τῶν οὐρανῶν ἀνεῳγμένων, εἶδε τὸν Χριστὸν ἐκ δεξιῶν ὄντα τοῦ Θεοῦ· ὑπὲρ οὗ πάντα τὰ εἰρημένα διηγήσατο.
καὶ δεῦρο εἰς γῆν ἢν ἄν σοι δείξω· τότε ἐξελθὼν ἐκ γῆς
Χαλδαίων, κατῴκησεν ἐν Χαρράν· κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἢν ὑμεῖς νῦν κατοικεῖτε.
ἀκολουθοῦσι Θεῷ, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος πεποιημένοις δεύτερα τὰ σαρκὸς καὶ φιληδονίαν κοσμικὴν, ἕψεται πάντως τοῖς τοιούτοις τὸ εὐλογίας τῆς ἄνωθεν πλουσίως μεταλαχεῖν.
διὸ ἡγητέον λέγοντα αὐτὸν τὸν πατέρα Ἀβραὰμ προσεληλυθέναι τῷ Θεῷ τῆς δόξης, μὴ ἄλλον εἰδέναι Θεὸν, ἢ τὸν ὠφθέντα τῷ Ἀβραάμ· ὅθεν αἱρετικοὺς ὑποληπτέον εἶναι τοὺς διακόπτοντας τὸν κοσμοποιὸν ἀπὸ Πατρὸς Ἰησοῦ· πλεῖστα γὰρ ὁ προκείμενος ἀνὴρ εἰπὼν ἐν τῇ πρὸς Ἰουδαίους ἀπολογίᾳ περὶ τοῦ τὸν νόμον δεδωκότος
καὶ τὸν κόσμον πεποιηκότος, ἐπήγαγεν ὡς τῶν οὐρανῶν ἀνεῳγμένων εἶδε τὸν Χριστὸν ἐκ δεξιῶν ὄντα τοῦ Θεοῦ· ὑπὲρ οὗ πάντα τὰ εἰρημένα διηγήσατο.
αὐτὴν, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν, οὐκ ὄντος ἀυτῶ τέκνου.
ἦν ἑτέρας γῆς, καὶ ἐπηγγείλατο δοῦναι αὐτήν· ὅρα ὅτι οὐχ ἁπλῶς πάλιν τὸν λόγον ἀναλαμβάνει· οὐκ ἔδωκε, καὶ ἐπηγγείλατο καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτὸν, οὐκ ὄντος αὐτῷ τέκνου πάλιν τὸ 6 δυνατὸν τοῦ Θεοῦ τὸ ἐξ ἀμηχάνων πάντα ποιεῖν· τὸν ἐν Πέρσιδι καὶ τοσοῦτον ἀπέχοντα, τοῦτον ἔφησε κύριον τῆς Παλαιστίνης ποιήσειν. δείκνυσιν ἐνταῦθα τὴν ἐπαγγελίαν πρὸ τοῦ τόπου γεγε- γεγενημένην πρὸ τῆς περιτόμης πρὸ θυσίας πρὸ του νάου· καὶ οὐκ ἀξίαν οὗτοι ἔλαβον οὐδὲ περιτομὴν, οὐδὲ νόμον, ἀλλὰ τῆς ὑπακοῆς
μόνον μισθὸς ἦν ἡ γῆ· καὶ οὐδὲ τῆς περιτομῆς δοθείσης ἡ ἐπαγ- γελια πληροῦται καὶ ὅτι τύποι ἤσαν καὶ τὸ τὴν πατρίδα αφει- ναι τοῦ Θεοῦ κελεύοντος, οὐ παρὰ τὸν νόμον· ἐκείνη γὰρ πατρὶς ἔνθα ἂν ἡγεῖται Θεός· καὶ ἐξῆλθε, φησὶν, ἐκ γῆς Χαλδαίων· καὶ ὅτι εἴτις ἀκριβῶς ἐξετάσοι, Πέρσαι εἰσὶν οἱ Ἰουδαῖοι· καὶ
καὶ χωρὶς σημείων πείθεσθαι χρὴ τῷ Θεῷ λέγοντι, κἂν δεινὰ τινὰ συμβαίνῃ· ἐπεὶ καὶ ὁ Πατριάρχης, καὶ τὸν τάφον καταλιπὼν τὸν πατρῷον καὶ πάντα, ἐπείθετο τῷ Θεῷ· καὶ ὑπέσχετο, φησὶ, δοῦ- ’ναι αὐτὴν αὐτῷ, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν· πολλὴ ἐν- ταῦθα τοῦ Κυρίου ἡ φιλανθρωπία δείκνυται, καὶ ἡ τοῦ Ἀβραὰμ
πίστις· καίτοι γὰρ οὐκ ὄντος αὐτῷ τέκνου δείκνυσι διὰ τὴν ὑπα- κοὴν καὶ τὴν πίστιν· καίτοιγε τὰ γενόμενα τοὐναντίον ἐδείκνυ· οἷον μετὰ τὸ ἐλθεῖν οὐκ ἔσχε βῆμα ποδός· παῖδα οὐκ ε7χεν· ἅπερ ἐναντία ἦν τῇ πίστει· ταῦτα ἑωρακότες καὶ ἡμεῖς, ἅπερ ἐπαγγέλ- λεται Θεὸς, δεχόμεθα, κἂν ἐναντία ᾖ τὰ γινόμενα. καίτοι γε ἐφ’
ἡμῶν οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα ἀκόλουθα· ἔνθα μὲν γὰρ ἀν’ ὦσιν αἰ ὑποσχέσεις, ὅταν τἀναντία γένηται, ἐναντία ἐστιν, οὕτως· ἐφ’ ἡμῖν δὲ τοὐναντίον· ἐνταῦθα μὲν θλῖψιν ε7πεν, ἐκεῖ δὲ ἄνεσιν.
σχέσιν αὐτὴν αὐτῷ δώσειν ἐπηγγείλατο· ὁ δὲ πάροικος καὶ παρ- επίδημος καὶ μετ’ ὀλίγον ἀναλύειν μέλλων, πῶς κατέχειν ἠδύνατο· σώζεται ἄρα ἡ κληρονομία τῷ Ἀβραὰμ διὰ τοῦ σπέρματος αὐτοῦ, ὁ ἐστι Χριστός· ὅτε δὲ καὶ συμβασιλεύσωσιν αὐτῷ οἱ ἅγιοι κατὰ τὸ γεγ ραμμένον, “ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ,” πάν-
τῶν τῶν ἐθνῶν βασιλεὺς ὤν.
κακώσουσιν, ἔτη τετρακόσια. καὶ τὸ ἔθνος, ᾧ ἃν δουλεύ- σῶσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύσονται, καὶ λατρεύσουσί μοι ἐν τῷ τόπερ τούτῳ.
ἔχων αὐτοῖς ἐγκαλεῖν· ἀλλ’ ὅμως οὐκ ἀτιμωρητὶ ταῦτα ἐποιοῦν. Καὶ μετ’ ὀλίγα—Ἵνα γὰρ μὴ τούτων νομίσωσιν εὐσεβεῖς εἶναι· διὰ τὸ λέγειν, “πέποιθεν ἐπὶ Κυρίου, ῥυσάσθω αὐτὸν, ὁ ἐπαγγειλάμενος, ὁ δοὺς τὴν γῆν, πρότερον τὰ κακὰ συγχωρεῖ· οὕτω καὶ νῦν· εἰ καὶ βασιλείαν ἐπηγγείλατο, ἀλλά φησιν, ἐγγυμνάζεσθε πειρασμοῖς·
εἰ ἐνταῦθα μετὰ τετρακόσια ἔτη ἐλευθερία, τι θαυμαστὸν ἐπὶ τῆς βασιλείας; καὶ ὅμως ἐποίησε, καὶ οὐκ ἴσχυσεν ὁ χρόνος εἰς ψεῦδος ἐμβαλεῖν τὸν λόγον· καὶ οὐ τὴν τυχοῦσαν δουλείαν ὑπέμειναν· οὐδὲ μέχρι τῆς τιμωρίας τῆς ἐκείνων, ἀλλὰ καὶ αὐτοὶ ἐν τιμωρίᾳ ἔσονται, φησὶ, μεγίστῃ· ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει
τῆς εὐεργεσίας, ἧς ἔτυχον.
