ΚΕΦ. ς.
καὶ ἐπέβαλον τὰς χεῖρας ἐπὶ τοὺς Ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.
τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· πορεύεσθε καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα
τῆς ζωῆς ταύτης. ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκον· παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον
καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ ἀπέστειλαν
εἰς τὸ δεσμωτήριον ἀχθῆναι αὐτούς· οἱ δὲ ὑπηρέται παραγενόμενοι οὐκ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ.
αὐτοῖς ἐπιτίθεται.
δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἑστῶτας ἐπὶ τῶν θυρῶν· ἀνοίξαντες
δὲ, ἔσω οὐδένα εὕρομεν· ὡς δὲ ἤκουσαν λόγους τούτους ὅ τε στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ
αυτων πρὸς ἑαυτοὺς, τί ἃν γένοιτο τοῦτο· παραγενομενος
δέ τις ἀπήγγειλεν αὐτοῖς λέγων· ὅτι ἰδοὺ οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῆ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ
διδάσκοντες τὸν λαόν. τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις ἤγαγεν αὐτοὺς οὐ μετὰ βίας.
καὶ ἡ σφραγὶς καὶ οἱ ἄνθρωποι. ὅρα πῶς ἦσαν θεομάχοι· ταῦτα ἀνθρώπινά ἐστιν, εἰπέ μοι, τὰ ὑπὲρ αὐτῶν γενόμενα; τίς αὐτοὺς ἐξήγαγεν, εἰπέ μοι, τῶν θυρῶν κεκλεισμένων; εἰπὲ, πῶς ἐξῆλθον; ὄντως μαινομένων καὶ μεθυόντων τὰ ῥήματα· οὓς οὐ κατέσχεν ἡ φυλακὴ καὶ τὰ δεσμὰ καὶ θύραι κεκλεισμέναι, τούτων προσεδόκησαν
περιέσεσθαι, παίδων ἀνοήτων πράγματα παθόντες.
ἐκείνων.
ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεὺς λέγων· οὐ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ ; καὶ ἰδοὺ ἐπληρώσατε ‘Ιερουσαλὴμ τῆς διδαχῆς ὑμῶν· καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώ- που τούτου.
πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις.
φωνῶν τούτων κατεφρόνουν τοῦ θανάτου, ὡς μηδὲ φροντίζειν τῶν ἀνακρινόντων αὐτοὺς, ἀλλὰ λέγειν, “πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἣ “ἀνθρώποις· οἵτε ἄλλοι ἅγιοι μάρτυρες ἐθάρρουν οὕτως, ὡς μᾶλλον νομίζειν αὐτοὺς εἰς ζωὴν μεταβαίνειν, ἣ θάνατον ὑπομένειν.
γὰρ ἐστὲ ὑμεῖς ἀντιδιαταττόμενοι τῷ Θεῷ ; ἀλλὰ πάλιν ἐν τάξει παραινέσεως καὶ συμβουλῆς μετ’ ἐπιεικείας πολλῆς ἀποκρίνονται. πολλὴ ἡ σοφία· καὶ δεικνύουσιν αὐτοὺς μαχομένους τῷ Θεῷ.
μ Καὶ ἡμεῖς ἐσμὲν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων. ToT ΛΥ̓ΥΩΥ-. Ποίων ῥημάτων ; ὅτι ἄφεσιν, ὅτι μετάνοιαν ἀπ- ηγγείλατο· ἡ μὲν ἀνάστασις ἦν λοιπὸν ὡμολογημένη· ὅτι δὲ ἄφεσιν δίδωσιν, ἡμεῖς μαρτυροῦμεν, καὶ τὸ Πνεῦμα τὸἍγιον, ὃ οὐκ ἃν ἐπῆλθε, μὴ πρότερον τῶν ἁμαρτιῶν λυθεισῶν· ὅθεν ἀναμφισ βψη
