ΚΕΦ. Ι.
εἶναί τινα ἑαυτὸν μέγαν.
εἶναι τινα ἑαυτὸν.
Ἀποστόλων παρουσίαν, καὶ διὰ τῆς αὐτῶν χειροθεσίας ἔλαβον Πνεῦμα Ἅγιον· ἐπειδήπερ ὁ ᾿Απόστολος] Φίλιππος Διάκονος ὢν, οὐκ εἶχεν ἐξουσίαν τῆς χειροθεσίας, τοῦ δι’ αὐτῆς διδόναι Πνεῦμα Ἅγιον.
οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη.
ἐξεστακέναι αὐτούς. ὅτε δὲ ἐπίστευσαν τῶ Φιλίππω εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τὲ καὶ γυναῖκες.
μεγάλας γινομένας, ἐξίστατο. ἀκούσαντες δὲ οἱ ἐν Ἰεροσολύμοις Ἀπόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶ
Ἰωάννην.
λάβωσι Πνεῦμα Ἅγιον, οὐδέπω γὰρ ἦν ἐπ’ οὐδενὶ αὐτῶν
ἐπιπεπτωκὸς, μόνον δὲ βεβαπτισμένοι ἦσαν εἰς τὸ ὄνομα
τοῦ Κυρίου Ἰησοῦ. τότε ἐπιτίθεσαν τὰς χεῖρας ἐπ’ αὐτοὺς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.
οὐκ ἔλαβον. Καὶ μετ’ ὀλίγα—Ὅτι γὰρ τοῦτο ἦν, καὶ τὸ τῶν σημείων Πνεῦμα οὐκ ἔλαβον, ὅρα πῶς ἰδὼν ὁ Σίμων προσῆλθε τοῦτο αἰτῶν. Καὶ μετ’ ὀλίγα—Διατί οὐκ ἦσαν οὗτοι λαβόντες Πνεῦμα Ἅγιον; ἤτοι τοῦ Φιλίππου τιμῶντος τοὺς Ἀποστόλους· ἤτοι τῷ μὴ ἔχειν χάρισμα τοιοῦτον· ἤτοι τῶν ἑπτὰ ἢν, ὅπερ μᾶλλόν
ἐστιν εἰπεῖν· ὅθεν μοι δοκεῖ οὗτος ὁ Φίλιππος τῶν ἑπτὰ εἰναι ὁ Στεφάνου δεύτερος, ὁ δὲ τοῦ εὐνούχου τῶν Ἀποστόλων εἶναι· ὅρα δὲ ἐκεῖνοι οὐκ ἐξήεσαν. ᾠκονομήθη τούτους ἐξελθεῖν· καὶ ἐκείνους ἑτέρως διὰ τὸ Πνεῦμα τὸ Ἅγιον. δυνάμεις γὰρ ἔλαβον ποιεῖν σημεῖα, οὐχὶ δὴ καὶ Πνεῦμα διδόναι ἑτέροις· τοῦτο ἦν τὸ
τῶν Ἀποστόλων ἐξαίρετον· καὶ ὅρα τοὺς κορυφαίους, οὐκ ἄλλους τινὰς ἀλλὰ Πέτρον.
τελείαν διδόναι, λόγοις ἀρρήτοις τισὶ τοῦ Θεοῦ τὰ τοιαῦτα προοικονομοῦντος· ἵνα καὶ τὰ μετὰ ταῦτα ἀναφύεσθαι μέλλοντα διά τινας αἰτίας ἀτελῆ βαπτίσματα, πρὸς τέλειον ἀποκαθίστασθαι δόξῃ, διὰ τῆς τοῦ Ἁγίου Πνεύματος δόσεως, ἣν τὸ χάρισμα χαρίζεται.
Ἰωάννην καὶ Πέτρον, δέδωκε διὰ τῆς τῶν χειρῶν αὐτοῦ ἐπιθέσεως τὸ Ἅγιον Πνεῦμα τοῖς βαπτισθεῖσι· κοινῷ γὰρ ὀνόματι καὶ ἀορίστῳ εἶπεν ἡ γραφὴ, ὅτι διὰ τῶν χειρῶν τῶν Ἀποστόλων ἐπιτιθεμένων ἐπὶ τοῖς πιστοῖς, ἐπέλαμψεν ἡ τοῦ Πνεύματος χάρις· οὐκ εἶπεν ὅτι διὰ μόνου Πέτρου καὶ Ἰωάννου, ἀλλ’ ἀπροσδιορίστως
εἰπὼν συμπεριέλαβε καὶ τὸν Φίλιππον· ἔπειτα δὲ οὐχ ὡς εὐτελὴς ἣ ἀνάξιος ὁ Φίλιππος οὐ κατήγαγε τὸ Πνεῦμα ἐπὶ τοὺς ὑπ’ αὐτοῦ βαπτισθέντας, ὁπότε καὶ αὐτὸς ἀνεγράφη σημεῖα πεποιηκὼς ἐν ἰάσεσι νόσων καὶ ἐκβολαῖς δαιμόνων· ἀλλ’ ὅτι οὐκ ηὔξατο τοῦτο αὐτοῖς ὑπάρξαι, οὕτω πολλάκις λογισάμενος εἶναι τέως αὐτοῖς συμφέρον, ὡς
ἀκμὴν μὴ οὖσιν ἐπιτηδείοις πρὸς τὴν τοῦ Πνεύματος ὑποδοχήν.