γὰρ εἴρηται, "μετὰ τετρακόσια τριάκοντα ἔτη ἐξῆλθεν ἡ δύναμις “Κυρίου ἐκ γῆς Αἰγύπτου· ἐνταῦθα δὲ μετὰ υ' φησί· ἀλλ’ ἐπιστῆσαι δεῖ, ὅτι οὐκ ἐρρήθη, ὡς πληρωθέντων τῶν υ' ἐτῶν ἐξῆλθον, ἀλλὰ μετὰ υ' ἔτη ὅπερ ἐμφαίνει καὶ τὰ λ'.
Ιακὼβ ἔτη ςθ'· Ἰωσὴφ ἔτη ρι'· ἐν Αἰγύπτῳ ἔτη ρμδ'· ὁμοῦ ἔτη μλ'· φησὶ δὲ, "καὶ κακώσουσιν αὐτὸ ἔτη υ, καὶ μετὰ ταῦτα ἐξε- “ λεύσονται καὶ λατρεύσουσί μον” τοῦ μετὰ ταῦτα ἐν τοῖς λ' ἔτεσι σημαινομένου.
ἐγέννησε τὸν Ἰσαὰκ, καὶ περιέτεμεν αὐτὸν τῆ ἡμέρᾳ τῆ ὀγδόῃ·
κατὰ τὰ πάτρια σφῶν ἤθη, καθὰ δὴ Μήδοις καὶ Πέρσαις, μητράσι καὶ ἀδελφαῖς ἐπιμίγνυσθαι· ταύτης ἕνεκα τῆς αἰτίας περιτέμνεται τὴν σάρκα τῆς ἀκροβυστίας, τῇ οἰκειότητι τῆς σαρκὸς ἀποταττόμενος, καὶ τοὺς τῆς συγγενείας ἀθεμίτους ἀρνούμενος γάμους. Καὶ μετ’ ὀλίγα—Ἄλλοι δὲ, φησὶ, διὰ τοῦτο προστέταχθαι
τῷ Ἀβραὰμ καὶ τοῖς ἐξ αὐτοῦ τὴν περιτομὴν, ἵνα δῆλον εἴη, ὡς ἐξ αὐτῶν ἔσται ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὣν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.
ἡμέρᾳ, ὅθεν καὶ οἱ Ἰουδαῖοι· ὁ δὲ Ἰσμαὴλ δεκατριῶν ἐνιαυτῶν ὑπάρχων· διὰ τοῦτο καὶ οἱ ἐξ αὐτοῦ Ἰσμαηλῖται οὕτω περιτέμνονται, ὡς Ἰώσηπος φησί.
διὰ τὰ ἐνύπνια· ᾧτινι προκατεσκεύασεν ὁ φθόνος· ἡ γὰρ ἐπι- βουλὴ τῶν ἐπιβουλευσάντων ὁδὸς προκοπῆς ἐγένετο τῷ φθονουμένῳ· εἰ μὴ γὰρ ἐπράθη, οὐκ ἂν ἦλθεν εἰς Αἴγυπτον· οὐκ ἃν τῇ γυναικὶ 8 τοὺς ὑπὲρ σωφροσύνης ἀγῶνας ἐπεδείξατο· εἰ μὴ τοὺς ὑπὲρ τῆς σωφροσύνης ἀνεδέξατο στεφάνους, οὐκ ἂν ᾤκησε τὴν φυλακήν· οὐκ ἃν ἑρμηνευτὴς ἐγένετο ἐνυπνίων· οὐδ’ ἂν ἄρχων Αἰγύπτου ἐχρη- ματισεν.
οἱ πατέρες ἡμῶν. ἀκούσας δὲ Ἰακὼβ ὄντα σιτεία ἐν Αἰγύπτῳ,
ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον· καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὑτοῦ·
Καὶ μετ’ ὀλίγα—Εἶτα πάλιν ἄλλη ἀνελπιστία· πρῶτον λιμὸς, 9 ἀλλὰ διεσώθησαν· δεύτερον τὸ εἰς ’χε ἱρὰς ἐμπεσεῖν τοῦ ἐχθροῦ· τρίτον τὸ ἀπολέσθαι ὑπὸ τοῦ βασιλέως· εἰτα τὸ εὐμήχανον τοῦ Θεοῦ.
αὐτὸς καὶ οἱ πατέρες ἡμῶν· καὶ μετετέθησαν εἰς Συχὲμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου, παρὰ τῶν υἱῶν Ἐμμὼρ ἐν Συχέμ.
οἱ πατριάρχαι· ἥτις ἐκαλεῖτο τάχα Σίκιμα· αὐτὴν γὰρ ὠνήσατο παρὰ Ἐμμὼρ ὁ Ἀβραὰμ, ἵνα θάψῃ ἐκεῖ Σάρραν.
ἐν Αἰγύπτῳ, ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος ἐπ’
Αἴγυπτον ὃς οὐκ ἤδει τὸν Ἰωσήφ.
διὸ ὧδε ἡ ἔμφασις λέγει, βιαίως ἐπιθέσθαι αὐτοῖς· ὅθεν καὶ σοφιστὰς καλεῖ τοὺς γόητας, ὡς τὸ ἀληθὲς δι᾿ ἀπάτης καὶ κρύπτοντας.
τῷ θυμῷ τίκτεται· καὶ “ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκω τοῦ πα- “τρός·” ἀλλ’ ὅτε τὰ ἀνθρώπινα ἀπηλπίσθη, καὶ ἀπέρριψαν αὐτὸν, τότε τοῦ Θεοῦ ἡ εὐεργεσία ἐδείκνυτο λάμπουσα. Καὶ μετ’ ὀλίγα— Εἰ ἐκεῖνο θαυμαστὸν ὅτι ὑπὸ ἀδελφῶν ἐπράθη, ἐνταῦθα πάλιν ἄλλο θαυμασιώτερον, ὅτι βασιλεὺς ἔτρεφεν αὐτὸν τὸν μέλλοντα καθαιρεῖν
αὐτοῦ τὴν ἀρχὴν, αὐτὸς ὁ μέλλων ἀπόλλυσθαι· ὁρᾶς πανταχοῦ τῶν νεκρῶν σχεδὸν διατυπουμένην τὴν ἀνάστασιν. καίτοι οὐκ ἔστιν ἰσον, αὐτόν τι τὸν Θεὸν ποιεῖν, καὶ μετὰ προαιρέσεως ἀνθρωπίνης γίνεσθαι· ταῦτα γὰρ μετὰ προαιρέσεως ἀνθρωπίνης ἦν, ἡ δὲ ἀνάστασις καθ’ ἑαυτήν.