τητον τεκμήριον τοῦτο ἐστιν· Πολλὴ ἡ παρρησία καὶ τὸ ἀξιόπιστον. Καὶ τὸ Πνεῦμα δὲ τὸ Ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. ToT ΑΥ̓τοΥ-. Ὁρᾶς ὅτι οὐχὶ τῇ τοῦ Πνεύματος μαρτυρίᾳ μόνον
κέχρηται· καὶ οὐκ ε-ι’πεν, ὃ ἔδωκεν ἡμῖν, ἀλλὰ τοῖς πειθομένοις· ἅμα μὲν μετριάζοντες, ἅμα δὲ αὐτῷ δεικνύντες καὶ δηλοῦντες ὅτι καὶ αὐτοῖς δυνατὸν λαβεῖν. Καὶ μετ’ ὀλίγα — Διὰ τοῦτο συγ- χωρεῖ ὁ Θεὸς ἄγεσθαι αὐτοὺς εἰς δικαστήριον, ἵνα κᾀκει-νοι παι- δεύωνται, καὶ πάντες μανθάνωμεν, καὶ οἱ Ἀπόστολοι εἰς παρρησίαν
ἀλείφωνται. ΔιΔΎΜοΥ. Οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ ἐν ἑτέροις χωρίοις τῆς γραφῆς δηλοῦται, ὡς τὸ Ἅγιον Πνεῦμα δίδοται, ἡμῶν τὴν αἰτίαν τοῦ λαβεῖν αὐτὸ παρεχόντων· τὸ γὰρ πειθαρχεῖν Θεῷ προαιρετικὸν ὥσπερ τὸ πιστεύειν· οἷς μετὰ ἀναλογίαν δίδοται τὸ Πνεῦμα τοῖς
τῶν χαρισμάτων αὐτοῦ τυγχάνουσι· συνᾴδει δὲ τούτοις καὶ τὸ “δώσει Πνεῦμα Ἅγιον τοῖς αἰτοῦσιν αὐτόν. ’^’^ Οἱ δὲ ἀκούσαντες διεπρίοντο, καὶ ἐβούλοντο ἀνελεῖν αὐτοὺς. ToT ΧΡΥΣοτΥόMοΥ. Ὁρᾶς τούτους πάλιν ἐν ἀπορίᾳ· τούτους
ἐν ὀδύνῃ, ἐκείνους δὲ ἐν ἀνέσει καὶ εὐθυμίᾳ καὶ ἐν τρυφῇ· οὐχ ἁπλῶς ὠδυνῶντο ἀλλὰ διεπρίοντο· τοῦτο ἄρα ἐστὶ τὸ κακῶς παθεῖν, τὸ κακῶς ποιεῖν· καθάπερ καὶ ἐνταῦθα ἐστὶν ἰδεῖν· ἐν δεσμοῖς ἦσαν οὗτοι· παρεστήκεσαν δικαστηρίῳ, καὶ οἱ δικάζοντες ἐν κιν- δύνω ἦσαν, ἐν ἀπορίᾳ, ἐν ἀμηχανίᾳ πολλῇ· καθάπερ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτὸς λαμβάνει τὴν πληγὴν, οὕτω δὴ καὶ οὔτοι.
θαυμάσαι ἄξιον, πῶς καὶ κατὰ νοῦν κρίσεις ἔχων καὶ νομομαθὴς ὣν, οὐδέπω πιστεύει· ἐπεὶ οὐδέπω Παῦλος ἐπίστευσεν· οὐκ ἔστι δὲ αὐτὸν μεῖναι μὴ πιστεύοντα δι’ ὅλου, καὶ δῆλον ἐκ τῶν ῥημά- των αὐτοῦ.
παντὶ τῷ λαῷ· ἔξω βραχύ τι r τοὺς Ἀποστόλους ἐκέλευσε
ποιῆσαι· εἶπέ τε πρὸς αὐτούς· Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις τί μέλλετε πράσσειν.
εὐθέως εἰς φόβον ἐνέβαλε· καὶ ὥστε μὴ ὑποπτευθῆναι αὐτὸν ὡς τὰ ἐκείνων φρονοῦντα, ὡς πρὸς ὁμογνώμονας διαλέγεται, καὶ οὐ πολλῇ σφοδρότητι κέχρηται, ἀλλ’ ὡς ὑπὸ θυμοῦ μεθύουσιν οὕτω φησὶν, “ ἄνδρες Ἰσραηλῖται,“ καὶ τὰ ἑξῆς, μὴ ἁπλῶς φησὶ, μηδὲ ὡς ἔτυχε φέρεσθαι s.
πων τούτων.
“παρέξειν αὐτοῖς ῥᾳδίαν· καὶ ταῦτα λέγων πολλοὺς ἠπάτησεν· οὐ “μὴν εἴασεν αὐτοὺς τῆς ἀφροσύνης ὄνασθαι Φάδος, ἀλλ’ ἐξέπεμψεν “ἴλην ἱππέων ἐπ’ αὐτοὺς, ἥτις πολλοὺς ἀνεῖλε καὶ ἐζώγρησεν “αὐτῶν· αὐτόν τε τὸν Θευδᾶν ζωγρήσαντες, ἀποτέμνουσι τὴν “κεφαλὴν καὶ κομίζουσιν εἰς ‘Ιεροσόλυμα.”
αὐτῷ διεσκορπίσθησαν· καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ ἐάσατε αὐ- τοὺς.