εἴπως ἄρα συγχωρηθείη αὐτῷ· διὰ δὲ τοῦτο εἶπεν “εἰ ἄρα “ἀφεθήσεταί σοι·” ἵνα διὰ τοῦ ἀμφιβόλου καταστήσῃ αὐτὸν ἐν φόβῳ, καὶ μετὰ δακρύων καὶ σπουδῆς ἐπιζητήσῃ τὸν Θεόν· πλὴν ὅμως κἀκεῖνο ἔστι στοχάσασθαι, ὅτι διὰ τοῦτο εἶπεν ὁ Πέτρος τοῦτο, ἐπειδὴ ἐδόκει ὁ Σίμων ἀσύγγνωστα ἡμαρτηκέναι ὡς εἰς τὸ
Ἅγιον Πνεῦμα βλασφημήσας, διότι δώροις ἐνόμισε τὸν Θεὸν πείθειν· ἣ ὅτι ἐνόμισε τοὺς Ἀποστόλους τοὺς πλήρεις Πνεύματος χρημάτων ἡττᾶσθαι, καὶ ἐνυβρίζειν δι’ αὐτῶν τὸ Πνεῦμα, εἴγε ἐν τοιούτοις ἀνθρώποις ἐνοικεῖ τὸ θεῖον Πνεῦμα τοῖς χρήμασι καταδουλουμένοις. ἔπειτα δὲ κἀκεῖνο πάλιν εἰπεῖν δεῖ, ὅτι τὰ πολλὰ ὁ
Φίλιππος ἔπραττε νυττόμενος ὑπὸ τοῦ Πνεύματος, καὶ οὐδὲν ἐποίει ἀφ’ ἑαυτοῦ· μὴ προτρεπομένου αὐτὸν τοῦ Πνεύματος ἣ ἀγγέλου, ὡς ἐν τοῖς ἑξῆς εὑρήσεις λέγουσαν τὴν γραφήν· “ἄγγελος “δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων, ἀνάστηθι·” καὶ πάλιν· “εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, πρόσελθε·” εἶκος οὖν ὅτι μὴ
νυχθεὶς ὑπὸ τοῦ Πνεύματος εὔξασθαι καὶ ἐπιθεῖναι αὐτοῖς τὰς χεῖρας, οὐκ ἐπεχείρησεν ἀφ’ ἑαυτοῦ τοῦτο ποιῆσαι· ἀλλ’ ἀνέμεινε τὴν ἄνωθεν κρίσιν· ὁ δὲ Πέτρος καὶ Ἰωάννης θερμότεροι ὄντες καὶ παρρησιαστικώτεροι ἠνύξαντο Πνεύματος μετασχεῖν τοὺς αμετόχους· οἱ δὲ δύο πλείω τοῦ ἑνὸς ἐνεργοῦσιν εἰς εὐχήν· ἐν μέσῳ γὰρ
δύο ἣ πλειόνων συναχθέντων ἐπὶ τῷ ὀνόματι τοῦ Θεοῦ Ἰησοῦ, εὑρεθήσεται ταχύτερον. Ἄλλοι δὲ λέγουσιν ὅτι διὰ τοῦτο Φίλιππος οὐ κατήγαγε τὸ Πνεῦμα· ὅτι Διάκονος ἦν μόνον, παρὰ τῶν περὶ Στέφανον προβληθεὶς, οὐ μὴν καὶ Πρεσβυτέρου εἶχεν ἀξίαν ἣ Ἐπισκόπου, ὡς οἱ μαθηταὶ τοῦ Κυρίου· ὅτι δὲ Διάκονος ἦν μαρτυρεῖ
ὁ Παῦλος ἐν τοῖς Κανόσιν οὐ μόνον περὶ αὐτοῦ ἀλλὰ καὶ περὶ Ἀνανίου, ὃς ἐβάπτισεν αὐτὸν τὸν Παῦλον, οὐκ ἰδίᾳ αὐθεντίᾳ, ἀλλ’ ὑπὸ τοῦ Θεοῦ προτραπέντος τοῦτο ποιῆσαι· καὶ πῶς φησὶ, Διάκονος ὢν ἐβάπτισε; πρῶτον μὲν διὰ τὸ σπάνιν εἶναι Πρεσβυτέρων ἐν Σαμαρείᾳ· ὥσπερ τὸ πλεῖστον γὰρ μόνος ἦν, διὰ τὸν
γεγονότα διωγμὸν διασπαρέντων πάντων· ἔξεστι δὲ ἐν ἀνάγκῃ καὶ τῷ Διακόνῳ βαπτίζειν, ἀπορίᾳ Πρεσβυτέρου, καθὼς αὐτὸ τὸ Πνεῦμα ἐδίδαξε· προτρεψαμένου αὐτὸν ἐπὶ τῷ πλησιάσαι τῷ εὐνούχῳ, καὶ πάλιν καὶ ἐξ αὐτοῦ τοῦ εὐνούχου προτραπείς· εἰ δὲ μὴ ἦν θέλημα Θεοῦ ποιῆσαι, οὐκ ἂν μετὰ τὸ βάπτισμα τῇ τῶν χειρῶν
ἐπιθέσει ἐπιφοιτᾶ δι’ εὐχῆς ἐπὶ τοὺς βαπτιζομένους εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ τὸ Ἅγιον Πνεῦμα· διὸ καὶ μέχρι νῦν οὕτως ἡ τάξις φυλάττεται.
Catena In Acta (Catena Andreae) (e cod. Oxon. coll. nov. 58). Catenae (Novum Testamentum). ed. John Anthony Cramer. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.