ἐπὶ Νῶε, καὶ τὸν Θεὸν τοῦ Νῶε ἐπικαλεσάμενοι, ῥίπτουσι τὸν παῖδα ἐν τῷ ποταμῷ διὰ τῆς κιβωτοῦ· ἵνα καὶ δοκῶσι πείθεσθαι τῷ προστάγματι, καὶ ἀσφαλίσωνται τὸν παῖδα. Καὶ οἱ μὲν ῥίπτουσιν· ὁ δὲ παρακελεύεται τῇ ἀγνοούσῃ θυγατρὶ Φαραὼ ἐξελθεῖν ἐπὶ τὸν ποταμόν· ἐξῆλθεν ἀγνοοῦσα· εὗρεν ὃν οὐκ ἐζήτει.
Καὶ μετ’ ὀλίγα — Καὶ ἐσώθη Μωϋσῆς διὰ συμβόλων τῆς κοινῆς σωτηρίας τῆς Ἐκκλησίας· ἡ γὰρ κιβωτὸς ἀπὸ ξύλου ἦν· καὶ ξύλον ἀπὸ ὕδατος, καὶ σωτηρία τῷ ἀπαγορευθέντι· καὶ ἡ ἀναλαβοῦσα οὐκ Ἰουδαῖα, ἀλλ’ ἐξ ἐθνῶν καὶ Αἰγυπτία. Καὶ πάλιν—Ἐγένετο δὲ πάντα, ἵνα μηδὲν τῶν κατὰ Μωϋσέα νομισθῇ ἀνθρώπινον· τίνος
γὰρ ἦν εἰπεῖν ὅτι αὐτῶν ἦν Μωϋσῆς· οἱ γονεῖς; ἀλλ’ ἔρριψαν c. οἱ Αἰγύπτιοι; ἀλλ’ οὐκ ἐγέννησαν· ἡ μητὴρ ὅτι ἔθρεψεν; ἀλλ’ ἄλλη ἔδωκε μισθούς. οὐκοῦν ἐπειδὴ οὐχ εὑρίσκεται ἀνθρώπων, ἄνθρωπος Θεοῦ· οὕτως γεννηθεὶς καὶ σωθεὶς παιδεύεται τὰ Αἰ- 10 γυπτίων· σοφὸς γὰρ ἦν ὁ παιδεύων· καὶ γὰρ ἐν τοῖς πολέμοις πέμπονται οἱ κατασκοποῦντες, ἴνα πρῶτον γνωσθῇ τῶν αντικειμένων τὰ ἐνθυμήματα, καὶ οὕτως καταρχὴ γένηται τῆς μάχης· ἐπεὶ οὖν ἤμελλε κατ’ Αἰγυπτίων καθοπλίζεσθαι Μωϋσῆς, εὐσεβῶς ὑπεβλήθη τοῖς Αἰγυπτίοις, ἵνα τὰ Αἰγυπτίων κατασκοπήσῃ, καὶ
Θεὸν ἀνθρώπων προτιμήσῃ.
πάντη ἐστὶν ἡ τῶν ἔξωθεν τῆς γραφῆς παίδευσις· τρόπῳ γὰρ ἐγκωμίου εἴρηται, ὡς ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων·” καὶ περὶ Δανιἠλ καὶ τῶν σὺν αὐτῷ Ἑβαραίων, ὡς ὑπερέβαλον πάντας ἐν τῇ Χαλδαίων φιλοσοφίᾳ καὶ ταῖς συγγενέσιν ἐπιστήμαις. ὅρα δὲ τούτων λεγομένων, πῶς δεῖ προσέρχεσθαι τοῖς ἄλλοις
λογικοῖς· δεῖ γὰρ ἐπ’ ὀλίγοις αὐτοῖς προσέχειν τῇ θεοπνεύστῳ γραφῇ ἐμμένοντας· τὸ γὰρ μὴ πολὺς ἵστι πρὸς ἀλλοτρίαν, οὐ περὶ γυναικὸς συνοικούσης ἀνδρὶ, ἀλλὰ τοιαύτης σοφίας εἴρηται· ἀλλοτρίᾳ γὰρ γυναικὶ, οὐδὲ κατὰ πόσον προσέρχεσθαι, ἀβλαβές.
δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ. ὡς δὲ ἐπλη- ρουτο αὐτῷ τεσσαρακονταετὴς χρόνος·
ἐστιν ἀληθὲς, ὅτι πλούσιος ὢν ἐπτώχευσε, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν.
ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ, ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσι σωτηρίαν αὐτοῖς· οἱ δὲ οὐ
συνῆκαν.
προεβάλλετο τὴν προσηγορίαν, ἵνα δυσωπήσῃ τὴν προσ- ηγοριαν.
ζηλῶ δέ· πᾶν δὲ ὃ ἂν γένηται εἰς λόγον Θεοῦ, εὐσέβεια· κἂν φόνος ῇ διὰ Θεὸν, οὐκ ἔστι φόνος. ὁ γοῦν Φινεὲς δύο ἐν μιᾷ χειρὶ φονεύσας, ἤκουσεν, ἀνέστη Φινεὲς, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις· διάφορος γὰρ ἡ προαίρεσις φονέως καὶ εὐσεβοῦντος· καὶ τὸ πρᾶγμα τὸ γενόμενον διὰ τοῦ Φινεὲς ἱερωσύνη μᾶλλον ἣ φόνος· τοσοῦτον γὰρ ἴσχυσεν ὁ διπλοῦς οὗτος φόνος, ὅτι τοῦ θανάτου ἐπινεμημένου τὸν Ἰσραὴλ δι’ ἀσέβειαν, ὅπερ ἴσχυσε τὸ θυμιατήριον τοῦ πατρὸς Ἀαρὼν, τοσοῦτον ἴσχυσε φόνος, μᾶλλον δὲ ἡ εὐσέβεια.
Καὶ μετ’ ὀλίγα —Ἃ δὲ ἐποίει, αἴνιγμα ἦν, ἀγνοουμένων πραγμάτων· τὸ γὰρ γενόμενον τοῦτο σημεῖον ἦν, ὅτι μέλλει ὁ Θεὸς διὰ Μώσεως Αἰγυπτίους ἀποκτενεῖν, τοὺς δὲ λεγομένους Ισραηλίτας σώζειν.
τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν; μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰ- γυπτιον ;
οὕτω καὶ νῦν ὑπὸ τοῦ κακῶς παθόντος ἐσώθησαν, Μωϋσέως λέγω· τι γὰρ εἰ μὴ ἀνεῖλεν αὐτὸν τῷ πράγματι ; τῷ λόγῳ ἀνεῖλεν· ὥσπερ κἀκεῖνοι· κἀκεῖνοι μὲν ἐκ τῆς γῆς αὐτῶν εἰς ἀλλοτρίαν ἀπέδοντο· οὗτοι δὲ ἐκ τῆς ἀλλοτρίας εἰς ἀλλοτρίαν φυγαδεύουσι· κἀκεῖ μὲν τροφὴν ἀποφέρονται, ἐνταῦθα δὲ συμβουλεύοντα δι’ ὃν
ἔζη μετὰ Θεόν. Ὅρα πῶς δείκνυσιν ἐκεῖνο τὸ ὑπὸ τοῦ Γαμαλιὴλ εἰρημένον· ὅτι “ἐὰν ᾖ εκ Θεοῦ,οὐ δυνήσεσθε καταλῦσαι αὐτό.” Ὅρα τοὺς ἐπιβουλευομένους τῶν ἐπιβουλευόντων αἰτίους σωτηρίας γινομένους· τὸν λαὸν ἑαυτῷ ἐπιβουλευόντα, καὶ παρὰ τῶν ἄλλων ἐπιβουλενόμενον, καὶ οὕτω σωζόμενον. λιμὸς οὐκ ἀνάλωσεν αὐτοὺς· καὶ
οὐ τοῦτο μόνον, ἀλλὰ δι’ ἐκείνου ἐσώθησαν τοῦ προσδοκηθέντος ἀπόλλυσθαι· πρόσταγμα βασιλικόν· καὶ οὐκ ἀνάλωσεν αὐτοὺς, ἀλλὰ τότε μᾶλλον καὶ ηὔξανε τὸ πλῆθος, ὅτε ἐκεῖνος ἀπέθανεν ὁ εἰδὼς αὐτούς· τὸν Σωτῆρα αὐτὸν ἠβουλήθησαν ἀνελεῖν, καὶ οὐδὲ οὕτως ἴσχυσαν. Ορᾶς ὅτι δι’ ὧν ὁ διάβολος ἐπεχείρει καταλύειν τὴν ἐπαγγελίαν
του Θεοῦ, διὰ τούτων ηὔξετο. Καὶ μεθ’ ἑτέρα—Ὅρα τὰ αὐτὰ ῥήματα, ἃ πρὸς τὸν Χριστὸν ἔλεγον. "τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμᾶς;” οὕτως ἔθος Ἰουδαίοις ἀδικεῖν τουμενοις.