ἦν δὲ τὸ δόγμα τοῦ Ἰούδα, ὡς καὶ Ἰώσηπος ἐν τοῖς τελευταίοις τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας ἔδειξε, φαντασίαν ἐξαποστέλλον πολλὴν δι’ εὐσέβειαν εὐτονίας· κύριον γὰρ μηδὲ μέχρι στόματος ἔφασκε δεῖ τινα λέγειν, μηδὲ κατά τινα τιμὴν καὶ φιλοφροσύνην· οὕτω δὲ μήτε τὸν βασιλεύοντα· καὶ πολλοὶ γε αὐτῶν περὶ τοῦ μὴ
εἰπεῖν Καίσαρα κύριον χαλεπωτάτας αἰκίας ὑπέμειναν· οἳ καὶ ἐδίδασκον μὴ δεῖν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωϋσέως νόμῳ θυσίας ἑτέρας ἀναφέρεσθαι τῷ Θεῷ· διόπερ ἐκώλυον τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδεδομένας γίνεσθαι, περὶ τῆς σωτηρίας τοῦ Βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους· εἰκὸς οὖν ἐπὶ τούτοις
ἀγανακτοῦντα πρὸς Γαλιλαίους τὸν Πιλάτον, κελεύσαι παρ’ αὐτοῖς αἷς ἐδόκουν προσφέρειν θυσίαις αὐτοὺς ἀναιρεθῆναι· ὡς τότε ἀναμιχθῆναι ταῖς προσφερομέναις θυσίαις τὸ αἷμα τῶν προσαγόντων, καθὰ καὶ ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ φέρεται.
τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ Θεοῦ ἐστὶν, οὐ δυνή- σεσθε καταλύσαι αὐτούς.
δυνήσεσθε· ἄληπτος ὁ λόγος.
ὑμῶν πιστώσεται ἔκβασις· διὰ τοῦ τέλους εἴσεσθε, εἴτε ἄνθρωπός ἐστι πλάνος, ὥς φατε, καὶ παράνομος, εἴτε Θεὸς ὁ πάντα συγκρατῶν, καὶ ἀπορρήτῳ δυνάμει τὰ καθ’ ἡμᾶς οἰκονομῶν πράγματα· ὅπερ οὖν καὶ ἐγένετο· ἀνέμειναν, καὶ διὰ τῶν ἔργων ἐδηλοῦτο ἡ θεία καὶ ἄμαχος δύναμις.
αὐτῶν τὸ σύστημα. εἰ μὲν γὰρ ἀνθρώπινόν ἐστι, φησὶ, τί δεῖ πραγμάτων ὑμῖν ; ἀλλ’ εἰ u θεῖόν ἐστιν, οὐδὲ μετὰ πραγμάτων δυνήσεσθε περιγενέσθαι· ἄληπτος ὁ λόγος. πῶς ἐπείσθησαν ὥστε μὴ ἀνελεῖν αὐτοὺς, ἀλλὰ μαστίξαι μόνον ; ἐπείσθησαν γὰρ αὐτῷ, φησίν.
Ἀποστόλους, δείραντες, παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ· καὶ ἀπέλυσαν αὐτούς.
Καὶ μετ’ ὀλίγα—τινος οὑν ἕνεκεν, φησὶ, μαστίζονται; τῇ μὲν ἀναμφισβητήτῳ δικαιολογίᾳ ἀντιβλέψαι οὐκ εἶχον, ὅμως δὲ τὸν θυμὸν ἐπλήρουν τὸν οἰκεῖον, καὶ πάλιν ταύτῃ φοβῆσαι προσεδόκησαν.
ἄλλοις· ἀλλ’ ἐνταῦθα καὶ ἀπὸ τούτου καὶ ἀπὸ τῶν σημείων μόνον τὴν δύναμιν ἐνεδείκνυντο τοῦ Θεοῦ· οὐκ εἶπεν ὅτι οὐκ ἤλγουν, ἀλλ’ ὅτι καὶ ἀλγοῦντες ἔχαιρον· πόθεν δῆλον ; ἐκ τῆς μετὰ ταῦτα παρρησίας· οὕτως ἐνεστήκεσαν ἀεὶ καὶ μετὰ τὰς πληγὰς κηρύτ- τοντες.
ἀτιμασθῆναι· πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν.
ἀτιμασθῆναι· εἰ γὰρ φίλον τις ἔχων, κέρδος ἡγεῖται τὸ δι’ ἐκεῖνόν τι παθεῖν, πολλῷ μᾶλλον ὁ διὰ Χριστόν· μὴ τοίνυν ἀσχάλλωμεν πρὸς τὰς θλίψεις τὰς διὰ Χριστὸν, ἀλλὰ μνημονεύωμεν τῶν δεσμῶν Παύλου καὶ ἡμεῖς, καὶ τοῦτο ἡμῖν ἔστω προτροπή. Καὶ πάλιν—Οὕτω δὴ καὶ ἡ σωτηρία ἡμῶν τότε ἐνεργεῖται μειζόνως·
τουτέστι δείκνυται, αὔξεται, ἐπιτείνεται, ὅταν ὑπομονὴν ἔχῃ, ὅταν πάσχῃ, καὶ γενναίως ἅπαντα φέρῃ· ἄρα ἐνέργεια σωτηρίας οὐ τὸ ποιεῖν κακῶς ἀλλὰ τὸ πάσχειν κακῶς· "οὐκ ἄξια γὰρ τὰ παθή- "μάτα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν.”
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.