ἔφασκον, “ οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν “Βεελζεβοὺλ ἄρχοντα τῶν δαιμόνων.”
φλογὸς βάτου· ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζε τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυριου πρὸς αὐτὸν·
ὅτε οὐκέτι προσεδόκησεν ὡς καὶ παῖδας ποιῆσαι δύο, τότε ἄγγελος αὐτῷ ἐπιφαίνεται· τὸν υἱὸν τοῦ Θεοῦ καλεῖ, καθάπερ καὶ ἄνθρωπον, ἐν τῇ ‘ἐρήμῳ, οὐκ ἐν ναῷ· ὅρα πόσα γίνεται θαύματα· καὶ οὐδαμοῦ ναός· οὐδαμοῦ θυσία· καὶ οὐδὲ ἐν αὐτῇ τῇ ἐρήμῳ ἀλλ’ ἐν βάτω.
πρόσωπον ὁ Μωϋσῆς· σημεῖον δ' ἃν γένοιτο καὶ τοῦτο ἡμῖν ἐναργὲς, τοῦ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ τὴν θεοπρεπῆ τοῦ Γἱοῦ καταθρῆσαι δόξαν, ἑαυτὸν ἐμφανίζοντος καὶ μονονουχὶ προσάγοντος ἐπί- γνωσιν·
ἐν ἐρήμῳ ἐγένετο, καὶ οὐκ ἤχθετο· εἴ τις γὰρ θέλει σῶσαι τὴν ἀγαπῆν καὶ τὸ φίλτρον τὸ περὶ Θεὸν, εἴτε ἐν πενίᾳ σώζεται, εἴτε ἐν πόλεσι διαφυλάττεται, εἴτε ἐν δεσμωτηρίῳ, οὐκ ἀγανακτεῖ· ἔχεις τούτου ἐν τῇ γραφῇ τὰ παραδείγματα.
νοῆσαι.
φοβεροῦ καὶ ἐμφόβου, καὶ ἐν τῇ διηγήσει τῇ περὶ τοῦ ὄρους Σινᾶ· τὸ γὰρ ἐν τῇ πρὸς Ἑβραίους λεχθέν· “καὶ οὕτω φοβερὸν ἦν τὸ “φανταζόμενον περὶ τοῦ ὄρους, τοῦτο ἐστίν· ἐπ’ αὐτοῦ γὰρ εἰπε Μωϋσῆς· “ἔμφοβός εἰμι καὶ ἔντρομος·” ἐκ παραλλήλου ταῖς λέξεσι χρησάμενος· “ἀλλ’ ἀπώσαντο, καὶ ἐστράφησαν ἐν ταῖς
“καρδίαις αὐτῶν εἰς Αἴγυπτον.
ἀπρόσιτος οὖν ὁ Χριστὸς τοῖς ἐν νόμῳ καὶ παιδαγωγικῇ λατρείᾳ· προσαπονίζεσθαι γὰρ ἀνάγκη τὸν μολυσμὸν, καὶ τὸν ἐκ τῆς ἁμαρτίας προαποτρίβεσθαι ῥύπον.
τοῦ τόπου ἐν τοῖς Ἁγίοις τῶν Ἁγίων· ἐκεῖ γὰρ οὐδαμοῦ ἐπεφάνη οὕτως Θεός· οὐδαμοῦ οὕτως ἔντρομος γέγονε Μωϋσῆς· εἶτα ἡ κηδεμονία πολλὴ “ἰδὼν εἶδον,” καὶ τὰ ἑξῆς.
αὐτούς· καὶ νῦν δεῦρο, ἀποστείλω σε εἰς Αἴ- γυπτον.
θλίψεσι πρὸς αὐτὸν καταφεύγωμεν· “καὶ τοῦ στεναγμοῦ αὐτῶν “ἤκουσα,” φησί· οὐχ ἁπλῶς διὰ τὰς συμφοράς· εἰ δέ τις λέγοι, τίνος ἕνεκεν αὐτοὺς εἴασε κακωθῆναι ἐκεῖ; μάλιστα μὲν οὖν αἱ κακώσεις παντὶ δικαίῳ αἴτιαι μισθῶν γίνονται· εἶτα δὲ τίνος ἕνεκεν αὐτοὺς ἐκάκωσε; τὴν δύναμιν αὐτοῦ δείκνυσιν ὅτι δύναται· καὶ
οὐ τοῦτο μόνον, ἀλλ’ ἵνα καὶ αὐτοὺς παιδεύσῃ. Ὄρα γοῦν ὅτε ᾤκουν ἐν τῇ ἐρήμῳ, τότε ἐλιπάνθησαν, ἐπαχύνθησαν, ἐπλατύνθησαν, ἀπελάκτησαν· καὶ πανταχοῦ ἡ ἄνεσις αὐτοῖς κακόν· διὰ τοῦτο καὶ ἐξ ἀρχῆς τῷ Ἀδὰμ ἔλεγεν, “ἐν ἱδρῶτι τοῦ προσώπου "σου φαγῇ τὸν ἄρτον σου·” καὶ ἵνα ἐκ τῆς πολλῆς κακώσεως
ἐλθόντες εἰς ἀνάπαυσιν, εὐχαριστήσωσι τῷ Θεῷ· μέγα γὰρ ἡ θλίψις ἀγαθόν· ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· "ἀγαθόν μοι, “Κύριε, ὅτι ἐταπείνωσας με·” εἰ δὲ τοῖς μεγάλοις καὶ θαυμαστοῖς ἀνδράσι μέγα ἡ θλίψις, πολλῷ μᾶλλον ἡμῖν.
κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡμῶν; τοῦτον ὁ Θεὸς καὶ ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ Ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῆ βάτῳ.
ἔλεγον· “οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα· δείκνυσιν ἐνταῦθα, καὶ τὰ γενόμενα, διὰ τοῦ Χριστοῦ γενόμενα.
ἐν τῆ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῆ
ἐρήμῳ ἔτη τεσσαράκοντα· οὗτός ἐστιν ὁ Μωϋσῆς, ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραὴλ, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε.
γέγονε· καὶ οὐχ ἁπλῶς αὐτοὺς ἐξείλατο, ἀλλὰ καὶ ἐν ἐρήμῳ διάγοντας. ὁρᾶς ὅτι δι’ αὐτοὺς ἐκεῖνα τὰ σημεῖα· ὁ τῷ Θεῷ διαλεχθεὶς, ὁ ἐκ παραδόξων σωθεὶς, ὁ τοσαῦτα ἐργασάμενος καὶ δυνηθεὶς δείκνυσι, ὅτι πάντως πληρωθῆναι δεῖ τὴν προφητείαν, καὶ οὐκ ἐναντιοῦται αὐτῶ.
ἄγγελος.
τότε νομοθετεῖ, οὕτω κἀκεῖνος· καὶ οὗτος ἠπίστατο, κἀκεῖνος· ἀλλ’ οὐκ ἤκουσαν αὐτοῦ. Καὶ μετ’ ὀλίγα — Ὁρᾶς ὅτι ἐκεῖθεν ἡ ῥίζα καὶ ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί· “μετὰ τοῦ Ἀγγέλου, φησὶ, “τοῦ λαλοῦντος αὐτῷ· ’ ἰδοὺ πάλιν αὐτὸν φησὶ τὸν νόμον δε- δωκέναι· εἴγε μετ’ αὐτοῦ ἦν “ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ·” καὶ
ἐνταῦθα θαύματος ὑπομιμνήσκει μεγάλου, τῶν ἐν τῷ ὄρει γεγενη- γεγενημένων.
ὑπῆρχον. οὐκ ἀποστήσαντες τὴν γνώμην ἑαυτῶν τῶν Αἴγυπτ’ ιακῶν ἐθῶν, τῆς αὐτῆς νοήσεως ἐστὶ καὶ τὸ ἐν Εὐαγγελίῳ, ’* ὅπου ὁ “θησαυρὸς, ἐκεῖ καὶ ἡ καρδία· ’ οὐ πάντως τοπικῶς ἐκεῖ ὄντος, ὅπου τις ἔχει τὴν γνώμην· πολλοὶ γοῦν ἔτι ἐπὶ γῆς ὄντες θησαυ- ρίζοντες κατάλληλα τῷ οὐρανῷ, ἐκεῖ τὴν καρδίαν ἔχουσι. ἀλλὰ
κἀκεῖ ἔτι τυγχάνοντες, οἱ παραβάντες Ἄγγελοι τὴν διάθεσιν εἶχον ἐν τῇ γῇ· ᾧ ἐξηκολούθησε τὸ ἐξ οὐρανοῦ εἰς γῆν αὐτοὺς ἐρρῖφθαι.
λόγων ἐδείκνυτο, ἤτοι τὰς προφητείας λέγει.
καὶ ε’ινλτχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγα- γον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χείρων αυτων.
φεύγεις τὴν εὐεργεσίαν καὶ τὸν εὐεργέτην ἀρνῇ ; καὶ ὅρα πῶς ὑβρίζουσιν· ὁ γὰρ Μωϋσῆς οὗτος,” φησὶν, “ὃς ἐξήγαγεν ἡμᾶς ἐκ “γῆς Αἰγύπτου· οὐδαμοῦ Θεοῦ ὄνομα· ἀλλὰ πάντα Μωϋσεῖ ἐπέγραφον· ἔνθα μὲν ἀχαριστεῖν ἔδει, Μωϋσῆν φέρουσιν εἰς μέσον· ἔνθα δὲ πεισθῆναι νόμῳ, οὐκέτι Μωϋσῆς ἄγουσι· “ποίησον ἡμῖν
“θεοὺς, οὐκ εἶπον Θεόν· καὶ μὴν τοῦτο ἄξιον θαυμάσαι, τὸ μὴ εἰδέναι· τί θαυμαστὸν, ὅτι ἀγνοεῖτε Χριστὸν, ὅπου καὶ τὸν Μωϋσέα καὶ τὸν Θεὸν τὸν δειχθέντα διὰ τοσούτων σημείων; καὶ οὐκ ἠγνόήσαν μόνον, ἀλλὰ καὶ ἑτέρως ὕβρισαν τῷ εἰδωλοποιῆσαι.
καὶ ἠγνόησε τὸν δεσπότην, ἀπέγνω τὸν εὐεργέτην· καὶ λέγει τῷ Ἀαρὼν, ποίησόν μοι θεούς διατί ποίησον; εἰ δὲ ποίησον, πῶς θεοὶ τὰ γινόμενα. οὕτως ἡ κακία τυφλώττουσα αὐτὴ ἑαυτὴν ἀφανίζει.
τῶν προφητῶν.
ὄνομα, ἀλλὰ προστάγματα ζῶντα, καὶ λόγια ζῶντα. καὶ ευφραίνοντο e, φησὶ, διὰ τοῦτο καὶ ἑορταί.
ἀντὶ τοῦ εἴασε παραδοθῆναι. λέγει οὖν,ἐπειδὴ τοῦτον εἶχον οἱἸουσαῖοι τὸν πόθον, τὸ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, κωλύσας πολκάκις διὰ τῶν προφητῶν τὴν τοιαύτην πρόφασιν, εἶτα ἐμμενόντων ἐκείνων ὡς εἵλοντο· τὸ δὲ ἔστρεψε” ἄλλο δηλοῖ θέλημα τοῦ Θεοῦ· 14 καὶ ἄλλο γεγενημένον κατὰ συγχώρησιν· ἦν μὲν γὰρ αὐτοῦ θέ- λημα, ὃ καὶ νενομοθέτηκε· “Κύριον τὸν Θεόν σου προσκυνήσεις, “καὶ αὐτῷ μόνῳ λατρεύσεις· ἐμμένοντας δὲ τῇ ἀσεβείᾳ εἴασεν, οὐ γὰρ ἐξ ἀνάγκης ἐφέλκεται ἑαυτῷ λατρεύειν, ἵνα μὴ ὑβρίσῃ τὸ αὐτεξούσιον· ἀλλὰ παραινεῖ μὲν μὴ ἁμαρτάνειν, ἁμαρτανόντων
δὲ ἀνεξικακεῖ· ἐνδεικνύμενος τὸ φιλάνθρωπον, ἅμα δὲ καὶ ἐνδιδοὺς τῇ ἐπιστροφῇ τοῦ αὐτεξουσίου, καιρὸν μετανοίας ταμιευόμενος· ἐμμένοντας δὲ κολάζει πικρῶς· τὸ δὲ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, οὐ τοῖς ἀγγέλοις λέγει ἀλλὰ τοῖς ἄστροις, οἷς καὶ τὸ σέβας προσέφερον, ὡς τῷ μόσχῳ εἰς τόπον ὄντι ἑωσφόρου, καὶ τῇ σελήνῃ, ὡς
βασιλίσσῃ τοῦ οὐρανοῦ· οὕτω γὰρ ἐν Ἱερεμίᾳ ἐγράφησαν λέ- γοντες.
λαληθεὶς λόγος, καὶ ἐκ τοῦ διατετάχθαι τὸν νόμον δι’ ἀγ- “γέλων ἐν χειρὶ μεσίτου·” πολλῆς δὲ παραμυθίας δεῖ τῷ οὕτως τιθεμένῳ· ἐπιστήσαντες δὲ ἡμεῖς, τὸ ”ἔστρεψεν ὁ Θεὸς” καὶ τοῖς ἑξῆς παρα*δοσι νῦν δηλουμένην, οὕτω γενέσθαι ὑπολαμβάνομεν, ὡς καὶ ἐπὶ τῶν γραφομένων τῷ Ἀποστόλῳ οὕτως ἐχόντων· “διὰ
“τοῦτο παρέδωκεν αὐτοὺς ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν·” καὶ ἔτι, διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας καὶ “εἰς ἀδόκιμον νοῦν· ὡς γὰρ ἐν τούτοις οἷς ἡμεῖς εἱλάμεθα, παραδίδωσιν ὁ Θεὸς μετὰ τὸ πολλάκις κωλῦσαι· οὕτω πόθον ἔχοντας τοὺς Ἑβραίους θεραπεύειν τὴν κτίσιν παρὰ τὸν κτίσαντα, κωλύσας
πολλάκις διὰ τῶν προφητῶν τὴν τοιαύτην πρόθεσιν, ἐμμένοντας αὐτοὺς παρέδωκεν ᾧ εἵλοντο· ὅθεν ἀκριβεστέρως ἀκούειν δεῖ τοῦ “ἔστρεψεν ὁ Θεὸς καὶ παρέδωκεν αὐτούς·’ οὐ γὰρ προηγούμενον ἦν θέλημα τῆς νομοθεσίας τοῦτο· εἰ γὰρ ἐν αὐτῇ φέρεται, “Κύριον τὸν “Θεὸν προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, ταύτην τὴν ἕντο-
Λὴν τοὺς παραβάντας παρέδωκε λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρα- “νοῦ·” οὐκέτι προηγουμένῃ βουλήσει ποιῶν αὐτοὺς, ἀλλ’ ὡς εἶπε τὸ ῥητὸν, στρέψας ἐξ ἄλλου θελήματος. ἀλλ’ οὐ ζητήσεις που τῆς γραφῆς τῇ στρατιᾷ τοῦ οὐρανοῦ κεῖται· ἐπὶ ἀγγέλων ὡς ἐπίπαν ἣ ὡς ἐπὶ πολὺ κατὰ τῶν φωστήρων καὶ ἀστέρων ἡ λέξις κεῖται.
διαδεξάμενοι οἱ πατέρες ἡμῶν· ὁρᾶς ὅτι ἐκεῖ τόπος ἅγιός ἐστιν, τόπον τόπῳ συγκρίνῃ.
“ἐν τῇ ἐρήμῳ, ἔνθα μάλιστα αὐτῶν προειστήκει.
ἀλλ’ ἦν εἰς ἀνάκλησιν τὸ χρῆμα αὐτοῖς, ἄχρις ἃν εἰσελάσειαν εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην, ταύτῃ τοι φησὶν, “μὴ σφάγια καὶ Θυσίας,” καὶ τὰ ἑξῆς· ἀλλ’ ἐσώζοντο τότε καὶ θυσιῶν δίχα· καὶ ᾗ φησι δι’ ἑτέρου προφήτου πάλιν· ”οὐ κεκτήσω μοι ἀργυρίου θυμίαμα, οὐκ ἡδύναντό μοι πρόβατα
“τῆς ὁλοκαρπώσεως σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ,’ αὐτοὶ δὲ πάλιν ἀπροφάσιστον ἔχοντες τὴν ἀπόστασιν ἀλλοπρόσαλλοίτε ἦσαν τὸ τηνικάδε, καὶ Θεὸν ἀτιμάζοντες τὸν φύσει καὶ ἀληθῶς, ἀνελάμβανον τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ “θεοῦ ὑμῶν d Ῥεφάν·” καὶ τί δὴ τοῦτό ἐστι περιαθρεῖν ἀναγκαῖον.
οὐκοῦν ὁ μὲν θεσπέσιος Μωϋσῆς ἀναπεφοίτηκεν εἰς τὸ ὄρος τὸν νόμον ὑποδεξόμενος; οἵγε μὴν ἐξ αἵματος Ἰσραὴλ κατεξανέστησαν τοῦ Ἀαρὼν λέγοντες· “ποίησον ἡμῖν θεούς. μεμοσχοποίηκασι τοίνυν κατὰ τὴν ἔρημον· καὶ τὸ μὲν ἐμφανὲς, καὶ οἱονεί πὼς ἁπάντων εἴδωλον ὁ μόσχος ἦν· πολλὰ δὲ παρ’ ἑκάστου καὶ ἕτερα διεπράττοντο·
τραπόμενοι γὰρ ἅπαξ ἐπὶ τὴν ἀρχαίαν πλάνησιν καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἀποπηδήσαντες, ἕκαστος τὸ δοκοῦν ἐποιεῖτο σέβας· καὶ διέπλαττεν ἑαυτῶ, κατὰ τὴν ἄνωθεν ἔτι καὶ ἐν Αἰγύπτῳ συνήθειαν· προσέκειντο δὲ μᾶλλον ταῖς τῶν ἄστρων λα- 15 τρείαις· πρὸς γὰρ τῷ μόσχῳ, καὶ τὴν σκηνὴν τοῦ Μολὸχ ἀνέλαβον· σκηνοποιησάμενοι γὰρ ἔστησαν εἴδωλον, καὶ κεκλήκασι Μολόχ· εἴδωλον δὲ τοῦτο Μωαβιτῶν, ἔχον λίθον διαφανῆ καὶ ἐξαίρετον ἐπὶ μετώποις ἄκροις εἰς ἑωσφόρου τύπον· καὶ ἑρμηνεύεται μὲν Μολὸχ βασιλεὺς αὐτῶν, ῥεφὰν δὲ σκοτασμὸς, ἤτοι τύφλωσις·
ἐκδεδώκασι γὰρ οὕτως Ἀκύλας καὶ Θεοδοτίων· ἑωσφόρου γε μὴν ἐκτύπωμα τὸ τεχνουργούμενον ἦν· ”ἀνελάβετε” τοίνυν τὴν σκηνὴν “τοῦ Μολὸχ,” τουτέστι τοῦ βασιλέως ὑμῶν· τίς δὲ οὗτος ἦν ὁ βασιλεύς; “τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν e Ῥεφάν·” ἀλλὰ γέγονε, φησὶν, ὑμῖν εἰς τύφλωσιν· ἐσκορπίσθησαν γὰρ αἱ καρδίαι αὐτῶν· προσεκύνουν
γε μὴν τὸν ἑωσφόρον, ὡς προανίσχοντα τῆς ἡλίου μαρμαρυγῆς, καὶ ἀρχὴν ἡμέρας εἰσφέροντα τοῖς ἐπὶ τῆς γῆς· ἀλλὰ τοῖς προσκυνοῦσι γέγονε Ῥεφὰν, τουτέστι σκοτασμὸς ἤτοι τύφλωσις· καὶ οὐχὶ δὴ πάντως ὡς ἐνεργηκότος ἐν αὐτοῖς τοῦ ἄστρου τὴν τύφλωσιν· ἀλλ’ ὅτι σκοτασμοῦ παραίτιον τὸ εἰς τοῦτο γέγονε
σέβας.
Θεὸς διὰ φιλανθρωπίαν σώσαι αὐτοὺς, καὶ οὐκ ἀντιμισθία θυσιῶν τὸ πρᾶγμα ποιούμενος,φησὶ, “μὴ σφάγια καὶ θυσίας, ἀλλὰ καὶ τούτων γινομένων φησὶ, “ἀνελάβετεö καὶ τότε “τὴν σκηνὴν τοῦ “Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεφάν·” ἀνελθόντος γὰρ εἰς τὸ ὄρος Μωϋσέως, μεμοσχοποιήκασί τε καὶ ταῖς τῶν ἄστρων προσεκλίθησαν
λατρείαις· καὶ σκηνοποιησάμενοι ἔστησαν εἴδωλον, ὃ κεκλήκασι Μολόχ· τοῦτο δὲ εἴδωλον Μωαβιτῶν ἦν.
Βαβυλὼν τυγχάνει· οἱ δὲ ἑβδομήκοντα ἐπέκεινα Δαμασκοῦ f εἰρήκασιν.
τὸν Θεὸν ἔχωσι, τοῦτο μόνον ἦν.
καὶ μαρτυρίου σκηνὴν καλεῖ· τουτέστι τῶν θαυμάτων, τῶν προσταγμάτων.
“Ἄγγελος Κυρίου εἶπε Μωϋσῇ, μὴ ἐγγίσῃς ὧδε. Καὶ μεθ’ λέγει ὁ Ἄγγελος, “ἐγὼ ὁ Θεὸς τῶν πατέρων ὑμῶν, ὁ Θεὸς Ἀβραάμ·” ὁμοίως δὲ καὶ ἀπ’ αὐτοῦ τοῦ Ἀβραὰμ ἐστὶ τὸ τοιοῦτον εὑρεῖν, ὅτε τὸν παῖδα προσέφερεν εἰς ὁλοκάρπωσιν. Καὶ ὁ Ἀπόστολος δὲ περὶ τοῦ νόμου λέγει· εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος.”
ρῶν Δαβίδ· ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ.
ἐξέωστο· διὰ τοῦτο γάρ φησι, “ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου “τῶν πατέρων ἡμῶν·” ὧν ἐξῶσε, φησὶ, καὶ οὐδὲ τότε ναός· καὶ τοσαῦτα θαύματα, καὶ οὐδαμοῦ ναός· ὥστε εἰναι πρώτη σκηνὴ, 17 ἀλλ’ οὐ ναὸς οὐδαμοῦ, ἕως τῶν ἡμέρων,” φησὶ, Δαβίδ·” καὶ οὐδαμοῦ ναός· καὶ “ᾔτησεν εὑρεῖν χάριν ἐνώπιον τοῦ Θεοῦ.” καὶ “ᾠκοδόμησεν·” οὕτως οὐκ ἦν μέγα τι ὁ ναός.
τὸν ἕνα τόπον τὸν ἐν Ἱερουσαλὴμ ἀγαπήσωσιν, ὃν ὁ Θεὸς ἐποίησε τίμιον.
δὲ καὶ διὰ φωνῆς προφητικῆς· ”ποῖον οἶκον οἰκοδομήσετέ “μοι, Κύριος λέγει;”
τόπος τῆς καταπαύσεως μου; οὐχὶ ἣ χείρ μου ἐποίησε
ταύτα παντα;
τόμου Β. Εἰ ἕλοιτό τις τὴν τοῦ πράγματος σοφίαν χαλεπὸν οὐδὲν ἀληθεύοντας λέγειν· ἀνεδείματο γὰρ ἐν τοῖς Ἱεροσολύμοις τὸν διαβόητον ἐκεῖνον νεῶν ὁ σοφώτατος Σολομῶν· ἐπε- 18 γάννυτο δὲ λίαν αὐτῷ τῶν Ἰουδαίων οἱ δῆμοι· ᾤοντό τε ὅτι κατῴκηκεν ἐν αὐτῷ περιειλημμένος ὁ τῶν ὅλων Θεός· βραδεῖς γὰρ ἀεὶ πὼς εἰς σύνεσιν καὶ τῶν περὶ Θεοῦ λόγων ἀνεπιστήμονες, οἵγε καὶ Θεοῦ πόλιν οἰηθέντες εἶναι τὴν Ἱερουσαλὴμ, ἐν αὐτῇ δὴ καὶ μόνῃ διεγίνοντο κατοικεῖν αὐτόν· διά τοι τὸ λέγεσθαι διὰ φωνῆς τοῦ
Δαβὶδ δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ.” σμικρά τοι γὰρ δοξάζοντας ἐλέγχει Θεὸς, καὶ φησὶ, ποῖον οἶκον οἰ- “κοδομήσετε μοι,” θρόνον ἔχοντι τὸν οὐρανὸν, ὑποπόδιον δὲ τὴν γῆν· ἔδει γὰρ ἔδει τοῖς συνεστάλθαι καὶ περιωρῆσθαι τόπον τὴν αὐτοῦ φύσιν ὑπειληφόσι, καταδεῖξαι σαφῶς, ὅτι τε εἴη πανταχῆ, καὶ
χωρεῖ μὲν αὐτὸν οὐδὲν, ἥκει δὲ μᾶλλον διὰ πάντων αὐτός· καὶ πλήρης μὲν ὁ οὐρανὸς αὐτοῦ, μεστὴ δὲ ἡ γῆ.
κέχρηται· πολλὴ ἦν παρρησία μέλλοντος αὐτοῦ ἀποθνήσκειν· καὶ γὰρ καἰ τοῦτο οἶμαι αὐτὸν εἰδέναι.
λέγων· “μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην· οὕτως οὐκ ὀργιζόμενος αὐτοῖς, ἀλλ’ ἀλγῶν ὑπὲρ αὐτῶν καὶ δακνόμενος ταῦτα ἐφθέγγετο.
πάτερες ὑμῶν, καὶ ὑμεῖς.
παραγγέλματα, ἐπεσπάσασθε· ὅτε ἐλάβετε, ἠμελήσατε· πάλιν ὅτε εἱστήκει ὁ ναὸς, εἴδωλα ἐθεραπεύετε· ὅτε βούλεται χωρὶς ναοῦ θεραπεύεσθαι, τὸ ἐναντίον ποιεῖτε· καὶ οὐκ εἶπε, τῷ Θεῷ “ἀντι- “πίπτετε,” ἀλλὰ τῷ Πνεύματι,” οὕτως οὐδεμίαν οἶδε διαφοράν.
ὡς ἐν σκότῳ περιπατοῦντες προσέπταιον· καὶ γέγονεν αὐτοῖς ὁ “λίθος ἀκρογωνιαῖος καὶ ἐκλεκτὸς καὶ ἔντιμος πέτρα σκανδάλου “λίθος προσκόμματος·” καὶ οὐδαμῶς ἐνενόουν αὐτοῦ τὴν προαιώνιον ὕπαρξιν, καὶ τὴν ἐκ Πατρὸς ἀσώματον γέννησιν, καὶ τὸ πρὸς τὸν γεγεννηκότα ἴσον, καὶ κατὰ πᾶν ὁτιοῦν ἀπαράλλακτον.
καὶ ἀποκτείνασιν· οὐ δυνατὸν ἀπὸ τῶν φερομένων βιβλίων τῆς καινῆς διαθήκης.
στεῖλαι.
ποιήσαντα, καὶ ταῦτα ποιῆσαι· τοὺς καταγγείλαντας ἀνείλατε, πολλῷ μᾶλλον αὐτόν· καὶ Θεῷ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ τοῖς προφήταις, καὶ τῷ Πνεύματι, καὶ πᾶσι δείκνυσιν ἀπειθοῦντας· καθὼς καὶ ἑτέρωθι φησὶν ἡ γραφή· Κύριε, τοὺς προφήτας σου “ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέστρεψαν·” τοῦτο παρ- ρησια ἀνδρὸς ’τον σταυρὸν ἔχοντος.
“εἰ γὰρ ὁ δι’ ἀγγέλων λαληθεὶς λόγος· ὁ δι’ ἀγγέλων νόμος ἀνθρώποις ὑπὸ Θεοῦ ἀγγέλων δίδοται· εἰ μὴ ἄρα καὶ οὕτως δέξηται, ὅτι ὁ νόμος οὕτω διετάγη τοῖς ἀνθρώποις, ἵνα ἀγγέλων πολιτείαν ἔχωσι· καὶ γὰρ οὗτοι ὑπὸ Θεοῦ τεταγμένοι εἰσιν· εἴρηται γοῦν περὶ αὐτῶν· “εὐλογεῖτε τὸν Κύριον πάντες οἱ ἄγγελοι
“αὐτοῦ, δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ.” δοκεῖ βίαιος εἶναι ἡ δευτέρα ἀπόδοσις.
“ποις τούτοις;” οὕτω καὶ οὗτοι διαπρίονται· οἱ συκοφάνται μᾶλλον ἀνῃροῦντο· οὕτως ἀληθὲς, ὅπερ ἀεὶ ἔλεγον, ὅτι τὸ ποιεῖν κακῶς, τοῦτο πάσχειν ἐστὶ κακῶς.
καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ εἶπεν, ἰδοὺ, θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ.
ἔχειν τὸ εἰρημένον, ὁ Πνεύματος πεπληρωμένος καὶ τὰ τοιαῦτα μάλιστα ἀξιωθεὶς ὁρᾶν Στέφανος, ἀποκρίνεταί σοι· ὅτι εἶδε “τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ” μετὰ πολλῆς τῆς δόξης· τι οὖν ἑστῶτα καὶ οὐχὶ καθήμενον; ἵνα δείξῃ τὴν ἀντίληψιν τὴν εἰς τὸν μάρτυρα· καὶ γὰρ περὶ τοῦ Πατρὸς
λέγεται· “ἀνάστα ὁ Θεός·” καὶ πάλιν, “νῦν ἀναστήσομαι λέγει “Κύριος· θήσομαι ἐν σωτηρίῳ· ἵνα οὖν πολλὴν τῷ ἀθλητῇ τὴν προθυμίαν παράσχῃ, καὶ πείσῃ τοὺς μαινομένους ἐκείνους καθυφεῖναι τῆς κατ’ αὐτοῦ λύττης, τὸ τοῦ βοηθοῦντος ἐπιδείκνυται σχῆμα· ὅτι γὰρ οὐχ ἕστηκεν, ἄκουσον Παύλου λέγοντος, “συν- “ἤγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν δεξιᾷ αὐτοῦ, ὑπερ- “άνω h πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ κυριότητος.
καθὸ καὶ ὁ Βαροὺχ τὸ ἀκίνητον καὶ ἀμετάθετον τῆς τοῦ Θεοῦ ἐξαγωγῆς ἐνδεικνύμενος ἔφη, “τὸ σὺ καθήμενος τὸν αἰῶνα, καὶ “ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα.” τὴν δεξιὰν δὲ χώραν δηλοῦν τὸ τῆς ἀξίας ὁμότιμον.
τὴν δόξαν καλεῖ Θεὸν καταχρηστικῶς· διὸ σημειωτέον ὅτι οἱ λεγόμενοι ἑωρακέναι Θεὸν, δόξαν ἑώρουν θείαν· ἢ ἐν πυρὶ, ἢ ἐν στύλῳ νεφέλης, ἣ ἐν σαπφειροειδεῖ ὁράματι ἢ ἠλεκτροειδεῖ.
ὁ ïὸς οὐ μόνον ἐκ δεξιῶν κάθηται τοῦ Πατρὸς, ἀλλὰ καὶ ἐκ δεξιῶν ἵσταται, φησὶν γὰρ ὁ Στέφανος, εἶδον τοὺς οὐρανοὺς ἀνεῳγμέ- “νοῦς, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τῆς δυνάμεως·” οὕτω καὶ ὁ Πατὴρ ἵστασθαι ἐκ δεξιῶν λέγεται τοῦ Υἱοῦ, ἵνα μίαν ἡμεῖς ἀξίαν Υἱοῦ καὶ Πατρὸς μάθωμεν.
ὀλίγα—Καὶ μὴν εἰ ἐψεύδετο, ὡς μαινόμενον ἔδει ἀφεῖναι· ἀλλ’ ἐβούλετο αὐτοὺς ἐπάγεσθαι· ἐπειδὴ γὰρ εἶπε περὶ τοῦ θανάτου, καὶ περὶ ἀναστάσεως οὐδὲν διελέχθη· καὶ τοῦτο ἠθέλησε προσθεῖναι τὸ δόγμα, καὶ οὕτως αὐτῷ ἐφάνη· ἵνα κἂν οὕτω δέξωνται 19 Ἰουδαῖοι. ἐπειδὴ γὰρ τὸ καθίσαι φορτικὸν ἦν αὐτοῖς, τέως τὸν περὶ ἀναστάσεως κινεῖ λόγον· διὰ τοῦτο καὶ τὸ πρόσωπον αὐτοῦ δεδόξαστο· ὁ γὰρ Θεὸς φιλάνθρωπος ὣν, δι’ ὧν ἐπεβούλευον, διὰ τούτων ἐβούλετο αὐτοὺς ἀνακαλέσασθαι· καὶ ὅρα ὅσα σημεῖα γίνεται.
“Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.
τοὺς.
ἐπειδὴ γὰρ δεδικαιώμεθα διὰ τῆς πίστεως τῆς εἰς αὐτὸν, καὶ ἐν αὐτῷ τὸ ἀπλημμελὲς ἡ ἀνθρώπου φύσις εὑρέθη πλουτήσασα· καὶ κεκαινοτόμηκεν ἡμῖν, τὸ μηκέτι μὲν εἰς ᾅδου τρέχειν τὰς τῶν 20 σωμάτων ἀπαλλαττομένας ψυχὰς καθὰ καὶ πρώην, πέμπεσθαι δὲ μᾶλλον εἰς χεῖρας Θεοῦ ζῶντος· καὶ τοῦτο εἰδὼς ὁ ἅγιος ἔφη Στέφανος, Κύριε Ἰησοῦ δέξαι τὸ πνεῦμά μου. Καὶ ὁ μακάριος δὲ γράφει Πέτρος· ὥστε καὶ πάσχοντες κατὰ θέλημα τοῦ Θεοῦ, πιστῷ κτίστῃ παρατιθέσθωσαν τὰς ἑαυτῶν ψυχάς.
ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῆ ἀναιρέσει αὐ- του.
ἢν θυμοῦ, φησὶ, “Κύριε·” καὶ βουλόμενος αὐτοὺς ταύτῃ τὸ γὰρ ἀφεῖναι μὲν τὸν θυμὸν καὶ τὴν ὀργὴν τῷ φόνῳ, καθαρθῆναι δὲ τὴν ψυχὴν τοῦ πάθους, εὐπαράδεκτον ἐποίει τὸν λόγον.
μετὰ προσοχῆς θεὶς τὰ γόνατα· ὅρα θεῖον αὐτοῦ τὸν θάνατον· μέχρι τούτου συνεχώρησε τὴν ψυχὴν εἶναι ἐν αὐτῷ ὁ δεσπότης.
συγχεῖς τὰ Ἰουδαϊκὰ, ὁ λαμπρὸν στήσας τρόπαιον καὶ νίκην περιφανῆ, ὁ γενναῖος οὗτος καὶ σοφὸς, καὶ χάριτος πεπληρωμένος, καὶ τοσαύτην ἐκκλησίαν ὠφελῶν, οὐδὲ πολὺν χρόνον ποιήσας ἐν τῷ κηρύγματι, ἀθρόον ἡρπάγη· καὶ ὡς βλάσφημος κατεδικάζετο καὶ κατελιθοβολεῖτο.
ἀφήθη φησίν; εἰ μετενόησαν ἀφήθη· καὶ γὰρ ὁ μυρίαις βάλλων αὐτὸν χερσὶ, καὶ διώξας τὴν ἐκκλησίαν Παῦλος, τῆς ἐκκλησίας προστάτης ἐγένετο.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.